ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 12/21/16

Τετάρτη, 21 Δεκεμβρίου 2016

Περί ἀπαθείας καί ἐναρέτου ζωῆς.

0 σχόλια

Συμεών τού Νέου Θεολόγου
Βίβλος τών Θεολογικών
Τόμος Β΄

ΛΟΓΟΣ στ΄.
Περί ἀπαθείας καί ἐναρέτου ζωῆς. Καί ὅπως χρή τό οἰκεῖον ἐκκόπτειν θέλημα καί εἰς ὕψος ἀνέρχεσθαι τελειότητος. Καί περί συναφείας Θεοῦ πρός ψυχήν καί ψυχῆς πρός σῶμα καί ἑνώσεως τῶν τριῶν παραδόξου. Καί πρός τούτοις περί πνευματικῆς ἰατρείας καί ὅπως χρή θεραπεύειν τούς ψυχικῶς ἀσθενοῦντας.

Πολλοῖς τοῖς ἐν κόσμῳ πολλάκις προσομιλήσας καί τινων συζητήσεων ἀναμεταξύ κινηθεισῶν, περί ἐμπαθείας, φημί, καί ἀπαθείας, λεγόντων ἀκήκοα σχεδόν ἁπάντων, οὐ μόνον τῶν ἀτελῶν εἰς ἀρετήν καί εὐσέβειαν, ἀλλά καί αὐτῶν τῶν δοκούντων εἶναι τελείων εἰς ἀρετήν καί τά ὀνόματα καί τήν φήμην μεγάλην ἐχόντων κατά τόν κόσμον, ὡς οὐκ ἐνδέχεται ἄνθρωπος εἰς τοσοῦτον ὕψος ἀπαθείας ἐλθεῖν, ὥσθ᾿ ὁμιλῆσαι καί συνεστιαθῆναι γυναιξί καί μηδεμίαν βλάβην ὑποστῆναι, μήτε τινά κίνησιν ἤ μολυσμόν ἐν τῷ λεληθότι παθεῖν. Τούτων αὐτήκοος ἐγώ γεγονώς, μεγάλης ἐπληρώθην τῆς ἀθυμίας καί θρηνεῖν ὑπέρ τῶν ταῦτα λεγόντων καί κλαίειν ἐκ πολλῆς συμπαθείας βιάζομαι, ἀκριβῶς εἰδώς ὤν μή ἄλλως ταῦτα λέγειν αὐτούς εἰ μή ἐκ πολλῆς ἀγνοίας τῶν χαρισμάτων τοῦ Θεοῦ. Εἰ μή γάρ ἐστερημένοι τῆς ὄντως ἀπαθείας ὑπῆρχον καί ἐν τῷ σκότει τῶν παθῶν ἐκαλύπτοντο καί δοῦλοι τῶν ἡδονῶν καί τῶν τῆς σαρκός θελημάτων ἐτύγχανον, οὐκ ἄν τήν ζωοποιόν τοῦ Ἰησοῦ καί Θεοῦ νέκρωσιν,  τοῖς μέλεσι τῶν ἁγίων αὐτοῦ χαρίζεται, ἠγνόουν καί ἠπίστουν περί αὐτῆς.
Read More ->>

Περί τῶν δουλευόντων Θεῷ, τίνες τε εἶεν και ὁποῖοι καί ποταποί.

0 σχόλια

Συμεών τού Νέου Θεολόγου
Βίβλος τών Θεολογικών
Τόμος Β΄
Λόγος  Ζ΄
Περί τῶν δουλευόντων Θεῷ, τίνες τε εἶεν και ὁποῖοι καί ποταποί. Καί τίς ἐστιν ὁ μετανοῶν καί ἡ ἐργασία αὐτοῦ, καί τίς ὁ τήν ἀσκητικήν ζωήν μετερχόμενος καί ἡ ἐργασία αὐτοῦ, καί τίς ὁ δουλεύων Θεῷ καί τό ἔργον αὐτοῦ. Καί ὅτι, ἐάν μή τάς ἀρετάς κτησώμεθα, οὐδέν ἡμᾶς ἀπαλλαγή μόνον τῶν παθῶν ὠφελήσει.

Ἐπειδήπερ ὅσον ἀπό τοῦ θείου βαπτίσματος χριστιανούς ἡμᾶς ἑαυτούς δίχα τῶν ἔργων καί πιστούς λογιζόμεθα, εἰς τήν ὁμοούσιον καί ἀδιαίρετον Τριάδα πιστεύοντες καί εἰς τόν ἕνα ταύτης τόν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν καί Θεόν, καί δούλους ἑαυτούς ἐκ συνηθείας οὕτω πως ἁπλῶς ἐπιγραφόμεθα τοῦ Θεοῦ καί καλοῦμεν, καί γράφοντες πρός ἑτέρους τοῦτο αὐτοί ἑαυτούς ἄνωθεν γράφοντες ὀνομάζομεν , μή εἰδότες ἴσως αὐτό τοῦτο, τί ἐστι δουλεία Θεοῦ καί τίς ὁ ἀκούειν ἄξιος καί εἶναι δοῦλος Θεοῦ, τόν λόγον ὑπό τοῦ Λόγου κινοῦμαι γυμνάσαι καί εἰπεῖν ἐπείγομαι περί τῶν δουλευόντων Θεῷ τίνες τε εἶεν καί ὁποῖοι καί ποταποί, καί τίνα τά παρά τῶν τοιούτων διά Κύριον γινόμενα ἔργα, ὡς ἄν ἀπό τῶν ἑαυτοῦ πράξεων ἕκαστος γνώσεται ἑαυτόν, καί τίνα θεραπεύει διά τῶν ἑαυτοῦ ἐγχειρήσεων καί τίνι δουλεύει, ἤ τίνα ποτέ ἐθεράπευσε καί τίνι ἐδούλευσεν, εἴσεται, ἵνα μή ἑαυτῷ τις χαριζόμενος δοκῇ τῷ Κυρίῳ δουλεύειν καί οὐχ ἑαυτῷ. Ἀλλά περί μέν τῶν ἐν τῷ κόσμῳ διαγόντων καί ὑπό ζυγόν  ὄντων τοῦ βίου οὐδείς λόγος ἡμῖν, διαρρήδην τοῦ ἁγίου Παύλου βοῶντος· «Ὁ ἄγαμος μεριμνᾷ τά τοῦ Κυρίου πῶς ἀρέσει τῷ Κυρίῳ, ὁ δέ γαμίσας μεριμνᾷ τά τοῦ  κόσμου πῶς ἀρέσει τῇ γυναικί» καί τῷ κόσμῳ, περί δέ τῶν ἀποταξαμένων τῷ κόσμῳ καί τοῖς ἐν κόσμῳ ἅπας ὁ λόγος ἔσται ἡμῖν.
Read More ->>

Περί ἀγάπης Θεοῦ καί πίστεως

0 σχόλια

Συμεών τού Νέου Θεολόγου
Βίβλος τών Θεολογικών
Τόμος Β΄
Λόγος  Η΄.  
Περί ἀγάπης Θεοῦ καί πίστεως καί ὅπως τις ἐγκύμων γίνεται τῆς τοῦ Θεοῦ ἀγάπης. Καί περί ἐλλάμψεως καί θεωρίας φωτός καί μυστικῆς ὁμιλίας τοῦ Πνεύματος.

Εἰ δοκεῖ, τοίνυν ἀκούσωμεν τοῦ σωτῆρος ἡμῶν Θεοῦ διαρρήδην βοῶντος καί λέγοντος πρός ἡμᾶς· «Οὐκ ἦλθον ἵνα κρίνω τόν κόσμον, ἀλλ᾿ ἵνα σωθῇ ὁ κόσμος δι᾿ ἐμοῦ». Καί δεῖξαι βουλόμενος τόν τρόπον τῆς σωτηρίας, φησίν· «Ἔπεμψεν ὁ Θεός τόν Υἱόν αὐτοῦ εἰς τόν κόσμον, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτόν μή ἀπόληται, ἀλλ᾿ ἔχῃ ζωήν αἰώνιον». Ταῦτα τοιγαροῦν ὁ πιστεύων ἀπό καρδίας καί πληροφορούμενος ὅτι οὐκ ἦλθεν ὁ Χριστός κρῖναι αὐτόν ἀλλά σῶσαι, καί οὐκ ἐξ ἔργων ἤ κόπων καί ἱδρώτων, ἀλλά διά μόνης τῆς εἰς αὐτόν πίστεως, πῶς, εἰπέ μοι, ἄρα μή ἀγαπήσῃ αὐτόν ἐξ ὅλης αὐτοῦ τῆς ψυχῆς καί ἐξ ὅλης αὐτοῦ τῆς διανοίας; Καί μάλιστα ὅταν ἀκούσῃ ὅσα ἐκεῖνος ἔπαθε, σῶσαι αὐτόν καί πάντας βουλόμενος, οἷον τήν ἐξ οὐρανῶν αὐτοῦ κάθοδον, τήν ἐν γαστρί τῆς Παρθένου καί Θεοτόκου εἴσοδόν τε καί σύλληψιν καί τό ὅπως ἀτρέπτως γέγονεν ἄνθρωπος ὁ ὑπεράνω πάντων τῶν οὐρανῶν, ὁ ἰσότιμος καί ὁμοούσιος τῷ Πατρί καί πᾶσαν τήν κτίσιν τῇ χειρί περικρατῶν αὐτοῦ τῆς δυνάμεως, ὁ ἄνω  σύν τῷ Πατρί ὤν καί κάτω βρέφος γενέσθαι κατά τήν ἀκολουθίαν τῆς ἡμετέρας καταδεξάμενος φύσεως.
Read More ->>

Περί τῆς φοβερᾶς τοῦ Κυρίου ἡμέρας καί τῆς μελλούσης κρίσεως,

0 σχόλια

Συμεών τού Νέου Θεολόγου
Βίβλος τών Θεολογικών
Τόμος Β΄
Λόγος  Ι ΄
Περί τῆς φοβερᾶς τοῦ Κυρίου ἡμέρας καί τῆς μελλούσης κρίσεως, ὅτι καί πρό τοῦ θανάτου ἐν ἡμῖν ἔνθεν ἤδη καθαιρομένοις διά δακρύων ἐνεργεῖται ἐν οἷς ἄν ἐγγένηται κατά τήν παροῦσαν ζωήν, κατά τήν μέλλουσαν οὐχ ὑπαντᾶ. Καί τίς ἐστιν ἡ ἡμέρα Κυρίου καί τίσιν αἴφνης ἀποκαλύπτεται. Καί ὅτι ἡ εἰς Χριστόν πίστις οὐ δύναται μόνη σῶσαι ἡμᾶς, εἰ μή καί Πνεύματος Ἁγίου γνωστῶς γενώμεθα μέτοχοι καί ὅτι οὐχί πάντες οἱ βαπτιζόμενοι διά τοῦ βαπτίσματος λαμβάνουσι τόν Χριστόν. Καί πῶς δύναταί τις γνῶναι εἰ περιφέρει ἐν αὐτῷ τόν Χριστόν καί Πνεύματος Ἁγίου γέγονε μέτοχος. Καί ἑρμηνεία ὡς ἐν παραδρομῇ εἰς τό « Ἐν ἀρχῇ ἦν ὁ Λόγος». Καί μακαρισμός εἰς τούς ἐξ ἀγώνων τήν ἐπιφοίτησιν δεξαμένους τοῦ Πνεύματος.Πολύς ἡμῖν, ἀγαπητοί, ὁ περί τῆς κρίσεως λόγος καί δυσερμήνευτος, ὅτι οὐ περί ἐνεστώτων καί ὁρωμένων ἐστίν, ἀλλά περί μελλόντων καί ἀοράτων  ὅθεν πολλῆς τῶν εὐχῶν χρείας, πολλῆς τῆς σπουδῆς, πολλῆς τῆς τοῦ νοῦ καθαρότητος, καί τοῖς λέγουσιν ἡμῖν καί τοῖς ἀκούουσιν, ἵνα οἱ μέν γνῶναι καλῶς καί εἰπεῖν, οἱ δέ συνετῶς ἀκοῦσαι δυνηθῶσι τῶν λεγομένων. Ἀλλά τίς ἐστιν ὁ τοῦ λόγου σκοπός; Σκοπός οὖν τοῦ παρόντος λόγου ἐστίν ἡ μεγάλη καί ἐπιφανής καί φοβερά τοῦ Κυρίου ἡμέρα,  καί τίνος ἕνεκεν, ἵνα γνῶμεν, ἡμέρα Κυρίου καλεῖται καί λέγεται.
Read More ->>

«Ἐξαγοραζόμενοι τόν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσί».

0 σχόλια

Συμεών τού Νέου Θεολόγου
Βίβλος τών Θεολογικών
Τόμος Β΄

Λόγος  ΙΒ΄
Εἰς τό ῥητόν τό λέγον τοῦ Ἀποστόλου· «Ἐξαγοραζόμενοι τόν καιρόν, ὅτι αἱ  ἡμέραι πονηραί εἰσί». Καί πῶς ἐξαγοράζεταί τις φρονίμως τόν καιρόν τῆς παρούσης ζωῆς.

Οὐδέν οὕτως ἕτερον τῶν ἄλλων ἁπάντων ὠφελιμώτερον ψυχῇ, νυκτός καί ἡμέρας ἐν τῷ νόμῳ τοῦ Θεοῦ μελετᾶν αἱρουμένῃ, ὡς ἡ τῶν θείων Γραφῶν ἔρευνα. Ἐν αὐταῖς γάρ ἐγκεκρυμμένη οὖσα ἡ διάνοια τῆς τοῦ Πνεύματος χάριτος, ἡδονῆς ἁπάσης πληροῦσθαι ποιεῖ τήν νοεράν αὐτῆς αἴσθησιν, καί ὅλην ἀπό τῶν γηΐνων και τῆς τῶν ὁρωμένων ταπεινώσεως ἄρασα, ἀγγελοειδῆ ταύτην καί ἀγγέλοις αὐτοῖς ὁμοδίαιτον ἀπεργάζεται. Ἀλλά γάρ ἴδωμεν τί καθ᾿ ἑκάστην ἡμῖν ὁ θεῖος Ἀπόστολος ὁμιλεῖ καί τῶν αὐτοῦ θεοπνεύστων ῥημάτων τινά συνετῶς ἐξετάσωμεν, ἵνα καί τόν ἐν αὐτοῖς ἀποκείμενον πλοῦτον πλουτήσωμεν καί τήν τοῦ Πνεύματος χάριν ἐκεῖθεν τρυφήσωμεν εἰς ἀκένωτον εὐφροσύνην ψυχῆς καί ἀπόλαυσιν. Τί οὖν ἐστι τό παρ᾿ ἡμῶν ἐρευνώμενον; Ὅ παραινεῖ λέγων ὁ Παῦλος· «Ἐξαγοραζόμενοι τόν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν». Ἀλλ᾿ ἀπό τῶν βιωτικῶν πραγμάτων σκοπήσαντες, καί τοῦτο καλῶς καταμάθωμεν. Ὥσπερ γάρ πᾶς ἔμπορος καί χειροτέχνης καί γεωργός, ἀλλά μήν καί πᾶς τις ἄλλος ὁ τήν τυχοῦσαν μετερχόμενος τέχνην, σπουδῆς ὅτι μάλιστα καί ἐπιμελείας χρῄζει πολλῆς εἰς τό ἔργον  αὐτοῦ, ὡς, ἐάν μικρόν χρόνον ἤ βραχεῖαν ὥραν ἀμελήσῃ, μεγάλην ὑφίσταται τήν ζημίαν, οὕτω καί ἐπί τῶν πνευματικῶν ἀγώνων καί ἔργων καί πράξεων συμβαίνει γίνεσθαι.
Read More ->>

Περί ἑορτῶν καί ὅπως χρή ἑορτάζειν καί τίνων σύμβολα

0 σχόλια

Συμεών τού Νέου Θεολόγου
Βίβλος τών Θεολογικών
Τόμος Β΄
Λόγος  ΙΔ΄
Περί ἑορτῶν καί ὅπως χρή ἑορτάζειν καί τίνων σύμβολα τά τελούμενα ἐν ταῖς ἑορταῖς καί κατά τῶν ἐναβρυνομένων ἐν αὐταῖς. Καί περί τῶν ἀξίως ἤ ἀναξίως κοινωνούντων καί τίς ἡ ἐν τούτοις διαφορά· καί πρός τό τέλος, πῶς συνάπτεταί τις διά τῆς κοινωνίας Θεῷ καί πῶς οὐ συνάπτεται.

Ὁ συνιέναι καί συνιδεῖν δυνηθείς ὅτι γυμνός ἐκ τοῦ μή ὄντος παραχθείς εἰς τόν κόσμον εἰσῆλθεν, οὗτος τόν ποιήσαντα αὐτόν ἐπιγνώσεται καί μόνον αὐτόν φοβηθήσεται καί ἀγαπήσει καί αὐτῷ δουλεύσει ἐξ ὅλης ψυχῆς καί οὐδέν οὐδαμῶς, προτιμήσει τῶν ὁρωμένων αὐτοῦ, ἀλλά ξένον πάντων τῶν ἐπιγείων, εἰπεῖν δέ καί αὐτῶν τῶν ἐν τῷ οὐρανῷ, ἑαυτόν εἶναι ἐν πάσῃ πληροφορίᾳ εἰδώς, ὅλην αὐτοῦ τήν πρόθεσιν τῆς ψυχῆς εἰς τήν θεραπείαν τοῦ πεποιηκότος αὐτόν ἐκδίδωσιν. Εἰ γάρ ἐξ ὧν ἐπλάσθη καί ἐν οἷς διάγει ξένος ἐστί, πολλῷ μᾶλλον ἐκείνων ὧν κατά πολύ ἀφέστηκε καί τῇ φύσει καί τῇ οὐσίᾳ καί τῇ διαγωγῇ. Ὁ δέ γε ξένον ἑαυτόν ὄντα τῶν ἐπιγείων ἐπεγνωκώς καί εἰδώς ὅτι γυμνός ἐν τῷ θεάτρῳ τούτῳ εἰσῆλθε καί γυμνός  πάλιν ἐξέρχεσθαι τούτου μέλλει, πῶς οὐχί πενθήσει; Πῶς δέ οὐ κλαύσει οὐχ ἑαυτόν μόνον, ἀλλά καί πάντας τούς ὁμογενεῖς καί ὁμοιοπαθεῖς αὐτῷ ἀνθρώπους; Ὁ δέ καί τόν Θεόν μόνον ἀγαπῶν καί φοβούμενος, πῶς σωματικῶς εὐφρανθήσεται, ἤ σωματικῶς κατά τήν τῶν ἀνθρώπων συνήθειαν οὕτω πως ἀγνώστως ἑορτάσει καί ἀλογίστως,  αὐτοῦ τοῦ Κυρίου πρός τούς τοιούτους ἀεί λεγοντος· 

Read More ->>

Κεφάλαια πρακτικά και Θεολογικά ρ΄

0 σχόλια

Συμεών τού Νέου Θεολόγου
Βίβλος τών Θεολογικών
Τόμος Β΄

ΚΕΦΑΛΑΙΑ ΠΡΑΚΤΙΚΑ ΚΑΙ ΘΕΟΛΟΓΙΚΑ  ρ΄.
Τοῦ ὁσίου πατρός ἡμῶν Συμεών τοῦ Νέου Θεολόγου, ἡγουμένου μονῆς τοῦ ἁγίου Μάμαντος τῆς Ξηροκέρκου, κεφάλαια πρακτικά καί θεολογικά  ρ΄.

α’. Θεός τοῖς μέν σωματικῶς ὁρῶσιν οὐδαμοῦ ἐστιν, ἀόρατος γάρ, τοῖς δέ πνευματικῶς νοοῦσι πανταχοῦ ἐστι, πάρεστι γάρ  ἐν γάρ τῷ παντί καί ἐκτός τοῦ παντός ἐστιν, ἐν τούτῳ καί ἐγγύς ἐστι τοῖς φοβουμένοις αὐτόν καί μακράν ἀπό ἁμαρτωλῶν ἡ σωτηρία αὐτοῦ.
β΄. Μνήμη Χριστοῦ φωτίζει τόν νοῦν καί δαίμονας ἐκδιώκει  τό δέ φῶς τῆς Ἁγίας Τριάδος φαῖνον ἐν καθαρᾷ καρδίᾳ παντός ἀφιστᾷ τοῦ κόσμου καί τόν μέτοχον αὐτοῦ ἀπ᾿ ἐντεῦθεν ἤδη ἐμφορεῖσθαι ποιεῖ τῆς μελλούσης δόξης, καθόσον ἀνθρώπῳ χωρητόν τῷ ὑπό τῆς ἄνωθεν χάριτος ἐνεργουμένῳ, κρυπτομένῳ δέ εἰσέτι τῷ παραπετάσματι τῆς σαρκός.
γ’. Εἰ οὐδέν ἕτερον μετά τήν παρέλευσιν τῶν ὁρωμένων, εἰ μή μόνος ὁ Θεός ἐστι, καί ἔστι καί ἔσεται, πάντως οἱ τῆς αὐτοῦ χάριτος ἐν τῷ κόσμῳ τούτῳ πλουσίως μετέχοντες, εἰ καί τῇ γῇ πάρεισιν, ἀλλά τό πλεῖστον ἤδη τῷ μέλλοντι αἰῶνι συνήφθησαν, οἵ καί στένουσί πως τῇ σκιᾷ καί τῷ ἐφολκίῳ βαρούμενοι.
Read More ->>

Τοῦ αὐτοῦ ἕτερα κεφάλαια γνωστικά τε καί θεολογικά κε’.

0 σχόλια

Συμεών τού Νέου Θεολόγου
Βίβλος τών Θεολογικών
Τόμος Β΄

Τοῦ αὐτοῦ ἕτερα κεφάλαια γνωστικά τε καί θεολογικά κε’.

α’. Οὔτε τῷ θεολογοῦντι ἁρμόζει μετάνοια οὔτε τῷ μετανοοῦντι θεολογία} καθόσον γάρ ἀπέχουσιν ἀνατολαί ἀπό δυσμῶν, κατά τοσοῦτον ὑψηλοτέρα ἡ θεολογία τῆς μετανοίας ἐστίν. Ὥσπερ γάρ ἄνθρωπος ὁ ἐν νόσοις καί ἀσθενείαις διάγων ἤ ὡς ῥακοδυτῶν πένης καί κράζων ἐλεημοσύνην, οὕτως ὁ ἐν μετανοίᾳ ὤν καί τά τῆς μετανοίας ἔργα ἐν ἀληθείᾳ ποιῶν χρηματίζει} ὁ δέ γε θεολογῶν ὅμοιός ἐστι τῷ ἐν ταῖς βασιλείοις αὐλαῖς ἀναστρεφομένῳ ἐν λαμπρότητι βασιλικωτάτης στολῆς καί οἰκείῳ ὄντι τῷ βασιλεῖ λαλοῦντί τε αὐτῷ ἀεί καί ἐξ αὐτοῦ καθ᾿ ὥραν ἐνηχουμένῳ τρανῶς τά ἐκείνου προστάγματα καί θελήματα.β’. Ἡ προσθήκη τῆς γνώσεως τοῦ Θεοῦ ἀγνωσίας τῶν ἄλλων ἁπάντων αἰτία καί πρόξενος γίνεται, οὐ μήν ἀλλά καί αὐτοῦ τοῦ Θεοῦ, καί τό πολύ τῆς ἐλλάμψεως αὐτοῦ παντελής ἀβλεψία, καί ἡ ὑπέρ αἴσθησιν ὑπερτελής αἴσθησις πάντων τῶν ἔξω ταύτης ὄντων ἀναισθησία. Ἡ γάρ ὁποῖα καί ποταπά καί ποῦ καί τίνα καί πῶς τά ἐν οἷς ἐστιν ἀγνοοῦσα καί καταμαθεῖν ἤ κατανοῆσαι ὅλως ταῦτα μή ἐξισχύουσα πῶς αἴσθησις ἔσται; Καί οὐχί μᾶλλον ὑπέρ αἴσθησιν μέν ἐκεῖνα, ὁ δέ νοῦς ἐν αἰσθήσει τῆς ἑαυτοῦ ἀσθενείας ἀναίσθητος πρός τά ὑπέρ αἴσθησιν εὑρεθῇ; «Ἅ γάρ ὀφθαλμός οὐκ εἶδε καί οὖς οὐκ ἤκουσε καί ἐπί καρδίαν ἀνθρώπου οὐκ ἀνέβη», πῶς αἰσθήσει ὑποβληθήσονται;
Read More ->>
 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Follow by Email

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Γίνεται Μέλος στο Ιστολόγιο

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |