ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 10/29/16

Σάββατο, 29 Οκτωβρίου 2016

Πρός Άγιον Ιωάννην Απόστολον και Ευαγγελιστήν

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59

Αʹ Οἱ τῶν  ἀγώνων  τῶν  ἔξωθεν  θεαταὶ, ὅταν  τινὰ  γενναῖον  ἀθλητὴν

αʹ. Οἱ τῶν  ἀγώνων  τῶν  ἔξωθεν  θεαταὶ, ὅταν  τινὰ  γενναῖον  ἀθλητὴν  καὶ στεφανίτην ποθὲν ἥκοντα μάθωσι, συντρέχου . σιν ἅπαντες ὥστε ἰδεῖν αὐτοῦ τὰ παλαίσματα, καὶ τὴν τέχνην καὶ τὴν ἰσχὺν ἅπασαν· καὶ ἴδοις ἂν ὁλόκληρον θέατρον μυριάδων πολλῶν, πάντας ἐκεῖ καὶ τοὺς τοῦ σώματος καὶ τοὺς τῆς διανοίας συντείνοντας  ὀφθαλμοὺς, ὥστε μηδὲν αὐτοὺς τῶν  γινομένων  παραδραμεῖν. Καὶ μουσικὸς δὲ εἴ τις  θαυμαστὸς ἐπιδημήσειε, πάλιν  ὁμοίως  οἱ αὐτοὶ  δὴ οὗτοι πληροῦσι τὸ θέατρον, καὶ πάντα ἀφέντες τὰ ἐν χερσὶν, ἀναγκαῖα πολλάκις ὄντα καὶ κατεπείγοντα,  ἀναβάντες κάθηνται, μετὰ πολλῆς τῆς σπουδῆς τῶν ᾠδῶν  καὶ τῶν κρουμάτων ἀκούοντες, καὶ τὴν ἀμφοτέρων βασανίζοντες συμφωνίαν. Καὶ ταῦτα μὲν οἱ πολλοί.

Read More ->>

Γʹ Ἐν ἀρχῇ ἦν ὁ Λόγος.

0 σχόλια

Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59

Γʹ Ἐν ἀρχῇ ἦν ὁ Λόγος.

αʹ. Προσοχῆς μὲν ἕνεκεν τῆς περὶ τὴν ἀκρόασιν, περιττὸν  λοιπὸν  ὑμῖν παραινεῖν· οὕτω ταχέως τὴν  παραίνεσιν  ἐπὶ  τῶν  ἔργων  ἐδείξατε. Ἥ τε γὰρ συνδρομὴ, τό τε ἀτενὲς  τῆς στάσεως,   καὶ   τὸ   συνωθοῦντας    ἀλλήλους    τὸν   ἐνδοτέρω   τόπον   ἐπείγεσθαι καταλαβεῖν,  καὶ  ὅθεν  ἂν  εὐσημοτέρα γένοιτο  ὑμῖν  ἡ  παρ'  ἡμῶν  φωνὴ,  καὶ  τὸ πιεζομένους μὴ θέλειν ἀναχωρεῖν, ἕως ἂν τὸ πνευματικὸν  τοῦτο διαλυθῇ θέατρον, καὶ οἱ κρότοι, καὶ οἱ θόρυβοι, καὶ πάντα ἁπλῶς τὰ τοιαῦτα, τεκμήριον τῆς ἐν τῇ ψυχῇ θερμότητος  ἂν  εἴη  καὶ  τῆς  φιληκοΐας   ὑμῶν.  ∆ιὸ  καὶ  περιττὸν   περὶ  τούτου παρεγγυᾷν·  ἐκεῖνο  μέντοι  εἰπεῖν  καὶ  παρακαλέσαι ἀναγκαῖον  ἡμῖν,

Read More ->>

Εʹ Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59

Εʹ  Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν.

αʹ. Μωϋσῆς μὲν ἀρχόμενος τῆς ἱστορίας καὶ τῆς συγγραφῆς τῆς ἐν τῇ Παλαιᾷ, περὶ τῶν αἰσθητῶν ἡμῖν διαλέγεται, καὶ ταῦτα ἀπαριθμεῖται διὰ πολλῶν· Ἐν ἀρχῇ γὰρ, φησὶν, ἐποίησεν ὁ Θεὸς τὸν  οὐρανὸν  καὶ τὴν  γῆν· εἶτα ἐπάγει  ὅτι καὶ φῶς ἐγένετο, καὶ δεύτερος οὐρανὸς, καὶ ἀστέρων φύσις, καὶ παντοδαπὰ γένη ζώων, καὶ τὰ ἄλλα πάντα, ἵνα μὴ καθ' ἕκαστον ἐπεξιόντες  παρέλκωμεν.  Ὁ δὲ εὐαγγελιστὴς οὗτος,  ἅπαντα  συντεμὼν,  ἐν  ῥήματι  περιλαμβάνει  ἐκεῖνά  τε  καὶ  τὰ  ἐκείνων ἀνώτερα· εἰκότως, ἅτε καὶ γνώριμα ὄντα τοῖς ἀκούουσι, καὶ ἐπὶ μείζονα ἐπειγόμενος ὑπόθεσιν, καὶ πᾶσαν τὴν πραγματείαν ἐνστησάμενος, οὐ περὶ τῶν ἔργων, ἀλλὰ περὶ τοῦ ∆ημιουργοῦ καὶ πάντα παραγαγόντος εἰπεῖν. ∆ιά τοι τοῦτο ἐκεῖνος μὲν, καίτοι γε τὸ  ἔλαττον  μέρος  τῆς  κτίσεως  ἀπολαβὼν  (οὐδὲν  γὰρ  ἡμῖν  περὶ  τῶν  ἀοράτων διελέχθη  δυνάμεων),

Read More ->>

Ηʹ Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. .

0 σχόλια



Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59

Ηʹ  Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.
.
αʹ. Οὐδὲ γὰρ  κωλύει  καὶ  τήμερον  τῶν  αὐτῶν  ἅψασθαι  ῥημάτων,  ἐπειδὴ πρώην ὑπὸ τῆς τῶν  δογμάτων  ἐξηγήσεως ἐκωλύθημεν  ἅπασι τοῖς ἀναγνωσθεῖσιν ἐπεξελθεῖν. Ποῦ τοίνυν εἰσὶν οἱ μὴ λέγοντες αὐτὸν ἀληθινὸν Θεόν; Ἐνταῦθα μὲν γὰρ φῶς ἀληθινὸν εἴρηται· ἑτέρωθι δὲ, αὐτοαλήθεια, καὶ αὐτοζωή. Ἀλλ' ἐκείνῳ μὲν τῷ λόγῳ,  ὅταν  ἐκεῖ  γενώμεθα,   σαφέστερον  ἐπεξελευσόμεθα·  κατὰ  δὲ  τὸ  παρὸν, ἀναγκαῖον   τέως  ἐκεῖνο  πρὸς  τὴν  ὑμετέραν  ἀγάπην  εἰπεῖν·  Εἰ  φωτίζει   πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, πῶς ἀφώτιστοι μεμενήκασι τοσοῦτοι; Οὐ γὰρ δὴ πάντες ἐπέγνωσαν τοῦ Χριστοῦ τὸ σέβας. Πῶς οὖν φωτίζει πάντα ἄνθρωπον;

Read More ->>

ΙΑʹ Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59

ΙΑʹ Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν.

αʹ. Μίαν ὑμᾶς ἅπαντας  αἰτῆσαι βούλομαι χάριν, πρὶν ἢ τῶν  εὐαγγελικῶν ἅψασθαι ῥημάτων· ἀλλὰ μὴ ἀνανεύσητε  πρὸς τὴν αἴτησιν. Οὔτε γὰρ βαρύ τι καὶ ἐπαχθὲς αἰτῶ, οὔτ' ἐμοὶ τῷ λαμβάνοντι  μόνον χρήσιμον ἔσται τὸ διδόμενον, ἀλλὰ καὶ  ὑμῖν  τοῖς  παρέχουσι· καὶ  τάχα  πολλῷ  πλέον  ὑμῖν.  Τί ποτ'  οὖν  ἐστιν  ὅπερ αἰτοῦμαι ὑμᾶς; Κατὰ μίαν Σαββάτων, ἢ καὶ κατὰ Σάββατον, τὴν μέλλουσαν ἐν ὑμῖν ἀναγνωσθήσεσθαι  τῶν  Εὐαγγελίων  περικοπὴν,  ταύτην  πρὸ τούτων  τῶν  ἡμερῶν μετὰ  χεῖρας  λαμβάνων   ἕκαστος  οἴκοι  καθήμενος  ἀναγινωσκέτω   συνεχῶς,  καὶ πολλάκις περισκοπείτω μετὰ ἀκριβείας τὰ ἐγκείμενα, καὶ βασανιζέτω ταῦτα καλῶς· καὶ τί μὲν σαφὲς, τί δὲ ἄδηλον, σημειούσθω· τί δὲ αὐτῶν ἐναντίον εἶναι δοκοῦν, οὐκ ὂν δέ· καὶ πάντα ἁπλῶς διακωδωνίσαντες,  οὕτως ἀπαντᾶτε πρὸς τὴν ἀκρόασιν.


Read More ->>

Ι∆ʹ Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος.

0 σχόλια

Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59

Ι∆ʹ Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος.

.
αʹ. Πρώην ἐλέγομεν ὅτι Ἰωάννης τὴν ἀπορίαν λύων τῶν μελλόντων  πρὸς ἑαυτοὺς  ζητεῖν,  πόθεν  ὁ Χριστὸς ὕστερον ἐπὶ τὸ κήρυγμα ἐλθὼν,  πρῶτος  αὐτοῦ γέγονε καὶ λαμπρότερος, ἐπήγαγε τὸ, Ὅτι πρῶτός μου ἦν. Καὶ μία μὲν αὕτη αἰτία· τίθησι δὲ καὶ δευτέραν πάλιν ἣν νῦν φησι. Τίς δέ ἐστιν αὕτη; Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς, φησὶ, πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος. Καὶ μετὰ τούτων λέγει πάλιν καὶ ἄλλην. Ποίαν δὲ ταύτην; Ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Καὶ τί ποτέ ἐστι, φησὶ, τὸ, Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν;

Read More ->>

ΙΖʹ Ταῦτα ἐγένετο ἐν Βηθανίᾳ πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν Ἰωάννης βαπτίζων.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59

ΙΖʹ Tαῦτα ἐγένετο ἐν Βηθανίᾳ πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν Ἰωάννης βαπτίζων.Τῇ ἐπαύριον βλέ πει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτὸν, καὶ λέ γει· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» 

αʹ. Μέγα ἀγαθὸν  παῤῥησία καὶ  τὸ  ἐλευθεροστομεῖν,  καὶ  πάντα  δεύτερα τίθεσθαι τῆς ὁμολογίας τῆς εἰς τὸν Χριστόν· οὕτω μέγα καὶ θαυμαστὸν, ὡς τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν τοιοῦτον ἀνακηρύττειν ἐπὶ τοῦ Πατρὸς, καίτοι γε οὐκ ἴση ἡ ἀντίδοσις.  Σὺ μὲν  γὰρ ὁμολογεῖς  ἐπὶ  τῆς  γῆς,  αὐτὸς  δὲ ὁμολογεῖ  ἐν  τοῖς οὐρανοῖς·  καὶ  σὺ μὲν  ἀνθρώπων  παρόντων,  αὐτὸς  δὲ  ἐπὶ  τοῦ  Πατρὸς καὶ  τῶν ἀγγέλων  ἁπάντων. Τοιοῦτος ὁ Ἰωάννης  ἦν, οὐ πλῆθος, οὐ δόξαν, οὐκ ἄλλο οὐδὲν τῶν ἀνθρωπίνων  ὑφορώμενος, ἀλλὰ ταῦτα πάντα καταπατῶν, καὶ μετὰ τῆς προσηκούσης ἐλευθερίας τὰ περὶ τοῦ Χριστοῦ πᾶσιν ἀνακηρύττων. ∆ιὰ γὰρ τοῦτο καὶ τὸν   τόπον   ἐπισημαίνεται   ὁ   Εὐαγγελιστὴς,   ἵνα   τὴν   παῤῥησίαν   δείξῃ   τοῦ μεγαλοφώνου  κήρυκος. Οὐ γὰρ ἐν οἰκίᾳ, οὐδὲ ἐν γωνίᾳ, οὐδὲ ἐν ἐρημίᾳ, ἀλλὰ τὸν Ἰορδάνην καταλαβὼν ἐν μέσῳ τῷ πλήθει, παρόντων ἁπάντων τῶν ὑπ' αὐτοῦ βαπτιζομένων (βαπτίζοντι γὰρ ἐπέστησαν οἱ Ἰουδαῖοι),

Read More ->>

Κʹ Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59

ΚʹΤῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδᾶ, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου.
.
αʹ. Παντὶ τῷ μεριμνῶντι ἔνεστι τι περισσὸν, ὁ παροιμιώδης λόγος φησί. Ὁ δὲ Χριστὸς καί  τι  πλέον  ᾐνίξατο  εἰπών·  Ὁ  ζητῶν  εὑρίσκει.  Ὅθεν  καὶ  ἔπεισί  μοι  λοιπὸν θαυμάζειν, πόθεν ὁ Φίλιππος ἠκολούθησε τῷ Χριστῷ. Ὁ μὲν γὰρ Ἀνδρέας ἀκούσας παρὰ Ἰωάννου, καὶ ὁ Πέτρος παρὰ Ἀνδρέου· οὗτος δὲ παρ' οὐδενὸς οὐδὲν μαθὼν, ἢ τοῦτο μόνον εἰπόντος τοῦ Χριστοῦ πρὸς αὐτὸν, Ἀκολούθει μοι, ἐπείσθη τε εὐθέως καὶ  οὐκ  ἀνεχώρησεν,  ἀλλὰ  καὶ  κήρυξ  ἑτέροις  γίνεται.   ∆ραμὼν  γὰρ  ἐπὶ  τὸν Ναθαναὴλ, Ὃν ἔγραψε, φησὶ, Μωϋσῆς ἐν τῷ νόμῳ, καὶ οἱ προφῆται, εὑρήκαμεν. Ὁρᾷς πῶς μεμεριμνημένην  διάνοιαν  εἶχε, καὶ συνεχῶς ἐμελέτα τὰ Μωϋσέως, καὶ προσεδόκα τὴν παρουσίαν;

Read More ->>

ΚΓʹ Ταύτην ἐποίησε τὴν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59

ΚΓʹ Ταύτην ἐποίησε τὴν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας.

αʹ. Πολὺς  ὁ  διάβολος  ἔγκειται  καὶ  σφοδρὸς,  πάντοθεν   πολιορκῶν  τὴν σωτηρίαν τὴν ἡμετέραν. ∆εῖ τοίνυν ἐγρηγορέναι καὶ νήφειν, καὶ πανταχόθεν ἐπιτειχίζειν  αὐτοῦ τὴν ἔφοδον. Κἂν γὰρ μικρᾶς ἐπιλάβηταί τινος ἀφορμῆς, εὐρεῖαν ἑαυτῷ κατασκευάζει λοιπὸν τὴν εἴσοδον, καὶ ὅλην εἰσάγει κατὰ μικρὸν τὴν ἑαυτοῦ δύναμιν.  Εἰ τοίνυν  λόγος τις ἡμῖν ἐστι τῆς σωτηρίας τῆς ἡμετέρας, μηδὲ ἐν τοῖς μικροῖς  αὐτῷ  συγχωρῶμεν  ἡμῖν  ἐπιέναι,  ἵνα  ἀπὸ  τούτων  τὰ  μεγάλα προαναστείλωμεν.  Καὶ γὰρ ἐσχάτης ἀνοίας ἂν εἴη, ἐκεῖνον  μὲν τοσαύτην ἐπιδείκνυσθαι  σπουδὴν, ὥστε τὴν ἡμετέραν ἀπολλύναι  ψυχήν· ἡμᾶς δὲ ὑπὲρ τῆς ἡμῶν αὐτῶν  σωτηρίας μηδὲ τὸ ἴσον ἄγειν μέτρον.

Read More ->>

ΚΣΤʹ Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς, σάρξ ἐστι

0 σχόλια

Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59

ΚΣΤʹ Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς, σάρξ ἐστι· καὶ τὸ γεγεννημένον  ἐκ τοῦ Πνεύματος, πνεῦμά ἐστιν.

αʹ. Μεγάλων  ἡμᾶς  μυστηρίων  κατηξίωσεν  ὁ  μονογενὴς  Υἱὸς τοῦ  Θεοῦ· μεγάλων, καὶ οἵων ἡμεῖς οὐκ ἦμεν ἄξιοι, ἀλλ' οἵων αὐτῷ παρέχειν πρέπον ἦν. Ἂν μὲν γὰρ τὴν ἀξίαν τὴν ἡμετέραν λογίσηταί τις, οὐ μόνον τῆς δωρεᾶς ἦμεν ἀνάξιοι, ἀλλὰ  καὶ κολάσεως ὑπεύθυνοι  καὶ τιμωρίας.  Ἐπειδὴ δὲ οὐ πρὸς τοῦτο εἶδεν, οὐ μόνον κολάσεως ἀπήλλαξεν, ἀλλὰ καὶ ζωὴν ἐχαρίσατο πολλῷ τῆς προτέρας λαμπροτέραν, εἰς ἄλλον ἡμᾶς εἰσήγαγε κόσμον, ἑτέραν ἐδημιούργησε κτίσιν· Εἴ τις γὰρ ἐν Χριστῷ καινὴ κτίσις, φησί. Ποία καινὴ κτίσις; Ἄκουσον αὐτοῦ λέγοντος· Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Παράδεισον ἐπιστεύθημεν, καὶ οὐδὲ τῆς ἐν αὐτῷ διαγωγῆς  ἐφάνημεν  ἄξιοι, καὶ εἰς τοὺς οὐρανοὺς ἡμᾶς ἀνήγαγεν.

Read More ->>

ΚΘʹ Ἦλθε δὲ εἰς τὴν Ἰουδαίαν γῆν

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59

ΚΘʹ Ἦλθε δὲ εἰς τὴν Ἰουδαίαν  γῆν  αὐτὸς  καὶ  οἱ  μαθηταὶ  αὐτοῦ,  καὶ  ἐκεῖ  διέτριβε  μετ'  αὐτῶν,  καὶ ἐβάπτιζεν.


αʹ. Οὐδὲν τῆς  ἀληθείας  φανερώτερον,  οὐδὲ  ἰσχυρότερον  γένοιτ'  ἂν, ὥσπερ τοῦ ψεύδους οὐδὲν ἀσθενέστερον, κἂν μυρίοις παραπετάσμασι συσκιάζηται. Εὐφώρατόν τε γὰρ καὶ οὕτω γίνεται,  καὶ καταῤῥεῖ ῥᾳδίως. Ἡ δὲ ἀλήθεια  γυμνὴ πρόκειται πᾶσι τοῖς βουλομένοις αὐτῆς τὴν ὥραν περισκοπεῖν· καὶ οὔτε λανθάνειν βούλεται, οὔτε κίνδυνον δέδοικεν, οὐκ ἐπιβουλὰς τρέμει, οὐ δόξης ἐφίεται τῆς παρὰ τῶν  πολλῶν,  οὐκ  ἄλλῳ  τινὶ  τῶν  ἀνθρωπίνων   ἐστὶν  ὑπεύθυ  . νος·  ἀλλὰ πάντων ἕστηκεν ἀνωτέρω, δεχομένη μὲν μυρίας ἐπιβουλὰς, μένουσα δὲ ἀκαταγώνιστος,  καὶ  τοὺς  πρὸς αὐτὴν  καταφεύγοντας,  ὥσπερ ἐν  ἀσφαλεῖ  τειχίῳ φυλάττουσα,   τῇ   τῆς   οἰκείας   δυνάμεως   ὑπερβολῇ,   καὶ   τὰς   μὲν   λαθραίους ἐκτρεπομένη  καταδύσεις, πᾶσι δὲ εἰς τὸ μέσον προτιθεῖσα τὰ παρ'  ἑαυτῆς.

Read More ->>

ΛΒʹ Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59


ΛΒʹ Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· Πᾶς ὁ πίνων  ἐκ τοῦ ὕδατος τούτου, διψήσει πάλιν· ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα· ἀλλὰ τὸ ὕδωρ, ὃ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος, ἁλλο μένη εἰς ζωὴν αἰώνιον.
.
 αʹ. Τοῦ Πνεύματος τὴν χάριν ἡ Γραφὴ ποτὲ μὲν πῦρ, ποτὲ δὲ ὕδωρ καλεῖ, δεικνῦσα ὅτι οὐκ οὐσίας ἐστὶ ταῦτα  παραστατικὰ τὰ ὀνόματα, ἀλλ' ἐνεργείας. Οὐδὲ γὰρ ἐκ διαφόρων  συνέστηκεν οὐσιῶν τὸ Πνεῦμα, ἀόρατόν τε καὶ μονοειδὲς ὄν. Τὸ μὲν οὖν ὁ Ἰωάννης  δηλοῖ, οὕτω λέγων· Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί· τὸ δὲ ὁ Χριστὸς, Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος, φησὶν, οὗ ἔμελλον λαμβάνειν. Οὕτω καὶ τῇ γυναικὶ διαλεγόμενος, ὕδωρ καλεῖ τὸ Πνεῦμα· Ὃς γὰρ ἂν πίῃ ἀπὸ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα.

Read More ->>

ΛΕʹ Ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν

0 σχόλια

Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59


ΛΕʹ Ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρ' αὐτοῖς. Καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας. Καὶ πολλῷ πλείους ἐπίστευσαν εἰς αὐτὸν διὰ τὸν λόγον αὐτοῦ· τῇ τε γυναικὶ ἔλεγον, ὅτι Οὐκ ἔτι διὰ τὴν σὴν λαλιὰν πιστεύο μεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν, ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Σωτὴρ τοῦ κόσμου ὁ Χριστός. Καὶ μετὰ δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν, καὶ ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν.
.
αʹ. Οὐδὲν φθόνου καὶ βασκανίας χεῖρον, οὐδὲν κενοδοξίας χαλεπώτερον· αὕτη τὰ μυρία εἴωθε διαφθείρειν  ἀγαθά, Οἱ οὖν Ἰουδαῖοι πλείονα τῶν Σαμαρειτῶν γνῶσιν ἔχοντες,  καὶ τοῖς  προφήταις  συντραφέντες,  ὕστεροι τούτων  ἐφάνησαν  ἐντεῦθεν. Οὗτοι μὲν γὰρ καὶ ἀπὸ τῆς μαρτυρίας ἐπίστευσαν τῆς γυναικὸς, καὶ σημεῖον ἰδόντες οὐδὲν, ἐξῆλθον παρακαλοῦντες τὸν Χριστὸν μεῖναι παρ' αὐτοῖς· οἱ δὲ Ἰουδαῖοι καὶ . θαύματα θεασάμενοι, οὐ μόνον οὐ κατεῖχον  αὐτὸν παρ'  ἑαυτοῖς, ἀλλὰ καὶ ἀπήλαυνον,  καὶ πάντα  ἔπραττον,  ὥστε καὶ τῆς χώρας  αὐτὸν  ἐκβαλεῖν,  καίτοι γε αὕτη ἡ παρουσία δι' ἐκείνους ἐγεγόνει.

Read More ->>

ΛΗʹ Μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ, καὶ εἶπεν αὐτῷ

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59


ΛΗʹ  Μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ, καὶ εἶπεν αὐτῷ· «Ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται.»
.
αʹ. ∆εινὸν  ἡ  ἁμαρτία,  δεινὸν  καὶ  ψυχῆς  λύμη·  πολλάκις  δὲ  ἐκ  περιουσίας  καὶ σωμάτων ἥψατο τὸ κακὸν ὑπερβλύσαν. Ἐπειδὴ γὰρ τὰ πολλὰ τῆς μὲν ψυχῆς ἡμῖν καμνούσης, ἀναλγήτως  ἔχομεν·  τὸ δὲ σῶμα κἂν  μικρὰν  δέξηται  βλάβην,  πᾶσαν ποιούμεθα σπουδὴν, ὥστε ἐλευθερῶσαι τῆς ἀῤῥωστίας αὐτὸ, διὰ τὸ τῆς ἀῤῥωστίας αἰσθάνεσθαι·  διὰ  τοῦτο  καὶ  ὁ  Θεὸς τοῦτο  κολάζει  πολλάκις  ὑπὲρ  τῶν  ἐκείνῃ πεπλημμελημένων,  ὥστε διὰ τῆς τοῦ ἐλάττονος  μάστιγος καὶ τὸ κρεῖττον  τυχεῖν θεραπείας τινός. Οὕτω καὶ παρὰ Κορινθίοις τὸν πορνεύσαντα ὁ Παῦλος διώρθωσε, τῷ τῆς σαρκὸς ὀλέθρῳ τὸ τῆς ψυχῆς νόσημα ἐπισχών. Καὶ γὰρ τῷ σώματι τὴν τομὴν ἐπαγαγὼν, οὕτω κατέστειλε τὸ κακόν· καθάπερ τις ἰατρὸς ἄριστος, ὕδερον ἢ σπλῆνα, τοῖς  ἔνδοθεν  φαρμάκοις  οὐκ  εἴκοντα,  κατακαίων  ἔξωθεν.

Read More ->>

ΜΑʹ Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ὑμεῖς δοκεῖτε

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59


ΜΑʹ Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐ ταῖς ζωὴν αἰώνιον ἔχειν· κἀκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ· καὶ οὐ θέλετε ἐλθεῖν  πρός με, ἵνα ζωὴν αἰώνιον ἔχητε


αʹ. Πολὺν ποιώμεθα τῶν πνευματικῶν, ἀγαπητοὶ, λόγον, μηδὲ ἀρκεῖν ἡμῖν  νομίζωμεν  πρὸς σωτηρίαν,  τὸ  καὶ  ὁπωσοῦν  αὐτὰ  μετιέναι.  Εἰ γὰρ ἐν  τοῖς βιωτικοῖς  οὐδὲν  μέγα ἀπόνασθαι δυνήσεταί  τις, παρέργως  καὶ ὡς  ἔτυχεν  αὐτοῖς κεχρημένος· πολλῷ μᾶλλον ἐν  τοῖς πνευματικοῖς  τοῦτο συμβήσεται, ἐπειδὴ καὶ πλείονος  ταῦτα  δεῖται  σπουδῆς. ∆ιὰ τοῦτο  καὶ ὁ Χριστὸς παραπέμπων  τοὺς Ἰουδαίους  ταῖς Γραφαῖς, οὐκ εἰς ἁπλῆν  ἀνάγνωσιν,  ἀλλ' εἰς ἔρευναν  ἀκριβῆ καὶ κατανενοημένην αὐτοὺς παρέπεμπεν. Οὐ γὰρ εἶπεν, Ἀναγινώσκετε τὰς Γραφάς· ἀλλ', Ἐρευνᾶτε  τὰς  Γραφάς.

Read More ->>

Μ∆ʹ Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, καὶ εἶπεν·

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59

Μ∆ʹ  Ἀπεκρίθη αὐτοῖς  ὁ Ἰησοῦς, καὶ εἶπεν· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ζητεῖτέ με, οὐχ ὅτι εἴδετε ση μεῖα, ἀλλ' ὅτι ἐφάγετε ἐκ τῶν ἄρτων, καὶ ἐχορ τάσθητε. Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολ λυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον.»


αʹ. Τὸ προσηνὲς καὶ λεῖον οὐ πανταχοῦ χρήσιμον, ἀλλ' ἔστιν  ὅτε  καὶ  τοῦ  πληκτικωτέρου  δεῖ  τῷ  διδασκάλῳ. Ὅταν  γὰρ νωθὴς ᾖ ὁ μαθητὴς καὶ παχὺς, κέντρῳ χρῆσθαι πρὸς αὐτὸν λοιπὸν χρὴ, ὥστε τῆς πολλῆς  καθικέσθαι  νωθείας.  Τοῦτο καὶ ὁ Υἱὸς τοῦ Θεοῦ πεποίηκεν,  ἀλλαχοῦ  τε πολλαχοῦ, καὶ ἐν τῷ παρόντι τόπῳ. Ἐλθόντων  γὰρ τῶν ὄχλων  καὶ εὑρόντων  τὸν Ἰησοῦν, καὶ κολακευόντων  αὐτὸν, καὶ λεγόντων· Ῥαββὶ, πότε ὧδε γέγονας; δεικνὺς ὅτι τῆς παρὰ ἀνθρώπων οὐκ ἐφίεται τιμῆς, ἀλλ' ἓν μόνον ὁρᾷ, τὴν σωτηρίαν αὐτῶν,

Read More ->>
 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Follow by Email

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Γίνεται Μέλος στο Ιστολόγιο

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |