ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 12/12/16

Δευτέρα, 12 Δεκεμβρίου 2016

Είς τούς Μακκαβαίους

0 σχόλια

Αγίου Γρηγορίου Θεολόγου  Λόγοι
Εἰς τοὺς Μακκαβαίους.

1. Τί δὲ οἱ Μακκαβαῖοι; τούτων γὰρ ἡ παροῦσα πανήγυρις, οὐ παρὰ πολλοῖς μὲν τιμωμένων, ὅτι μὴ μετὰ Χριστὸν ἡ ἄθλησις· πᾶσι δὲ τιμᾶσθαι ἀξίων, ὅτι περὶ τῶν πατρίων ἡ καρτερία· καὶ οἱ πρὸ τῶν Χριστοῦ παθῶν μαρτυρήσαντες, τί ποτε δράσειν ἔμελλον μετὰ Χριστὸν διωκόμενοι, καὶ τὸν ἐκείνου ὑπὲρ ἡμῶν μιμούμενοι θάνατον; Οἱ γὰρ χωρὶς ὑποδείγματος τοιούτου, τοσοῦτοι τὴν ἀρετὴν, πῶς οὐκ ἂν ὤφθησαν γενναιότεροι, μετὰ τοῦ ὑποδείγματος κινδυνεύοντες; Καὶ ἅμα μυστικός τις καὶ ἀπόῤῥητος οὗτος ὁ λόγος, καὶ σφόδρα πιθανὸς ἐμοὶ γοῦν καὶ πᾶσι τοῖς φιλοθέοις· μηδένα τῶν πρὸ τῆς Χριστοῦ παρουσίας τελειωθέντων, δίχα τῆς εἰς Χριστὸν πίστεως τούτου τυχεῖν. Ὁ γὰρ Λόγος ἐπαῤῥησιάσθη μὲν ὕστερον καιροῖς ἰδίοις, ἐγνωρίσθη δὲ καὶ πρότερον τοῖς καθαροῖς τὴν διάνοιαν. ὡς ἐκ πολλῶν δῆλον τῶν πρὸ ἐκείνου τετιμημένων.
Read More ->>

Ειρηνικός είς τήν σύμβασιν

0 σχόλια

Αγίου Γρηγορίου Θεολόγου  Λόγοι
Λόγος 22

Εἰρηνικὸς εἰς τὴν σύμβασιν, ἣν μετὰ τὴν σύστασιν ἐποιησάμεθα οἱ ὁμόδοξοι.

1. Θερμὸς ὁ ζῆλος, πρᾶον τὸ Πνεῦμα, φιλάνθρωπον ἡ ἀγάπη, μᾶλλον δ᾿ αὐτοφιλανθρωπία· μακρόθυμον ἡ ἐλπίς. Ὁ ζῆλος ἀνάπτει, τὸ Πνεῦμα πραΰνει, ἡ ἐλπὶς ἀναμένει, ἡ ἀγάπη συνδεῖ, καὶ οὐκ ἐᾷ σκεδασθῆναι τὸ ἐν ἡμῖν καλὸν, καὶ εἰ σκεδαστῆς ἐσμεν φύσεως, καὶ τριῶν ἑν, ἢ οὖσα μένει, ἢ κινηθεῖσα καθίσταται, ἢ ἀπελθοῦσα ἐπάνεισι· καθάπερ τῶν φυτῶν ἃ βίᾳ χερσὶ μετασπώμενα, εἶτ᾿ ἀφιέμενα, πρὸς ἑαυτὰ πάλιν ἐπανατρέχει καὶ τὴν πρώτην ἑαυτῶν φύσιν, καὶ δείκνυσι τὸ οἰκεῖον, βίᾳ μὲν ἀποκλινόμενα, οὐ βίᾳ δὲ ἀνορθούμενα. Φύσει μὲν γὰρ πρόχειρον ἡ κακία, καὶ πολὺς ἐπὶ τὸ χεῖρον ὁ δρόμος, ῥοῦς κατὰ πρανοῦς τρέχων, ἢ καλάμη τις πρὸς σπινθῆρα καὶ ἄνεμον ῥᾳδίως ἐξαπτομένη, καὶ γινομένη φλὸξ, καὶ συνδαπανωμένη τῷ οἰκείῳ γεννήματι. Πῦρ γὰρ ὕλης γέννημα, καὶ δαπανᾷ τὴν ὕλην, ὡς τοὺς κακοὺς ἡ κακία, καὶ τῇ τροφῇ συναπέρχεται. Εἰ δέ τις ἐν ἕξει καλοῦ τινος γένοιτο, καὶ ἀπ᾿ αὐτοῦ ποιωθείη, τὸ μεταπεσεῖν ἐργωδέστερον, ἢ γενέσθαι ἀπ᾿ ἀρχῆς ἀγαθόν. Ἐπειδὴ καὶ χρόνῳ καὶ λόγῳ βεβαιωθὲν ἅπαν καλὸν, φύσις καθίσταται, καθάπερ καὶ ἡ ἐν ἡμῖν ἀγάπη, μεθ᾿ ἧς λατρεύομεν τῇ ὄντως ἀγάπῃ, καὶ ἣν ἠγαπήσαμεν, καὶ παντὸς τοῦ βίου προεστησάμεθα.
Read More ->>

Διοακήρυξις Ομολογία της ενδημούσης Ιεράς Συνόδου Εκκλησιας ΓΟΧ

0 σχόλια

Προλογικόν-Εἰσαγωγικόν

Τήν Τρίτην 15ην  Ἰουλίου, καθ' ἥν ἡ Ἐκκλησία ἐτίμησε τήν μνήμην τῶν Ἁγίων Μαρτύρων Ἰουλίτης καί Κηρύκου, ἦγεν τά ὀνομαστήριά του καί ὁ Σεβ/τος Μητροπολίτης Μεσογαίας καί Λαυρεωτικῆς κ. Κήρυκος. Τήν πρωίαν εἰς τόν Μητροπολιτικόν ἱερόν Ναόν τῆς Ἁγίας Αἰκατερίνης εἰς Κορωπίον Ἀττικῆς, ἐγένετο πανηγυρικόν θεῖον Συλλείτουργον, κατά δέ τό ἑσπέρας τῆς ἰδίας ἡμέρας συνῆλθεν, ἡ ἐνδημοῦσα Ἱερά Σύνοδος, ἡ ὁποία ἔχουσα ὡς κύριον θέμα τό βαρύτατον ἔργον τῆς Ἱερᾶς Συνόδου καί μέ δεδομένην τήν ὑπό τῶν συγχρόνων ὀργανωμένων κέντρων τοῦ Οἰκουμενισμοῦ ἀλλεπαλλήλους σκευωρίας κατά τῆς Γνησίας Ὀρθοδόξου Ἐκκλησίας, ἐμελέτησε καί κατεπόνησεν σχέδιον ΔΙΑΚΗΡΥΞΕΩΣ-ΟΜΟΛΟΓΙΑΣ, τό ὁποῖον ὡς ἐπίσημον κείμενον τῆς ἱερᾶς Συνόδου θά τεθῆ δημοσίως ὑπ' ὄψιν πρός ἅπαντας καί πρωτίστως πρός τόν πιστόν Λαόν τῆς Γνησίας Ὀρθοδόξου Ἐκκλησίας.
Οἱ Σεβασμιώτατοι Μητροπολῖται τῆς ἐν Ἑλλάδι Γνησίας Ὀρθοδόξου Ἐκκλησίας, Μεσογαίας καί Λαυρεωτικῆ κ. Κήρυκος, Λαρίσης καί Τυρνάβου κ. Ἀμφιλόχιος καί τῆς ἐν Κύπρω Γνησίας Ὀρθοδόξου Ἐκκλησίας, ὁ Σεβ/τος Μητροπολίτης Κιτίου κ. Παρθένιος, παρισταμένου καί συμμετέχοντος καί τοῦ Αἰδεσιμωτάτου π. Μιχαήλ Ἰωάννου, καθώς καί μοναχῶν καί θεολόγων, συνεδριάσαντες τήν 15ην Ἰουλίου 2014 εἰς τήν Ἱεράν Μονήν τῆς Ἁγίας Αἰκατερίνης εἰς Κορωπίον Ἀττικῆς, ὡς ἡ ἐνδημοῦσα Ἱ.Σ. τῆς ἁπανταχοῦ Γνησίας Ὀρθοδόξου Ἐκκλησίας, ἐπελήφθησαν τῆς συγχρόνου ἀποκαλυπτικῆς ἐποχῆς καί ἰδιαιτέρως, τῶν ἀφ' ἑνός εὐρυτέρων παρατηρουμένων ἐκδηλώσεων τοῦ Νεοημερολογιτικοῦ Οἰκουμενισμοῦ καί ἀφ' ἑτέρου τῶν παραλλήλως ἰδίων παρατηρουμένων τάσεων καί ἐκδηλώσεων τοῦ Παλαιοημερολογιτικοῦ τοιούτου!
Ἐπί τούτοις ἡ Ἱερά Σύνοδος, ἔλαβεν ὑπ' ὄψιν καί τό ἄκρως ἀνησυχητικόν φαινόμενον, καθ' ὅ ἡ συντριπτική πλειοψηφία καί τῶν φερομένων ὡς Γνησίων Ὀρθοδόξων Χριστιανῶν δέν γνωρίζει καί δέν συνειδητοποιεῖ τήν Ὀρθοδοξίαν οὔτε ἐνδιαφέρεται νά μάθη καί ἁπλῶς μόνον θρησκεύει, ὅπως ὅλοι οἱ ὀπαδοί ὅλων τῶν θρησκειῶν!

Read More ->>

Η θέσις τής Γνησίας Ορθοδόξου Εκκλησίας έναντι του Νεοημερολογιτισμού

0 σχόλια

Η ΘΕΣΙΣ ΤΗΣ ΓΝΗΣΙΑΣ ΟΡΘΟΔΟΞΟΥ ΕΚΚΛΗΣΙΑΣ ΕΝΑΝΤΙ ΤΟΥ ΝΕΟΗΜΕΡΟΛΟΓΙΤΙΣΜΟΥ – ΟΙΚΟΥΜΕΝΙΣΜΟΥ ΑΠΟ ΤΟ 1924 ΕΩΣ ΤΟ 1935

Τό κείμενον τοῦτο ἀπετέλεσεν, ΕΙΣΗΓΗΣΙΝ τοῦ ἐλλογιμωτάτου θεολόγου κ. ᾽Ελευθερίου Γκουτζίδη ἐπί τοῦ δευτέρου θέματος τοῦ θεολογικοῦ Διαλόγου μετά τῶν Φλωρινικῶν. ᾽Ανεγνώσθη κατά τήν συνεδρίαν τῆς 5/18.3.1991 ᾽Εκ τῆς προσεκτικῆς μελέτης τοῦ πρώτου θέματος τοῦ Θεολογικοῦ μας Διαλόγου προέκυψεν ὅτι τό ἡμερολογιακόν Σχίσμα τοῦ 1924 ἔχει κανονικά καί δογματικά αἴτιαι, τά ὁποῖα τό καθιστοῦν σχισματοαίρεσιν. Τό ὅλο θέμα τοῦ Νεοημερολογιτισμοῦ, ὡς εἴδομεν, ἐκινή θη καί ἐπεβλήθη τό 1924 ὑπό τῆς δεοντολογίας τῆς οἰκου μενιστικῆς κινήσεως, ἀλλά καί μέχρι σήμερον πρός χάριν αὐτῆς παραμένει! Νεοημερολογιτισμός καί Οἰκουμενισμός εἶναι ἀναποσπάστως συνδεδεμένα μέχρι ταυτότητος. Διά τόν λόγον αὐτόν οἱ ἐκκλησιαστικοί παράγοντες τοῦ Νεοημερολογιτισμοῦ δέν τολμοῦν νά θίξουν τό Νεοημερολογιακόν Σχίσμα τοῦ 1924 εἰς τήν οὐσίαν του καί δέν διανοοῦνται Θεολογικόν Διάλογον διά τήν θεραπείαν αὐτοῦ, ἀλλ' ἀπ' ἀρχῆς καί μέχρι σήμερον ἀναλίσκονται εἰς τό νά ἀποκρύπτουν τήν οὐσίαν τοῦ σχίσματος καί ἐπιδίδονται εἰς ινευδολόγους διαστροφάς, διαρρηγνύουν δέ τά ἱμάτιά των ἐπί τῶ ἀκούσματι ὅτι εἶναι σχισματοαιρετικοί, καί ὡς τοιοῦτοι εἶναι ἐκτός ᾽Εκκλησίας καί οἱ «λειτουργοί» των δέν εἶναι οἰκονόμοι τῆς χάριτος τοῦ Παναγίου Πνεύματος. 

Read More ->>
 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Follow by Email

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Γίνεται Μέλος στο Ιστολόγιο

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |