ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 10/26/16

Τετάρτη, 26 Οκτωβρίου 2016

Α΄Ὁμιλία λεχθεῖσα ἐν τῷ μαρτυρίῳ τῷ ἐπὶ τῇ παλαιᾷ πέτρᾳ

0 σχόλια


Ιωάννης Χρυσόστομος
Διάφοραι Ομιλίαι
Τόμος 63


Α΄Ὁμιλία λεχθεῖσα ἐν τῷ μαρτυρίῳ τῷ ἐπὶ τῇ παλαιᾷ πέτρᾳ, ὀλίγων συλλεγέντων διὰ τὸν χειμῶνα· εἰς τὸ δεῖν συνεχῶς συνάγεσθαι, καὶ μὴ ἀπαγορεύειν τὴν σωτηρίαν ἐν ἁμαρτήμασιν ὄντας, ἀλλὰ μετάνοιαν ἐπιδείκνυσθαι.

 Τί  τοῦτο;  τὴν  πόλιν   ἅπασαν  παρεῖναι   δέον  σήμερον,  οὐδὲ  τὸ πολλοστὸν ἡμῖν ἀπήντηκε τοῦ συλλόγου μέρος; Τάχα ὁ πηλὸς αἴτιος καὶ ὁ ὑετός; Ἄπαγε· οὐχ ὁ πηλὸς, ἀλλ' ἡ ῥᾴθυμος καὶ ἡ ἀναπεπτωκυῖα γνώμη. Τίνα γὰρ ἂν ἔχοιεν συγγνώμην οἱ ἀπολειφθέντες, ὅπου γε οἱ μὲν μάρτυρες καὶ αὐτῆς τῆς ζωῆς κατεφρόνησαν,  αὐτοὶ δὲ ὑπὲρ τοῦ παραγενέσθαι οὐδὲ πηλοῦ κατετόλμησαν; Πῶς μακαρίσω τοὺς παραγενομένους ὑμᾶς; πῶς ταλανίσω τοὺς ἀπολειφθέντας  ἐκείνους, διά τε τὴν ἀπόλειψιν, διά τε τὴν αἰτίαν τῆς ἀπολείψεως; Εὔδηλον γὰρ ὅτι βιωτικαῖς προσηλωμένοι φροντίσι, καὶ τὸν ἅπαντα λυμαινόμενον τῶν χρημάτων ἔρωτα σφοδρότερον ἐν ἑαυτοῖς ἀνάπτοντες, τῆς καλῆς ταύτης ἀπελείφθησαν ἑορτῆς. Ἀλλ' εἰ καὶ μὴ πάρεισιν, ἀναγκαῖον  καὶ πρὸς ἀπόντας διαλεχθῆναι·  εὔδηλον γὰρ ὅτι δι' ὑμῶν ταῦτα ἀκούσονται τῶν παρόντων· μέχρι πότε τῶν χρημάτων  ἡ λύσσα; μέχρι τίνος ἡ μηδέποτε σβεννυμένη κάμινος πάντα ἔπεισι καὶ καταφλέγει;  οὐκ ἴστε ὅτι αὕτη ἡ φλὸξ ἐκεῖνο τίκτει  τὸ ἄσβεστον πῦρ; αὕτη ἡ τηκεδὼν  ἐκεῖνον  γεννᾷ  τὸν σκώληκα τὸν ἰοβόλον;

Read More ->>

Βʹ Τῆς βασιλίδος μέσων νυκτῶν εἰς μεγάλην ἐκκλησσίαν προσελθούσης

0 σχόλια


Ιωάννης Χρυσόστομος
Διάφοραι Ομιλίαι
Τόμος 63


Βʹ.Τῆς  βασιλίδος  μέσων  νυκτῶν   εἰς  μεγάλην   ἐκκλησσίαν  προσελθούσης, κἀκεῖθεν τὰ λείψανα τῶν μαρτύρων ἀραμένης, καὶ προπεμψαμένης διὰ πά σης τῆς ἀγορᾶς ἕως ∆ρυπίας, τοῦ μαρτυρίου ἀπ έχοντος θʹ σημεῖα τῆς πόλεως· ἐλέχθη ἐν τῷ μαρτυρίῳ ἡ προσομιλία, παρούσης αὐτῆς καὶ τῆς πόλεως πάσης καὶ τῶν ἀρχόντων.

 αʹ. Τί εἴπω  καὶ  τί  λαλήσω;  σκιρτῶ καὶ  μαίνομαι  μανίαν  σωφροσύνης βελτίονα· πέτομαι  καὶ  χορεύω  καὶ  μετάρσιος φέρομαι  καὶ  μεθύω  λοιπὸν  ὑπὸ  τῆς  ἡδονῆς ταύτης  τῆς  πνευματικῆς.  Τί εἴπω  καὶ τί  λαλήσω; τῶν  μαρτύρων  τὴν  ἰσχύν; τῆς πόλεως τὴν προθυμίαν; τῆς βασιλίδος τὸν ζῆλον; τῶν ἀρχόντων τὴν συνδρομήν; τοῦ διαβόλου τὴν αἰσχύνην; τῶν  δαιμόνων  τὴν ἧτταν; τῆς Ἐκκλησίας τὴν εὐγένειαν; τοῦ  σταυροῦ τὴν  ἰσχύν;  τοῦ   σταυρωθέντος  τὰ  θαύματα; τοῦ  Πατρὸς τὴν δόξαν; τοῦ Πνεύματος τὴν χάριν; τοῦ δήμου παντὸς  τὴν ἡδονήν; τῆς πόλεως  τὰ σκιρτήματα; τῶν μοναχῶν τοὺς συλλόγους; τῶν παρθένων τοὺς χορούς; τῶν ἱερέων τὰ τάγματα; τῶν βιωτικῶν  ἀνδρῶν τὸν τόνον, τῶν δούλων, τῶν ἐλευθέρων, τῶν ἀρχόντων,  τῶν  ἀρχομένων,  τῶν  πενήτων,  τῶν  πλουτούντων,   τῶν  ξένων,  τῶν πολιτῶν;

Read More ->>

Γ΄ Τῇ ἐπιούσῃ ἡμέρᾳ, παραγενομένου τοῦ βασιλέως ἐν τῷ μαρτυρίῳ τοῦ ἀποστόλου

0 σχόλια


Ιωάννης Χρυσόστομος
Διάφοραι Ομιλίαι
Τόμος 63


Γʹ.Τοῦ αὐτοῦ. Τῇ ἐπιούσῃ ἡμέρᾳ, παραγενομένου τοῦ βασιλέως ἐν τῷ μαρτυρίῳ τοῦ ἀποστόλου καὶ μάρτυρος Θωμᾶ τοῦ διακειμένου ἐν τῇ ∆ρυπίᾳ, καὶ ἀναχωρήσαντος πρὸ τῆς διαλέξεως, ἐλέχθη ἡ ὁμιλία μετὰ τὴν ἀναχώρησιν τὴν ἐκείνου πρὸς τὸ πλῆθος.

αʹ. Εὐλογητὸς ὁ Θεὸς, ἡλίκαι τῶν μαρτύρων αἱ δυνάμεις· χθὲς ἡμῖν τὴν πόλιν ὁλόκληρον μετὰ τῆς βασιλίδος, σήμερον τὸν βασιλέα μετὰ τοῦ στρατοπέδου ἐνταῦθα εἵλκυσαν μετὰ πολλῆς τῆς εὐλαβείας, οὐ δεσμὰ περιθέντες, ἀλλὰ τῆς ἀγάπης τὴν ἅλυσιν, ἅλυσιν μηδέποτε διακοπτομένην. Τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστιν, οὐχ ὅτι παραγέγονε βασιλεὺς, ἀλλ' ὅτι μετὰ πολλῆς προθυμίας, οὐκ ἀνάγκῃ, ἀλλὰ γνώμῃ, οὐ χάριν διδοὺς, ἀλλὰ χάριν λαμβάνων· καὶ ὁ πάντας εὐεργετῶν τοὺς κατὰ τὴν οἰκουμένην, ἦλθεν εὐεργεσίας ἀπολαύσων παρὰ τῶν ἁγίων τούτων, καὶ τὰ μέγιστα καρπωσόμενος ἀγαθά. ∆ιά τοι τοῦτο καὶ αὐτὸς τὸ διάδημα, καὶ οἱ δορυφόροι πάντες, οἱ μὲν τὰς ἀσπίδας, οἱ δὲ τὰ δόρατα ἀποθέμενοι, καὶ τὴν φαντασίαν ἐκείνην ἀφέντες, μετὰ κατεσταλμένης παρεγένοντο  διανοίας ἅπαντες, ὡς ἀπὸ γῆς εἰς τὸν οὐρανὸν εἰσιόντες, ἔνθα ἀξιώματα καὶ περιφάνεια  καὶ πᾶσα αὕτη ἡ σκηνὴ τῶν ἀξιωμάτων ἐκποδὼν,  βίου  δὲ  ἐπίδειξις  διαλάμπει  μόνον  καὶ  ἀρετῆς  καρποί. 

Read More ->>

Δ΄ Ὁμιλία παραινετικὴ λεχθεῖσα ἐν τῷ ναῷ τῆς ἁγίας Ἀναστασίας

0 σχόλια


Ιωάννης Χρυσόστομος
Διάφοραι Ομιλίαι
Τόμος 63

Δ΄ Ὁμιλία παραινετικὴ λεχθεῖσα ἐν τῷ ναῷ τῆς ἁγίας Ἀναστασίας πρὸς τοὺς ἀπολειφθέντας· καὶ ἀπό δειξις περὶ τῶν ἀγώνων καὶ ἄθλων τοῦ μακαρίου καὶ δικαίου Ἰώβ.

αʹ. Ὅσῳ ἐλάττους τῶν εἰωθότων οἱ συνελθόντες, τοσούτῳ καὶ ἡμεῖς μείζονι χρησόμεθα τῇ προθυμίᾳ. Οὐδὲ γὰρ δίκαιον ἂν εἴη τῶν ἀπολειφθέντων τὴν ῥᾳθυμίαν τὴν ἡμετέραν σπουδὴν λυμήνασθαι, ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο καὶ δαψιλεστέραν παραθήσομεν   τὴν   τράπεζαν,   ἵνα   τῇ,   πείρᾳ   μαθόντες   τὴν   ζημίαν   οἱ   μὴ παραγενόμενοι, σπουδαιότεροι λοιπὸν περὶ τὰς συνόδους γίνωνται  ταύτας. ∆ιὸ δὴ καὶ τὴν ὑμετέραν ἀγάπην παρακαλῶ προσέχειν τοῖς λεγομένοις· οὕτω γὰρ διπλοῦν ὑμῖν ἔσται τὸ κέρδος· τοῖς τε γὰρ ἀπολειφθεῖσι διαβιβάζοντες τὰ λεγόμενα, σπουδαιοτέρους αὐτοὺς ἐργάσεσθε, τήν τε ὑμετέραν ψυχὴν  φιλοσοφωτέραν κατασκευάσετε.

Read More ->>

Ε΄ Ομιλία, λεχθεῖσα ἐν τῷ ναῷ τῆς ἁγίας Εἰρήνης, ὑπέρ τε τῆς σπουδῆς

0 σχόλια


Ιωάννης Χρυσόστομος
Διάφοραι Ομιλίαι
Τόμος 63


Εʹ.Τοῦ αὐτοῦ ὁμιλία, λεχθεῖσα ἐν τῷ ναῷ τῆς ἁγίας Εἰρήνης, ὑπέρ τε τῆς σπουδῆς τῶν παρόντων καὶ ῥᾳθυμίας τῶν ἀπολειφθέντων, καὶ περὶ τοῦ ψάλλειν, καὶ περὶ τοῦ μηδὲν εἶναι κώλυμα γυναιξὶ τὴν φύσιν πρὸς τοὺς τῆς ἀρετῆς δρόμους.


αʹ. Ὡς  ἡδίστη  ἡ  τῶν  Γραφῶν  ἀνάγνωσις,  καὶ  λειμῶνος   παντὸς  ἡδίων  καὶ παραδείσου τερπνοτέρα, καὶ μάλιστα ὅταν γνῶσις τῇ ἀναγνώσει πρόσκειται. Λειμὼν μὲν γὰρ, καὶ ἀνθῶν κάλλη, καὶ δένδρων κόμαι, καὶ ῥόδον καὶ κιττὸς καὶ μυρίνη τέρπει τὴν ὄψιν,  καὶ ὀλίγων  παρελθουσῶν  ἡμερῶν  μαραίνεται·  Γραφῶν  δὲ γνῶσις  τειχίζει  τὴν διάνοιαν, καθαίρει τὸ συνειδὸς, ἀνασπᾷ τὰ ἀνελεύθερα πάθη, φυτεύει τὴν ἀρετὴν, μετάρσιον ποιεῖ τὸν λογισμὸν, οὐκ ἀφίησι ταῖς ἀδοκήτοις τῶν πραγμάτων  βαπτίζεσθαι περιστάσεσιν, ὑψηλοτέρους καθίστησι τῶν τοῦ διαβόλου βελῶν, πρὸς αὐτὸν μετοικίζει τὸν οὐρανὸν,  ἀπολύει  τὴν  ψυχὴν  τῶν  συνδέσμων τοῦ σώματος, κοῦφα ἐργάζεται τὰ πτερὰ, καὶ πᾶν ὅπερ ἂν εἴπῃ τις ἀγαθὸν, εἰς τὴν τῶν ἀκροατῶν εἰσοικίζει διάνοιαν. ∆ιὸ καὶ   τοὺς   ἀπολιμπανομένους  οὐ   παύομαι   ταλανίζων,    καὶ   τοὺς   παραγενομένους μακαρίζων, ὅτι δὴ Θησαυρὸν συλλέγετε ἀνάλωτον  καὶ πλοῦτον  ἀδαπάνητον  καὶ περιουσίαν  φθόνον  οὐκ ἔχουσαν, καὶ  πολλῆς  ἐμπλησθέντες  τῆς  εὐφροσύνης  οἴκαδε ἀναχωρεῖτε.  Οὐδὲν γὰρ οὕτως ἡδονὴν ποιεῖν δύναιτ' ἂν, ὡς συνειδὸς καθαρόν· γίνεται δὲ καθαρὸν συνειδὸς, κἂν μυρίοις ἁμαρτήμασιν ᾖ βεβαρημένον, ἀκροάσεως συνεχοῦς ἀπολαῦον. 

Read More ->>

Ζʹ Ὁμιλία λεχθεῖσα ἐν τῷ ναῷ τῆς ἁγίας Ἀναστασίας

0 σχόλια


Ιωάννης Χρυσόστομος
Διάφοραι Ομιλίαι
Τόμος 63


Ζʹ Ὁμιλία λεχθεῖσα ἐν τῷ ναῷ τῆς ἁγίας Ἀναστασίας

αʹ. Βραχὺς μὲν τῶν παρόντων  ὁ σύλλογος, μέγας δὲ ὁ πόθος· διόπερ οὐδὲ ὁ σύλλογος βραχύς. Οὐ γὰρ πλήθη σωμάτων ἐπιζητοῦμεν, ἀλλὰ γνώμην παρεσκευασμένην, διάνοιαν  ἐπτερωμένην,  ἀκροατὴν  ὑψηλότερον  γινόμενον  τῶν βιωτικῶν  ἁπάντων· κἂν εἷς ὁ τοιοῦτος ᾖ, ἱκανὸς ἐπαρκέσαι τῷ λέγοντι· ἐπεὶ καὶ ἡ Σαμαρεῖτις γυνὴ  καὶ  πτωχὴ  ἦν  καὶ  ἐναγὴς  καὶ  ἀλλόφυλος,  καὶ  ὅμως  ἀξία  τῶν μακρῶν ἐκείνων ἐνομίσθη λόγων εἶναι τῷ τῆς οἰκουμένης ∆εσπότῃ· καὶ δήμους μὲν παρέδραμεν Ἰουδαϊκοὺς πολλάκις, ἢ μὴ διαλεγόμενος,  ἢ συσκιάζων τὴν διάλεξιν· γυναικὶ  δὲ βαρβάρῳ, καὶ πέντε ἄνδρας ἐχούσῃ, καὶ ἕκτῳ παρανόμως συνοικούσῃ, μόνῃ διελέγετο, τοὺς μαθητὰς ἐπίτηδες εἰς τὴν ἀγορὰν πέμψας, ἵνα μὴ πτοήσῃ τὴν ἄγραν. Τοσαύτη καὶ μιᾶς ψυχῆς  τῷ ∆εσπότῃ τῆς οἰκουμένης  πρόνοια, μόνον  ἐὰν γνώμην καὶ προθυμίαν ἐπιδεικνύντας τῇ ἀκροάσει τῶν λεγομένων ἐπιτηδείαν εὕρῃ· ὅπερ καὶ ἐκείνη τότε παρέσχετο.

Read More ->>

Η΄ Εν τῇ ἐκκλησίᾳ τῇ ἐπὶ Παύλου, Γότθων ἀναγνόντων,

0 σχόλια


Ιωάννης Χρυσόστομος
Διάφοραι Ομιλίαι
Τόμος 63


Ηʹ.Τοῦ αὐτοῦ ὁμιλία λεχθεῖσα ἐν τῇ ἐκκλησίᾳ τῇ ἐπὶ Παύλου, Γότθων ἀναγνόντων,  καὶ πρεσβυτέρου Γότθου προομιλήσαντος.

αʹ.  Ἐβουλόμην  παρεῖναι   Ἕλληνας   τήμερον,  ὥστε  τῶν   ἀνεγνωσμένων ἀκοῦσαι καὶ μαθεῖν πόση τοῦ σταυρωθέντος ἡ ἰσχὺς, πόση τοῦ σταυροῦ ἡ δύναμις, πόση τῆς   Ἐκκλησίας ἡ εὐγένεια,  πόση τῆς  πίστεως  ἡ εὐτονία,  πόση τῆς πλάνης ἡ αἰσχύνη, πόσος τῶν δαιμόνων  ὁ γέλως. Τὰ μὲν γὰρ τῶν φιλοσόφων  καὶ παρὰ τοῖς ὁμοφώνοις καταλέλυται, τὰ δὲ ἡμέτερα καὶ παρὰ ἑτερογλώσσοις πολλὴν ἔχει δύναμιν· καὶ τὰ μὲν ἀράχνης εὐκολώτερον διεσπάσθη, τὰ δὲ ἀδάμαντος στεῤῥότερον πέπηγε.  Ποῦ τὰ Πλάτωνος καὶ Πυθαγόρου καὶ τῶν ἐν Ἀθήναις; ἐσβέσθη. Ποῦ τὰ τῶν ἁλιέων καὶ σκηνοποιῶν; οὐκ ἐν Ἰουδαίᾳ μόνον, ἀλλὰ καὶ ἐν τῇ τῶν βαρβάρων γλώττῃ, καθὼς ἠκούσατε σήμερον, ἡλίου φανότερον διαλάμπει· καὶ Σκύθαι  καὶ  Θρᾷκες καὶ  Σαυρομάται  καὶ  Μαῦροι καὶ  Ἰνδοὶ  καὶ  οἱ  πρὸς  αὐτὰς ἀπῳκισμένοι τὰς ἐσχατιὰς τῆς οἰκουμένης, πρὸς τὴν οἰκείαν ἕκαστος μεταβαλόντες γλῶτταν, τὰ εἰρημένα φιλοσοφοῦσι ταῦτα· ἃ μηδὲ ὄναρ ἐφαντάσθησαν οἱ παρὰ τοῖς Ἕλλησι τὸν πώγωνα  ἕλκοντες, καὶ τῇ βακτηρίᾳ τοὺς ἀπαντῶντας  ἐπὶ τῆς ἀγορᾶς σοβοῦντες, καὶ  τοὺς  βοστρύχους ἀπὸ τῆς  κεφαλῆς  σείοντες,

Read More ->>

Θ΄ Περὶ τοῦ μὴ δεῖν εἰς ἱπποδρομίας μηδὲ εἰς θέατρα ἀναβαίνειν.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Διάφοραι Ομιλίαι
Τόμος 63


Θʹ.Τοῦ αὐτοῦ, περὶ τοῦ μὴ δεῖν εἰς ἱπποδρομίας μηδὲ εἰς θέατρα ἀναβαίνειν. Καὶ λυπήσας αὐτοὺς, εἶτα τῇ συνάξει τῇ μετ' ἐκείνην τὴν κυριακὴν παραχωρήσας εἰπεῖν ἐπισκόπῳ ἀπὸ Γαλατίας ἀφιγμένῳ, καὶσιγήσας, καὶ ἐν τούτῳ λυπήσας, ταύτην εἴρηκε τὴν ὁμιλίαν ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ εἰς τὸ, Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι.

αʹ.  Σφόδρα  καθηψάμην   ὑμῶν   πρῴην   περὶ   θεάτρων   καὶ   ἱπποδρομίας διαλεχθείς·  διὰ τοῦτο χαίρω καὶ εὐφραίνομαι  κατὰ τὴν ἀποστολικὴν  φωνὴν  τὴν λέγουσαν· Καὶ τίς ἐστιν ὁ εὐφραίνων με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; Πολὺν γὰρ ὁρῶ καρπὸν ἀπὸ τῆς λύπης βλαστάνοντα ταύτης. Ἐπεὶ καὶ τὰ φάρμακα τὰ διορθοῦντα τὰ ἕλκη πρότερον δάκνει τὰ τραύματα, καὶ τότε ἀπαλλάττει τῆς σηπεδόνος· οὕτω καὶ ὁ λόγος καθικνούμενος ἀκροατοῦ, ἀρχὴν ποιεῖται διορθώσεως. Καθάπερ γὰρ ἐπὶ τῶν σωμάτων τῶν ἡμετέρων ἡ μὲν ἅπαξ νεκρωθεῖσα σὰρξ οὐ τομῆς, οὐ φαρμάκων, οὐ καυτῆρος  αἰσθάνεται·  διόπερ  οὐδ'  ἂν  μυρία  γένηται,  πρὸς  ὑγίειαν  ἐπανελθεῖν δύναται, τὴν ἀρχὴν καὶ τὴν ὑπόθεσιν τῆς θεραπείας ἀπολέσασα·

Read More ->>

Ι΄ Ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Διάφοραι Ομιλίαι
Τόμος 63


Ιʹ. Τοῦ αὐτοῦ ὁμιλία, ῥηθεῖσα ἐν τῇ ἐκκλησίᾳ τῇ ἐπὶ τοῦ Ἀποστόλου, ἐπισκόπου ὀλίγα προομιλήσαν τος, εἰς τὸ, Ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι.

αʹ. Εἴδετε τὸν  γέροντα  καὶ  νέον,  γέροντα  μὲν  τῷ  σώ ματι,  νέον  δὲ  τῷ φρονήματι; εἴδετε πολιὰν ἀκμάζουσαν  καὶ γήρως τόνον σφριγῶντα; Τοιαῦτα γὰρ τὰ παρ' ἡμῖν, ἀπ' ἐναντίας τοῖς ἔξωθεν. Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν πραγμάτων τὸ γῆρας ἄχρηστον· οἷον, ὁ στρατιώτης  εἰς ταύτην  ἐλθὼν  τὴν  ἡλικίαν,  οὐ δύναται τεῖναι τόξον, οὐ βέλος ἀφεῖναι, οὔτε δόρυ σεῖσαι, οὔτε ἵππον ἀναβῆναι,  οὔτε τείχεσι  προσβαλεῖν,  οὔτε  ἄλλο   τοιοῦτον   οὐδὲν  ἐργά  σασθαι  δύναται·  καὶ  ὁ κυβερνήτης δὲ, ὅταν αὐτῷ τὸν τόνον τῆς σαρκὸς χαλάσῃ τὸ γῆρας, οὐ σχοινία τεῖναι, οὐχ ἱστία ἀναπετάσαι, οὐ μεταχειρίσασθαι κώπην, οὐ μεταθεῖναι οἴακας, οὐ μαχέσασθαι κύμασιν, οὐκ ἄλλο τι τῶν τοιούτων δυνήσεται.

Read More ->>

ΙΑ΄ Περὶ Ἐλεαζάρου καὶ ἑπτὰ παίδων.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Διάφοραι Ομιλίαι
Τόμος 63


ΙΑʹ Τοῦ αὐτοῦ ὁμιλία λεχθεῖσα, ἑτέρου προειρηκότος σφόδρα πρεσβύτου, περὶ Ἐλεαζάρου καὶ ἑπτὰ παίδων.

αʹ. Ὡς  ὡραία  ἡ  πνευματικὴ   ἐλαία  αὕτη!  τῶν  κλάδων  αὐτῆς  γεγηρακότων, ὥριμον ἡμῖν ἤνεγκε τὸν καρπόν. Οὐ γὰρ τοιαῦτα τὰ φυτὰ τῆς γῆς, οἷα τὰ δένδρα τῆς Ἐκκλησίας· ἐκεῖνα μὲν γὰρ εἰς γῆρας ἐλθόντα, τότε τὰ πλείονα τῶν φύλλων  ἀποτίθεται, τόν τε καρπὸν, ὃν ἂν ἐνέγκῃ, τοῦτον  ἔξωρόν τε φέρει καὶ ἀραιόν· ταῦτα δὲ ὅταν εἰς γῆρας ἔλθῃ, τότε μάλιστα τῷ καρπῷ βρίθεται. Ὃ δὴ καὶ ἐπὶ τοῦ σήμερον εἰρηκότος ἐστὶν ἰδεῖν· διὸ καὶ σιγᾷν ἔγνων· ἔδει γὰρ, τοσούτων γερόντων παρόντων καὶ λέγειν εἰδότων, τὸν νέον ἡσυχίαν ἄγειν. Οὕτω καὶ αἱ θεῖαι Γραφαὶ παιδεύουσιν ἡμᾶς· ὅταν μὲν γὰρ νέῳ διαλέγωνται,  φασί· Λάλησον, νεανίσκε, εἰ χρεία σου, μόλις δὶς ἐὰν ἐπερωτηθῇς· κεφαλαίωσον  ἐν  ὀλίγοις  πολλά.  Τῷ δὲ πρεσβύτῃ οὐ μετὰ  τῶν  τοιούτων  διορισμῶν διαλέγεται, ἀλλ' ἀφεὶς τὸν αὐτὸν καὶ χωρὶς τῶν τοιούτων  ὅρων συγχωρεῖ τρέχειν· καὶ τὴν ἡδονὴν δὲ πάλιν τῶν λεγομένων, ὅταν μετὰ συνέσεως λέγηται, θαυμάζουσα, οὕτως ἔφη·  Λάλησον, πρεσβύτερε, πρέπει  γάρ  σοι, ἐν  ἀκριβεῖ  δὲ  ἐπιστήμῃ,  καὶ  ἐμποδίσεις

Read More ->>

Α΄ Ερμηνεία εις τον Δανιήλ Προφήτην

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς Προφήτην Δανιήλ
Τόμος 56


Α΄  Ερμηνεία εις τον Δανιήλ Προφήτην                       

Καὶ εἶπεν ὁ βασιλεὺς Ἀσφανὲς τῷ ἀρχιευνούχῳ  αὐτοῦ εἰσαγαγεῖν ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῶν υἱῶν Ἰσραὴλ, καὶ ἀπὸ τοῦ σπέρματος τῆς βα σιλείας, καὶ ἀπὸ τῶν Φορθονμίν. Φορθονμὶν ἢ ἔθνος φησὶ, ἢ γένος· μᾶλλον δὲ ἔθνος, βάρβαρον ἴσως. Συγχωρεῖται δὲ τοῦτο, ἵνα ἀπὸ συγκρίσεως ἡ τοῦ Θεοῦ φανῇ δύναμις· καὶ ὅπερ ἐπὶ τῶν πολλῶν  ἐγένετο, καὶ ἐπὶ τῆς σοφίας. Ἵνα γὰρ μή τις τὴν Περσικὴν σοφίαν αἰτιᾶται τῶν γινομένων,  καὶ ἄλλοι μανθά νουσι μετ' αὐτῶν εἰς ἔλεγχον. Ἀπὸ γὰρ συγκρίσεως μάλιστα παρὰ τοῖς ἀνοήτοις τὰ πράγματα κρίνεται. ∆ιὸ ἀπὸ συγκρίσεως πανταχοῦ  ποιεῖ ὁ Θεός· καὶ ὅταν περὶ ἑαυτοῦ λέγῃ, οὐκ ἀπαξιοῖ τοῖς θεοῖς ἑαυτὸν παραβάλλειν,  καὶ συγκρίνειν· καὶ αὐτοὶ λέγουσιν· Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε.

Read More ->>

Βʹ Ἐν τῷ ἔτει δευτέρῳ τῆς βασιλείας Ναβουχοδονόσορ

0 σχόλια

Ιωάννης Χρυσόστομος
Είς Προφήτην Δανιήλ
Τόμος 56

Βʹ Ἐν τῷ ἔτει δευτέρῳ τῆς βασιλείας Ναβουχοδονόσορ, ἐνυπνιάσθη Ναβουχοδονόσορ ἐνύπνιον, καὶ ἐξέστη τὸ πνεῦμα αὐτοῦ, καὶ ὁ ὕπνος αὐτοῦ ἐγένετο ἐξ αὐτοῦ.


 Καὶ μὴν δωδέκατον τοῦτό ἐστιν ἔτος. Εἰ γὰρ τρία ἔτη μετὰ τὸ ἁλῶναι τὴν πόλιν ἦν, ἐκείνη δὲ ἐννάτῳ ἑάλω, δωδέκατον τοῦτό ἐστιν ἔτος. Τινές φασιν ὅτι τῷ αὐτῷ σημείῳ παρ' Ἑβραίοις καὶ οὗτος κἀκεῖνος ὁ ἀριθμὸς γίνεται.  Ἡ καὶ σφάλμα γραφικόν  ἐστιν, ἢ δευτέρῳ ἔτει παραστῆναι τοὺς  παῖδας. Ἀλλ' οὐκ ἂν ἔχοι λόγον. Πρᾶγμα δὲ συμβαί νει ἀπορώτερον. Ποῖον δὲ τοῦτο; Τὸ μὴ εἰδέναι τί ποτέ ἐστι τὸ ἐνύπνιον.  Καὶ σαφῶς τοῦτο γίνεται.  Εἰ γὰρ μὴ τοῦτο ἐγένετο, οὐκ ἂν ἐφάνη ἡ σοφία τοῦ ∆ανιήl. Ὁρῶμεν  γὰρ ὅτι  καὶ ἐκλήθη  ἂν, καὶ εἶπε  τὸ μέλλον·  ἔλεγον κἀκεῖνοι. Τῆς ἐκβάσεως οὐκ οὔσης τίς ἀληθὴς καὶ ὁ ψευδής; Καὶ τοῦτο ἐφ' ἑτέρων γυμνάζειν  χρή. Αὐτὸ δὲ τοῦτο τὸ ἐνύπνιον  παραγέσθω εἰς μέσον· λεγέτω  ἅπερ ὁ ∆ανιὴλ εἶπε, λεγέτωσαν τἀναντία κἀκεῖνοι. Πόθεν δῆλον ὅτι ψεύδεται, ἢ ἀλη θεύει;

Read More ->>

Γʹ Ἔτους ὀκτωκαιδεκάτου Ναβουχοδονόσορ ὁ βασιλεὺς ἐποίησεν εικόνα χρυσή

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς Προφήτην Δανιήλ
Τόμος 56

Γʹ Ἔτους ὀκτωκαιδεκάτου Ναβουχοδονόσορ ὁ βα σιλεὺς ἐποίησεν εἰκόνα χρυσῆν. Ὕψος αὐτῆς πηχέων ἑξήκοντα, καὶ εὖρος αὐτῆς πηχέων ἕξ· ἔστησεν αὐτὴν ἐν πεδίῳ ∆εηρᾷ ἐν χώρᾳ Βαβυλῶνος.


Καὶ Ναβουχοδονόσορ ἀπέστειλε εἰσαγαγεῖν πάντας τοὺς ὑπάτους, καὶ στρατηγοὺς, καὶ το πάρχας, ἡγουμένους καὶ τυράννους, καὶ τοὺς ἐπ' ἐξουσιῶν, καὶ πάντας τοὺς ἄρχοντας τῶν χωρῶν ἐλθεῖν εἰς τὰ ἐγκαίνια τῆς  εἰκόνος,  ἧς  ἔστησε Ναβουχοδονόσορ ὁ  βασιλεύς.  Ὅρα τὴν  ἀλή  θειαν  τῶν πραγμάτων λάμπουσαν· καίτοι τίς οὐκ ἂν αἰσχυνθῇ τοῦτο ἀποκαλύψαι; Τί λέγεις; ὁ προσκυνή  σας, ὁ  μάννα  σπείσας, ὁ  τὸν  Θεὸν  οὕτω  τιμῶν,  καὶ  θαυμάσας  καὶ ὑπερεκπλαγεὶς, οὗτος, οὐδὲ μακροῦ παρελθόντος χρόνου, εὐθέως ἐπὶ τὴν προτέραν ἐπαν έρχεται πλάνην;  Καλῶς γε. Οὐ γὰρ αὐτὸν  κατεπλή  ξατε τοῖς σημείοις· ἀλλ' οὐδὲν τούτων ἐνενόησαν, ἀλλ' ἓν μόνον ὁρῶσιν, ὅπως γυμνὴν τὴν ἀλήθειαν παρακατάθωνται.

Read More ->>

∆ʹ Ἐγὼ Ναβουχοδονόσορ εὐθηνῶν ἤμην ἐν τῷ οἴκῳ μου

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς Προφήτην Δανιήλ
Τόμος 56

∆ʹ Ἐγὼ Ναβουχοδονόσορ εὐθηνῶν ἤμην ἐν τῷ οἴκῳ μου, καὶ εὐθαλῶν ἐπὶ τοῦ θρόνου μου, καὶ  πίων ἐν τῷ λαῷ μου.

Τίνος ἕνεκεν οὕτω τοῦτο ἔ γραψεν, καὶ οὐχὶ ἔγραψεν· Ναβουχοδονόσορ ἦν εὐθη νῶν, ἀλλ' ὡς ἐκ προσώπου ἐκείνου; Ἐμοὶ δοκεῖ ταῦτα τὰ ῥήματα αὐτοῦ εἶναι τοῦ Ναβουχοδονόσορ. Ἐπειδὴ γὰρ ἀνήνεγκεν ἀπ' ἐκείνης  τῆς  πλάνης,   ἐν  δημοσίοις  αὐτὰ  κατέθετο  γράμματα  ἴσως.  Αὐτὸ  οὖν σύνταγμα, ὥστε ἀξιόπιστον γενέσθαι, παράγει ὁ ∆ανιήλ. Τῇ γὰρ τῶν  ἀνθρώπων φύσει αὐτὸς ὁ πεπονθὼς διαλέγεται. Καὶ θέα μοι πόση παίδευσις γίνεται κατὰ τῶν ὑπερηφάνων. Ἀπὸ γὰρ ὑπερηφανίας πέπονθεν ἅπερ ἔπαθεν, καὶ δείκνυσι τὴν αἰτίαν τῆς ὑπερηφα νίας ἀπό τε τοῦ τέλους καὶ τῆς ἀρχῆς· ἐν μὲν τῷ τέλει λέγων,  Ὅτι πάντας τοὺς ὑπερηφάνους  δύναται  ταπεινῶσαι· ἐν ἀρχῇ δὲ καὶ ἐκ προοιμίων  τὴν αἰτίαν  τῆς  ὑπερηφανίας  διδάσκων.

Read More ->>

Εʹ Βαλτάσαρ ὁ βασιλεὺς ἐποίησε δεῖπνον μέγα

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς Προφήτην Δανιήλ
Τόμος 56

Εʹ Βαλτάσαρ ὁ βασιλεὺς ἐποίησε δεῖπνον  μέγα τοῖς μεγιστᾶσιν αὐτοῦ χιλίοις, καὶ κατέναντι  τῶν χιλίων  ὁ οἶνος.

Πίνων Βαλτάσαρ ὁ βασιλεὺς εἶ πεν ἐν τῇ γεύσει τοῦ οἴνου, τοῦ ἐνεγκεῖν τὰ σκεύη τὰ χρυσᾶ, καὶ τὰ ἀργυρᾶ, ἃ ἐξήνεγκε Να βουχοδονόσορ ὁ πατὴρ αὐτοῦ ἐκ τοῦ ναοῦ τοῦ ἐν Ἱερουσαλὴμ, καὶ πιέτωσαν  ἐν αὐτοῖς  ὁ βασιλεὺς, καὶ οἱ μεγιστᾶνες  αὐτοῦ, καὶ οἱ παράκοιτοι, καὶ αἱ παλλακαὶ αὐτοῦ. Καὶ ἠνέχθησαν  τὰ σκεύη τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, ἃ ἐξήνεγκε Ναβουχοδονόσορ ἐκ τοῦ ναοῦ  τοῦ Θεοῦ ἐν Ἱερουσαλήμ· καὶ ἔπινον  ἐν αὐτοῖς  ὁ βασιλεὺς, καὶ οἱ μεγιστᾶνες αὐτοῦ, καὶ οἱ παράκοιτοι αὐτοῦ, καὶ αἱ παλλακαὶ αὐτοῦ. Καὶ ἔπινον οἶνον, καὶ ᾔνεσαν τοὺς θεοὺς τοὺς χρυσοῦς, καὶ ἀργυροῦς, καὶ χαλκοῦς, καὶ σιδη ροῦς, καὶ ξυλίνους, καὶ λιθίνους. Εἶδες αὐτὰ λαμ βανόμενα; Ἀλλ' ὅρα αὐτῶν τὴν ἰσχὺν, καὶ μετὰ τὸ ἁλῶναι, καὶ τεθῆναι ἐν τῷ εἰδωλείῳ.  Ἔστω κατὰ γνώμην ἐκεῖνος αὐτοῦ. ∆ιὰ τί καὶ τούτῳ; ∆ιὰ τὰς ἁμαρτίας ἐλήφθη ταῦτα· ἔδωκαν δίκην.

Read More ->>

ΣΤʹ Καὶ ὁ βασιλεὺς κατέστησεν αὐτὸν ἐφ' ὅλης τῆς βασιλείας αὐτοῦ.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς Προφήτην Δανιήλ
Τόμος 56


ΣΤʹ Καὶ ὁ βασιλεὺς κατέστησεν αὐτὸν  ἐφ' ὅλης  τῆς  βασιλείας  αὐτοῦ.

 Καὶ οἱ τακτικοὶ καὶ οἱ σα τράπαι ἐζήτουν πρόφασιν εὑρεῖν κατὰ ∆ανιὴλ ἐκ τῆς βασιλείας. Καὶ πᾶσαν πρόφασιν καὶ παρά πτωμα οὐχ εὗρον κατ' αὐτοῦ, ὅτι πιστὸς ἦν· τουτέστι καὶ εὔνους τῷ βασιλεῖ ἦν. Ἢ, Ὅτι πιστὸς ἦν· τουτέστι, ἐθάῤῥει τῷ Θεῷ, κἀκεῖνος πάντα ἐκυ βέρνα· Θεοῦ δὲ κυβερνῶντος, τίς ἂν γένοιτο βλάβη; Τί οὖν φησι; Εἶπον οἱ τακτικοὶ ἐκεῖνοι, Οὐχ εὑρή σομεν κατὰ ∆ανιὴλ πρόφασιν, εἰ μὴ ἐν νομίμοις Θεοῦ αὐτοῦ.  Οὐδὲν, φησὶ, δυνατὸν  εὑρεῖν.  ∆ιὰ τί; Μὴ οὐκ ἄνθρωπός  ἐστιν; ἐν  πᾶσιν ἄπταιστος γέγονεν; Τὸ μέλλον ἄδηλον, καὶ ὑπὲρ τῶν μελλόντων  πῶς ἀπο φαίνεσθε; Καί φησι, Πεῖραν ἐλάβομεν ἀπὸ τῶν  πρα γμάτων.  Εἰ μὴ ἐν νομίμοις, φησὶ, Θεοῦ αὐτοῦ, οὐχ εὑρήσομεν πρόφασιν. Καὶ μὴν ἐκεῖ ἄληπτος πολλῷ πλέον. Συγχωρεῖ τὸν πειρασμὸν ὁ Θεὸς πρὸς δοκιμήν.

Read More ->>

Ζʹ Ἐν τῷ πρώτῳ ἔτει Βαλτάσαρ, βασιλέως Χαλδαίων, ∆ανιὴλ ἐνύπνιον είδεν

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς Προφήτην Δανιήλ
Τόμος 56

Ζʹ Ἐν τῷ πρώτῳ ἔτει Βαλτάσαρ, βασιλέως Χαλδαίων, ∆ανιὴλ ἐνύπνιον  εἶδεν· καὶ αἱ ὁράσεις τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τῆς κοίτης αὐτοῦ, καὶ τὸ ἐν ύπνιον ἔγραψεν. Ἀρχὴ λόγων αὐτοῦ.

 Καὶ ἀπο κριθεὶς εἶπεν· Ἐγὼ ∆ανιὴλ ἐθεώρουν ἐν τῇ ὁράσει μου τῆς νυκτός· καὶ ἰδοὺ οἱ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ προσέβαλλον εἰς τὴν θάλασσαν τὴν  μεγάλην.  Καὶ τέσσαρα θηρία  μεγάλα  ἀνέβαινεν  ἐκ  τῆς  θαλάσσης, διαφέροντα ἀλλήλων.  Τὸ πρῶτον, ὡσεὶ λέαινα, καὶ πτερὰ αὐτῆς ὡσεὶ ἀετοῦ. Ἐθεώ ρουν ἕως οὗ ἐξετίλαντο  τὰ πτερὰ αὐτῆς, καὶ ἐξ ήρθη ἀπὸ τῆς γῆς, καὶ ἐπὶ ποδῶν ἀνθρώπου  ἐστά θη,  καὶ  καρδία  ἀνθρώπου  ἐδόθη  αὐτῇ.  Καὶ ἰδοὺ  θηρίον  ἕτερον ὅμοιον ἄρκῳ, καὶ εἰς μέρος ἓν ἐστά θη· καὶ τρία πλευρὰ ἐν τῷ στόματι αὐτῆς, ἀνὰ μέσον τῶν ὀδόντων  αὐτῆς. Καὶ οὕτως ἔλεγον αὐτῇ· Ἀνάστα, φάγε σάρκας πολλάς. Ὀπίσω τούτου ἐθεώρουν, καὶ ἰδοὺ ἕτερον θηρίον ὡσεὶ πάρδαλις· καὶ αὐτῇ πτερὰ τέσσαρα πετεινοῦ  ὑπεράνω  αὐτῆς, καὶ τέσσαρες κεφαλαὶ  τῷ  θηρίῳ,  καὶ ἐξουσία ἐδόθη  αὐτῷ.

Read More ->>

Θʹ Ἐν τῷ πρώτῳ ἔτει ∆αρείου, τοῦ υἱοῦ Ἀσσουήρου, ἀπὸ τοῦ σπέρματος

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς Προφήτην Δανιήλ
Τόμος 56


Θʹ Ἐν τῷ πρώτῳ ἔτει ∆αρείου, τοῦ υἱοῦ Ἀσσουήρου, ἀπὸ τοῦ σπέρματος Μήδων, ὃς ἐβασίλευσεν ἐπὶ τὴν βασιλείαν Χαλδαίων, ἐν ἔτει ἑνὶ τῆς βα σιλείας αὐτοῦ, ἐγὼ ∆ανιὴλ  συνῆκα ἐν ταῖς  βί βλοις  τὸν  ἀριθμὸν  τῶν  ἐτῶν,  περὶ οὗ ἐγενήθη  λόγος Κυρίου πρὸς Ἱερεμίαν τὸν προφήτην, εἰς συμπλήρωσιν ἐρημώσεως τῆς Ἱερουσαλὴμ ἑβδομήκοντα  ἔτη.


Καὶ ἔδωκα  τὸ  πρόσωπόν  μου  πρὸς  Κύριον τὸν  Θεὸν, τοῦ ἐκζητῆσαι προσευχὴν καὶ δέησιν ἐν νηστείαις καὶ σάκκῳ καὶ σποδῷ. Οὗτος ὁ Μῆδος ∆αρεῖος. Πρῶτον δὲ ἔτος οὐχὶ τῆς βασιλείας αὐτοῦ φησι· οὐ γὰρ εἶπεν, ἐν τῷ πρώτῳ τῆς βασιλείας αὐτοῦ, ἀλλ',  Ἐν τῷ πρώτῳ ἔτει ∆αρείου, ἐν ἑνὶ ἔτει τῆς βασιλείαςαὐτοῦ, ὥστε δυνατὸν λέγε σθαι καὶ πρῶτον ἔτος, βασιλεύοντος μὲν αὐτοῦ, τότε δὲ ἀνελόντος  ἴσως  τοὺς  περὶ  Βαλτάσαρ. Ἐγὼ  ∆ανιὴλ  συνῆκα  ἐν  ταῖς  βίβλοις  τὸν ἀριθμὸν τῶν ἐτῶν. Τουτέστι, τὴν σφαγήν. Καὶ ἀνελογισάμην.  Ὅρα αὐτὸν πρὸ τῆς προθεσμίας οὐ τολμῶντα προσελθεῖν τῷ ∆εσπότῃ. Ἀλλ' οἱ μὲν τρεῖς παῖδες ποιοῦσιν αὐτὸ ἐν τῇ καμίνῳ· οὗτος δὲ ἐν τῷ λάκκῳ οὐδὲν ἐποίησε. Τί οὖν; ἢ ἐκεῖνοι κακῶς, ἢ οὗτος; Οὐδέτεροι.

Read More ->>

Ιʹ. Ἐν ἔτει τρίτῳ τοῦ βασιλέως Περσῶν Κύρου λόγος ἀπεκαλύφθη

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς Προφήτην Δανιήλ
Τόμος 56


Ιʹ. Ἐν ἔτει τρίτῳ τοῦ βασιλέως Περσῶν Κύρου λόγος ἀπεκαλύφθη τῷ ∆ανιὴλ, οὗ τὸ ὄνομα  ἐπ εκλήθη  Βαλτάσαρ. Καὶ ἀληθινὸς  ὁ λόγος· καὶ δύναμις  μεγάλη  καὶ σύνεσις ἐδόθη αὐτῷ  ἐν  τῇ ὀπτασίᾳ.

Ἐν ταῖς  ἡμέραις ἐκείναις  ἐγὼ  ∆ανιὴλ  ἤμην πενθῶν  τρεῖς ἑβδομάδας. Ἄρτον ἐπιθυμιῶν  οὐκ ἔφαγον,  καὶ κρέα καὶ οἶνος  οὐκ εἰσῆλθον  εἰς  τὸ στόμα μου, καὶ ἄλειμμα  οὐκ ἠλειψάμην  ἕως  τριῶν  ἑβδομάδων ἡμερῶν. Τίνος ἕνεκεν  πάλιν  πεν θεῖ; Εἰ γὰρ τὸ πρῶτον  ἔτος Κύρου ἀνέβη, τίνος ἕνεκεν πενθεῖ; καὶ πάσας ἡμέρας, εἰκὸς μίαν; πάλιν οὐδὲν ἀκούει, ὑπὲρ ὧν εὔχεται. Ἐμοὶ δοκεῖ, ὅτι εὔχεται ὥστε λυθῆναι τὰ δεινὰ ταῦτα. Ἀλλ' οὐδὲν τοιοῦτον ὁ Θεός· καὶ λέγει σαφέστερον αὐτό. Μᾶλλον δὲ ὥστε πάντας ἀνελθεῖν εὔχεται. Εἰ καὶ μεγάλα τὰ δεινὰ, καὶ ἐβούλετο ἀποβαλεῖν τὴν πατρίδα. Οὕτως δὲ σα φέστερον αὐτὸ λέγει, καὶ ἀκριβέστερον. Ὅρα δὴ παν ταχοῦ τὸν ∆ανιὴλ οὐχ ἁπλῶς  ἐπιτυγχάνοντα  τῶν ὄψεων, ἀλλὰ μετὰ νηστειῶν. Ὅτε ἔδει τὸ ὄναρ μα θεῖν, νηστεία προηγήσατο.

Read More ->>

Ερμηνεία είς τον Προφήτην Ησαίαν

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς τόν Προφήτη Ησαία Ομιλίαι
Τόμος 56


Ερμηνεία είς τον Προφήτην Ησαίαν
Πρόλογος

Τοῦ προφήτου τούτου τὸ ἐξαίρετον μάλιστα μὲν καὶ αὐτόθεν ἔστιν ἰδεῖν, δείκνυσι  δὲ αὐτὸ ἐντελέστερον  ὁ πάντων  ἀκριβέστερον τὰς ἀρετὰς αὐτοῦ  εἰδὼς Παῦλος, ἅτε Πνεύματι τοσούτῳ φθεγγόμενος. Τὴν γὰρ ἐλευθεροστομίαν αὐτοῦ καὶ τὸ φρόνημα τὸ ἀδούλωτον καὶ τὴν ὑψηλὴν γνώμην καὶ τὴν πολλὴν ἐν τῇ περὶ τοῦ Χριστοῦ προφητείᾳ σαφήνειαν ἐνδεικνύμενος, ἅπαντα ταῦτα ἑνὶ ῥήματι παρέστησεν εἰπών·  Ἡσαΐας δὲ ἀποτολμᾷ  καὶ λέγει·  Εὑρέθην τοῖς  ἐμὲ μὴ ζητοῦσιν· ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν. Πολὺ δὲ αὐτοῦ καὶ τὸ συμπαθές. Οὐ γὰρ δὴ μόνον κατεξανίστατο τῆς τοῦ δήμου μανίας, οὐδὲ ἐλευθέρᾳ γλώττῃ καὶ ὑψηλοτέρᾳ γνώμῃ τὰ μέλλοντα αὐτοὺς καταλήψεσθαι λυπηρὰ μετὰ πολλῆς ἀπήγγειλε τῆς παρρησίας, ἀλλὰ  καὶ ἐν  αὐταῖς  ταῖς  τῶν  πραγμάτων  περιστάσεσιν αὐτῶν  οὐκ ἔλαττον  τῶν ἐμπιπτόντων  ἐν αὐταῖς ἤλγει καὶ ἐδάκνετο καὶ πικρότερον τῶν ἁλόντων  ὠδύρετο. Καὶ πάντων δέ, ὡς εἰπεῖν, τῶν προφητῶν καὶ τῶν ἁγίων τοιοῦτον τὸ ἦθος· πατέρων φιλοστοργίαν  τῇ περὶ τοὺς ἀρχομένους  ἀπέκρυψαν  διαθέσει καὶ τὴν τῆς φύσεως τυραννίδα   ἐκ  πολλοῦ  τοῦ  περιόντος  ὑπερηκόντισαν.

Read More ->>

Αʹ Ὅρασις, ἣν εἶδεν Ἡσαΐας

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς τόν Προφήτη Ησαία Ομιλίαι
Τόμος 56

Αʹ Ὅρασις, ἣν εἶδεν Ἡσαΐας

Ὅρασιν καλεῖ τὴν προφητείαν, ἢ διὰ τὸ πολλὰ τῶν  ἐκβησομένων  ἐπ'  αὐτῆς  ὁρᾷν  τῆς  ὄψεως·  ὡς  ὁ  Μιχαίας  εἶδε  τὸν  λαὸν ἐσπαρμένον· καὶ ὁ Ἰεζεκιὴλ τὴν αἰχμαλωσίαν  καὶ τὴν παρανομίαν τῶν τὸν ἥλιον προσκυνούντων  καὶ τὸν Θαμούζην· ἢ διὰ τὸ τὴν ἀκοὴν τῶν προφητῶν τὴν ἐκ τοῦ Θεοῦ γενομένην  αὐτοῖς μηδὲν ἔλαττον ἔχειν τῆς ὄψεως, ἀλλ' ὁμοίως πληροφορεῖν, ὅπερ ἐν τοῖς βιωτικοῖς  οὐκ ἔνι. Ὅτι γὰρ ἑτέρως ἤκουον παρὰ τοὺς λοιποὺς  τῶν ἀνθρώπων, φησί· Προσέθηκέ μοι ὠτίον ἀκούειν. Ποιεῖ δὲ καὶ τὸν λόγον ἀξιόπιστον, ὅρασιν εἰπών,  καὶ ἀνίστησι τὸν ἀκροατὴν καὶ παραπέμπει πρὸς τὸν τὰ πράγματα δείξαντα. Ἔθος γὰρ αὐτοῖς ἅπασι τοῖς παρὰ τοῦ Θεοῦ διαπορθμεύουσι τὰ λεγόμενα, τοῦτο πρὸ τῶν ἄλλων κατασκευάζειν, ὡς οὐδὲν οἴκοθεν φθέγγονται, ἀλλ' ὅτι θεῖοι χρησμοί τινές εἰσι τὰ λεγόμενα καὶ γράμματα ἐκ τῶν οὐρανῶν καταβάντα. Οὕτω καὶ ὁ ∆αυΐδ φησιν· Ἡ γλῶσσά μου κάλαμος γραμματέως  ὀξυγράφου.

Read More ->>

Βʹ Ὁ λόγος ὁ γενόμενος πρὸς Ἡσαΐαν υἱὸν Ἀμώς.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς τόν Προφήτη Ησαία Ομιλίαι
Τόμος 56

Βʹ Ὁ λόγος ὁ γενόμενος πρὸς Ἡσαΐαν υἱὸν Ἀμώς.

Ἐντεῦθεν δῆλον ὡς οὐ πάσας ὑφ' ἓν τὰς προφητείας εἰρήκασιν, ἀλλὰ κατὰ διαφόρους ἐμπνεόμενοι καιροὺς περικοπάς τινας  ἀπήγγελλον,  αἳ συντεθεῖσαι ὕστερον ὑφ' ἓν ὁλόκληρον  βιβλίον ἐποίησαν. ∆ιὸ καὶ οὕτως ἄρχεται. Οὐκ ἐντεῦθεν  δὲ μόνον  τοῦτο δῆλον  ἔσται καὶ σαφὲς ἡμῖν, ἀλλ' ἐξ ὧν προϊὼν καὶ τοὺς καιροὺς ἐπισημαίνεται, νῦν μὲν λέγων· Τοῦ ἐνιαυτοῦ, οὗ εἰσῆλθε Νάθαν εἰς Ἄζωτον· νῦν δὲ λέγων· Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν  Ὀζίας ὁ βασιλεύς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου.  Οὐ γὰρ  ὥσπερ  αἱ  Ἐπιστολαὶ  αἱ  Παύλου  καὶ  τὰ  Εὐαγγέλια  ὑφ'  ἓν συνετέθησαν, οὕτω  δὴ καὶ αἱ προφητεῖαι,  ἀλλ' ὅπερ ἔφθην  εἰπών,  ἐν διαφόροις καιροῖς. Ὅθεν καὶ ἀπ'  ἀρχῆς ἑτέρας ἄρχεται τοῦ λόγου. Καὶ οὐ διὰ τοῦτο μόνον, ἀλλὰ καὶ διὰ τὸ τὴν ὑπόθεσιν, περὶ ἧς μέλλει διαλέγεσθαι, σφόδρα ἀπηρτῆσθαι τῶν προειρημένων καὶ ὑψηλοτέραν εἶναι.

Read More ->>

Γʹ Ἰδοὺ δὴ ὁ ∆εσπότης Κύριος Σαβαὼθ ἀφελεῖ

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς τόν Προφήτη Ησαία Ομιλίαι
Τόμος 56


Γʹ Ἰδοὺ δὴ ὁ ∆εσπότης Κύριος Σαβαὼθ ἀφελεῖ  ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν

Καθάπερ ἰατρὸς ἄριστος νῦν μὲν καίων, νῦν δὲ τέμνων, νῦν δὲ πικρὰ διδοὺς φάρμακα, μεθοδεύει τῶν ἀρρωστούντων τὴν ὑγίειαν· οὕτω δὴ καὶ ὁ φιλάνθρωπος  Θεός, ποικίλαις  καὶ διαφόροις τιμωρίαις τὸ διαρρέον καὶ ἀναπεπτωκὸς  τῶν  Ἰουδαίων  ἐπισφίγγων  νῦν  μὲν  τῇ  τῶν  βαρβάρων ἐφόδῳ φοβεῖ  τοὺς  ἀγνώμονας,  νῦν  δὲ  καὶ  πρὸ τῆς  ἐκείνων  ἐπιθέσεως  ἑτέραις  αὐτοὺς ἀπειλαῖς καταστέλλει, τῇ ποικιλίᾳ τῶν ἀπειλῶν ἀκμάζοντα διατηρῶν ἐν αὐτοῖς τὸν φόβον. Νῦν γοῦν ἀσθένειαν αὐτοὺς ἀπειλεῖ καὶ λιμὸν καὶ αὐχμόν, οὐχὶ τῶν ἀναγκαίων,  ἀλλὰ καὶ ἐκείνων  τῶν  οὐδὲν ἔλαττον  τῶν  ἐπιτηδείων  τὴν ἡμετέραν συνεχόντων   ζωήν.  Οὐ γὰρ  δὴ  λιμὸς  χαλεπὸν  μόνον,  ἀλλὰ  καὶ  τὸ  ἐν  ἐρημίᾳ καθεστάναι τῶν κυβερνώντων τὰ πράγματα· ὃ καὶ τὴν εὐθηνίαν λιμοῦ χαλεπωτέραν ἀποφαίνειν   εἴωθε. 

Read More ->>

Εʹ Ἄσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ μου

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς τόν Προφήτη Ησαία Ομιλίαι
Τόμος 56

 Εʹ Ἄσω δὴ  τῷ  ἠγαπημένῳ  ᾆσμα τοῦ  ἀγαπητοῦ  μου  τῷ  ἀμπελῶνί  μου

Φοβήσας τοῖς λυπηροῖς, εὐφράνας  τοῖς χρηστοῖς, ποικίλην  τὴν θεραπείαν ἐργασάμενος,  εἰς  ἀρχὴν  πάλιν   ἑτέραν  ἀνάγει  τὸν  λόγον,  ἀρχὴν  ἐοικυῖαν  τῷ προοιμίῳ τῆς προφητείας.  Καθάπερ γὰρ ἀρχόμενος τὰς εὐεργεσίας ἀπήγγειλε  τοῦ Θεοῦ τὰς  εἰς  αὐτοὺς  γεγενημένας,  λέγων·  Υἱοὺς ἐγέννησα  καὶ  ὕψωσα,  καὶ  τὰς παρανομίας  τὰς ὑπ' αὐτῶν  τολμηθείσας ἐπάγων  καὶ προστιθείς, ὅτι· Αὐτοὶ δή με ἠθέτησαν καὶ ὅτι· Ἰσραὴλ δέ με οὐκ ἔγνω καὶ ὁ λαός μου ἐμὲ οὐ συνῆκεν· οὕτω δὴ καὶ ἐνταῦθα  λέξεσιν μὲν ἑτέραις, νοήμασι δὲ τοῖς αὐτοῖς τὰ αὐτὰ τοῖς προτέροις ἐνδείκνυται.  Ἀλλὰ τίνος ἕνεκεν κατηγορεῖν  μέλλων,  ᾆσμα τὴν κατηγορίαν  καλεῖ; Μωϋσῆς μὲν γὰρ εἰκότως τοῦτο ἐποίησε μετὰ τῆς Μαρίας, ἅτε τὴν ἐπινίκιον μέλλων ᾄδειν ᾠδὴν καὶ εἰκότως οὕτως ἀρχόμενος ἔλεγεν· Ἄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται, ἵππον  καὶ ἀναβάτην  ἔρριψεν εἰς θάλασσαν.

Read More ->>

ΣΤ΄Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς τόν Προφήτη Ησαία Ομιλίαι
Τόμος 56

ΣΤ΄Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς

Τί δήποτε τοὺς μὲν  ἄλλους  χρόνους  ἀπὸ τῆς  ζωῆς  τῶν  βασιλέων,  τοῦτον  δὲ ἀπὸ τῆς  τελευτῆς χαρακτηρίζει νῦν ὁ προφήτης; Οὐ γὰρ εἶπεν· Ἐγένετο ἐν ταῖς ἡμέραις Ὀζίου, οὐδέ, ἐν τῇ βασιλείᾳ Ὀζίου, ἀλλ' Ἐγένετο ἡνίκαἀπέθανε.  Τί δήποτε  ἐν  τούτῳ  ποιεῖ; Οὐχ ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν, ἀλλά τι ἀπόρρητον ἡμῖν αἰνίττεται. Τί δὲ τοῦτό ἐστιν; Ὀζίας οὗτος τῇ τῶν  γεγενημένων  εὐπραγίᾳ μεθύων  καὶ ὑπὸ τῆς εὐημερίας ὀγκούμενος, μεῖζον  τῆς  ἀξίας  ἐφρόνησε. Καὶ ἐπειδὴ  βασιλεὺς  ἦν,  ἐνόμισεν  αὑτῷ  προσήκειν ἱερᾶσθαι καὶ ἐπεπήδησε τῷ ναῷ καὶ εἰς τὰ ἅγια τῶν ἁγίων εἰσῆλθε καὶ τοῦ ἱερέως κωλύοντος   καὶ  ἀπαγορεύοντος  αὐτῷ  τὴν  ἐκεῖσε  εἴσοδον,  οὐκ  ἠνέσχετο,  ἀλλ' ἐπέμεινε τῇ μανίᾳ, ὀλίγον τοῦ ἱερέως ποιούμενος λόγον. Ταύτης ἕνεκεν τῆς ἀναισχυντίας  ἐπαφῆκεν  αὐτῷ  λέπραν  ὁ Θεὸς κατὰ τοῦ μετώπου.

Read More ->>

Ζʹ Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἄχαζ τοῦ Ἰωαθὰν

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς τόν Προφήτη Ησαία Ομιλίαι
Τόμος 56

Ζʹ Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἄχαζ τοῦ Ἰωαθὰν τοῦ Ὀζίου βασιλέως Ἰούδα

Ὅπερ πολλάκις εἶπον, τοῦτο καὶνῦν ἐρῶ, ὅτι τὸ παλαιὸν αἱ προφητεῖαι οὐ διὰ τοῦτο ἐγίνοντο, ἵνα ἁπλῶς οἱ Ἰουδαῖοι τὰ μέλλοντα μάθωσιν, ἀλλ' ἵνα μαθόντες, ἐντεῦθεν κερδάνωσι καὶ τῷ φόβῳ τῆς ἀπειλῆς γένωνται  σωφρονέστεροι καὶ τῇ τῶν ἀγαθῶν ὑποσχέσει προθυμότεροι περὶ τὴν τῆς ἀρετῆς ἐργασίαν, ἑκατέρωθεν  μανθάνοντες τοῦ Θεοῦ τήν τε δύναμιν καὶ τὴν περὶ αὐτοὺς κηδεμονίαν. Καὶ γὰρ ταύτης ἕνεκεν τῆς αἰτίας προελέγετο τὰ λεγόμενα, καὶ ἵνα μὴ νομίσωσιν ἁπλῶς καὶ ὡς ἔτυχε τὰ συμβαίνοντα  ἐπιέναι,  κατά τινα  ἀκολουθίαν  φύσεως  ἢ πραγμάτων  φοράν,  ἀλλὰ εἰδῶσιν,  ὅτι  ἄνωθεν  καὶ ἐκ τῆς  τοῦ Θεοῦ ψήφου  ταῦτα  ἑκάτερα γίγνεται·  ὅπερ αὐτοὺς τὰ μέγιστα εἰς θεογνωσίαν  ὠφέλει.  Ἀλλ' ἐπειδή, καθάπερ καὶ ἔμπροσθεν ἔφθην εἰπών, ἡ προφητεία οὐκ ἐν αὐτῷ τῷ καιρῷ τὴν ἀπόδειξιν εἶχεν, ἀλλὰ τὰ μὲν ῥήματα τότε ἐλέγετο, τὰ δὲ πράγματα μακροῖς ὕστερον ἔμελλον ἐκβήσεσθαι χρόνοις,

Read More ->>

Ηʹ Καὶ εἶπε Κύριος πρός με· λαβὲ σεαυτῷ τόμον χάρτου καινόν

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς τόν Προφήτη Ησαία Ομιλίαι
Τόμος 56

Ηʹ Καὶ εἶπε Κύριος πρός με· λαβὲ σεαυτῷ τόμον χάρτου καινόν, μέγαν, καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου, τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων. Πάρεστι γάρ· καὶ  μάρτυράς  μοι  ποίησον  πιστοὺς  ἀνθρώπους,  τὸν  Οὐρίαν τὸν  ἱερέα, καὶ Ζαχαρίαν υἱὸν Βαραχίου. Καὶ προσῆλθον πρὸς τὴν προφῆτιν καὶ ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν  υἱόν.  Καὶ εἰπέ  μοι Κύριος· Κάλεσον τὸ ὄνομα  αὐτοῦ, ταχέως  σκύλευσον, ὀξέως  προνόμευσον.  ∆ιότι  πρὶν  ἢ  γνῶναι  τὸ  παιδίον  καλεῖν  πατέρα  ἢ  μητέρα, λήψεται  δύναμιν  ∆αμασκοῦ, καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι  βασιλέως Ἀσσυρίων.

∆οκεῖ μὲν ἀπηρτῆσθαι κατὰ τὴν λέξιν ταυτὶ τὰ δύο προστάγματα, καὶ μηδὲν κοινὸν ἔχειν πρὸς ἄλληλα· εἰ δέ τις ἀκριβῶς ἐξετάσειε τῶν νοημάτων τὴν δύναμιν, πολλὴν ὄψεται  τὴν  συνέχειαν  καὶ  τὸν  σκοπὸν ἕνα.  Ἀναγκαῖον  δὲ πρῶτον  εἰπεῖν,  τίνος ἕνεκεν τὸ τῆς προφητείας εἶδος εἰς τὸν τῶν ἀνθρώπων  εἰσηνέχθη βίον.

Read More ->>

Ἔπαινος τῶν ἀπαντησάντων ἐν τῇ ἐκκλησίᾳ, καὶ περὶ εὐταξίας

0 σχόλια

Ιωάννης Χρυσόστομος
Είς τόν Προφήτη Ησαία Ομιλίαι
Τόμος 56


Ἔπαινος τῶν ἀπαντησάντων ἐν τῇ ἐκκλησίᾳ, καὶ περὶ εὐταξίας ἐν ταῖς δοξολογίαις καὶ εἰς τό· "Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου."

Πολλὴν ὁρῶ τὴν σπουδὴν ἐνδεικνυμένους  ὑμᾶς εἰς ἔργον ἀγαγεῖν τὰ πρῴην ἡμῖν εἰρημένα. ∆ιὰ τοῦτο τοίνυν ἀόκνως τὰ τῆς διδασκαλίας κἀγὼ καταβάλλομαι σπέρματα, χρησταῖς ἐντεῦθεν ταῖς ἐλπίσι τρεφόμενος. Καὶ γὰρ ὁ γεωργός, ὁπόταν πόνῳ μὲν τὰ σπέρματα καταβάλῃ εὐφοροῦσαν δὲ τὴν γῆν καὶ τὰ λήϊα κομῶντα θεάσηται, τῶν πρῴην ἐπιλανθάνεται κόπων καὶ πρὸς τὴν ἑξῆς ἐργασίαν τε καὶ συντήρησιν τῷ προσδοκωμένῳ διανίσταται κέρδει. Καίτοι πόσον ποριμωτέρα καὶ ἐπικερδὴς αὕτη καθέστηκεν ἡ γεωργία; Ἐκείνη μὲν γὰρ τῶν καρπῶν τῶν αἰσθητῶν περιποιουμένη  τὴν ἀφθονίαν,

Read More ->>

ἰς τὴν ῥῆσιν τῶν Παραλειπομένων τὴν λέγουσαν· "Ὑψώθη ἡ καρδία Ὀζίου",

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς τόν Προφήτη Ησαία Ομιλίαι
Τόμος 56


Εἰς τὴν ῥῆσιν τῶν Παραλειπομένων τὴν λέγουσαν· "Ὑψώθη ἡ καρδία Ὀζίου", καὶ περὶ ταπεινοφροσύνης, καὶ ὅτι χρὴ μὴ θαρρεῖν τὸν ἐνάρετον, καὶ ὅσον κακὸν ἡ ἀπόνοια.

Εὐλογητὸς ὁ Θεός, καὶ ἐπὶ τῆς γενεᾶς  τῆς ἡμετέρας ἐβλάστησαν μάρτυρες, κατηξιώθημεν  καὶ ἡμεῖς ἀνθρώπους ἰδεῖν ὑπὲρ Χριστοῦ σφαττομένους, αἷμα στάζοντας ἅγιον, τὴν Ἐκκλησίαν ἅπασαν ἄρδον, αἷμα στάζοντας, δαίμοσι μὲν φοβερόν, ἀγγέλοις δὲ ποθεινόν,    ἡμῖν   δὲ   σωτήριον.   Κατηξιώθημεν   ἰδεῖν   ἀνθρώπους    ὑπὲρ   εὐσεβείας παλαίοντας,  στεφανουμένους.  Οὐκ ἰδεῖν  δὲ κατηξιώθημεν  μόνον,  ἀλλὰ  καὶ αὐτὰ τὰ σώματα τῶν  ἀθλητῶν  δέξασθαι, καὶ παρ' ἑαυτοῖς τοὺς στεφανίτας  ἔχομεν  νῦν. Ἀλλὰ τὸν μὲν περὶ τῶν μαρτύρων λόγον ἀφήσωμεν νῦν τῷ τῶν μαρτύρων ζηλωτῇ, τῷ κοινῷ διδασκάλῳ·   αὐτοὶ   δὲ   τὰ   κατὰ   τὸν   Ὀζίαν   πρὸς   ὑμᾶς   ἐροῦμεν   νῦν,   παλαιὸν καταβάλλοντες  χρέος  καὶ χρονίους  ὠδῖνας  ἀκροάσεως λύοντες.

Read More ->>

Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς τόν Προφήτη Ησαία Ομιλίαι
Τόμος 56

Εἰς τὸ ῥητὸν τοῦ προφήτου Ἡσαΐου τὸ λέγον· "Ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου", καὶ ἔπαινος τῆς πόλεως τῆς Ἀντιοχείας, καὶ κατὰ κωλυόντων  τὸν γάμον ἔνθεος ἀπόδειξις.

 Λαμπρὸν ἡμῖν τήμερον τὸ θέατρον γέγονε καὶ φαιδρὸς ὁ σύλλογος. Τί ποτε ἄρα τὸ αἴτιον; Τῶν χθὲς σπερμάτων καρπὸς ὁ σήμερον θερισμός. Χθὲς ἐφυτεύσαμεν καὶ σήμερον τρυγῶμεν. Οὐ γὰρ γῆν ἄψυχον γεωργοῦμεν, ἵνα βραδύνῃ, ἀλλὰ ψυχὰς λογικάς. Οὐκ ἔστι φύσις ἡ μέλλουσα, ἀλλὰ χάρις ἡ ταχύνουσα. Εὔτακτος ἡμῖν ὁ λαός, φιλήκοος ὁ δῆμος. Χθὲς ἐκλήθησαν  καὶ σήμερον στεφανοῦνται.  Τῆς χθὲς παραινέσεως  καρπὸς ἡ σήμερον ὑπακοή. ∆ιὰ τοῦτο καὶ ἡμεῖς μετὰ προθυμίας τὰ σπέρματα καταβάλλομεν,  ὅτι καθαρὰν    ὁρῶμεν    τὴν    ἄρουραν   οὐδαμοῦ   ἄκανθαν    ἀποπνίγουσαν,

Read More ->>

Εἰς τὰ ὑπόλοιπα τοῦ Ὀζίου

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς τόν Προφήτη Ησαία Ομιλίαι
Τόμος 56

Εἰς τὰ ὑπόλοιπα τοῦ Ὀζίου

Φέρε δὴ τήμερον τοῖς κατὰ τὸν Ὀζίαν διηγήμασιν ἀποδῶμεν τὸ τέλος καὶ τὴν ὀροφὴν  λοιπὸν   ἐπιθῶμεν   τῷ  λόγῳ,  μήποτε  καὶ  ἡμεῖς  καταγελασθῶμεν,   καθάπερ ἐκεῖνος, ὁ τὸν πύργον ἐν τοῖς εὐαγγελίοις ἐπιχειρήσας μὲν οἰκοδομῆσαι, μὴ δυνηθεὶς δέ, μήποτέ τις τῶν παρόντων  καὶ περὶ ἡμῶν εἴπῃ· "Οὗτος ὁ ἄνθρωπος ἤρξατο μὲν οἰκοδομῆσαι, οὐκ ἴσχυσε δέ." Ὥστε δὲ σαφέστερα ὑμῖν γενέσθαι τὰ λεγόμενα, μικρὰ τῶν πρότερον εἰρημένων  ἀναλαβῶμεν,  ἵνα μὴ χωρὶς κεφαλῆς ἡμῖν ὁ λόγος εἰς τὸ θέατρον εἰσέλθῃ  τὸ  πνευματικόν,  ἀλλὰ  τὴν  οἰκείαν  ὄψιν  ἀπολαβὼν  γνώριμος  γένηται  τοῖς θεαταῖς.  Ἔσται γὰρ τὰ αὐτὰ  τοῖς  μὲν  ἀκηκοόσιν  ὑπόμνησις,  τοῖς  δὲ μὴ διδασκαλία. Πρώην μὲν οὖν εἰρήκαμεν πῶς ἦν εὐσεβὴς ὁ Ὀζίας, πῶς δὲ γέγονε φαῦλος καὶ πόθεν καὶ μέχρι ποῦ τῆς ἀπονοίας  ὤλισθεν·

Read More ->>

Εἰς τὸ ῥητὸν τοῦ προφήτου Ἱερεμίου, "Κύριε, οὐχὶ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ"

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς τόν Προφήτην Ησαία Ομιλίαι
Τόμος 56


Εἰς τὸ ῥητὸν τοῦ προφήτου Ἱερεμίου, "Κύριε, οὐχὶ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ, οὐδὲ ἄνθρωπος πορεύσεται, καὶ κατορθώσει τὴν πορείαν αὐτοῦ."

αʹ. Τῆς ὁδοῦ ταύτης τῆς αἰσθητῆς καὶ λεωφόρου τὰ μέν ἐστιν ὕπτια καὶ λεῖα, τὰ δὲ προσάντη καὶ τραχύτερα· οὕτω δὲ καὶ τῶν θείων Γραφῶν τὰ μέν ἐστιν αὐτόθεν πᾶσιν εὐσύνοπτα, τὰ δὲ πλείονος  ἐξεργασίας καὶ πόνου  δεόμενα. Ἀλλ' ὅταν  μὲν ἰσόπεδον καὶ λείαν ὁδεύωμεν ὁδὸν, οὐ πολλῆς ἡμῖν δεῖ ἀκριβείας· ὅταν δὲ ὑπτίαν καὶ στενὴν καὶ πρὸς αὐτὴν ἀνατεινομένην τὴν ἀκρώρειαν, καὶ ὑπὸ κρημνῶν ἑκατέρωθεν ἀπειλημμένην, νηφούσης ἡμῖν δεῖ ψυχῆς καὶ διεγηγερμένης, τῆς δυσχωρίας ῥᾳθυμεῖν οὐκ ἐπιτρεπούσης.Κἂν γὰρ μικρόν τις παραβλέψῃ, μόνου τοῦ ποδὸς ὀλισθήσαντος. ἅπαν  τὸ σῶμα κατακρημνίζεται, κἂν εἰς φάραγγας κατακύψῃ κάτω, σκοτοδίνῳ κατεχόμενος καταφέρεται. Οὕτω δὴ καὶ ἐπὶ τῶν  θείων  Γραφῶν τὰ μὲν εὔκολα καὶ ῥᾴδια τῶν νοημάτων,  καὶ ἀπονητὶ  διοδεῦσαι ἔνι, τὰ δὲ τραχύτερα καὶ προσάντη οὐχ ὁμοίως εὔπορον   διαβῆναι.  

Read More ->>

Ἀπόδειξις τὰς περὶ Χριστοῦ καὶ ἐθνῶν καὶ τῆς ἐκπτώσεως

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς τόν Προφήτην Ησαία Ομιλίαι
Τόμος 56

Ἀπόδειξις τοῦ χρησίμως τὰς περὶ Χριστοῦ καὶ ἐθνῶν καὶ τῆς ἐκπτώσεωςἸουδαίων προφητείας ἀσαφεῖς εἶναι.

αʹ. Προφητικὴν  σήμερον  ὑμῖν  παραθεῖναι  βούλομαι  τράπεζαν  καὶ  πρὸς  τὸ πέλαγος  τῆς  Ἡσαΐου σοφίας  ἐπαφεῖναι  τὸν  λόγον  παρασκευάζομαι.  Ἀλλὰ  τί  πάθω; Ὀκνῶ καὶ δέδοικα, μή ποτε τὸν λιμένα ἐξελθόντες,  καὶ πρὸς τὸ βάθος καταντήσαντες τῶν προφητικῶν  νοημάτων,  ἰλιγγιάσωμεν·  ὅπερ πάσχουσιν οἱ τῶν πλωτήρων  ἀήθεις. Καὶ γὰρ ἐκεῖνοι, ἐπειδὰν τὴν γῆν ἀφέντες  ἐξ ἑκατέρου μέρους τῆς νηὸς πέλαγος ἴδωσι, καὶ   οὐδὲν   ἕτερον,   ἀλλ'  ἢ   θάλατταν   καὶ   οὐρανὸν,   σκοτοδίνῳ   κατέχονται,   καὶ περιφέρεσθαι τὸ πλοῖον αὐτοῖς κύκλῳ νομίζουσι μετὰ τῆς θαλάττης. Ἀλλ' οὐ παρὰ τὴν φύσιν τῆς θαλάττης, ἀλλὰ παρὰ τὴν ἀπειρίαν τῶν πλεόντων  οἱ ἴλιγγοι γίνονται· ἕτεροι γοῦν  τῶν ναυτῶν  γυμνοῖς τοῖς σώμασι κυβιστῶσι κατὰ τῶν κυμάτων, καὶ οὐδὲν πάσχουσι τοιοῦτον, ἀλλὰ πρὸς τὸ βάθος καταβάντες αὐτὸ, τῶν ἐν ἐδάφει διαιτωμένων ἀσφαλέστερον διατρίβουσι, καὶ τῷ στόματι, καὶ τοῖς ὀφθαλμοῖς,  καὶ παντὶ  τῷ σώματι δεχόμενοι  τὴν ἅλμην, οὐ δυσχεραίνουσι.

Read More ->>

Αʹ Παῦλος ἀπόστολος, οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπων, ἀλλὰ διὰ Ἰησοῦ

0 σχόλια

Ιωάννης Χρυσόστομος
Πρός Γαλάτας Επιστολή
Τόμος 61

Αʹ Παῦλος ἀπόστολος, οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπων, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ Πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν, καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοὶ, ταῖς Ἐκκλη σίαις τῆς Γαλατίας· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.

αʹ. Πολλοῦ τὸ προοίμιον γέμει θυμοῦ καὶ μεγάλου φρονήματος· οὐ τὸ προοίμιον δὲ μόνον, ἀλλὰ καὶ πᾶσα, ὡς εἰπεῖν, ἡ Ἐπιστολή. Τὸ γὰρ μετ' ἐπιεικείας ἀεὶ τοῖς μαθητευομένοις διαλέγεσθαι, κἂν σφοδρότητος δέωνται, οὐ διδασκάλου, ἀλλὰ λυμεῶνος ἂν εἴη καὶ πολεμίου. ∆ιὰ τοῦτο καὶ ὁ Κύριος πολλὰ προσηνῶς τοῖς μαθηταῖς διαλεχθεὶς, ἔστιν ὅπου καὶ αὐστηρότερον κέχρηται τῷ λόγῳ, καὶ νῦν μὲν μακαρίζει, νῦν δὲ ἐπιτιμᾷ. Τῷ γοῦν Πέτρῳ εἰπὼν, Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, καὶ ἐπαγγειλάμενος τὰ θεμέλια τῆς Ἐκκλησίας ἐπὶ τῆς ὁμολογίας αὐτοῦ καταθήσεσθαι, μετ' οὐ πολὺ τῶν λόγων τούτων φησίν· Ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μου εἶ· καὶ πάλιν ἀλλαχοῦ, Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε;

Read More ->>

Βʹ Ἔπειτα δὲ διὰ δεκατεσσάρων ἐτῶν ἀνέβην εἰς Ἱεροσόλυμα

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Γαλάτας Επιστολή
Τόμος 61


Βʹ Ἔπειτα δὲ διὰ δεκατεσσάρων ἐτῶν ἀνέβην εἰς Ἱεροσόλυμα μετὰ Βαρνάβα,συμπαραλαβὼν καὶ Τίτον· ἀνέβην δὲ κατὰ ἀποκάλυψιν.

αʹ. Τῆς μὲν πρώτης ἀναβάσεως τὴν αἰτίαν Πέτρον εἶναί φησι, καὶ τὸ ἱστορῆσαι ἐκεῖνον· τῆς δὲ δευτέρας, τὴν ἀποκάλυψιν τὴν τοῦ Πνεύματος. Καὶ ἀνεθέμην αὐτοῖς τὸ Εὐαγγέλιον, ὃ κηρύσσω ἐν τοῖς ἔθνεσι, κατ' ἰδίαν δὲ τοῖς δοκοῦσι, μή πως εἰς κενὸν τρέχω, ἢ ἔδραμον. Τί φὴς, ὦ Παῦλε; ὁ παρὰ τὴν ἀρχὴν μὴ ἑλόμενος, ἀναθέσθαι μηδὲ μετὰ ἔτη τρία δεκατεσσάρων παρελθόντων ἐτῶν, τότε ἀνατίθῃ, μή πως εἰς κενὸν τρέχῃς; Καὶ πόσῳ βέλτιον ἦν εὐθέως ἀρξάμενον τοῦτο ποιῆσαι, ἢ μετὰ ἔτη τοσαῦτα; Τί δὲ καὶ ἔτρεχες, εἰ μὴ πεπεισμένος ἦς, ὅτι οὐκ εἰς κενὸν ἔτρεχες; τίς οὕτως ἀνόητος, ὡς ἔτη τοσαῦτα κηρύττειν, οὐκ εἰδὼς ὅτι κηρύττει καλῶς; Καὶ τὸ πολὺ τούτου πάλιν ἀπορώτερον, ὅτι κατὰ ἀποκάλυψίν φησιν ἀνεληλυθέναι.

Read More ->>

Γʹ.Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανεν;

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Γαλάτας Επιστολή
Τόμος 61


Γʹ.Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανεν; οἷς κατ' ὀφθαλμοὺς ἸησοῦςΧριστὸς προεγράφη, ἐν ὑμῖν ἐσταυρωμένος.

αʹ. Ἐνταῦθα λοιπὸν ἐφ' ἕτερον μεταβαίνει κεφάλαιον. Ἐν μὲν γὰρ τοῖς προτέροις ἔδειξεν, ὅτι οὐκ ἀνθρώπων ἦν ἀπόστολος, οὐδὲ δι' ἀνθρώπων, οὐδὲ ἐδεήθη τῆς τῶν ἀποστόλων διδασκαλίας· ἐνταῦθα δὲ λοιπὸν ἀξιόπιστον καταστήσας ἑαυτὸν διδάσκαλον, μετὰ πλείονος τῆς αὐθεντίας διαλέγεται, πίστεως καὶ νόμου σύγκρισιν ποιούμενος. Ἀρχόμενος μὲν οὖν φησι· Θαυμάζω ὅτι οὕτω ταχέως μετατίθεσθε. Ἐνταῦθα δὲ, Ὦ ἀνόητοι Γαλάται! Τότε μὲν γὰρ ὤδινε τὴν ἀγανάκτησιν· ἐπειδὴ δὲ ὑπὲρ τῶν καθ' ἑαυτὸν ἀπελογήσατο, εἰς μέσον αὐτὴν ἀποῤῥήξας, ἐξήνεγκε μετὰ τὴν ἀπόδειξιν. Εἰ δὲ ἀνοήτους καλεῖ, μὴ θαυμάσῃς· οὐ γὰρ παραβαίνων τοῦ Χριστοῦ τὸν νόμον τὸν λέγοντα, μὴ λέγειν μωρὸν τὸν ἀδελφὸν αὐτοῦ, ἀλλὰ καὶ σφόδρα αὐτὸν τηρῶν, τοῦτο ποιεῖ. Οὐ γὰρ ἁπλῶς εἴρηται, Ὁ καλῶν τὸν ἀδελφὸν αὑτοῦ μωρὸν, ἀλλ', Ὁ εἰκῆ καλῶν.

Read More ->>

∆ʹ Λέγω δὲ, ἐφ' ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Γαλάτας Επιστολή
Τόμος 61


∆ʹ.Λέγω δὲ, ἐφ' ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν· ἀλλ' ὑπὸ ἐπιτρόπους καὶ οἰκονόμους ἐστὶν ἄχρι τῆς προθεσμίας τοῦ πατρός. Οὕτω καὶ ἡμεῖς, ὅταν ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι.

αʹ. Νήπιον ἐνταῦθα οὐ τὴν ἡλικίαν φησὶν, ἀλλὰ τὴν γνώμην, δεικνὺς ὅτι ὁ μὲν Θεὸς ἐξ ἀρχῆς ἐβούλετο ταῦτα χαρίσασθαι· ἐπειδὴ δὲ ἔτι νηπιωδέστερον διεκείμεθα, ἀφῆκεν ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου εἶναι, τουτέστι, νουμηνίας καὶ σάββατα· αὗται γὰρ ἡμῖν αἱ ἡμέραι ἀπὸ δρόμου σελήνης καὶ ἡλίου γίνονται. Εἰ τοίνυν καὶ νῦν ὑμᾶς ὑπὸ νόμον ἄγουσιν, οὐδὲν ἕτερον ποιοῦσιν, ἀλλ' ἢ καὶ ἐν τῷ χρόνῳ, τῆς τελείας ἡλικίας εἰς τοὐπίσω πάλιν ὑμᾶς ἀπάγουσιν. Ὁρᾷς ὅσον ἐστὶ παρατήρησις ἡμερῶν; τὸν κύριον, τὸν οἰκοδεσπότην, τὸν πάντων κρατοῦντα ἐν ὑπηρέτου καθίστησι τάξει. Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὑτοῦ γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.

Read More ->>

Εʹ Τῇ γὰρ ἐλευθερίᾳ, φησὶν, ᾗ Χριστὸς ὑμᾶς ἐξηγόρασε,

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Γαλάτας Επιστολή
Τόμος 61


ΕʹΤῇ γὰρ ἐλευθερίᾳ, φησὶν, ᾗ Χριστὸς ὑμᾶς ἐξηγόρασε, στήκετε.

αʹ. Μὴ γὰρ ἑαυτοὺς ἠλευθερώσατε, ὅτι πάλιν ἐπὶ προτέραν τρέχετε δεσποτείαν; ἀλλ' αὐτός ἐστιν ὁ ὑμᾶς ἐξηγορακὼς, ἄλλος ὁ τὴν τιμὴν δοὺς ὑπὲρ ὑμῶν; Ὁρᾷς δι' ὅσων αὐτοὺς ἀπάγει τῆς Ἰουδαϊκῆς πλάνης; Πρῶτον δεικνὺς, ὅτι ἐσχάτης ἀνοίας ἐλευθέρους ἀντὶ δούλων γενομένους δούλους ἀντ' ἐλευθέρων ἐπιθυμεῖν εἶναι· δεύτερον, ὅτι περὶ τὸν εὐεργέτην ἀγνώμονες καὶ ἀχάριστοι δειχθήσονται, τοῦ μὲν ἐλευθερώσαντος καταφρονοῦντες, τὸν δὲ δουλωσάμενον στέργοντες· τρίτον, ὅτι οὐ δυνατὸν τοῦτο. Οὐ γὰρ ἔχει τὴν δεσποτείαν ὁ νόμος, ἅπαξ ἑτέρου παρ' αὐτοῦ πάντας ἡμᾶς πριαμένου. Στήκετε δὲ εἰπὼν, τὸν σάλον ἔδειξε. Καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε. Τῷ μὲν τοῦ ζυγοῦ ὀνόματι τὸ βαρὺ τοῦ πράγματος αὐτοῖς ἐνδείκνυται· τῷ δὲ, Πάλιν, εἰπεῖν, πολλὴν αὐτῶν δείκνυσι τὴν ἀναισθησίαν. Εἰ μὲν γὰρ ἄπειροι ἦτε τοῦ βάρους ἐκείνου, οὐ τοσούτων ἦτε ἐγκλημάτων ἄξιοι· οἱ δὲ τῇ πείρᾳ μαθόντες τὸ φορτικὸν τοῦ ζυγοῦ, εἶτα ὑποτιθέντες ἑαυτοὺς ἐκείνῳ πάλιν, ποίας ἂν εἴητε δίκαιοι τυχεῖν συγγνώμης; Ἰδὲ ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅτι ἐὰν περιτέμνεσθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Ὅρα πόση ἀπειλή. Εἰκότως ἄρα καὶ ἀγγέλους ἀνεθεμάτιζε.

Read More ->>

ΣΤʹ.Ἀδελφοὶ, ἐὰν καὶ προληφθῇ ἄνθρωπος.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Γαλάτας Επιστολή
Τόμος 61


ΣΤʹ.Ἀδελφοὶ, ἐὰν καὶ προληφθῇ ἄνθρωπος.

αʹ. Ἐπειδὴ γὰρ ἐπιτιμήσεως προσχήματι τὰ αὑτῶν ἐξεδίκουν πάθη, καὶ ἐδόκουν μὲν ἁμαρτημάτων ἕνεκεν τοῦτο ποιεῖν, τὴν δὲ αὐτῶν φιλαρχίαν στῆσαι ἐβούλοντο, φησίν· Ἀδελφοὶ, ἐὰν καὶ προληφθῇ. Οὐκ εἶπεν, Ἐὰν πράξῃ, ἀλλ', Ἐὰν προληφθῇ, τουτέστιν, ἐὰν συναρπαγῇ. Ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον. Οὐκ εἶπε, Κολάζετε, οὐδὲ, Καταδικάζετε, ἀλλὰ, ∆ιορθοῦσθε. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ δεικνὺς, ὅτι σφόδρα αὐτοὺς ἡμέρους εἶναι δεῖ τοῖς ὑποσκελιζομένοις, οὕτως ἐπήγαγεν· Ἐν πνεύματι πραότητος. Οὐκ εἶπεν, ἐν πραότητι, ἀλλ', Ἐν πνεύματι πραότητος· δηλῶν ὅτι καὶ τῷ Πνεύματι ταῦτα δοκεῖ, καὶ τὸ δύνασθαι μετ' ἐπιεικείας διορθοῦν τοὺς ἁμαρτάνοντας, χαρίσματός ἐστι πνευματικοῦ. Εἶτα, ἵνα μὴ ἐπαρθῇ ὁ διορθῶν ἕτερον, καὶ αὐτὸν ὑπὸ τὸν αὐτὸν φόβον ἔθηκεν, οὕτως εἰπών· Σκοπῶν σεαυτὸν, μὴ καὶ σὺ πειρασθῇς. Ὥσπερ γὰρ οἱ πλουτοῦντες ἐράνους τοῖς δεομένοις εἰσφέρουσιν, ἵν', εἴποτε καὶ αὐτοὶ περιπέσοιεν πενίᾳ, τῶν αὐτῶν ἐπιτύχωσιν· οὕτω δὴ καὶ ἡμᾶς ποιεῖν χρή.

Read More ->>

Οτι θεοπρεπὲς ἔργον ἡ κατὰ Θεὸν ἀγάπη ἐστί.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 61

Οτι θεοπρεπὲς ἔργον ἡ κατὰ Θεὸν ἀγάπη ἐστί.

Ἀγάπην τὴν οὐρανοκλίμακα λόγος οὐδεὶς κατ' ἀξίαν ὑμνῆσαι δύναται. Ἀγάπη τοῦ Πατρὸς σύνθρονός ἐστιν, ἀγάπη τὰ ἐπίγεια συνάπτει πρὸς τὰ οὐράνια· περὶ ἧς γλῶττα οὐκ ἐπαρκέσει, οὔτε νοῦς ἐξευρήσει ἐπαξίως δοξάσαι· τὸ δὲ ἔργον αὐτὸ δεικνύει ἡγεμόνα οὖσαν τῆς ἀρίστης πολιτείας τὴν ἀγάπην. Τῇ γὰρ δημιουργίᾳ τοῦ Θεοῦ αὕτη τελείαν περιβάλλει εὐπρέπειαν· αὕτη τῶν πολλῶν εἰς ἑνότητα παιδαγωγὸς, ἡ πρὸς ὁμοιότητα τοῦ ἑνὸς καὶ τοῦ ἁγίου κάλλους τὰ πλήθη τῶν ἀνθρώπων ἐξεικονίζουσα ἀγγέλους καὶ ἀνθρώπους. Μία γὰρ οὖσα μορφὴ πᾶσαν λογικὴν φύσιν μορφοῖ εἰς τὴν τοῦ Θεοῦ ὁμοιότητα· οὐ τοῖς ἀπαλλοτριουμένοις ἀπ' αὐτοῦ, ἀλλὰ τοῖς ὑπ' αὐτοῦ γενησομένοις καὶ συγκεκραμένοις ἐπαναπαύεται.

Read More ->>

Εἰς τὸ, "Ἐμνήσθην τοῦ Θεοῦ καὶ ηὐφράνθην."

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 61


Εἰς τὸ, "Ἐμνήσθην τοῦ Θεοῦ καὶ ηὐφράνθην."

Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην, ὁ μελῳδὸς ἐμαρτυρήσατο ∆αυΐδ. Οὐκ ἐξ οἰκείας φύσεως ἐμαρτύρατο, ἀλλ' ἐξ ἁγίου Πνεύματος τοῦ Θεοῦ ἐκελάδησεν· οὐχ ἁπλῶς ἐμνημόνευσεν, ἀλλὰ καὶ σοφῶς ὁ ∆αυῒδ ἐλιτάνευσεν· οὐκ ἀπὸ χειλέων μόνον ἐμέμνητο, ἀλλὰ καὶ ἡ καρδία ἐδίδαξεν· οὐκ ἐν νυκτὶ ἢ ἡμέρᾳ ἐπελανθάνετο ὁ ∆αυῒδ, ἀλλὰ καὶ ταῦτα αἰτῶν κατὰ πᾶσαν ὥραν ἐμέμνητο. Καὶ ἵνα μάθῃς ὅτι ἀλήθειαν καὶ οὐ ψεῦδος διαγράφομεν, ἀπ' αὐτῆς τῆς ἐγγράφου ἱστορίας τὰς μελωδίας τοῦ ἁγίου Πνεύματος τρυγήσωμεν. Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην, εἶπεν ὁ ∆αυΐδ. Καὶ εἰ θέλεις γνῶναι ἀληθῶς, ὅτι καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ ἐμέμνητο ὁ ∆αυῒδ τοῦ Θεοῦ, καὶ μνημονεύων ηὐφραίνετο, μετὰ πολλῆς φιληκοΐας πρόσεχε τὰ λεγόμενα· Ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου, Κύριε· καὶ, Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ· Μεσονύκτιον ἐξεγειρόμην τοῦ ἐξομολογήσασθαί σοι, Κύριε·

Read More ->>

Εἰς τὴν Ῥαχὴλ καὶ εἰς τὰ νήπια.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 61

Εἰς τὴν Ῥαχὴλ καὶ εἰς τὰ νήπια.


Ὥσπερ οἱ τοὺς ἡδίστους καρποὺς τῶν ἀκροδρύων λαμβάνοντες, ὁμοῦ τοῖς κλάδοις καὶ τοῖς δένδρεσι τοὺς ἐπαίνους διδόασι· τὸν αὐτὸν δὲ τρόπον καὶ ἡμεῖς, ἀγα πητοὶ, τοὺς καρποὺς τῶν λόγων παρὰ τοῦ προλαβόντος διδασκάλου λαβόντες, ὁμοῦ τε αὐτῷ καὶ τοῖς πατράσι τὸ γέρας διδόαμεν. Ὥσπερ γὰρ ἐκ τῆς τῶν δένδρων πιότητος ἡ γλυκεῖα πιότης τοῖς καρποῖς παραπέμπεται· οὕτω καὶ τῷ προειρημένῳ ἀνδρὶ ἐκ τῆς τοῦ Πνεύματος χάριτος τὸ γλυκὺ τοῦ λόγου ἀναπέμπεται. Καρπωσώ μεθα τοίνυν τῶν λόγων τοὺς ἡδίστους καρποὺς, καθά περ φοίνικας γλυκεροὺς ἐκ τῆς δικαίας ῥίζης τῶν πατέρων τὸ γλύκασμα κεκτημένους· καὶ τὸ μὲν γλυ κὺ τοῦ λόγου τῇ διανοίᾳ ἡμῶν παραπέμψωμεν, τὸ δὲ ἡδὺ τῆς εὐχαριστίας τοῖς πατράσιν ἡμῶν ἀπονείμωμεν.Τὸ γὰρ τῶν πατέρων γέρας ἐκ τῆς τῶν υἱῶν εὐκοσμίας συνέστηκε· μᾶλλον δὲ οἱ τῶν υἱῶν στέφανοι ἐκ τῆς τῶν πατέρων εὐδοξίας καλλωπίζονται.

Read More ->>

Εἰς Μάρθαν καὶ Μαρίαν καὶ Λάζαρον, καὶ Ἠλίαν τὸν προφήτην.

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος 61

Εἰς Μάρθαν καὶ Μαρίαν καὶ Λάζαρον, καὶ Ἠλίαν τὸν προφήτην.

Ὅσοι τῆς ∆εσποτικῆς ἀναστάσεως ἔρωτα φέρετε, τῆς ἀρτίως ἀναγνωσθείσης μαρτυρίας τὸ φιλόχριστον μύρον γνησίως ὑποδέξασθε. Ἤδη γὰρ Μαρία μυρίζει, καὶ ἡ Ἐκκλησία εὐωδιάζεται· ἤδη τὸ ἀλάβαστρον κενοῦται, καὶ τὸ θυσιαστήριον θυμηδίας πληροῦται. Μαρία μυρίζει, Μάρθα διακονεῖ, καὶ ὁ ἐκ νεκρῶν τῷ Κυρίῳ συνανάκειται. Ἔντιμον γὰρ τὸ τῶν ἀνδρῶν γένος, ὅτι ἀνὴρ κατ' εἰκόνα Θεοῦ ἐγένετο, ἡ δὲ γυνὴ ἐκ τῆς εἰκόνος τοῦ ἀνδρὸς, τὸν μὲν ἄνδρα δοξάζουσα, τὸν δὲ Χριστὸν οὐ χαρακτηρίζουσα. Καὶ τίς τούτων μάρτυς, ἵνα μὴ μέμψιν καρπωσώμεθα; Ἄκουε τοῦ Παύλου βοῶντος· Ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει τὴν κεφαλὴν κατακαλύπτεσθαι, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων· γυνὴ δὲ δόξα ἀνδρός ἐστι. Γυνὴ δὲ δόξα τοῦ ἰδίου ἀνδρός· οὐ γὰρ τῶν ἀλλοτρίων οὐ διὰ τὴν ἀρχαίαν ματαιοσυμβουλίαν, ἀλλὰ διὰ τὴν τελευταίαν γνησίαν τεκνογονίαν

Read More ->>

Εἰς τὴν πόρνην καὶ εἰς τὸν Φαρισαῖον.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 61

Εἰς τὴν πόρνην καὶ εἰς τὸν Φαρισαῖον.

Σήμερον ὁ Φαρισαῖος εἰς ἄριστον τὸν ∆εσπότην ἐκάλεσε, τιμὴν ὕβρει κεράσας· ἡ δὲ πόρνη αὐτὸν τῇ πίστει εἱστίασεν. Ὄντος γὰρ αὐτοῦ ἐν τῇ οἰκίᾳ τοῦ Σίμωνος, ἰδοὺ γυνὴ πόρνη. Μανικὸν σχῆμα, γυνὴ πόρνη ἐν τῇ πόλει, ὁ ἐντοίχιος πόλεμος, τὸ ἀσιδήρωτον βέλος, ὁ τῶν νέων ἰξὸς, ἡ τῆς ἐπιθυμίας ἀκόνη, ὁ τῶν παθῶν ἐξυπνιασμὸς, ἡ καπηλεία τοῦ σώματος, ἡ ἀνωφελὴς ἐμπορία, ἡ ἐπιζήμιος πραγματεία, ἡ καὶ τῇ πωλούσῃ καὶ τῷ ἀγοράζοντι θάνατον προξενοῦσα, τὸ τῆς νεότητος δίκτυον, ἡ ἀσκέπαστος παγίς. Ὀφθαλμὸς γὰρ πόρνης παγὶς ἁμαρτωλῶν· ἡ τῆς ἀκολασίας ἐνθήκη, ἡ ἑαυτὴν πωλοῦσα, καὶ τοὺς ἀγοράζοντας δουλαγωγοῦσα, ἡ πολυκέφαλος λέαινα, ἡ δυσωδία τῆς πόλεως, ὁ λοιμὸς ὁ κατὰ πάσης ἕρπων αἰσθήσεως, τὸ τῶν ὀφθαλμῶν ἄγκιστρον, ὁ περιφερόμενος θάνατος, ἡ ἀγορὰ τῆς ζημίας, ἡ ἐπιθυμία τῆς ἀπωλείας, ἡ τοῦ θανάτου ὀσμὴ, ἡ πολύσηπτος γάγγραινα.

Read More ->>

Εἰς τὰ Βάϊα.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 61

Εἰς τὰ Βάϊα.

αʹ. Ἐκ θαυμάτων ἐπὶ θαύματα τοῦ Κυρίου βαδίσωμεν, ἀδελφοὶ, καὶ φθάσωμεν, ὡς ἐκ δυνάμεως εἰς δύναμιν. Καθάπερ γὰρ ἐν ἁλύσει χρυσῇ κρικίοις ἀλληλενδέτοις συμβεβλημένῃ ἓν τοῦ ἑνὸς κατέχεται, καὶ τῶν συμβε βλημένων ἕκαστον συνάπτεται θάτερον θατέρῳ καὶ παραπέμπεται· οὕτω καὶ τὰ τῶν ἁγίων Εὐαγγελίων θαύματα ἐξ ἀλλήλων εἰς ἄλληλα ποδηγοῦσι τὴν φιλ έορτον τοῦ Θεοῦ Ἐκκλησίαν, καὶ εὐφραίνουσιν οὐ τῇ ἀπολλυμένῃ βρώσει, ἀλλὰ τῇ μενούσῃ εἰς ζωὴν αἰώ νιον. Φέρε οὖν σήμερον καὶ ἡμεῖς, ἀγαπητοὶ, ἐν ἑτοι μασίᾳ καρδίας καὶ ὠσὶν εὐηκόοις ἀκούσωμεν, τί λα λήσει ἡμῖν Κύριος ὁ Θεὸς ἔν τε προφήταις καὶ Εὐαγ γελίοις περὶ τῆς θειοτάτης ταύτης ἑορτῆς. Λαλήσει δὲ πάντως εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ, καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας καρδίαν ἐπ' αὐτόν. Σήμερον προφητικαὶ σάλπιγγες τὴν οἰκουμέ νην ἀνεπτέρωσαν, καὶ τὰς ἁπανταχῆ τοῦ Κυρίου

Read More ->>

Εἰς τὸν ἅγιον Ἰωάννην τὸν ἀπόστολον καὶ εὐαγγελιστὴν

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 61

Εἰς τὸν ἅγιον Ἰωάννην τὸν ἀπόστολον καὶ εὐαγγελιστὴν τὸν Θεολόγον.


Πάλιν ὁ ἡμέτερος Ἰωάννης, ὦ Ἐφέσιοι, μᾶλλον δὲ πάσης τῆς οἰκουμένης διδάσκαλος, τὴν πνευματικὴν σαγήνην ἐξήπλωσε, καὶ πάντας ἡμᾶς ἐκ διαφόρων τόπων συνήγαγεν, οὐχ ἵνα αὐτὸν στεφάνοις ῥόδων τιμήσωμεν, ἀλλ' ἵνα αὐτὸν ἀγαθοῖς ἔργοις καὶ δικαίοις σεμνύνωμεν. Πάλιν τὰς πνευματικὰς αὐτοῦ πηγὰς ἐπεσπάσατο, οὐχ ἵνα ἀργοὺς διψῶντας ποτίσῃ, ἀλλ' ἵνα λαοὺς κοπιῶντας στηρίξῃ· πάλιν εἰς τὸ ἱερὸν ἀναβέβηκεν ὁ δεύτερος μετὰ Πέτρον, οὐχ ἵνα ἕνα χωλὸν θεραπεύσας ἐξάλλεσθαι ποιήσῃ, ἀλλ' ἵνα πάντας ἡμᾶς τῇ εὐσεβείᾳ ἐπιῤῥώσας, εἰς οὐρανοὺς τὸ πολίτευμα ἔχειν παρασκευάσῃ. Οὐκ ἔτι ἐπὶ τὸ κυριακὸν στῆθος ἀνάκειται, ἀλλ' εἰς ἕνα ἕκαστον ἡμῶν ἀνακλίνας, ἅπαντας ἡμᾶς ἰσοτίμους δεξάμενος, κέρδος ἴδιον τῷ Θεῷ προσενέγκει, καὶ οὕτω κέκραγε λέγων· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός. Παιδία, ποῖα; Ἃ ἡ χάρις ἐβλάστησε, καὶ τῆς τῶν οὐρανῶν βασιλείας κληρονόμους ἀπέδειξεν.

Read More ->>

Περὶ αὐχμοῦ.

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος 61

Περὶ αὐχμοῦ.

Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων; Ἐπιδαψιλευέτω μοι τὸ τοῦ λόγου προοίμιον ὁ τῶν προφητῶν συμπαθέστατος. Ἀλλ' ἐκεῖνος μιᾶς πόλεως τῆς Ἱερουσαλὴμ τὴν ἐρημίαν ὠδύρετο· ἐγὼ δὲ πάσης τῆς περιχώρου ταύτης ὁρῶν τὴν ἐπελθοῦσαν μάστιγα, εἰς θρήνους κινοῦμαι καὶ δάκρυα. Ἐκλείσθη γὰρ ὁ οὐρανὸς διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ τῷ ἡλιακῷ αἱ νεφέλαι, Ὡσεὶ φρύγιον συνεφρύγησαν· αἱ τῶν ὑδάτων ἀπεξηράνθησαν πίδακες, καὶ ποταμῶν ἀεννάων ἐξέλιπε ῥεύματα· ἡ δὲ γῆ πυρακτωθεῖσα τῷ καύσωνι τοὺς συνήθεις αὐτῆς δοῦναι καρποὺς ἀπαναίνεται. Φεῦ τῶν ἡμετέρων κακῶν.Καὶ αὐτὰ γὰρ τὰ ἄλογα ζῶα κινδυνεύει διὰ τὰς ἁμαρτίας ἡμῶν. Ἀπεξηράνθη ἡ γῆ καὶ ὁ χόρτος αὐτῆς, μᾶλλον δὲ οὐκ ἐβλάστησε, καὶ τῷ λοιμῷ διαφθείρεται! Καὶ βοῦς μὲν ἐλεεινὸν μυκᾶται, καὶ οἷον ἐπιθανάτιον· τὰ δὲ ποίμνια βληχᾶται γοερῷ τῷ βληχήματι, ὡς φλογώδη κρατῆρα τὴν τῶν ὑδάτων πόσιν προκειμένην θεώμενα, καὶ πρὸ καιροῦ τὰ λήϊα ξηραινόμενα· ὡς καὶ τὴν Ἰωὴλ προφητείαν πεπληρῶσθαι νῦν ἐν ἡμῖν·

Read More ->>

Εἰς τὸν Φαρισαῖον, καὶ εἰς τὴν πόρνην

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 61


Εἰς τὸν Φαρισαῖον, καὶ εἰς τὴν πόρνην. Ἐλέχθη τῇ ἁγίᾳ καὶ μεγάλῃ τετράδι.

Ἅπας μὲν καιρὸς παντὶ βουλομένῳ πρὸς μετάνοιαν ἐπιτήδειος. Ἔξεστι γὰρ ἑκάστῳ θελήσαντι καὶ ἐν τῷ ἔαρι βλαστῆσαι τὴν εὐζωΐαν, καὶ ἐν θέρει συνάξαι τῆς σωτηρίας τὰ δράγματα, καὶ ἐν φθινοπώρῳ τὴν βλάβην τὴν τῆς ψυχῆς φθορὰν κατιδεῖν, καὶ ἐν χειμῶνι τὸν χειμῶνα τῶν ἀνομημάτων φυγεῖν, καὶ ἐν πάσῃ τροπῇ τραπῆναι τὴν ἐπὶ τὸ βέλτιον τροπὴν, καὶ ἐν νυκτὶ τὴν νύκτα τῆς ἁμαρτίας ἐκκλῖναι, καὶ ἐν ἡμέρᾳ πρὸς τὸ φῶς τοῦ καθαροῦ συνειδότος δραμεῖν, καὶ πρὸς τὸν πλάσαντα ἀναδραμεῖν· ὁ δὲ παρὼν οὗτος καιρὸς ἐγκρατείᾳ καὶ νηστείᾳ περιπεφραγμένος πρὸς μετάνοιαν ἐπιτηδειότερος, ἀλλ' οὐ πᾶσι. Μόνον γὰρ οὐχὶ λέγει ἡ φωνὴ,Εἴ τις προσίεται πρός με, κἀγὼ λαβὼν αὐτὸν τῷ κοινῷ προσαγάγω ∆ημιουργῷ. Πτερώσωμεν οὖν ἑαυτοὺς τοῖς τῆς πίστεως καὶ τοῖς τῆς μετανοίας πτεροῖς, καὶ θελήσωμεν ἀναπτῆναι πρὸς τὸν ἡμέτερον Ποιητὴν, καὶ ἡμεῖς, ὡς πρωτότοκοι τῆς Ἐκκλησίας υἱοὶ, καὶ ὑμεῖς, οἱ καθάπερ ἔμβρυα ὡς ἐν ταῖς λαγόσι τῆς Ἐκκλησίας προλοχευόμενοι,

Read More ->>
 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Follow by Email

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Γίνεται Μέλος στο Ιστολόγιο

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |