ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 01/13/17

Παρασκευή, 13 Ιανουαρίου 2017

Βίος και πολιτεία του μακαρίου Συμεών του Στυλίτου

0 σχόλια

Βιος και πολιτεια του μακαρίου Συμεών του Στυλίτου
Ξένον καὶ παράδοξον μυστήριον γέγονεν ἐν ταῖς ἡμέραις ἡμῶν.

ἔδοξεν ἐμοὶ τῷ ἁμαρτωλῷ καὶ ἐλαχίστῳ Ἀντονίῳ γράψαι εἰς ὃ καταλαμβάνω. ὠφελείας γὰρ καὶ κατανύξεως πε πλήρωται τὸ σύνταγμα. ὅθεν παρακαλῶ κλίνατε τὸ οὖς ὑμῶν καὶ ἀκούσατε εἰς ἅπερ καταλαμβάνω. Ὁ ἐν ἁγίοις καὶ μακαριώτατος Συμεὼν νήπιος ὢν τῇ ἡλικίᾳ ἐποίμαινεν τὰ πρόβατα τοῦ πατρὸς αὐτοῦ καθ᾽ ὃν τρόπον καὶ ὁ προφήτης Δαβίδ· κατὰ δὲ ἁγίαν κυριακὴν εἰσῄει ἐν τῇ ἐκκλησίᾳ πρὸς τὰ λόγια τοῦ θεοῦ καὶ ἡδέως ἐπηκροᾶτο τῶν ἁγίων γραφῶν μὴ γινώσκων τὸ τί ἤκουεν. εἰς ἡλικίαν δὲ προβαίνων καὶ νυττόμενος ὑπὸ τοῦ λόγου τοῦ θεοῦ ἀπέρ χεται ἐν μιᾷ τῶν ἡμερῶν ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ καὶ ἀκούων τοῦ ἀποστόλου ἀναγινωσκομένου ἐρωτᾷ τινα γέροντα· Εἰπέ μοι, πάτερ, τί ἐστιν ὃ ἀναγινώσκει. λέγει αὐτῷ ὁ πρεσβύτης· Περὶ ἐγκρατείας ψυχῆς. λέγει αὐτῷ ὁ ἅγιος Συμεών· Τί ἐστιν ἐγκράτεια ψυχῆς; λέγει αὐτῷ ὁ πρεσβύτης· Τέκνον, τί με ἐρωτᾷς; ὁρῶ γάρ σε τῇ ἡλικίᾳ νέον, τὸ δὲ φρόνημα γηράλαιον κεκτη μένον. λέγει αὐτῷ ὁ ἅγιος Συμεών· Οὐκ ἐκπειράζω σε, πάτερ· ἀλλὰ ξενίζομαι εἰς τὸ τῆς λέξεως ὄνομα. λέγει αὐτῷ ὁ πρε σβύτης· Ἐγκράτεια σωτηρία ἐστὶν ψυχῆς ὁδηγοῦσα εἰς φῶς εἰσάγουσα εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. λέγει αὐτῷ ὁ ἅγιος Συμεών· Δίδαξόν με, τίμιε πάτερ, ἃ λέγεις, διότι ἰδιώτης εἰμί. Λέγει αὐτῷ ὁ πρεσβύτης· Τέκνον, ἐάν τις νηστεύῃ τῷ θεῷ ἀδιαλείπτως καὶ τὰς εὐχὰς πάσας μετὰ ἐπιεικείας ἀποδί δωσιν αὐτῷ, τοῦτ᾽ ἔστιν τρίτην ὥραν εὐχὴν μίαν, ὁμοίως, καὶ ἕκτην, ἐννάτην καὶ δωδεκάτην καὶ τούτων τὰ ἀκόλουθα· καθὼς καὶ ἐν τοῖς μοναστηρίοις ἐπιτελοῦνται. εἰ οὖν οἶδας, τέκνον, τί ἤκουσας, λόγισαι ταῦτα ἐν τῇ καρδίᾳ σου· δεῖ γάρ σε καὶ πεινάσαι καὶ διψῆσαι καὶ ὑβρισθῆναι καὶ κολαφισθῆναι καὶ ὀνειδισθῆναι, ἀναστενάξαι καὶ κλαῦσαι καὶ θλιβῆναι καὶ ἀνομαλῆσαι, ὑγιᾶναι καὶ ἐπιθυμῆσαι ἀποτάξασθαι καὶ ταπει νωθῆναι καὶ πολλὰ παθεῖν παρὰ ἀνθρώποις, καὶ οὕτως παρα κληθῆναι παρὰ ἀγγέλων· ἰδὲ ἤκουσας ταῦτα πάντα, ὁ κύριος τῆς δόξης δῴη σοι νοῦν ἀγαθὸν πρὸς τὴν αὐτοῦ θέλησιν.
Read More ->>

Ἰδοὺ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μήτηρ μου·

0 σχόλια

Βιος και πολιτεια του μακαριου Συμεών του Στυλίτου

Ἰδοὺ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μήτηρ μου·
καὶ πάντων τούτων τὰ ὅμοια ἠμφίεσμαι. ἐξεπλήττετο δὲ ὁ ἀρχιμανδρίτης ἐπὶ τῇ συνετῇ αὐτοῦ ἀποκρίσει, ὅτι ἄγροικος ὢν πῶς κατηνύγη εἰς τὸν φόβον τοῦ θεοῦ. καλέσας δὲ ὁ ἀρχιμανδρίτης ἰατροὺς δύο, μετὰ πολλῶν μόχθων καὶ πόνων ὡς νομίζεσθαι αὐτὸν τεθνηκέναι, ἀπέσπασαν ἀπ᾽ αὐτοῦ τὸ σχοινίον † ἀπὸ τῶν σαρ κῶν τῶν κεκολλημένων ἐν αὐτῷ, καὶ ἐπιμελησάμενοι αὐτοῦ ἡμέρας πεντήκοντα ὠφέλησαν αὐτὸν ἐκ μέρους. καὶ λέγει αὐτῷ ὁ ἀρχιμανδρίτης· Τέκνον, ἰδοὺ ὑγιὴς γέγονας· ἄπελθε ὅπου βούλει Τότε ἐξέρχεται ἐκ τοῦ μοναστηρίου ὁ ἅγιος Συμεών· καὶ ἰδοὺ ἦν παρακείμενον φρέαρ πλησίον τοῦ μοναστηρίου, ἐν ᾧ ὕδωρ οὐχ ὑπῆρχεν ἐν αὐτῷ, πλῆθος δὲ πνευμάτων ἀκα θάρτων πονηρῶν κατῴκει ἐν αὐτῷ· οὐ μόνον δὲ πνευμάτων ἀκαθάρτων, ἀλλὰ καὶ ἀσπίδων καὶ ἐχιδνῶν καὶ ὄφεων καὶ σκορπίων πλῆθος ἀνείκαστον· ὅθεν πάντες ἐφοβοῦντο διελ θεῖν διὰ τοῦ τόπου ἐκείνου. Ἀπῆλθεν δὲ ἐκεῖ ὁ ἅγιος Συμεὼν μηδενὸς εἰδότος καὶ ῥίπτει ἑαυτὸν ἐν τῷ φρέατι ἐκείνῳ, ποιήσας τὴν ἐν Χριστῷ σφραγῖδα, καὶ κρύβει ἑαυτὸν ἐν τῷ πλαγίῳ τοῦ φρέατος. Μετὰ οὖν ἑπτὰ ἡμέρας τοῦ ἀναχωρῆσαι αὐτὸν τοῦ μοναστηρίου θεωρεῖ ὁ ἀρχιμανδρίτης κατ᾽ ὄναρ ἀνείκαστον πλῆθος ἀνδρῶν λευχειμονούντων καὶ κυκλούντων τὸ μοναστή ριον, λαμπάδας κρατούντων καὶ λεγόντων· Ἄρτι κατακαί ομέν σε ἐνταῦθα, εἰ μὴ τὸν δοῦλον τοῦ θεοῦ Συμεὼν παρα δώσεις ἡμῖν. διὰ ποίαν δὲ αἰτίαν ἐδίωξας αὐτόν, τί δὲ ἐποίησεν, ὅτι ἀπέρριψας αὐτὸν ἐκ τοῦ μοναστηρίου, ποῖον δέ ἐστιν τὸ σφάλμα αὐτοῦ; εἰπὲ ἡμῖν, πρίν σε κατακαύσωμεν· οὐκ οἶδας, τί εἶχες ἐν τῷ μοναστηρίῳ σου; οὗτος γὰρ μείζων σου εὑρε θήσεται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῇ φοβερᾷ καὶ φρικτῇ. καὶ δι υπνισθεὶς ὁ ἀρχιμανδρίτης ἔντρομος γενόμενος λέγει τοῖς μοναχοῖς· 
Read More ->>

Κύριε, ὁ θεὸς τῶν δυνάμεων, ὁ ὁδηγὸς τοῦ φωτὸς

0 σχόλια

Βιος και πολιτεια του μακαριου Συμεών του Στυλίτου

Κύριε, ὁ θεὸς τῶν δυνάμεων, ὁ ὁδηγὸς τοῦ φωτὸς

 καὶ ἡνίοχος τῶν Χερουβίμ, ὁ ὁδηγήσας τὸν Ἰωσήφ, ὁ δυνα στεύσας τὸν προφήτην σου Δαβὶδ κατὰ τοῦ Γολιάδ, ὁ τὸν Λάζαρον ἐγείρας τετραήμερον ἐκ νεκρῶν, ἐξέγειρον τὴν δεξιάν σου καὶ δέξαι ἐν εἰρήνῃ τὴν ψυχὴν τῆς δούλης σου. καὶ εὐχο μένου αὐτοῦ τὸ ἅγιον αὐτῆς λείψανον ἐκινεῖτο καὶ ἐμειδίασεν τῇ ὄψει, πάντες δὲ οἱ θεωροῦντες ἐξεπλήττοντο καὶ ἐδόξαζον τὸν θεόν· καὶ κηδεύσαντες αὐτὴν ἔθαψαν ἔμπροσθεν τοῦ στύλου αὐτοῦ, ἵνα, καθὼς εὔχεται, μνημονεύει αὐτήν. Ἄλλο ξένον καὶ παράδοξον ἀκούσατε μυστήριον· τινὲς ἤρχοντο εἰς εὐχὴν ἀπὸ μήκου πολλοῦ, καὶ ἀπαντᾷ αὐτοῖς ἔλαφος βοσκομένη, ἔχουσα ἐν γαστρί, καὶ λέγει εἷς ἐξ αὐτῶν τῇ ἐλάφῳ· Ὁρκίζω σε κατὰ τῆς δυνάμεως τοῦ ὁσίου Συμεών, στῆθι, ἵνα σε κρατήσω. καὶ εὐθέως ἔστη ἡ ἔλαφος, καὶ κρατήσας αὐτὴν ἔσφαξεν καὶ ἔφαγον τὰ κρέη αὐτῆς· τὸ δὲ δέρμα ἔμενεν· καὶ εὐθέως ἐκωλύθη ἡ ὁμιλία αὐτῶν, καὶ ἤρξαντο βληχᾶσθαι ὡς τὰ ἄλογα, καὶ δρομαῖοι ἔρχονται καὶ προσπίπτουσιν ἔμπροσθεν τοῦ στύλου αὐτοῦ δεόμενοι τυχεῖν θεραπείας, τὸ δὲ δέρμα τῆς ἐλάφου ἐπλήρωσαν ἀχύρῳ καὶ πρὸς ἐπίγνωσιν πολλῶν ἀνθρώπων ἐτέθη τὸ δέρμα χρόνον ἱκανόν, οἱ δὲ ἄνδρες ποιήσαντες χρόνον ἱκανὸν ἐν μετανοίᾳ καὶ θεραπευθέντες ἀνεχώρησαν εἰς τὰ ἴδια. Ἄλλο ξένον καὶ θαυμαστὸν ἀκούσατε· γυνή τις διψῶσα διὰ τῆς νυκτὸς ἠθέλησεν πιεῖν ὕδωρ· ἐπιλαβομένη δὲ τὴν κάλπιν τοῦ ὕδατος συμπίνει ἅμα τοῦ ὕδατος ὄφιν μικρόν, καὶ τραφεὶς ἐν τῇ κοιλίᾳ αὐτῆς ἐγένετο μέγας, καὶ ἐγένετο τὸ πρόσωπον αὐτῆς ὡς εἰδέα χόρτου χλωροῦ, καὶ πολλοὶ ἰατροὶ ἦλθον, ἵνα θεραπεύσωσιν αὐτὴν καὶ οὐκ ἠδυνήθησαν· γνόντες δὲ οἱ ἐν τῷ οἴκῳ αὐτῆς τὰ θαυμάσια καὶ τὰς ἰάσεις, ἃς ἐποίει ὁ ἅγιος τοῦ θεοῦ Συμεών, λαβόντες αὐτὴν ἀπήγαγον πρὸς τὸν ἅγιον καὶ ἀναγγέλλουσιν αὐτῷ πάντα τὰ περὶ αὐτὴν καὶ κελεύει αὐτοῖς λέγων· 
Read More ->>

Ἄλλο θαῦμα φοβερὸν καὶ ἔνδοξον ἀκούσατε.

0 σχόλια

Βιος και πολιτεια του μακαριου Συμεών του Στυλίτου

Ἄλλο θαῦμα φοβερὸν καὶ ἔνδοξον ἀκούσατε.

Ἐν τῷ τόπῳ, ἐν ᾧ ἦν ὁ ἅγιος, ὕδωρ οὐκ ἐφαίνετο. καὶ τὸ πλῆθος τῶν ζῴων καὶ τῶν ἀνθρώπων ἠπώλετο τῶν ἐρχομένων ἐν τῷ τόπῳ τοῦ ἁγίου Συμεών. καὶ ποιήσας εὐχὴν ὁ ἅγιος ἐπὶ ἡμέρας ἑπτὰ οὐκ ἐλάλησέν τινι, ἀλλ᾽ ἦν κεκλικὼς τὰ γόνατα καὶ εὐχόμενος, ὡς νομίζειν πάντας ὅτι ἤδη τέθνηκεν. καὶ περὶ ὥραν πέμπτην τῆς ἑβδόμης ἡμέρας ἐξαίφνης ἀνέβλυσεν ὕδωρ ἀπὸ ἀνατολῶν τῆς μάνδρας αὐτοῦ, καὶ ὀρύξαντες ηὗρον τύπον σπηλαίου πεπληρωμένον ὕδατος. καὶ ᾠκοδόμησαν ἐν αὐτῷ στόματα ἑπτά. καὶ πάντες ἐδόξαζον τὸν θεὸν τοῦ οὐ ρανοῦ καὶ τῆς γῆς. [Βασίλισσα δέ τις τῶν Σαρακηνῶν στεῖρα ὑπάρχουσα ἀπῆλθεν δεομένη αὐτοῦ διὰ τὸ τεκεῖν αὐτήν. ὠνειδίζετο γὰρ ὑπὸ τοῦ ἀνδρὸς αὐτῆς καθ᾽ ἑκάστην ἡμέραν καὶ πολλὰ προσ πίπτουσα καὶ δεομένη ἐπὶ ἱκανὰς ἡμέρας 〈ἦν〉 προσκαρτεροῦσα ἐπὶ τοῦ στύλου τοῦ ἁγίου Συμεῶνος. ἐδήλωσεν οὖν αὐτὴν ὁ ἅγιος· Ἄπελθε εἰς τὸν οἶκόν σου καὶ ἔχει ὁ κύριος τὰ συμ φέροντά σοι παρασχεῖν. καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς συνεγένετο τῷ ἀνδρὶ αὐτῆς καὶ παραχρῆμα συνέλαβεν. καὶ ἔτεκεν θυγατέραν. καὶ ἐπὶ ἐνιαυτοὺς πέντε οὔτε ἐλάλει οὔτε περιεπάτει. καὶ ἔρχεται μετὰ τοῦ ἀνδρὸς αὐτῆς καὶ τοῦ τέκνου αὐτῆς προσκλαίουσα, καὶ ἀποκριθεὶς ὁ ἅγιος Συμεὼν εἶπεν αὐτοῖς·
Read More ->>

Ἔπαρον ἐκ τῆς γῆς πηλὸν καὶ ἀνένεγκε τῇ γυναικί σου

0 σχόλια

Βιος και πολιτεια του μακαριου Συμεών του Στυλίτου

Ἔπαρον ἐκ τῆς γῆς πηλὸν καὶ ἀνένεγκε τῇ γυναικί σου.

Καὶ ἐπιθήσας ἐμφύσησον αὐτὴν καὶ ἔχει αὐτῇ θεραπεῦσαι. λαβὼν δὲ ὁ ὄφις ἐκ τῆς πηλοῦ ἀπῄει πρὸς τὴν θήλειαν αὐτοῦ. θεασάμενοι δὲ οἱ ὄχλοι κατηκολούθησαν αὐτὸν ἰδεῖν τί μέλλει ποιεῖν. καὶ βλέπουσι τὴν θήλειαν αὐτοῦ ἑστῶσαν ὀρθὴν ἔξω θεν τῶν καγκέλλων ἔχουσαν φῦμα μέγα καὶ λαβὼν ὁ ὄφις τὸν πηλὸν ἐπιτιθεῖ αὐτὴν καὶ ἐμφυσήσας αὐτῇ παρουσίᾳ πάν των ἐθεράπευσεν αὐτήν. καὶ λαβὼν αὐτὴν ἀνεχώρησεν. καὶ θεασάμενοι οἱ ὄχλοι τὸ μυστήριον ἐδόξασαν τὸν θεόν. Ἕτερον δὲ θαῦμα ἐγένετο ἐν ταῖς ἡμέραις αὐτοῦ. ἐπελθούσης γὰρ τῆς μεγάλης ἀπειλῆς τῶν φόβων ἐπὶ πᾶσαν τὴν οἰκουμένην κατήγοντο πρὸς αὐτὸν πᾶσα ἡ Ἀνατολὴ καὶ Ἀντιόχεια δεόμενοι αὐτοῦ ἐπὶ τὸ δυσωπῆσαι τὸν θεόν. πολλαὶ γὰρ πτώσεις ἐγίνοντο οἰκημάτων καὶ θνήσεις ἀνθρώπων ἱκα νῶν, ὥστε καὶ τὸν δίκαιον σὺν τῷ στύλῳ ὥσπερ κάλαμον ὑπὸ ἀνέμου δονεῖσθαι. καὶ σὺν αὐτοῖς δακρύων ἔλεγεν τοῖς ὄχλοις· Ἀδελφοί, πάντες ἐξέκλιναν ἅμα ἠχρειώθησαν, οὐκ ἔστιν ἕως ἑνός. οὐκ ἀκούετέ μου, ἀλλὰ εἰς τὸ τίς τίνα πλεονεκτή σει αἱ πορνεῖαι ὑμῶν καὶ αἱ ἀδικίαι ὑπερπεριέσσευσαν. ὄντως ὑμῖν ἀδελφοὶ λέγω· εὐκοπώτερόν ἐστιν μοι λαλεῖν μετὰ τοῦ δεσπότου ἢ μεθ᾽ ὑμῶν τῶν ἀπίστων. καὶ κελεύσας παύσασθαι τὸ λιτανεύειν, ἐποίησεν εὐχήν, καὶ πάλιν ἐπέμενεν ἐν τοῖς αὐτοῖς ἡ ἀπειλὴ δονοῦσα τὰ πάντα. καὶ ἐπέτρεψεν αὐτοῖς κράζειν τὸ Κύριε ἐλέησον. καὶ ἐπιμενόντων αὐτῶν ἐπὶ ὥρας ἱκανὰς καὶ κραζόντων αὐτῶν· 

Read More ->>
 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Follow by Email

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Γίνεται Μέλος στο Ιστολόγιο

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |