ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 12/22/16

Πέμπτη, 22 Δεκεμβρίου 2016

Θείον Όραμα

0 σχόλια

Ἀνδρέας Καρκαβίτσας - Θεῖον Ὅραμα
Τὸ διήγημα περιέχεται στὴ συλλογὴ 
Λόγια της Πλώρης (1899)
Δὲ λέτε, ρὲ παιδιά, τίποτα νὰ ζεσταθοῦμε;
Καὶ μὲ τὸ λόγο φάνηκε μαῦρο κορμὶ στὴν ἀνοιχτὴ θυρίδα, κύλησε ἀπὸ τὴ σκάλα κάτω ὁ Κώστας ὁ θερμαστής, βαρυτυλιγμένος στὴν πατατούκα του. Ἔκανε κρύο δυνατό. Βοριὰς ἐξύριζε τὰ πέλαγα, πάγωνε τ᾿ ἀκρογιάλια, κρουστάλλιαζε τὰ στοιβαγμένα χιόνια στὰ βουνά. Καὶ τὸ πλήρωμα, ναῦτες καὶ θερμαστές, συναγμένοι ὁλόγυρα στὴ θερμάστρα, φρόντιζαν νὰ ζεσταθοῦν μὲ τὴ φασκομηλιὰ καὶ τὸ ψωμοτύρι. Ὁ λύχνος, καρφωμένος στὴ μέση ἑνὸς στύλου, φώτιζε καὶ κάπνιζε μαζὶ τὰ περίγυρα σωθέματα. Διπλὰ-τριπλὰ τὰ κρεβάτια κολλημένα στὰ πλευρά, μὲ τὰ μαῦρα τους στρωσίδια, θύμιζαν νεκροθῆκες στ᾿ ἀνήλιαστα βάθη τῆς γῆς ταιριασμένες. Κοντὰ ἡ καμαρούλα τοῦ ναύκληρου, ἀνοιχτόπορτη, ἔδειχνε ἄλλο κρεβάτι στρωμένο, δυό-τρεῖς φωτογραφίες παλιές, μιὰ χρωμολιθογραφία χανούμισσας, χρυσοφορεμένης καὶ ξαπλωμένης σὲ πουπουλένια προσκέφαλα. Καὶ ὁλοῦθε κρεμασμένα τὰ ροῦχα, στὸ λάδι καὶ στὸ κάρβουνο βουτημένα. Οἱ μουσαμάδες ξεσχισμένοι καὶ μυριομπαλωμένοι. Τὰ χοντρὰ ποδήματα καὶ τὰ κασκέτα καὶ οἱ χρωματιστοὶ σκοῦφοι ἔδειχναν τὸ χώρισμα καλογερικὸ κελλί. Ἀλλὰ τὸ φλίφλισμα τοῦ νεροῦ ποὺ ἀκουόταν στὰ πλευρά, ἡ μυρωδιὰ τοῦ κατραμιοῦ καὶ τὰ ψημένα πρόσωπα τῶν ἀνθρώπων ἔδειχναν πὼς ἡ ζωὴ ἐδῶ ἀγωνίζεται τὸν τελευταῖο ἀγώνα της. Γιὰ τοῦτο καὶ κανένας δὲν πρόσεξε τώρα στὸ ἀστεῖο κατρακύλημα τοῦ θερμαστῆ.
- Δὲ λέτε, ρὲ παιδιά, καὶ τίποτα νὰ ζεσταθοῦμε; ξαναδευτέρωσε ἐκεῖνος, ἀγκαλιάζοντας τὴ θερμάστρα σὰν ἐρωμένη.
Read More ->>

Συμεών τού Νέου Θεολόγου Βίβλος τών Θεολογικών

0 σχόλια


Συμεών τού Νέου Θεολόγου
Βίβλος τών Θεολογικών
Τόμος Β΄

Τό περί Θεοῦ λέγειν ἤ φθέγγεσθαι καί τά κατ᾿ αὐτόν ἐρευνᾶν καί τά ἀνέκφορα ποιεῖν ἔκφορα καί τά πᾶσιν ἀκατάληπτα ὡς καταληπτά ὑπεμφαίνειν τολμηρᾶς ἄν εἴη καί αὐθαδοῦς ψυχῆς ἔνδειγμα. Καί τοῦτο πάσχουσιν οὐχ ὅσοι ἀφ᾿ ἑαυτῶν τι λέγειν τολμῶσι μόνον περί Θεοῦ, ἀλλά καί ὅσοι τά πρός αἱρετικούς πάλαι λαληθέντα παρά τῶν θεσπεσίων θεολόγων καί γραφῇ παραδοθέντα ἀποστηθίζουσί τε καί πολυπραγμονοῦσιν, οὐχ ἵνα πνευματικήν τινά ὠφέλειαν καρπώσωνται, ἀλλ᾿ ἵνα θαυμάζωνται παρά τῶν ἀκουόντων ἐν πότοις καί συνεδρίοις καί θεολόγοι ἐπιφημίζωνται· ὅ καί μᾶλλον λυπεῖ με καί ἐν ἀδημονίᾳ ποιεῖ, ἐννοοῦντα τό φρικτόν τοῦ ἐγχειρήματος καί τό τοῖς τολμητίαις ἀποκείμενον κρῖμα. Οἷα δέ φασι τῶν θείων κατατολμῶντες! Κατά τοῦτο, φησί, μόνον μείζων ὁ Πατήρ τοῦ Υἱοῦ, καθ᾿ ὅ αἴτιός ἐστι τῆς ὑπάρξεως τοῦ Υἱοῦ. Καί ἡ ἀνθυποφορά· μείζονα τοῦ Υἱοῦ τόν Πατέρα πῶς  φῄς; Ὅτι δή, φησί, μείζων ὁ Πατήρ τοῦ Υἱοῦ - λέγω δέ ἀντί τοῦ πρῶτος -· ἐκ τοῦ Πατρός γάρ. Ταῦτα τῆς καινῆς κενοφωνίας αὐτῶν καί ἀσυνέτου θεολογίας, τήν αἰτίαν δι᾿ ἥν ταῦτα πρός τῶν θεολόγων ἐλέχθησαν πρός αἱρετικούς ἀγνοούντων· τήν γάρ δύναμιν τῶν γεγραμμένων νοῆσαι μή ἱκανῶς ἔχοντες, κενεμβατοῦσιν καί ἅ λέγουσιν ὡς βέβαια καί ἀληθῆ καί οὕτως ἔχοντα διαβεβαιοῦνται. Πρός οὕς εἰκότως οὐκ ἀφ᾿ ἑαυτῶν, ἀλλ᾿ ἐκ τοῦ διδάσκοντος ἄνθρωπον γνῶσιν μυσταγωγούμενοι, τῷ ὑπηχοῦντι ἄνωθεν πειθόμενοι Πνεύματι, εἴπωμεν ὧδε.
Read More ->>

Καί κατά τῶν τιθεμένων τό πρῶτον ἐπί τοῦ Πατρός.

0 σχόλια

Συμεών τού Νέου Θεολόγου
Βίβλος τών Θεολογικών
Τόμος Β΄
Θεολογικός Πρώτος
Καί κατά τῶν τιθεμένων τό πρῶτον ἐπί τοῦ Πατρός.

Τό περί Θεοῦ λέγειν ἤ φθέγγεσθαι καί τά κατ᾿ αὐτόν ἐρευνᾶν καί τά ἀνέκφορα ποιεῖν ἔκφορα καί τά πᾶσιν ἀκατάληπτα ὡς καταληπτά ὑπεμφαίνειν τολμηρᾶς ἄν εἴη καί αὐθαδοῦς ψυχῆς ἔνδειγμα. Καί τοῦτο πάσχουσιν οὐχ ὅσοι ἀφ᾿ ἑαυτῶν τι λέγειν τολμῶσι μόνον περί Θεοῦ, ἀλλά καί ὅσοι τά πρός αἱρετικούς πάλαι λαληθέντα παρά τῶν θεσπεσίων θεολόγων καί γραφῇ παραδοθέντα ἀποστηθίζουσί τε καί πολυπραγμονοῦσιν, οὐχ ἵνα πνευματικήν τινά ὠφέλειαν καρπώσωνται, ἀλλ᾿ ἵνα θαυμάζωνται παρά τῶν ἀκουόντων ἐν πότοις καί συνεδρίοις καί θεολόγοι ἐπιφημίζωνται· ὅ καί μᾶλλον λυπεῖ με καί ἐν ἀδημονίᾳ ποιεῖ, ἐννοοῦντα τό φρικτόν τοῦ ἐγχειρήματος καί τό τοῖς τολμητίαις ἀποκείμενον κρῖμα.
Read More ->>

Καί κατά τῶν ἐπιχειρούντων θεολογεῖν ἄνευ Πνεύματος.

0 σχόλια

Συμεών τού Νέου Θεολόγου
Βίβλος τών Θεολογικών
Τόμος Β΄
Θεολογικός Δεύτερος
Καί κατά τῶν ἐπιχειρούντων θεολογεῖν ἄνευ Πνεύματος.

Ὁ ἄνωθεν εἰληφώς τήν τοῦ Θεοῦ αἴνεσιν ἐν τῷ στόματι διά παντός περιφέρειν, ὁ ἀνοίγων τό στόμα αὐτοῦ καί ἑλκύων πνεῦμα ζωῆς, εὐρυχωρότερον σπουδάζει τοῦτο καθ᾿ ὥραν ποιεῖν εἰς ἀφθονωτέραν ὑποδοχήν τοῦ λόγου τῆς ζωῆς, ὅς ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, περί οὗ εἴρηται· «Πλάτυνον τό στόμα σου καί πληρώσω αὐτό». Τοίνυν καί ὁ γενέσθαι τοιοῦτος ἀξιωθείς ἀπό τοῦ Θεοῦ δύναται ἐντετυπωμένην ἅπαξ καί οἱονεί ἐσφραγισμένην τῷ ἡγεμονικῷ τῆς ψυχῆς τήν περί Θεοῦ ἔννοιαν ἔχειν διά παντός ἐνυπάρχουσαν τῇ ψυχῇ, δύναται δέ καί κατά τήν ἀποστολικήν ὑποθήκην πάντοτε χαίρειν, ἀδιαλείπτως προσεύχεσθαι, ἐν παντί εὐχαριστεῖν, πάντα εἰς δόξαν Θεοῦ ποιεῖν, κἄν εἴτε ἐσθίῃ, κἄν εἴτε πίνῃ, ὑπό τοῦ ἄρτου δηλαδή τῆς ζωῆς διηνεκῶς τρεφόμενός τε καί δυναμούμενος. Τοῦ τοιούτου καθεύδοντος ἡ καρδία ἐγρήγορε καί ἐγρηγορότος οὐδέποτε τοῦ Θεοῦ καθ᾿ οἱονδήποτε τρόπον χωρίζεται· καί τοῦτο δηλῶν ὁ Ἀπόστολος λέγει· «Ὁ κολλώμενος τῇ γυναικί ἕν σῶμά ἐστι καί ὁ κολλώμενος τῷ Κυρίῳ ἕν πνεῦμά ἐστι». «Πνεῦμα γάρ ὁ Θεός καί τούς προσκυνοῦντας αὐτόν ἐν πνεύματι   καί ἀληθείᾳ δεῖ προσκυνεῖν». Τοιγαροῦν καί ὁ οὕτω συναφθείς πενυματικῶς τῷ Θεῷ, ὥστε ἕν πνεῦμα γενέσθαι μετ᾿ αὐτοῦ, ἁμαρτάνειν οὐ δύναται· φησί γάρ ἡ θεολόγος φωνή· «Εἰς τοῦτο ἐφανερώθη ὁ Υἱός τοῦ Θεοῦ, ἵνα τάς ἁμαρτίας ἡμῶν ἄρῃ καί ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστι· πᾶς ὁ ἐν αὐτῷ μένων οὐχ ἁμαρτάνει, πᾶς ὁ ἁμαρτάνων οὐχ ἑώρακεν αὐτόν οὐδέ ἔγνωκεν αὐτόν». Καί πάλιν·  «Πᾶς ὁ γεγενημένος ἐκ τοῦ Θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει, καί οὐ δύναται ἁμαρτάνειν ὅτι ἐκ Θεοῦ γεγέννηται».
Read More ->>

Καί ὅτι, εἴ τι ὁ Πατήρ, τοῦτο καί ὁ Υἱός

0 σχόλια

Συμεών τού Νέου Θεολόγου
Βίβλος τών Θεολογικών
Τόμος Β΄
Θεολογικός Τρίτος

Καί ὅτι, εἴ τι ὁ Πατήρ, τοῦτο καί ὁ Υἱός, καί εἴ τι ὁ Υἱός, τοῦτο καί τό Πνεῦμα τό Ἅγιον, καί ὅτι ἕν ταῦτα πνεῦμα ὁμότιμον, ὁμοούσιον καί ὁμόθρονον.

Ἀεί μέν ὁ Θεός ὑμνούμενός τε καί παρ᾿ ἡμῶν δοξαζόμενος ὁ ἄναρχος Πατήρ, ὁ συνάναρχος Υἱός τοῦ Πατρός, τό συναΐδιον καί ὁμοούσιον τοῦ Πατρός καί τοῦ Υἱοῦ πανάγιον Πνεῦμα, ἡ μία ταῦτα φύσις καί δόξα καί συμφυΐα, ἡ ὁμοούσιος Τριάς, ἡ μία θεότης, ἡ ὁμότιμος οὐσία καί τρισυπόστατος, ἡ τῶν ὅλων ἀρχή καί ὑποστατική καί δημιουργός δύναμις, ἡ ὁμόθρονος, ἡ ὁμόδοξος, ἡ μία ἐξουσία καί παντοκρατορική κυριότης καί βασιλεία, εἷς Θεός καί ἔστι καί λέγεται, ὅς ποτέ μέν μονάς θεωρούμενός τε καί πιστευόμενος μοναδικῶς παρ᾿ ἡμῶν καί λατρεύεται, ποτέ δέ τριάς ὁμολογούμενος τριαδικῶς ἀνυμνεῖται ἐν διῃρημέναις ταῖς ὑποστάσεσιν, ὡς παρ᾿ αὐτοῦ τοῦ ἑνός τῆς τρισυποστάτου θεότητος Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεμυσταγωγήμεθα, βαπτίζειν προτρεπομένου εἰς ὄνομα Πατρός καί Υἱοῦ καί Ἁγίου Πνεύματος καί πάλιν οὕτω λέγοντος· «Ὁ Πατήρ μου μείζων μού ἐστιν» ἕτερον ἑαυτόν παρά τόν Πατέρα δεικνύντος, καί «Ἐγώ ἀπ᾿ ἐμαυτοῦ ποιῶ οὐδέν» καί πάλιν· «’Ερωτήσω τόν Πατέρα καί ἄλλον παράκλητον πέμψει ὑμῖν τό Πνεῦμα  τῆς ἀληθείας ὅ παρά τοῦ Πατρός ἐκπορεύεται», ἄλλον πάλιν παράκλητον ὀνομάζων τό Πνεῦμα.
Read More ->>

Κεφάλαια τοῦ A' λόγου

0 σχόλια

Συμεών τού Νέου Θεολόγου
Βίβλος τών Ηθικών
Τόμος Β΄
Λόγος  Α΄.
Κεφάλαια τοῦ λόγου.

α΄. Μερική τις φυσιολογία περί τῆς τοῦ κόσμου κτίσεως καί τῆς πλάσεως τοῦ Ἀδάμ.
β΄. Περί τῆς παραβάσεως καί τῆς ἐξορίας τοῦ Ἀδάμ.
γ΄. Περί τῆς τοῦ Λόγου σαρκώσεως καί κατά τίνα τρόπον δι᾿ ἡμᾶς ἐσαρκώθη.
δ΄. Πῶς αὖθις ἡ κτίσις μέλλει ἀνακαινισθῆναι καί γενέσθαι καινούς οὐρανούς καί καινήν γῆν κατά τόν θεῖον Ἀπόστολον.
ε΄. Ὁποία ἔσται ἡ ἐσχάτη λαμπρότης τῆς κτίσεως· ἐν ᾧ καί περί ἀγγέλων καί περί ψυχῆς.
στ΄. Πῶς ἑνοῦνται τῷ Χριστῷ καί Θεῷ καί ἕν γίνονται μετ᾿ αὐτοῦ πάντες οἱ ἅγιοι.
ζ΄. Πῶς δεῖ πληρωθῆναι τόν ἄνω κόσμον καί ὁποῖός τίς ἐστι καί κατά τίνα τρόπον πληρωθήσεται.
η΄. Ὅτι εἰ μή πάντες οἱ προωρισμένοι κατά γενεάς καί γενεάς τεχθήσονται ἕως ἐσχάτης ἡμέρας καί πληρωθήσονται, ὁ ἄνω κόσμος οὐ πληρωθήσεται.
θ΄. Εἰς τόν ῥητόν τοῦ Εὐαγγελίου· «Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν βασιλεῖ». Καί τίς ἐστιν ὁ γάμος ὁ μυστικός τοῦ Θεοῦ.
ι΄. Ὅτι καί πάντες οἱ ἅγιοι τόν Λόγον τοῦ Θεοῦ ἐν ἑαυτοῖς συλλαμβάνουσι τῇ Θεοτόκῳ παραπλησίως καί γεννῶσιν αὐτόν καί γεννᾶται ἐν αὐτοῖς καί γεννῶνται ὑπ᾿ αὐτοῦ· καί πῶς υἱοί καί ἀδελφοί καί μητέρες αὐτοῦ χρηματίζουσιν.
ια΄. Εἰς τό ῥητόν τοῦ Εὐαγγελίου· «Καί ἀπέστειλε τούς δούλους αὐτοῦ καλέσαι τούς κεκλημένους εἰς τούς γάμους καί οὐκ ἤθελον ἐλθεῖν».
ιβ΄.  Ὅτι οὐ χρή πρό τῆς ἐργασίας τῶν ἐντολῶν καί τῆς εἰς ἀρετήν προκοπῆς τε καί τελειώσεως τά κεκρυμμένα μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν ἐρευνᾶν τῶν ἀμυήτων τινά· καί ὅτι ἐν τῇ δευτέρᾳ τοῦ Κυρίου ἐλεύσει πάντες ἀλλήλους γνωρίζουσιν οἱ ἅγιοι.
Read More ->>

Τά κεφάλαια τῆς θεωρίας τοῦ λόγου.

0 σχόλια

Συμεών τού Νέου Θεολόγου
Βίβλος τών Θεολογικών
Τόμος Β΄
Λόγος  Β΄.
Τά κεφάλαια τῆς θεωρίας τοῦ λόγου.

α΄. Προτρεπτικός ἐκ προοιμίων εἰς μετάνοιαν καί εἰς τό ῥητόν τοῦ Ἀποστόλου· «Οὕς προέγνω, τούτους και προώρισε» καί εἰς τά ἑξῆς· καί κατά τῶν στρεβλούντων αὐτό τε καί πᾶσαν τήν θείαν Γραφήν.
β΄. Ὅτι πάντες οἱ εἰς Χριστόν βαπτισθέντες καί πιστεύσαντες εἰς αὐτόν προεγνωσμένοι καί προωρισμένοι εἰσί τῷ Θεῷ εἰς τό συμμόρφους γενέσθαι αὐτούς τοῦ Υἱοῦ αὐτοῦ καί εἰς τό ῥητόν τοῦ Μωσέως· «Ὅτε διεμέριζεδν ἔθνη ὁ Ὕψιστος» καί εἰς τά ἑξῆς· ἐν ᾧ καί περί τῆς κλήσεως καί ἀποβολῆς τοῦ Ἰσραήλ καί τῆς μετά τῶν ἐθνῶν αὖθις τούτου ἑνώσεως.
γ΄. Ἀνακεφαλαίωσις τῶν ἐν τῷ πρώτῳ λόγῳ ῥηθέντων περί τῆς τοῦ Ἀδάμ καί τῆς Εὔας καί τῶν ἑπτά ἡμερῶν καί αἰώνων καί τῆς τοῦ παραδείσου φυσικῆς θεωρίας.
δ΄. Περί τοῦ κατακλυσμοῦ καί τίνων εἰκόνες ἦσαν τά ἐν τῇ κιβωτῷ, καί περί τοῦ Ἀβραάμ καί τοῦ κατ᾿ ἐκλογήν λήμματος, καί τί ἐστι τό λῆμμα τοῦτο, καί περί Ἰσραήλ καί τῆς περιτομῆς.
ε΄. Ὅτι τῷ παραχθέντι πρώτῳ κατ᾿ ἀρχάς κόσμῳ ἕτεροι δύο συνεπεγένοντο, ὥν ὁ ἔσχατος τύπος ἐστί τῶν μετά ταῦτα μελλόντων γενέσθαι, μέσος τις ὥν τῶν ἀρχαίων καί τῶν ἐς ὕστερον· καί τίνος ἦν εἰκών ἡ τῆς ἐπαγγελίας γῆ, τίνος δέ ἡ κιβωτός, τίνος ὁ νόμος, τίνος ἡ στάμνος, τίνος ὁ Μωϋσῆς· τίνων τύπους ἔφερον τά ἐν τῷ παραδείσῳ γεγονότα καί τά ἐν αὐτῷ τῷ Ἀδάμ.
στ΄. Εἰς τό ῥητόν τοῦ Ἀποστόλου· «Εἰ γάρ τό αὐτῶν παράπτωμα πλοῦτος κόσμου γέγονε» καί τά ἑξῆς· καί προσωποποιΐα τῶν ἑκατέρων λαῶν, τῶν ἐθνῶν φημι καί τοῦ Ἰσραήλ.
 ζ΄. Ὅτι νέος κόσμος ἡ τοῦ Χριστοῦ Ἐκκλησια καί νέος παράδεισος ἡ πρός αὐτόν πίστις· καί πρός τούτοις ἀνακεφαλαίωσις τοῦ πρώτου κόσμου, ἀντιπαρατιθεμένων τοῖς ἐν ἐκείνῳ πραχθεῖσι τῶν ἐν τῇ Ἐκκλησιᾳ διά Χριστοῦ τελεσθέντων· καί πρός τό τέλος ἐπανάληψις τοῦ ἀποστολικοῦ ῥητοῦ· «Οὕς προέγνω, τούτους καί προώρισε….».
Read More ->>

«Καί εἶδον τόν τοιοῦτον εἰς τρίτον οὐρανόν ἁρπαγέντα ».

0 σχόλια

Συμεών τού Νέου Θεολόγου
Βίβλος τών Θεολογικών
Τόμος Β΄
Λόγος  Γ΄

Εἰς το ῥητόν τοῦ Ἀποστόλου ἐν ᾧ λέγει· «Καί εἶδον τόν τοιοῦτον εἰς τρίτον οὐρανόν ἁρπαγέντα καί ἀκούσαντα ἄρρητα ῥήματα ἅ οὐκ ἐξόν ἀνθρώπῳ ἀκοῦσαι». Τί οὖν εἰσιν ἅ ἀκήκοεν ὁ Παῦλος ἄρρητα ῥήματα; Τίνα δέ τά ἀγαθά «ἅ ὀφθαλμός οὐκ εἶδε καί οὖς οὐκ ἤκουσε καί ἐπί καρδίαν ἀνθρώπου οὐκ ἀνέβη»; Τίς δέ ἤ πῶς ἔσται καί ἔστιν εἰς ἡμᾶς ἡ τοῦ Θεοῦ βασιλεία καί τίς ἡ ἐν ἡμῖν ταύτης ἐνέργεια;

Ἐπειδήπερ διαρρήδην ὁ τόν ἁπάντων Δεσπότης καθ᾿ ἑκάστην διά τῶν εὐαγγελίων βοᾷ, τά μέν συνεσκιασμένως λέγων, ὅταν ἐν παραβολαῖς διαλέγηται, τά δέ διερμηνεύων κατ᾿ ἰδίαν τοῖς ἑαυτοῦ μαθηταῖς, οὕτω λέγων· «Ὑμῖν δέδοται γνῶναι τά μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ, τοῖς δέ λοιποῖς ἐν παραβολαῖς», καί ποτε παρρησίᾳ πάντα καί ἀποκεκαλυμμένα λέγει πρός πάντας ἡμᾶς, ὥς φασι πρός αὐτόν οἱ ἀπόστολοι· «Ἴδε, φασί, παρρησίᾳ  λαλεῖς καί παροιμίαν οὐδεμίαν λέγεις», ζητῆσαι χρεών καί μαθεῖν ποῖα τά παρρησίᾳ καί ἀπογεγυμνωμένα, ποῖα δέ ἐν παραβολαῖς ὑπό τοῦ Κυρίου καί Θεοῦ εἰρημένα. Τά μέν οὖν δῆλα τῶν ἐντολῶν καί γυμνά εἰσιν ὅταν ὁ Εὐγγελιστής λέγῃ· «Εἶπεν ὁ Κύριος· ἀγαπᾶτε τούς ἐχθρούς ὑμῶν, καλῶς ποιεῖτε τούς μισοῦντας ὑμᾶς», καί ὅταν μακαρίζῃ μέν τούς πενθοῦντας, ταλανίζῃ δέ τούς γελῶντας,  καί ὅταν λέγῃ· «Μετανοεῖτε· ἤγγικε γάρ ἡ βασιλεία τῶν οὐρανῶν», καί πάλιν· «Ὁ θέλων σῶσαι τήν ψυχήν αὐτοῦ ἀπολέσει αὐτήν καί ὁ ἀπολέσας τήν ψυχήν αὐτοῦ ἕνεκεν ἐμοῦ εἰς ζωήν αἰώνιον εὑρήσει αὐτήν», καί· «Ὅστις θέλει ὀπίσω μου ἐλθεῖν ἀπαρνησάσθω ἑαυτόν καί ἀράτω τόν σταυρόν αὐτοῦ καί ἀκολουθείτω μοι».
Read More ->>

Περί ἀπαθείας καί τῶν ἐν αὐτῇ κατά προκοπήν χαρισμάτων

1 σχόλια

Συμεών τού Νέου Θεολόγου
Βίβλος τών Θεολογικών
Τόμος Β΄
Λόγος   Δ΄.
Περί ἀπαθείας καί τῶν ἐν αὐτῇ κατά προκοπήν χαρισμάτων καί δωρεῶν· καί τίς ἡ τελείωσις τῆς κατά Χριστόν πνευματικῆς ἡλικίας.

Ὥσπερ ὁ τῷ λαμπροτάτῳ ἡλίῳ ἐνατενίζειν βουλόμενος καθαρούς ὀφείλει τούς τοῦ σώματος ὀφθαλμούς ἔχειν, οὕτω καί ὁ περί ἀπαθείας λέγειν ἐπιχειρῶν τάς τῆς ψυχῆς κόρας, εἴτ᾿ οὖν αἰσθήσεις, ἀπηλλαγμένας ἔχειν πάσης ἐπιθυμίας πονηρᾶς καί ἐμπαθοῦς λογισμοῦ χρεωστεῖ, ἵνα μή, ὑπό τῶν τοιούτων τινός τόν νοῦν ὀχλούμενος, εἰς τό τῆς καθαρότητος αὐτῆς ὕψος καί εἰς τόν ταύτης βυθόν οὐκ ἐξισχύσει τρανῶν ἀποβλέψαι ἤ σαφῶς ἐξειπεῖν καί ἀξίως κατανοῆσαι τό πλῆθος καί μέγεθος τῶν ἐνεργειῶν καί χαρισμάτων αὐτῆς. Εἰ γάρ τεθολωμένῳ τῷ νῷ καί ἀκαθάρτῳ τῇ καρδίᾳ τῶν αὐτῆς ἄρξεται θεωρημάτων καί ὑποθέσεως, μή δυνάμενος διατρανῶσαι τάς ἐνεργείας αὐτῆς ἐλευθέρῳ τῷ λόγῳ, ἐκπεσεῖται καί ὧν ἴσως ἐκ μέρους ἔλαβεν ἐξ αὐτῆς ἀγαθῶν, οἷα δή ὡς ἐξουθενῶν καί ἀτιμάζων αὐτήν καί ὡς τήν δόξαν αὐτῆς ἀμαυρῶν· γέγραπται γάρ· «Παντί τῷ ἔχοντι δοθήσεται καί περισσευθήσεται, ἀπό δέ τοῦ μή ἔχοντος καί ὅ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ᾿ αὐτοῦ».

Read More ->>
 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Follow by Email

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Γίνεται Μέλος στο Ιστολόγιο

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |