ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 10/20/16

Πέμπτη, 20 Οκτωβρίου 2016

Περὶ μετανοίας, καὶ εἰς τὸ ἀνάγνωσμα τοῦ ∆αυῒδ περὶ τῆς τοῦ Οὐρίου.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Αμφιβαλλόμενα Νόθα τινά
Τόμος 64


Α΄ Περὶ μετανοίας, καὶ εἰς τὸ ἀνάγνωσμα τοῦ ∆αυῒδ περὶ τῆς τοῦ Οὐρίου.

Ἰδοὺ σήμερον ἡμῖν ὁ μακάριος ∆αυῒδ ἀνεγνώσθη, ὁ μουσουργὸς τῆς σωφροσύνης καὶ διδάσκαλος. Ὅταν γὰρ τὴν πνευματικὴν αὑτοῦ λύραν κινήσῃ διὰ τῶν Ψαλμῶν, θέλγει μὲν τὴν ἀκοὴν, σωφρονίζει δὲ τὸν λογισμόν. ∆ιὰ τοῦτο τοῦ Πνεύματος ἡ χάρις ᾠκονόμησε καθ' ἑκάστην ἡμέραν παρὰ πάσης σχεδὸν ψυχῆς Χριστιανικῆς αὐτὸν μελῳδεῖσθαι, ἵνα καὶ τὴν ἀκοὴν εὐφραινώμεθα, καὶ τὴν ψυχὴν ὠφελώμεθα. Ἐμοὶ δὲ πολλάκις ἐπέρχεται θαυμάσαι, καὶ πολλάκις κατ' ἐμαυτὸν ἐξέστην τῇ διανοίᾳ, οἷα λογιζόμενος καὶ λέγων, Τίνος ἕνεκεν παρὰ πάσας τὰς γραφὰς τὰς ἐν τῇ Παλαιᾷ, τὰς ἐν τῇ Καινῇ ∆ιαθήκῃ, τὴν τοῦ ∆αυῒδ βίβλον οὕτως ἀγαπῶσι πάντες, καὶ τοῦτον μόνον ἐπὶ στόματος φέρειν πάντες ἐμελέτησαν; Μωϋσῆς ἦν μέγας νομοθέτης, πρόσωπον πρὸς πρόσωπον τὸν Θεὸν θεασάμενος· ὃς πᾶσαν τὴν κτίσιν ἐξ ἀρχῆς ἄνωθεν ἡμῖν γνωρίζων, καὶ τὸν κτίστην ἀνακηρύττων ἔλεγεν· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Καὶ τούτου βιβλίον ἐστὶ μέγιστον καὶ πάσης σοφίας πεπληρωμένον, καὶ μόλις αὐτὸ καθ' ἑκάστην ἐκκλησίαν ἅπαξ ἢ δεύτερον τῆς ἑβδομάδος ἀναπτύσσομεν.

Read More ->>

Τοῦ αὐτοῦ λόγος παραινετικὸς περὶ ἐγκρατείας.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Αμφιβαλλόμενα Νόθα τινά
Τόμος 64

 Γʹ. Τοῦ αὐτοῦ λόγος παραινετικὸς περὶ ἐγκρατείας.

Οσοι μαθήμασί τισι προσεδρεύοντες φιλοπονίαν ἐνδείκνυνται, τῆς τοῦ διδάσκοντος ἐπικειμένης ἀνάγκης, τοῦ διδασκαλικοῦ φόβου τὸ τῶν παίδων νενόμισται σπούδασμα· ἐπειδὰν δὲ ἀπόντος διδασκάλου τῆς τῶν καλῶν ἐπιμελείας ἀντέχονται, προαιρέσεως καθαρᾶς τὸ φιλόπονον. Τῶν τῆς νηστείας ἐσμὲν καὶ ἡμεῖς φοιτηταὶ μαθημάτων· ἀλλ' οτε μὲν τῆς νηστείας παρούσης φιλοσοφίαν ἐνδείκνυμεν, ωσπερ ἐκ παιδαγωγικῆς ἐσμεν φιλόπονοι· νῦν δὲ δὴ ταύτης πρὸς μικρὸν ὑπεκστάσης, οἱ περὶ τὸν αμετρον ἐγκρατευόμενοι κόρον, καθαρὸν εχουσι τῆς γνώμης τὸν επαινον, ὡς χωρὶς ἀνάγκης φιλόσοφοι, ὡς κατὰ γνώμην καρτερικοὶ, ὡς εἰδότες τὰ καλὰ περισφίγγειν, α τοῖς προλαβοῦσιν ἐθησαύρισαν κόποις. Ο μὲν γὰρ εἰς ἀμετρίαν τῶν βρωμάτων ἐκβαίνων, οὐκ οιδεν α νηστεύων συνήγαγεν, οὐκ οιδεν ους συνέλεξε πόρους, ἀλλ' ὡς οὐδὲν εχων ἀποκείμενον ενδον, ὡς οὐδὲν ἐν ἑαυτῷ θησαυρίσας, ἀνέῳκται πρὸς τροφῆς ἀμετρίαν, οὐκ ἐπιβάλλει ταῖς ὀρέξεσι κλεῖθρα, οὐ θύραις συμμετρίας ἑαυτὸν ἀσφαλίζεται· καὶ θαυμαστόν γε οὐδέν. Τοιοῦτο γὰρ ὁ πενόμενος απας, οὐκ εχει θυρῶν καὶ κλείθρων ἐπιμέλειαν, οὐκ εγκειται φροντίσιν ἐπιβουλῶν, ἀμερίμνῳ διανοίᾳ καθεύδει, ὡς οὐκ εχων τι τὸ λῃστὰς ἐρεθίζον, ὡς κλαπῆναι μὴ δυνάμενος απορος· τοῖς δὲ πλουσίαν οἰκίαν κεκτημένοις διὰ φυλακῆς, ὡς θησαυρῶν ἐγκειμένων, διὰ θυρωρῶν τηρούντων τὴν εισοδον. Πεπλουτήκαμεν καὶ ἡμεῖς τῇ νηστείᾳ· καὶ τὰ τοῦ πλούτου τεκμήρια πρόδηλα· ἡδονὰς ἐκτησάμεθα δούλας, ἐδεσπόσαμεν γαστρὸς, ῃ τὸ πρὶν ἐδουλεύσαμεν· ἀσώματον ἐκτησάμεθα βίον, οἰκίαν ἐγκρατείας προεβαλόμεθα νέαν, ης τέως τοὺς θεμελίους ἐθέμεθα. ∆εῖται δὲ τὸ εργον συμπήξεως, χρῄζει περισφίγγοντος τόνου· τῶν χαυνούντων δὲ, οὐ σφιγγόντων, ἡ μέθη, τῶν παραλυόντων, οὐ τονούντων τὰς βάσεις.

Read More ->>

Ὅτε ἀνέβη ὁ Ἰησοῦς μετὰ τῶν μαθητῶν αὐτοῦ εἰς τὸ πλοῖον καὶ ἀφύπνωσεν.

0 σχόλια

Ιωάννης Χρυσόστομος
Αμφιβαλλόμενα Νόθα τινά
Τόμος 64


ΣΤʹ. Τοῦ αὐτοῦ, ὅτι θαλάσσῃ παρείκασται ὁ βίος οὗτος, καὶ εἰς τὸ, "Ὅτε ἀνέβη ὁ Ἰησοῦς μετὰ τῶν μαθητῶν αὐτοῦ εἰς τὸ πλοῖον καὶ ἀφύπνωσεν.

Οἱ πελάγιοι πλωτῆρες, ἐπειδὰν εὐθυβόλῳ πνεύματι καταφυσώμενοι τὸν πλοῦν ἀνύωσι, χαροποιοῖς τοῖς προσώποις γινόμενοι, ἀντίμιμον τῆς γαλήνης τὴν ὄψιν ῥυθμίζουσιν· ἐπειδὰν δὲ τῆς γαλήνης ἡ εὐδία παραμείνασα τοὺς ναύτας ἐκλύσῃ, καὶ τοὺς μὲν καθεύδειν, τοὺς δὲ καὶ παιδίοις ἐμπιστεύειν τὰ τῆς ὁλκάδος πηδάλια παρασκευάσῃ, καὶ τοῦ μὲν κυβερνήτου ἀμεριμνοῦντος, τῶν δὲ ναυτῶν τὸν πόνον τῆς τέχνης τῇ εὐδίᾳ λυσάντων, ἄφνω δὲ λαίλαπος τραχυτάτου κατασπιλάσαντος, ἐπὶ τὸ πέλαγος ἀδοκήτως ἐκδράμωσιν οἱ ἄνεμοι, καὶ ἄρξηται ἡ θάλασσα ἐξ αγριαινομένη μορμύρειν, καὶ ἡ τῶν κυμάτων πληθὺς ἐμποδίζειν τῇ νηῒ, καὶ αἱ τῶν πολυπλόκων σχοινίων διατάσεις αἱ ἀμφὶ τὸν ἱστὸν ἠρτημέναι τῇ τῶν ἀνέμων βιαίᾳ ἐμβολῇ μαστιζόμεναι συρίζωσιν· τότε δὴ, ἀγαπητοὶ, θροῦς μὲν ζαλώδης καὶ κλαυθμυρώδης ὑπὸ τῶν ἐπιβατῶν γίνεται, βύθινον θάνατον παρὰ τὸν φυσικὸν προσδοκώντων.

Read More ->>

Καινὴ κτίσις τὰ ἀρχαῖα παρῆλθον, ἰδοὺ γέγονε τὰ πάντα καινά.

0 σχόλια


Ιωάννης Χρυσόστομος
ΑμφιβαλλόμεναΝόθα τινά
Τόμος 64


Ηʹ.  Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθον, ἰδοὺ γέγονε τὰ πάντα καινά.


Πολλὴ μὲν γηπόνῳ προθυμία καταβάλλειν τὰ σπέρματα, ἐπειδὰν τὴν ἄρουραν ἐκκεκαθαρμένην ἴδῃ, καὶ μήτε ἀκανθῶν πλῆθος λυμαινόμενον τῇ βλάστῃ τῶν φυομένων, μήτε λίθον ἀντικρούοντα τῷ ἀρότρῳ· πλείων δὲ εὐκολία τῷ μέλλοντι καταβάλλειν τὸν λόγον, ἐπειδὰν ἀκροατὴν παρεσκευασμένον θεάσηται. Ταῦτα λέγω, οὐκ ἐπειδὴ οὐ πάρεισιν οἱ πλούσιοι, τὴν τῶν πενήτων φιλοσοφίαν ἐν τῷ λόγῳ τῆς ἀκροάσεως ἐπιδεικνύων. Οὐ γὰρ τοῦ λέγοντος χρεία μόνον, ἀλλὰ καὶ τοῦ συνετῶς ἀκούοντος· ἀμφότερα γὰρ ἡ Γραφὴ ἐπιζητεῖ, σοφὸν διδάσκαλον καὶ συνετὸν ἀκροατὴν, ἵνα μὴ ὁ πόνος ὁ ἡμέτερος περιττὸς γένηται τῇ ῥᾳθυμίᾳ τῶν ἀκουόντων.

Read More ->>

Περὶ παρθενείας, καὶ παραινετικὸς εἰς τὰς ἐκπεσούσας.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Αμφιβαλλόμενα Νόθα τινά
Τόμος 64


Ιʹ Τοῦ αὐτοῦ εἰς τὸ τοῦ Εὐαγγελίου ῥητὸν, καὶ περὶ παρθενείας, καὶ παραινετικὸς εἰς τὰς ἐκπεσούσας.


Οὐδὲν ὁ θεῖος λόγος ἀσκόπως, οὐδὲ ξένον τῆς ἡμετέρας σωτηρίας παρέδωκεν αἴνιγμα. Ὅθεν ποῦ μου τὸν, νοῦν ἐκπετάσω, τὸ πυκνὸν τῆς ἐννοίας ἐρευνῆσαι προετρέψατο, καὶ ἰδεῖν τί ἄρα βούλεται τὸ ἐν τῷ Εὐαγγελίῳ παρὰ τοῦ ∆εσπότου λεγόμενον. Πολλοῖς μὲν γὰρ πολλὰ διὰ παραβολῆς ἐλάλησε, τοῖς μὲν σαφηνίζων τὰ δυσχερῆ, τοῖς δὲ ἀποκαλύπτων τὰ εὔδηλα ἡμῖν, τὸν περὶ σωτηρίας λόγον ποιούμενος, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος τρανὴν καὶ ἀσύγχυτον τὴν πεῖραν τῶν αἰνιγμάτων παρέδωκε· πῆ μὲν ἀπὸ τῶν καθ' ἡμέραν πραγμάτων διεξιέναι δυναμένους τὴν ἔμφασιν, πῆ δὲ καὶ ἀπ' αὐτῆς τῆς ἐννοίας τοῦ λεγομένου τὴν αἴσθησιν ὑποδέξασθαι.

Read More ->>

Εἰς τὰ ἅγια Θεοφάνια, καὶ εἰς τοὺς νεοφωτίστους

0 σχόλια


Ιωάννης Χρυσόστομος
Αμφιβαλλόμενα Νόθα τινά
Τόμος 64

ΙΑʹ. Τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου λόγος περὶ θεογνωσίας, καὶ εἰς τὰ ἅγια Θεοφάνια, καὶ εἰς τοὺς νεοφωτίστους

Ὥσπερ οἱ τὰς ὄψεις τῶν σωμάτων βεβλαμμένας ἔχοντες χρῄζουσι τῶν ὁδηγούντων, ἵνα μὴ ἐξ ἀγνοίας εἰς βάραθρον ἐμπεσόντες ἀποθάνωσιν· οὕτω καὶ οἱ τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς ἠμαυρωμένους ἔχοντες χρῄζουσι τῶν εἰς θεοσέβειαν αὐτοὺς ὁδηγούντων, ἵνα μὴ ἐξ ἀγνοίας εἰς βυθὸν κακῶν ἐμπεσόντες ἀπόλωνται. Καὶ πᾶσα μὲν ἡ ἀνθρωπότης πρὶν τοιούτῳ κακῷ τῆς ἀβλεψίας περιεκέχυτο· καὶ ὥσπερ συμβαίνει τοῖς ἀμαύρωσιν, ἀντὶ τοῦ ὄντος πολλάκις ὁρᾷν τοὺς μὴ ὄντας, οὕτω καὶ οἱ τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς ἠμαυρωμένους ἔχοντες ἀντὶ τοῦ ἑνὸς καὶ μόνου Θεοῦ πολλοὺς ἑώρων τοὺς μὴ ὄντας. Ἀλλ' ὁ τῶν σωμάτων καὶ ψυχῶν ἰατρὸς ἐξαπέστειλε νόμον καὶ προφήτας, ἰώμενος τῶν ἀνθρώπων τὴν ἀβλεψίαν, καὶ εἰς τὴν αὐτοῦ θεογνωσίαν αὐτοὺς ἄγων, ἀλλὰ τῶν ἀνθρώπων ἀποστραφέντων τὴν διὰ τοῦ νόμου καὶ τῶν προφητῶν ἰατρείαν. Ἐκάμμυσαν γὰρ τοὺς ὀφθαλμοὺς αὐτῶν τοῦ μὴ εἰδέναι, καὶ τὰ ὦτα αὐτῶν ἔφραξαν τοῦ μὴ ἀκοῦσαι, κατὰ τὸν τοῦ Ἡσαΐου λόγον, ἵνα μὴ ἐπιστραφῶσι καὶ ἰαθῶσι.

Read More ->>

Ομιλία εἰς τὴν λίμνην Γενησαρὲτ, καὶ εἰς τὸν ἅγιον Πέτρον τὸν ἀπόστολον.

0 σχόλια

Ιωάννης Χρυσόστομος
Αμφιβαλλόμενα Νόθα τινά
Τόμος 64

ΙΓ΄ Ομιλία εἰς τὴν λίμνην Γενησαρὲτ, καὶ εἰς τὸν ἅγιον Πέτρον τὸν ἀπόστολον.


Ὅτε διδάσκαλος εὐκλεὴς, τότε μαθητὴς εὐπειθὴς, τότε μαθητὴς εὔελπις· ὅτε διδάσκαλος πρόθυμος, τότε διδάσκαλος κέρδος καρποῦται· ὅτε μαθητὴς σπουδὴν ἐπιδείξηται, τότε μαθητὴς διδασκάλου τέχνην ἐκδέχεται ὅτι τὴν διατριβὴν ὡς φίλην ἀσπάζεται. Ἄλλως γὰρ ἀμήχανον διδάσκαλον λάμψαι, εἰ μὴ τοῦ μαθητοῦ τὸν λύχνον ἀρδόμενον εὕροι τῷ τῆς φιλομαθίας ἐλαίῳ· καὶ ἄλλως ἀμήχανον λάμψαι, εἰ μὴ τοὺς ὀχετοὺς τῆς σοφίας ὁ διδάσκαλος πλουσίως ἐκχέῃ. ∆εῖται γὰρ δρόμου καὶ σπουδῆς ἑκάτερα τὰ μέρη, καὶ πρὸς τὴν οἰκοδομὴν τῆς βελτιώσεως ἀμφοτέρους τὰ τῆς δυνάμεως συνεισφέρειν· καὶ τὸν μὲν τὴν γλῶτταν ὀξύνειν, τὸν δὲ τὴν ἀκοὴν εὐτρεπίζειν· καὶ τὸν μὲν τὴν διάνοιαν ἀπηρτισμένην ἔχειν, τὸν δὲ τὴν ψυχὴν γαληνιῶσαν παρέχειν.

Read More ->>

Εἰς τὴν μετάνοιαν τῶν Νινευϊτῶν.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Προσθήκαι είς Ομιλίας
Τόμος 64

ΟΜΙΛΙΑ Βʹ. Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου εἰς τὴν μετάνοιαν τῶν Νινευϊτῶν.

Εὐλόγησον, Πάτερ. Καὶ τὰς προλαβούσας ἡμέρας διδασκαλίας ἀπαιτούσας ὁρῶν, καὶ ἐμαυτὸν διὰ τὴν ἀσθένειαν ἠναγκασμένον σιγᾷν, ἠνιώμην, καὶ ἐδυσχέραινον, καθάπερ τις πρόθυμος ἀθλητὴς κεκωλυμένος παρὰ τοὺς ἀγῶνας αὑτοῦ εἰσελθεῖν εἰς τὸ στάδιον. Ἑώρων ὑμᾶς τῆς λογικῆς ἐφιεμένους τροφῆς, καὶ ἐμαυτὸν χορηγεῖν οὐκ ἰσχύοντα. Ἑώρων τὸν χρόνον ἐμπορίας, καὶ ἐμαυτὸν οὐδὲν συμβόλαιον θέσθαι πρὸς ὑμᾶς δυνάμενον. Ἔβλεπον τὴν θήραν πολλὴν, καὶ τὸν θηρευτὴν ἀτονοῦντα πρὸς τὴν ἄγραν. Ἀλλὰ καὶ λίαν ὀδυνωμένῳ ἐπὶ τούτῳ κάλλιον ἡγούμην ἐμαυτῷ τοὺς πόνους ἐπιμετρεῖν, ὥστε καὶ εἰς ἐκκλησίαν ἔχειν καθ' ἡμέραν ἐπιφοιτᾷν, καὶ τῆς ἄλλης κοινωνεῖν ὑμῖν λειτουργίας, ἣ δύο καὶ τρεῖς ἡμέρας πλέον μόνον μοχθήσας προσηλῶσθαι πάλιν τῇ κλίνῃ, καὶ πάλιν ὑμῶν ἀπολελεῖφθαι.

Read More ->>

ΟΜΙΛΙΑ Γʹ. Περὶ ἐλεημοσύνης, καὶ εἰς τὸν πλούσιον καὶ τὸν Λάζαρον.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Προσθήκαι είς Ομιλίας
Τόμος 64

ΟΜΙΛΙΑ Γʹ. Περὶ ἐλεημοσύνης, καὶ εἰς τὸν πλούσιον καὶ τὸν Λάζαρον.


Αʹ. Μεγάλη τῆς ἐλεημοσύνης ἡ εὐεργεσία. Οὐδὲν ἄλλο ἐξισάζεται τῇ ἐλεημοσύνῃ. Οὐδεμία ἀρετὴ ἐξισχύει οὕτως ἐξαλεῖψαι ἁμαρτίας. ∆ιὰ τοῦτο καὶ ἡ θεία Γραφή φησιν· Ὁ ἐλεῶν πτωχῷ, δανείζει Θεῷ. Ἐὰν δανείσῃς ἀνθρώπῳ χρυσίον, δεσμεύει τοῖς τραύμασι καὶ τοῖς γράμμασιν. Ἐπὶ δὲ Θεοῦ οὐκ ἔστιν οὕτως. Ἀλλὰ τοῖς μαρτυρίοις διδοῖς, τοῖς πένησιν, καὶ ὁ Θεὸς προσκαλεῖ ἀποδοῦναι τὸ δάνειον. Ἂ ἐδάνεισας τῷ πένητι, σπεύδει λῦσαι τὴν ἐγγύην, καὶ οὐχ ἁπλῶς ἀποδίδωσιν, ἀλλὰ μετὰ πολλῆς εὐλογίας ἀποδιδοῖ λέγων· ∆εῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου· κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἄνθρωπον ἐὰν δανείσῃς, οὐκ, ἔστιν ὅτε, ἀποδίδωσι δάνειον, οὐδὲ τὸ πρόσωπόν σου θέλει ἰδεῖν· ὁ Θεὸς δανεισάμενος ἀντὶ τῶν παραμενόντων τοῖς μαρτυρίοις, καὶ τῶν πενήτων, οὐκ ἀποδίδωσι τὸ δάνειον καὶ ἀποπέμπει, ἀλλὰ καὶ συγκληρονόμους ποιεῖ τοὺς δανειστὰς, λέγων· ∆εῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μοι, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Πότε ἡτοίμασεν ὁ Κύριος; Πότε; ὅτε σὺ ἐν ταῖς ἐκκλησίαις καὶ ἐν τοῖς μαρτυρίοις ἐκαρποφόρεις, ὅτε σὺ τὰς μνήμας τῶν ἁγίων ἐπετέλεις, ὅτε σὺ τοῖς πένησιν τὸν ἄρτον ἐδάνειζες, ὅτε σὺ τοὺς πτωχοὺς εἰς τὸν οἶκόν σου ἐδέχου, ὅτε σὺ τοὺς πτωχοὺς περιετίθεις ἱμάτιον, ὅτε σὺ τοὺς ἀσθενεῖς καὶ τοὺς ἐν φυλακῇ ἐπεσκέπτου, ὅτε σὺ ταῦτα ἐποίεις, ἐγὼ τὴν βασιλείαν ἡτοίμαζον.

Read More ->>

ΟΜΙΛΙΑ Περὶ εὐχῆς

0 σχόλια


Ιωάννης Χρυσόστομος
Προσθήκαι είς Ομιλίας
Τόμος 64

ΟΜΙΛΙΑ ʹ. Περὶ εὐχῆς

Πρότερον διεξελθόντες ὑμῖν περὶ νηστείας, καὶ τὰ ταύτης πλεονεκτήματα διηγησάμενοι κατὰ δύναμιν, καὶ πάλιν τῇ προτέρᾳ περὶ βαπτίσματος τῇ ὑμετέρᾳ διεξελθόντες φιληκοΐᾳ, βουλόμεθα καὶ περὶ εὐχῆς ὑμῖν διηγήσασθαι σήμερον· τίς γε ἡ ταύτης δύναμις, καὶ τίς ἡ ἀπ' αὐτῆς ὠφέλεια περιγίνεται τοῖς ταύτην συνδιατελοῦσιν. Παρακαλῶ οὖν ὑμᾶς, εὐγνωμόνως καὶ εὐλαβῶς ἀκούσατε, τὴν ἀκοὴν εὐθεῖαν τοῖς λεγομένοις ὑποθέντες. Μεγίστη οὖσα ἀληθῶς καὶ πρεσβυτέρα, καὶ μήτηρ τῶν ἐντολῶν ἁπασῶν αὕτη τετύχηκεν, ἅπαντα τὰ τοῦ Κυρίου ἀπογεννῶσα προστάγματα.Τίς γὰρ εὐχόμενος παριδεῖν τὸν πλησίον πενόμενον δύναται, ἵνα τὸν πόνον τὸν περὶ ταύτην ἀνόνητον ἔχῃ; Τίς δὲ τοιούτου πλούτου καὶ περιουσίας ὀρέγεσθαι δύναται, ἵνα τῷ σώματι μόνον ἀναδέχηται κάματον εἰκαῖον, ἀλλαχοῦ που τῆς καρδίας ἁλωμένης;

Read More ->>

Τη Βασιλίδι Ευδοξία

0 σχόλια


Ιωάννης Χρυσόστομος
Προσθήκαι είς Ομιλίας
Τόμος 64

Τη Βασιλίδι Ευδοξία

«Ὡς ὁρῶ, ἅπερ σπεύδω οἰκοδομεῖν πρὸς σωτηρίαν τῆς θεοφιλοῦς σου ψυχῆς, σὺ τὸ μᾶλλον καταβάλαι οὐκ ὀκνεῖς. Ἐγὼ γὰρ οὐ μόνον ταύτης τῆς προσκαίρου βασιλείας ἀπολαῦσαί σε εὔχομαι ἐν γήρᾳ πίονι, ἀλλὰ καὶ τῆς ἐπουρανίου καὶ ἀπεράντου τῶν οὐρανῶν βασιλείας κληρονόμον σε ἀναδειχθῆναι διὰ τῆς ἀγαθοεργίας σου. Ποίαν γὰρ καύχησιν ὑπερτέραν ταύτης ἔχομεν τοῦ πᾶσι γνώριμον γενέσθαι τὴν ὑμετέραν καλοκαγαθίαν ἐν πάσῃ εὐσεβείᾳ καὶ εὐπραγίᾳ βιοῦν; Ἐκπέπληγμαι δὲ ἀληθῶς καὶ ἐξέστην ἀκηκοὼς τῶν παρ' ὑμῶν ῥηθέντων σήμερον Θεοδωρίχῳ τῷ πατρικίῳ, ἀνδρὶ κατὰ Θεὸν ζῶντι, καθότι ὁ Θεὸς κατέστησεν ὑμᾶς δεσπότας πάσης γῆς καὶ θαλάσσης καὶ οὐ δέεται ἡ βασιλεία τῶν ὑπαρχόντων αὐτοῦ καὶ μάλιστα μηδὲν αὐτοῦ πταίσαντος αὐτῇ. Παρακαλῶ οὖν τὴν ὑμετέραν θεοφίλειαν μηδέν, ὧν εἴπατε αὐτῷ, ζητῆσαι παρ' αὐτοῦ, ἀλλὰ συγχωρῆσαι αὐτῷ πάντα, κελεῦσαι δὲ καὶ ἀδιαστρόφως αὐτὸν πολιτεύεσθαι, ὁ δὲ δεσπότης καὶ θεὸς ἡμῶν Ἰησοῦς Χριστὸς ἐκτελέσαι πάντα τὰ αἰτήματα ὑμῶν εἰς τὸ ἀγαθὸν κατὰ τὸ αὑτοῦ θέλημα, φιλόχριστε. Ἔρρωσο πολλοῖς ἔτεσιν διαμένουσα τῇ πολιτείᾳ Ῥωμαίων»

Read More ->>

Είς μακάριον Ιώβ Κεφάλαιον Α΄

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς τόν μακάριον Ιώβ
Τόμος 64

Προίμιον

Ὅτι δὲ παντὶ χρήσιμον τὸ βιβλίον, ἐν ἰδέᾳ πάσῃ καὶ βίων καὶ περιστάσεων, ἀνδρὶ καὶ γυναικὶ, πρεσβυτέρῳ καὶ νέῳ, ἰδιώτῃ καὶ ἄρχοντι, πλουσίῳ καὶ πένητι, τοῖς δεξιοῖς εὐθηνουμένῳ, καὶ τοῖς ἀριστεροῖς πιεζομένῳ, ἐγγύθεν ἔστι λαβεῖν τὴν ἀπόδειξιν. Ὁ γάρτοι θαυμαστὸς καὶ μέγας οὗτος ἀνὴρ, ὁ πανταχοῦ τῆς οἰκουμένης ἀοίδιμος, ὁ τῆς εὐσεβείας ἀθλητὴς καὶ στεφανίτης, ὁ διὰ πάντων τῶν ἄθλων ἐλθὼν, ὁ μυρία κατὰ τοῦ διαβόλου τρόπαια στήσας, οὗτος ἐγένετο πλούσιος καὶ πένης, ἔνδοξός τε καὶ εὐκαταφρόνητος, πολύπαις τε καὶ ἄπαις, ἐν βασιλικαῖς αὐλαῖς καὶ ἐν κοπρίᾳ, ἐν λαμπρᾷ στολῇ, καὶ μετ' ἐκείνην ἐν πηγῇ σκωλήκων· μυρίας ἀπήλαυσε θεραπείας, καὶ μετὰ ταῦτα μυρίας ὑπέμεινεν ὕβρεις, οἰκετῶν ἐπανισταμένων, φίλων ὀνειδιζόντων, γυναικὸς ἐπιβουλευούσης. Πάντα αὐτῷ καθάπερ ἐκ πηγῶν ἀπέῤῥει [ἴσ. ἐπέῤῥει], χρημάτων περιουσία, δυναστείας μέγεθος, δόξης περιφάνεια, εἰρήνης ἀσφάλεια, τιμὴ, καὶ θεραπεία, καὶ σώματος ὑγίεια, καὶ παίδων εὐκοσμία.

Read More ->>

Είς μακάριον Ιώβ Κεφάλαιoν Β΄

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς τόν μακάριον Ιώβ
Τόμος 64

ΚΕΦΑΛΑΙΟΝ. Βʹ

«Ἐγένετο δὲ ὡς ἡ ἡμέρα αὕτη, καὶ ἦλθον οἱ ἄγγελοι τοῦ Θεοῦ παραστῆναι ἔναντι τοῦ Κυρίου, καὶ ὁ διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν, παραστῆναι ἐναντίον τοῦ Κυρίου.» Τί δήποτε καθ' ἑκάστην ἡμέραν παρισταμένους αὐτοὺς εἰσάγει; ἵνα μάθωμεν, ὅτι οὐκ ἀπρονόητα τὰ παρόντα, ἀλλὰ λόγον διδόασι τῶν καθ' ἑκάστην ἡμέραν γινομένων, καὶ καθ' ἑκάστην ἀποστέλλονταί τι οἰκονομοῦντες οἱ ἄγγελοι, εἰ καὶ ἡμεῖς οὐκ ἴσμεν. «Καὶ εἶπεν ὁ Κύριος τῷ διαβόλῳ· Πόθεν σὺ ἔρχῃ;» Ἤδει πόθεν ἦλθεν, ὅτι ἡττηθεὶς παρὰ τοῦ δικαίου· ἀλλὰ βούλεται ἰδεῖν, εἰ εὐγνωμόνως ὁμολογεῖ τὴν ἧτταν. «Εἶπε δὲ ὁ Κύριος πρὸς τὸν διάβολον· Προσέσχες οὖν τῷ θεράποντί μου Ἰώβ; ὅτι οὐκ ἔστι κατ' αὐτὸν τῶν ἐπὶ τῆς γῆς· ἄνθρωπος ἄκακος, ἀληθινὸς, ἄμεμπτος, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ, ἔτι δὲ ἔχεται ἀκακίας· σὺ δὲ εἶπας ὑπάρχοντα αὐτοῦ διακενῆς ἀπολέσαι.» Ὁ μὲν διάβολος κρύψας τὴν ἧτταν, τῇ πρώτῃ κέχρηται φωνῇ· καὶ Περιελθὼν, φησὶ, τὴν γῆν πάρειμι.

Read More ->>

Είς μακάριον Ιώβ Κεφάλαια Γ΄- Ε

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς τόν μακάριον Ιώβ
Τόμος 64


ΚΕΦΑΛΑΙΟΝ. Γ.

«Μετὰ τοῦτο ἤνοιξεν Ἰὼβ τὸ στόμα αὐτοῦ.» Πολυχρονίου καὶ Χρυσοστόμου. Ἀκριβῶς δὲ κεῖται τὸ, μετὰ τοῦτο. Πολλοὺς μὲν γὰρ ὁρῶν, ὡς αὐτὸν ἀφικνουμένους, καὶ πάλιν ἀπιόντας, ἔμενε καρτερῶν ἐν τοῖς πάθεσιν· ἐπεὶ δὲ τοὺς περὶ Ἐλιφὰζ ἐθεάσατο γνησιότητι παραγενομένους, ἐπιπολύ τε προσμένοντας· οἳ καὶ ὅτι δεινὰ τὰ συμβεβηκότα διὰ τῆς σιγῆς ἐμαρτύρουν· οὐ γὰρ ἐτόλμησαν παραμυθήσασθαι, εἰ μὴ πρότερος αὐτὸς ἀρχὴν ἔδωκε· τότε δὴ φορτικὸς λοιπὸν αὐτοῖς ἔσεσθαι ἡγησάμενος διὰ τὴν σιωπὴν, λύει ταύτην. Ἴδωμεν οὖν, τί ἀνοίξας τὸ στόμα φθέγγεται. «Καὶ κατηράσατο τὴν ἡμέραν αὐτοῦ, λέγων· Ἀπόλοιτο ἡ ἡμέρα ἐν ᾖ ἐγεννήθην, καὶ ἡ νὺξ ἐκείνη ἐν ᾗ εἶπαν· Ἰδοὺ ἄρσεν.» Μὴ οὖν ἁπλῶς τὰ ῥήματα ἐξετάζωμεν, ἀλλ' ὅτι καὶ ἐξ ἀθυμούσης ψυχῆς λέγεται, ἴδωμεν· εἰ γὰρ μηδὲ ταῦτα ἐφθέγξατο, ἔδοξεν ἂν μηδὲ τῆς κοινῆς μετέχειν φύσεως. «Νὺξ ἐκείνη εἴη σκότος, καὶ μὴ ἀναζητήσαι αὐτὴν ὁ Κύριος ἄνωθεν, μηδὲ ἔλθοι εἰς αὐτὴν φέγγος· ἐκλάβοι δὲ αὐτὴν σκότος, καὶ σκιὰ θανάτου.»

Read More ->>

Είς μακάριον Ιώβ Κεφάλαια ΣΤ΄ - Θ'

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς τόν μακάριον Ιώβ
Τόμος 64

ΚΕΦΑΛΑΙΟΝ . ΣΤʹ

«Ὑπολαβὼν δὲ Ἰὼβ λέγει, Εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργὴν, τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδὸν, καὶ δὴ ἄμμου παραλίας βαρυτέρα ἔσται.» Πολυχρονίου καὶ Χρυσοστόμου. Εἰ γὰρ, ἀντὶ τοῦ, εἴθε γάρ. Ὀργὴν δὲ ἐνταῦθα τὴν ἀθυμίαν λέγει, καὶ τὸ πάθος τῆς ψυχῆς, τὸ ἐκ τῶν συμφορῶν γινόμενον· ὀδύνας δὲ, τὰς τῷ σώματι ὑπὸ τῶν ἑλκῶν συμβαινούσας· αὐξῶν δὲ τῇ ποσότητι τὸ πάθος, τὸ ὁμοθυμαδὸν ἔφησεν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐν ἀλλοτρίοις ὑμεῖς φιλοσοφεῖτε κακοῖς, καὶ πόῤῥω τῶν ἐμῶν συμφορῶν ἑστηκότες, μετὰ πολλῆς μοι παραινεῖτε τῆς ἀδείας· ὡς εἴγε οἷόντε τὰ ἐμὰ πάθη, καὶ τὰς ὀδύνας κατ' αὐτὸν λαβεῖν, καὶ καθάπερ ἐν τρυτάνῃ τινὶ ἀντιταλαντεῦσαι τῇ παραλίᾳ ψάμμῳ, τούτων ἂν εὗρε μᾶλλον, ἢ παρ' ἐκείνης, βαρυτέραν τὴν πλάστιγγα. Παραλίαν δὲ ἄμμον παρείληφε, διὰ τὸ ὑγροτέραν εἶναι. «Ὅταν ἄρξωμαι λαλεῖν, κεντοῦσί με.» Ὅρα δυσπραγίαν· ἀφ' ὧν ἐλεεῖσθαί με ἐχρῆν, ἀπὸ τούτων μισητός εἰμι καὶ κατάκριτος.

Read More ->>

Είς μακάριον Ιώβ Κεφάλαια Ι΄ -ΚΘ΄

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς τόν μακάριον Ιώβ
Τόμος 64


ΚΕΦΑΛΑΙΟΝ . Ιʹ

«Ὅτι ἀπείπω ἔργα χειρῶν σου, βουλῇ δὲ ἀσεβῶν προσέσχες.» Ὁρᾷς, ὅτι οὐ διὰ τοῦτο βούλεται δικάσασθαι, ὡς καλῶς πράττων, ἀλλ' ὅτι ὠφελεῖ με, φησὶν, αὕτη ἡ θλίψις; δέδοικα γὰρ μὴ καὶ βλάψῃ· εἰκὸς γάρ τινας λογίσασθαι, ἢ ὅτι οὐ προνοεῖς τῶν ἀνθρώπων οὓς ἔπλασας, ἢ ὅτι οἱ φαῦλοι μάλιστα παρὰ σοὶ εὐδοκιμοῦσι, καὶ ἀρέσκουσί σοι μάλιστα τὰ τούτων βουλεύματα. «Οἶδας γὰρ ὅτι οὐκ ἠσέβησα, ἀλλὰ τίς ἐστιν ὁ ἐκ τῶν χειρῶν σου ἐξαιρούμενος.» Χρυσοστόμου καὶ Ὀλυμπιοδώρου. Καὶ ἐγὼ οἶδα, ὅτι οὐκ ἠσέβησα, ἀλλὰ συμβαίνει ἠσεβηκέναι με, καὶ ἀγνοεῖν· ὅταν οὖν σὺ κολάσῃς, οὐδεὶς δικαιωθῆναι δύναται· ἀλλ' εἰ καὶ μὴ ἠσέβησα τόγε εἰς ἐμὴν γνώμην, οἶδα ὅτι τὴν σὴν βουλὴν οὐκ ἔστιν ἀποφυγεῖν, ἀντὶ τοῦ, Κἂν μὴ ἐμαυτῷ σύνοιδα, ἀλλὰ ἡ σὴ κρατείτω βουλὴ, ἡ κρεῖττον ἡμῶν τὰ καθ' ἡμᾶς ἐπισταμένη. «Αἱ χεῖρές σου ἔπλασάν με, καὶ ἐποίησάν με.» Χρυσοστ. καὶ Ὀλυμπ. Ἔργον εἰμὶ, φησὶ, τῶν χειρῶν σου, κἂν ἁμαρτωλός.

Read More ->>

Είς μακάριον Ιώβ Κεφάλαια Λ΄ - ΜΒ'

0 σχόλια


Ιωάννης Χρυσόστομος
Είς τόν μακάριον Ιώβ
Τόμος 64

ΚΕΦΑΛΑΙΟΝ. Λʹ

«Νῦν νουθετοῦσί με ἐν μέρει, ὧν ἐξουδένουν τοὺς πατέρας αὐτῶν· οὓς οὐχ ἡγησάμην ἀξίους· κυνῶν τῶν ἐμῶν νομάδων.» Ἐξουδένουν δὲ εἶπεν; οὐ χρώμενος ἀλαζονικῶς τῇ ἐξουδενώσει, ἀλλὰ σαφῶς αὐτοὺς εἰδὼς πονηρούς· κατὰ τό· Ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος· τοὺς γὰρ τοιούτους οὐδὲν ἡγεῖτο. Τὸ δέ· Νουθετοῦσί με ἐν μέρει, κατά γε ἐμὲ, οὐχ ὅτι μέρος εὐεργεσίας κατετίθεντο, ἀλλ' ἐπειδὴ αὐτὸς ἄλλους ἐνουθέτει, νῦν δὲ οὗτοι αὐτόν· διὰ τοῦτο οὕτως εἴρηται· καὶ τὸ μὴ ἀξίους δὲ εἶναι κυνῶν, οὐχ ὅτι χείρους εἰσὶ καὶ τοῦ ὑλακτικοῦ τοῦδε ζώου, ἀλλ' ὅτι οὐδὲ τοῦ κυνοκομεῖν ἀξίους αὐτοὺς ἔκρινεν. Οὐχ ἡγούμην γὰρ, φησὶν, αὐτοὺς ἀξίους τοῦ ἄγειν τοὺς κύνας τῆς ἐμῆς ποίμνης. Ἀπεποιήσατο μὲν οὖν τὴν νουθεσίαν αὐτῶν, ὡς μήτε ἀπὸ τῆς ἡλικίας ἐχόντων τὸ αἰδέσιμον, μήτε ἀπὸ τῆς ἀρετῆς. Ἐνουθέτουν γὰρ, φησί· τίνες; τίνα; οἱ νεώτεροι τὸν ὑπὲρ αὐτούς· οἱ φαῦλοι τὸν μὴ τοιοῦτον· οἱ εὐτελεῖς καὶ ἄδοξοι, τὸν λαμπρόν ποτε καὶ ἐπίσημον.

Read More ->>

ΟΜΙΛΙΑ Αʹ.Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ Ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Θεσσαλονικείς Α΄
Τόμος 62


ΟΜΙΛΙΑ Αʹ.Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ Ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ Πατρὶ καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ, χάρις ὑμῖν  καὶ εἰρήνη  ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν  καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εὐχαριστοῦμεν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, μνείαν ὑμῶν ποιούμενοι ἐπὶ τῶν προ σευχῶν ἡμῶν, ἀδιαλείπτως  μνημονεύοντες  ὑμῶν τοῦ ἔργου τῆς πίστεως, καὶ τοῦ κόπου τῆς ἀγάπης, καὶ τῆς ὑπομονῆς  τῆς ἐλπίδος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἔμπροσθεν τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν.

αʹ. Τί δήποτε Ἐφεσίοις μὲν ἐπιστέλλων, καὶ τὸν Τιμόθεον ἔχων μεθ' ἑαυτοῦ, οὐχὶ συνέταξεν  ἑαυτῷ,  καίτοι  γνωριζόμενον   παρ'  αὐτοῖς  καὶ  θαυμαζόμενον   (Τὴν  γὰρ δοκιμὴν αὑτοῦ γινώσκετε, φησὶν, ὅτι ὡς πατρὶ τέκνον  σὺν ἐμοὶ ἐδούλευσε· καὶ πάλιν, Οὐδένα ἔχω  ἰσόψυχον,  ὅστις γνησίως  τὰ περὶ ὑμῶν  μεριμνήσει)· ἐνταῦθα  δὲ συντάττει αὐτὸν ἑαυτῷ; Ἐμοὶ δοκεῖ ὅτι ἔμελλεν αὐτὸν πέμπειν εὐθέως, καὶ περιττὸν ἦν ἐπιστέλλειν τὸν τὰ γράμματα ὅσον οὔπω καταληψόμενον·  φησὶ γὰρ, Τοῦτον μὲν ἐλπίζω πέμψαι ἐξαυτῆς. Ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ' ἐπανελθὼν  ἦν, ὥστε εἰκότως ἐπέστελλεν· Ἄρτι γὰρ ἐλθόντος Τιμοθέου, φησὶ, πρὸς ἡμᾶς ἀφ' ὑμῶν. ∆ιὰ τί δὲ αὐτοῦ προτίθησι τὸν Σιλουανὸν, καίτοι μυρία αὐτῷ μαρτυρῶν ἀγαθὰ, καὶ πάντων αὐτὸν προτιθείς; Ἴσως μὲν ἀξιοῦντος  τοῦτο  αὐτοῦ  κατὰ πολλὴν  ταπεινοφροσύνην,  καὶ παρακαλοῦντος.

Read More ->>

ΟΜΙΛΙΑ Γʹ.Μνημονεύετε γὰρ, ἀδελφοὶ, τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον· νυκτὸς γὰρ

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Θεσσαλονικείς Α΄
Τόμος 62


ΟΜΙΛΙΑ Γʹ.Μνημονεύετε  γὰρ, ἀδελφοὶ,  τὸν κόπον ἡμῶν  καὶ τὸν μόχθον· νυκτὸς  γὰρ καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν, ἐκη ρύξαμεν εἰς ὑμᾶς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ. Ὑμεῖς μάρτυρες καὶ ὁ Θεὸς, ὡς ὁσίως καὶ ἀμέμπτως καὶ δικαίως ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν,  καθάπερ οἴδατε, ὡς ἕνα ἕκαστον ὑμῶν, ὡς πατὴρ τέκνα ἑαυτοῦ, παρακαλοῦντες ὑμᾶς καὶ παραμυθούμενοι, καὶ μαρτυρόμενοι εἰς τὸ περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Θεοῦ τοῦ καλέσαντος ὑμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν.

αʹ. Τὸν  διδάσκαλον  οὐδὲν  ἐπαχθὲς  χρὴ  λογίζεσθαι  τῶν  εἰς  σωτηρίαν  τῶν μαθητῶν  συντεινόντων. Εἰ γὰρ ὁ μακάριος Ἰακὼβ νυκτὸς καὶ ἡμέρας κατεκόπτετο  εἰς τὴν  τῶν  ποιμνίων   φυλακὴν,  πολλῷ  μᾶλλον  τὸν  τὰς  ψυχὰς  ἐμπεπιστευμένον,  κἂν ἐπίμοχθον ἔργον ᾖ, κἂν εὐτελὲς, πάντα δεῖ ποιεῖν, πρὸς ἓν ὁρῶντα μόνον, τὴν σωτηρίαν τῶν μαθητευομένων, καὶ τὴν ἐκεῖθεν δόξαν γινομένην  τῷ Θεῷ. Ὅρα γοῦν πῶς καὶ ὁ Παῦλος κῆρυξ καὶ ἀπόστολος ὢν τῆς οἰκουμένης,  καὶ τοιαύτην  τιμὴν  ἐπανῃρημένος, εἰργάζετο ταῖς χερσὶ πρὸς τὸ μὴ ἐπιβαρῆσαι τοὺς μαθητευομένους.  Μνημονεύετε γὰρ, φησὶν, ἀδελφοὶ,  τὸν κόπον ἡμῶν  καὶ τὸν μόχθον.  Εἶπε προλαβὼν,  ὅτι ∆υνάμενοι  ἐν βάρει εἶναι, ὡς Χριστοῦ ἀπόστολοι· ὅπερ καὶ ἐν τῇ πρὸς Κορινθίους φησίν·

Read More ->>

ΟΜΙΛΙΑ ∆ʹ.∆ιὰ τοῦτο κἀγὼ μηκέτι στέγων, ἔπεμψα εἰς τὸ γνῶναι τὴν πίστιν ὑμῶν

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Θεσσαλονικείς Α΄
Τόμος 62


ΟΜΙΛΙΑ ∆ʹ.∆ιὰ τοῦτο κἀγὼ μηκέτι στέγων, ἔπεμψα εἰς τὸ γνῶναι  τὴν πίστιν ὑμῶν, μή πως ἐπεί ρασεν ὑμᾶς ὁ πειράζων,  καὶ εἰς κενὸν  γένηται  ὁ κόπος ἡμῶν. Ἄρτι δὲ ἐλθόντος Τιμοθέου πρὸς ἡμᾶς ἀφ' ὑμῶν, καὶ εὐαγγελισαμένου  ἡμῖν τὴν πίστιν καὶ τὴν ἀγάπην ὑμῶν, καὶ ὅτι ἔχετε μνείαν ἡμῶν πάντοτε ἀγαθὴν, ἐπιποθοῦντες ἡμᾶς ἰδεῖν, καθάπερ καὶ ἡμεῖς ὑμᾶς· διὰ τοῦτο  παρεκλήθημεν,  ἀδελφοὶ,  ἐφ' ὑμῖν  ἐπὶ πάσῃ τῇ θλίψει  καὶ ἀνάγκῃ ἡμῶν, διὰ τῆς ὑμῶν, πίστεως· ὅτι νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ.


αʹ. Ζήτημα πρόκειται τήμερον ἡμῖν παρὰ πολλῶν  ζητούμενον, καὶ πολλαχόθεν συλλεγόμενον.  Τί δὲ τὸ ζήτημά ἐστι; ∆ιὰ τοῦτο, φησὶ, κἀγὼ  μηκέτι  στέγων,  ἔπεμψα Τιμόθεον  εἰς  τὸ  γνῶναι  τὴν  πίστιν  ὑμῶν.  Τί λέγεις;  ὁ τοσαῦτα  εἰδὼς,  ὁ ἀπόῤῥητα ἀκούσας ῥήματα, ὁ μέχρι τρίτου ἀνελθὼν  οὐρανοῦ, οὗτος οὐκ οἶδε, καὶ ἐν Ἀθήναις ὤν; καίτοι οὐ πολλοῦ ὄντος τοῦ διαστήματος, οὐδὲ πρὸ πολλοῦ χωρισθεὶς αὐτῶν· Ἀπορφανισθέντες  γὰρ, φησὶν, ἀφ' ὑμῶν πρὸς καιρὸν ὥρας. Οὐκ οἶδε οὖν ὁ τοιοῦτος τὰ Θεσσαλονικέων, ἀλλ' ἀναγκάζεται  πέμψαι Τιμόθεον εἰς τὸ γνῶναι  τὴν πίστιν αὐτῶν· Μή πως ἐπείρασεν ὑμᾶς, φησὶν, ὁ πειράζων, καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡμῶν;

Read More ->>

ΟΜΙΛΙΑ ΣΤʹ.Περὶ δὲ τῆς φιλαδελφίας οὐ χρείαν ἔχομεν γράφειν ὑμῖν.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Θεσσαλονικείς Α΄
Τόμος 62



ΟΜΙΛΙΑ ΣΤʹ.Περὶ δὲ τῆς  φιλαδελφίας οὐ χρείαν  ἔχομεν  γράφειν  ὑμῖν.  Αὐτοὶ γὰρ  ὑμεῖς θεοδίδακτοί  ἐστε  εἰς  τὸ  ἀγαπᾷν  ἀλλήλους.  Καὶ γὰρ  ποιεῖτε  αὐτὸ  εἰς  πάντας  τοὺς ἀδελφοὺς τοὺς ἐν ὅλῃ τῇ Μακεδονίᾳ.

αʹ. Τί δήποτε περὶ σωφροσύνης σφοδρῶς αὐτοῖς διαλεχθεὶς,  καὶ περὶ τοῦ δεῖν ἐργάζεσθαι μέλλων  διαλέγεσθαι, καὶ περὶ τοῦ μὴ λυπεῖσθαι τοῖς ἀπελθοῦσιν, ὃ πάντων ἦν κεφάλαιον  τῶν  ἀγαθῶν  τὸ τῆς ἀγάπης, τοῦτο κατὰ παράλειψιν  τίθησι, λέγων·  Οὐ χρείαν ἔχομεν γράφειν ὑμῖν; Καὶ τοῦτο ἀπὸ τῆς πολλῆς συνέσεως καὶ τῆς πνευματικῆς διδασκαλίας. ∆ύο γὰρ ἐνταῦθα  ἐμφαίνει,  ἓν μὲν, ὅτι οὕτως ἀναγκαῖον  τὸ πρᾶγμα, ὡς μηδὲ διδασκαλίας δεῖσθαι· τὰ γὰρ σφόδρα μεγάλα πᾶσίν ἐστι δῆλα· δεύτερον δὲ, μᾶλλον αὐτοὺς ἐντρέπει, ἢ εἰ παρῄνεσε τοῦτο εἰπών. Ὁ γὰρ νομίζων, αὐτοὺς κατωρθωκέναι, καὶ διὰ τοῦτο μὴ παραινῶν, καὶ εἰ μὴ κατώρθωσαν, ἐνήγαγεν  ἂν μᾶλλον. Καὶ ὅρα· Οὐ λέγει περὶ τῆς ἀγάπης τῆς εἰς πάντας, ἀλλὰ τῆς εἰς τοὺς ἀδελφούς. Οὐ χρείαν ἔχομεν γράφειν ὑμῖν


Read More ->>

ΟΜΙΛΙΑ Ηʹ.Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Θεσσαλονικείς Α΄
Τόμος 62


ΟΜΙΛΙΑ Ηʹ.Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας· ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου, καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ' οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτοι. Ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.

αʹ. Οἱ προφῆται μὲν τὸ ἀξιόπιστον τῶν λεγομένων  δεῖξαι βουλόμενοι, πρὸ τῶν ἄλλων  ἁπάντων  τοῦτο λέγουσιν· Ὅρασις, ἣν εἶδεν Ἡσαΐας· καὶ πάλιν, Ῥῆμα Κυρίου, ὃ ἐγενήθη πρὸς Ἱερεμίαν· καὶ πάλιν, Τάδε λέγει Κύριος, καὶ ὅσα τοσαῦτα. Πολλοὶ δὲ καὶ αὐτὸν καθήμενον ὁρῶσι τὸν Θεὸν, ὡς αὐτοῖς ἰδεῖν δυνατόν. Ὁ δὲ Παῦλος οὐ καθήμενον ἰδὼν, ἀλλ' ἔχων ἐν ἑαυτῷ λαλοῦντα  τὸν Χριστὸν, ἀντὶ τοῦ, Τάδε λέγει Κύριος, ἔλεγεν, Ἢ δοκιμὴν  ζητεῖτε  τοῦ  ἐν  ἡμῖν  λαλοῦντος  Χριστοῦ;  καὶ  πάλιν,  Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ, δεικνὺς ὅτι οὐδὲν αὐτοῦ ἐστιν· ὁ γὰρ Ἀπόστολος τὰ τοῦ ἀποστείλαντος φθέγγεται.  Καὶ πάλιν,  ∆οκῶ δὲ κἀγὼ  Πνεῦμα Θεοῦ ἔχειν.

Read More ->>

ΟΜΙΛΙΑ Ιʹ.Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοὶ, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Θεσσαλονικείς Α΄
Τόμος 62

ΟΜΙΛΙΑ Ιʹ.Ἐρωτῶμεν δὲ ὑμᾶς, ἀδελφοὶ, εἰδέναι τοὺς κοπιῶντας ἐν ὑμῖν, καὶ προϊσταμένους ὑμῶν ἐν Κυρίῳ, καὶ νουθετοῦντας  ὑμᾶς, καὶ ἡγεῖσθαι αὐτοὺς ὑπὲρ ἐκπερισσοῦ ἐν ἀγάπῃ διὰ τὸ ἔργον αὐτῶν· εἰρηνεύετε ἐν αὐτοῖς.

αʹ. Πολλὰς  ἀνάγκη  τὸν  ἄρχοντα  μικροψυχιῶν   ἀφορμὰς  ἔχειν·  καὶ  καθάπερ ἰατρῶν  παῖδες  πολλὰ  λυπεῖν  ἀναγκάζονται  τοὺς  κάμνοντας,  καὶ σιτία καὶ φάρμακα κατασκευάζοντες,  ἡδονὴν  μὲν  οὐκ  ἔχοντα,  πολλὴν  δὲ  τὴν  ὠφέλειαν·  καὶ  καθάπερ πατέρες πολλαχοῦ τοῖς υἱοῖς εἰσι φορτικοί· οὕτω καὶ οἱ διδάσκαλοι, καὶ πολλῷ μᾶλλον. Ὁ μὲν γὰρ ἰατρὸς κἂν πρὸς τὸν κάμνοντα  ἀπεχθάνηται,  ἀλλὰ πρὸς τοὺς προσήκοντας αὐτῷ  καὶ ἐπιτηδείους  ἔχει  ἡδέως, καὶ πρὸς αὐτὸν  δὲ πολλάκις  τὸν  κάμνοντα· καὶ ὁ πατὴρ δὲ ἀπό τε τῶν  τῆς φύσεως, ἀπό τε τῶν  νόμων  τῶν  ἔξωθεν  μετὰ πολλῆς  τῆς εὐκολίας κέχρηται τῇ κατὰ τοῦ παιδὸς ἀρχῇ· κἂν ἄκοντα παιδεύσῃ καὶ ἐπιπλήξῃ, οὐδεὶς ὁ κωλύσων, ἀλλ' οὐδὲ αὐτὸς ἐκεῖνος ἀντιβλέψαι  δυνήσεται· ἐπὶ δὲ τοῦ ἱερέως πολλὴ ἡ δυσκολία. Πρῶτον μὲν οὖν ἑκόντων ἄρχειν ὀφείλει, καὶ χάριν αὐτῷ τῆς ἀρχῆς εἰδότων· τοῦτο δὲ οὐκ ἔνι συμβαίνειν ταχέως.

Read More ->>

ΟΜΙΛΙΑ Αʹ. Εἰπὼν ἐν τῇ προτέρᾳ ἐπιστολῇ, ὅτι εὐχόμεθα νύκτα καὶ ἡμέραν ἰδεῖν ὑμᾶς

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Θεσσαλονικείς Β' 
Τόμος 62


ΟΜΙΛΙΑ Αʹ. Εἰπὼν ἐν τῇ προτέρᾳ ἐπιστολῇ, ὅτι Εὐχόμεθα νύκτα καὶ ἡμέραν ἰδεῖν ὑμᾶς

αʹ. Εἰπὼν ἐν τῇ προτέρᾳ ἐπιστολῇ, ὅτι Εὐχόμεθα νύκτα καὶ ἡμέραν ἰδεῖν ὑμᾶς, καὶ ὅτι Οὐ στέγομεν, ἀλλ' ἐν Ἀθήναις κατελείφθημεν μόνοι, καὶ ὅτι Ἔπεμψα Τιμόθεον, διὰ τούτων πάντων τὸν πόθον αὐτοῦ δηλοῖ, ὃν εἶχεν, ὥστε παραγενέσθαι πρὸς αὐτούς. Ἐπεὶ οὖν οὐκ ἔφθασεν  ἴσως ἀπελθεῖν,  καὶ καταρτίσαι  τὰ ὑστερήματα τῆς πίστεως  αὐτῶν, τούτου  χάριν  τὴν  δευτέραν  προστίθησιν  ἐπιστολὴν,  τὸ  ἐλλει   φθὲν  ἀπὸ  τῆς παρουσίας διὰ τῶν γραμμάτων ἀναπληρῶν. Ὅτι γὰρ οὐκ ἀπῆλθεν, ἐκεῖθεν ἔστι στοχάσασθαι· γράφων  γάρ φησιν· Ἐρωτῶμεν δὲ ὑμᾶς ὑπὲρ τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ γὰρ ἐν τῇ προτέρᾳ ἐπιστολῇ ἔλεγεν· ὅτι Περὶ τῶν χρόνων καὶ τῶν  καιρῶν  οὐ χρείαν  ἔχετε  γράφεσθαι  ὑμῖν. Ὥστε εἰ παρεγένετο,  οὐδὲν  ἂν ἐδεήθη γράψαι· ἐπειδὴ δὲ τὸ ζήτημα ὑπερετίθη, τούτου χάριν προστίθησι ταύτην τὴν ἐπιστολὴν, καθάπερ  καὶ  ἐν  τῇ  πρὸς  Τιμόθεόν  φησιν,  ὅτι  Ἀνατρέπουσι  τήν  τινων  πίστιν  τινὲς, λέγοντες  τὴν  ἀνάστασιν ἤδη γεγονέναι.  Τοῦτο δὲ ἐποίουν,  ἵνα μηδὲν  μέγα λοιπὸν  ἢ λαμπρὸν ἐλπίσαντες  οἱ πιστοὶ, ἀπαγορεύσωσι πρὸς τοὺς πόνους.

Read More ->>

ΟΜΙΛΙΑ Βʹ.Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ Ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Θεσσαλονικείς Β' 
Τόμος 62


ΟΜΙΛΙΑ Βʹ.Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ Ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ Πατρὶ ἡμῶν καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.

αʹ. Οἱ πλείους τῶν ἀνθρώπων ἅπαντα πράττουσι καὶ μηχανῶνται,  ὥστε καὶ παρὰ ἄρχουσι καὶ παρὰ τοῖς αὐτῶν  μείζοσι χάριν  τινὰ  σχεῖν· καὶ μέγα τίθενται  τοῦτο, καὶ μακαρίους ἑαυτοὺς εἶναι νομίζουσιν, ἐὰν ἐπιτύχωσι τοῦ σπουδαζομένου. Εἰ δὲ τὸ παρὰ ἀνθρώποις χάριτος τυχεῖν τοσοῦτον μέγα, τὸ παρὰ Θεοῦ χάριν εὑρεῖν, πόσον ἂν γένοιτο;∆ιὰ τοῦτο ἀεὶ τοῦτο προτίθησι τῆς αὐτοῦ ἐπιστολῆς, καὶ τοῦτο ἐπεύχε  ται, εἰδὼς ὅτι  ἂν  τοῦτο  ᾖ, οὐδὲν  ἔσται  λοιπὸν  τῶν  ἀνιαρῶν,  ἀλλ' ὅσα ἂν  ᾖ  δυσχερῆ, πάντα λυθήσεται.  

Read More ->>

ΟΜΙΛΙΑ Γʹ.Οἵτινες δίκην τίσουσιν, ὄλεθρον αἰώνιον, ἀπὸ προσώπου Κυρίου,

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Θεσσαλονικείς Β' 
Τόμος 62


ΟΜΙΛΙΑ Γʹ.Οἵτινες δίκην τίσουσιν, ὄλεθρον αἰώνιον, ἀπὸ προσώπου Κυρίου, καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἔλθῃ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ θαυμασθῆναι ἐν πᾶσι τοῖς πιστεύσασιν.

αʹ. Εἰσὶ πολλοὶ  τῶν  ἀνθρώπων,  οἳ  τὰς  ἐλπίδας  τὰς  χρηστὰς  οὐκ ἐν  τῷ  τῶν ἁμαρτημάτων  ἀπέχεσθαι ἔχουσιν, ἀλλ' ἐν τῷ νομίζειν  τὴν γέενναν  μὴ σφοδρὰν εἶναι, καθὼς λέγεται,  ἀλλ' ἡμερωτέραν  τῆς ἠπειλημένης,  καὶ πρόσκαιρον, οὐκ αἰώνιον,  καὶ πολλὰ  περὶ τούτου  φιλοσοφοῦσιν.  Ἐγὼ μὲν οὖν  οὐ μόνον  ὅτι τῆς ἠπειλημένης  οὐκ ἔστιν ἡμερωτέρα, ἀλλ' ὅτι καὶ σφοδροτέρα πολλῷ, πολλαχόθεν  ἔχω παραστῆσαι, καὶ ἐξ αὐτῶν συλλογίσασθαι τῶν περὶ γεέννης ῥημάτων. Πλὴν ἀλλ' οὐδένα περὶ τούτων κινῶ λόγον  νῦν· ἀρκεῖ  γὰρ  ὁ καὶ  ἀπὸ  ψιλῶν  ῥημάτων  φόβος,  κἂν  μὴ  τὸν  νοῦν  αὐτῶν ἀναπτύξωμεν. Ὅτι δὲ οὐκ ἔστι πρόσκαιρος, ἄκουσον τοῦ Παύλου λέγοντος νῦν περὶ τῶν μὴ εἰδότων τὸν Θεὸν, μηδὲ πιστευόντων  ἐν τῷ Εὐαγγελίῳ, ὅτι δίκην τίσουσιν, ὄλεθρον αἰώνιον.  Τὸ αἰώνιον  οὖν πῶς πρόσκαιρον;

Read More ->>

ΟΜΙΛΙΑ ∆ʹ.Καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Θεσσαλονικείς Β' 
Τόμος 62


 ΟΜΙΛΙΑ ∆ʹ.Καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι  αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ. Τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας, μόνον ὁ κατ έχων ἄρτι ἕως ἐκ μέσου γένηται· καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ Κύριος Ἰησοῦς ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ· οὗ ἐστιν ἡ παρουσία κατ' ἐνέργειαν τοῦ σατανᾶ.

αʹ. Ζητήσειεν ἄν τις πρῶτον  εἰκότως, τί ποτέ ἐστι, Τὸ κατέχον, καὶ μετὰ ταῦτα μαθεῖν, τί δήποτε ἀσαφῶς οὕτως αὐτὸ τίθησιν ὁ Παῦλος. Τί δήποτ' οὖν ἐστι Τὸ κατέχον ἀποκαλυφθῆναι αὐτὸν, τουτέστι, τὸ κωλύον; Οἱ μὲν τοῦ Πνεύματος τὴν χάριν φασὶν, οἱ δὲ τὴν Ῥωμαϊκὴν ἀρχήν· οἷς ἔγωγε μάλιστα τίθεμαι. ∆ιὰ τί; Ὅτι εἰ τὸ πνεῦμα ἐβούλετο εἰπεῖν,  οὐκ  ἂν  εἶπεν  ἀσαφῶς,  ἀλλὰ  φανερῶς,   ὅτι  καὶ  νῦν  αὐτὸν  κατέχει  ἡ  τοῦ Πνεύματος  χάρις,  τουτέστι,  τὰ  χαρίσματα.  Ἄλλως  δὲ  ἔδει  ἤδη  παραγενέσθαι,  εἴ  γε ἔμελλε τῶν χαρισμάτων ἐκλειπόντων παραγενέσθαι· καὶ γὰρ πάλαι ἐκλέλοιπεν. Ἐπειδὴ δὲ περὶ τῆς Ῥωμαϊκῆς ἀρχῆς τοῦτό φησιν, εἰκότως ᾐνίξατο, καὶ τέως φησὶ συνεσκιασμένως· οὐδὲ γὰρ ἐβούλετο περιττὰς ἔχθρας ἀναδέχεσθαι καὶ ἀνονήτους κινδύνους.

Read More ->>

ΟΜΙΛΙΑ Εʹ.Πιστὸς δέ ἐστιν ὁ Κύριος, ὃς στηρίξει ὑμᾶς, καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Θεσσαλονικείς Β' 
Τόμος 62


ΟΜΙΛΙΑ Εʹ.Πιστὸς δέ ἐστιν ὁ Κύριος, ὃς στηρίξει ὑμᾶς, καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ. Πεποίθαμεν δὲ ἐν Κυρίῳ ἐφ' ὑμᾶς ὅτι ἃ παραγγέλλομεν ὑμῖν, καὶ ποιεῖτε καὶ ποιήσετε. Ὁ δὲ Κύριος κατευ θύνει ὑμῶν τὰς καρδίας εἰς τὴν ἀγάπην τοῦ Θεοῦ καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ.

αʹ. Οὔτε τὸ πᾶν ταῖς εὐχαῖς τῶν ἁγίων ἐπιτρέψαντας  αὐτοὺς ἀργεῖν χρὴ, καὶ τῇ κακίᾳ  προστρέχειν,  καὶ μηδενὸς  τῶν  εἰς ἀρετὴν  φερόντων  ἀντιλαμβάνεσθαι·  οὔτε πάλιν ἐργαζομένους τὰ ἀγαθὰ, καταφρονεῖν  τῆς συμμαχίας ἐκείνης. Μεγάλα μὲν γὰρ δύναται, μεγάλα ἡ εὐχὴ ἡ ὑπὲρ ἡμῶν, ἀλλ' ὅταν καὶ ἡμεῖς ἐργαζώμεθα. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος εὐχόμενος ὑπὲρ αὐτῶν, πάλιν τὸ ἀξιόπιστον τίθησιν ἀπὸ τῆς ἐπαγγελίας, καί φησι· Πιστὸς δέ ἐστιν ὁ Κύριος, ὃς στηρίξει ὑμᾶς, καὶ φυλάξει ἀπὸ τοῦ πονηροῦ. Εἰ γὰρ εἵλετο ὑμᾶς εἰς σωτηρίαν, οὐ ψεύσεται, οὐδὲ ἀφήσει πάντως ἀπολέσθαι. Ἵνα δὲ μὴ διὰ τού  των  εἰς ῥᾳθυμίαν  ἀγάγῃ, καὶ τὸ πᾶν τοῦ Θεοῦ νομίσαντες  εἶναι αὐτοὶ καθεύδωσιν, ὅρα πῶς καὶ τὴν παρ' αὐτῶν συνεργίαν ἀπαιτεῖ, λέγων· Πεποίθαμεν δὲ ἐν Κυρίῳ ἐφ' ὑμᾶς, ὅτι ἃ παραγγέλλομεν,  καὶ ποιεῖτε καὶ ποιήσετε. Πιστὸς μὲν οὖν ἐστι, φησὶν, ὁ Θεὸς, καὶ ἐπαγγελλόμενος σῶσαι, πάντως σώσει, ἀλλ' ὡς ἐπηγγείλατο.  Πῶς δὲ ἐπηγγείλατο; Ἐὰν θέλωμεν, καὶ ἀκούωμεν αὐτοῦ· οὐχ ἁπλῶς, οὐδὲ, ὡς ξύλα καὶ λίθους, ἀργοῦντας.

Read More ->>

Πρός Φιλήμονα Επιστολή

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Φιλήμονα
Τόμος 62

 ΥΠΟΘΕΣΙΣ. Πρῶτον  ἀναγκαῖον   τὴν   ὑπόθεσιν   εἰπεῖν   τῆς   ἐπιστολῆς,   εἶτα   καὶ   τὰ ζητούμενα. Τίς οὖν ἡ ὑπόθεσις; Φιλήμων ἀνήρ τις τῶν θαυμαστῶν καὶ γενναίων (ὅτι γὰρ θαυμαστὸς ἦν, δῆλον ἀπὸ τοῦ καὶ τὴν οἰκίαν αὐτοῦ πᾶσαν εἶναι πιστὴν, καὶ οὕτω πιστὴν, ὡς καὶ Ἐκκλησίαν αὐτὴν ὀνομάζεσθαι.


Πρῶτον  ἀναγκαῖον   τὴν   ὑπόθεσιν   εἰπεῖν   τῆς   ἐπιστολῆς,   εἶτα   καὶ   τὰ ζητούμενα. Τίς οὖν ἡ ὑπόθεσις; Φιλήμων ἀνήρ τις τῶν θαυμαστῶν καὶ γενναίων (ὅτι γὰρ θαυμαστὸς ἦν, δῆλον ἀπὸ τοῦ καὶ τὴν οἰκίαν αὐτοῦ πᾶσαν εἶναι πιστὴν, καὶ οὕτω πιστὴν, ὡς καὶ Ἐκκλησίαν αὐτὴν ὀνομάζεσθαι.  ∆ιὰ τοῦτο καὶ γράφων ἔλεγε· Καὶ τῇ κατ' οἶκόν σου Ἐκκλησίᾳ. Μαρτυρεῖ δὲ αὐτῷ καὶ πολλὴν  ὑπακοὴν, καὶ ὅτι σπλάγχνα  τῶν  ἁγίων  ἀνεπέπαυτο  εἰς αὐτόν.  Καὶ αὐτὸς δὲ γράφων  ἐν  ταύτῃ  τῇ ἐπιστολῇ παρήγγελλεν  αὐτῷ ἑτοιμάσαι ξενίαν.  Οὕτω μοι δοκεῖ καταγώγιον  εἶναι ἁγίων ἡ οἰκία ἡ ἐκείνου πάντων ἕνεκεν).Οὗτος δὴ  οὖν  ὁ  θαυμαστὸς  ἀνὴρ  παῖδά  τινα  εἶχεν  Ὀνήσιμον.  Ὁ τοίνυνὈνήσιμος  οὗτος  κλέψαςτι  παρὰ  τοῦ  δεσπότου, ἐδραπέτευσεν·  ὅτι  γὰρ  ἔκλεψεν, ἄκουσον τί φησιν· Εἰ δέ τι ἠδίκησέ σε, ἢ ὀφείλει, ἐγὼ ἀποτίσω.

Read More ->>

ΟΜΙΛΙΑ Γʹ.Εἰ οὖν ἐμὲ ἔχεις κοινωνὸν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Φιλήμονα
Τόμος 62

ΟΜΙΛΙΑ Γʹ.Εἰ οὖν ἐμὲ ἔχεις κοινωνὸν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ. Εἰ δέ τι ἠδίκησέ σε, ἢ ὀφείλει, ἐμοὶ τοῦτο ἐλλόγει. Ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρὶ, ἐγὼ ἀποτίσω, ἵνα μὴ λέγω σοι, ὅτι καὶ σαυτόν μοι προσοφείλεις.

αʹ. Οὐδὲν οὕτω πρᾶγμα παραινεῖν οἶδεν, ὡς τὸ μὴ πάντα ἀθρόον αἰτεῖν. Ὅρα γὰρ μετὰ πόσα ἐγκώμια,  μετὰ πόσην κατασκευὴν τὸ μέγα τοῦτο ἔθηκε. Μετὰ τὸ εἰπεῖν, ὅτι Τέκνον μου, ὅτι κοινωνὸς  τοῦ εὐαγγελίου, ὅτι σπλάγχνα, ὅτι ἀδελφὸν αὐτὸν ἀπέχεις, ὅτι ὡς ἀδελφὸν ἔχε, τότε ἐπήγαγεν, Ὡς ἐμέ. Καὶ οὐκ ᾐσχύνθη τοῦτο Παῦλος. Ὁ γὰρ μὴ αἰσχυνόμενος δοῦλος κληθῆναι τῶν πιστῶν, ἀλλὰ καὶ ὁμολογῶν τοῦτο, πολλῷ μᾶλλον τοῦτο οὐκ ἂν παρῃτήσατο. Ὃ δὲ λέγει, τοῦτό  ἐστιν· Εἰ τὰ αὐτά μοι φρονεῖς, ἐπὶ τοῖς αὐτοῖς τρέχεις, εἰ φίλον ἡγῇ, προσλαβοῦ αὐτὸν, ὡς ἐμέ. Εἰ δέ τι ἠδίκησεν. Ὅρα, ποῦ τέθεικε καὶ πότε τὸ ἀδίκημα· ὕστερον, μετὰ τὸ πολλὰ ὑπὲρ τούτου προειπεῖν. Ἐπεὶ γὰρ μάλιστα ἡ τῶν χρημάτων ζημία δάκνειν εἴωθε τοὺς ἀνθρώπους, ἵνα μηδὲ ὑπὲρ τούτων  ἐγκαλέσῃ (εἰκὸς γὰρ αὐτὰ καὶ κατηναλῶσθαι)· τότε τοῦτο τίθησι καί φησιν·

Read More ->>

ΟΜΙΛΙΑ ∆ʹ.Πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Τιμόθεον Επιστολή Α'
Τόμος 62


ΟΜΙΛΙΑ ∆ʹ.Πιστὸς ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Ἰησοῦς Χριστὸς τὴν ἅπασαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ' αὐτῷ εἰς ζωὴν αἰώνιον.

αʹ. Οὕτω μεγάλαι  εἰσὶν αἱ εὐεργεσίαι τοῦ Θεοῦ, καὶ πᾶσαν ἀνθρωπίνην ὑπερβαίνουσαι προσδοκίαν καὶ ἐλπίδα, ὡς πολλαχοῦ καὶ ἀπιστεῖσθαι. Ἃ γὰρ μήτε ἐνενόησε, μήτε προσεδόκησε νοῦς ἀνθρώπινος,  ταῦτα ἡμῖν  ἐχαρίσατο. ∆ιὰ τοῦτο καὶ πολὺν οἱ ἀπόστολοι λόγον ὑπὲρ τούτου ποιοῦνται, ὥστε πιστευθῆναι τὰ δῶρα τὰ παρὰ τοῦ Θεοῦ ἡμῖν  παρασχεθέντα.  Καθά  περ γὰρ ἐπὶ τῶν  μεγάλων  ἀγαθῶν  τοῦτο πάσχομεν,  ἆρα μὴ  ὄναρ  ἐστίν; λέγοντες,  τῷ  ἀπιστεῖν· οὕτω  καὶ  ἐπὶ  τῶν  τοῦ  Θεοῦ δωρεῶν.  Τί οὖν ἦν τὸ ἀπιστούμενον; Εἰ οἱ ἐχθροὶ, εἰ οἱ ἁμαρτωλοὶ, εἰ οἱ ἐν νόμῳ μὴ δικαιωθέντες  μηδὲ δι' ἔργων, οὗτοι ἐξαίφνης διὰ πίστεως μόνης ἔμελλον τῶν πρωτείων τεύξεσθαι.  Πολλὰ  μὲν  οὖν  καὶ  ἐν  τῇ  πρὸς  Ῥωμαίους  περὶ  τούτου  διαλέγεται   τοῦ κεφαλαίου,  πολλὰ δὲ καὶ ἐνταῦθα. Πιστὸς, φησὶν, ὁ λόγος, καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν  εἰς τὸν  κόσμον ἁμαρτωλοὺς  σῶσαι, ὧν  πρῶτός  εἰμι  ἐγώ. Ἐπειδὴ γὰρ Ἰουδαῖοι τούτῳ μάλιστα ἐφείλκοντο,  πείθει αὐτοὺς τῷ νόμῳ μὴ προσέχειν, ὡς οὐκ ἐνὸν δι' ἐκείνου σωθῆναι πίστεως χωρίς.

Read More ->>

ΟΜΙΛΙΑ Ζʹ.Ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Τιμόθεον Επιστολή Α'
Τόμος 62

ΟΜΙΛΙΑ Ζʹ.Ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. Τοῦτο γὰρ καλὸν καὶ ἀποδεκτὸν ἐνώπιον τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.

αʹ. Εἰ τοὺς κοινοὺς βούλεται λύεσθαι πολέμους καὶ τὰς μάχας καὶ τὰς ταραχὰς, καὶ  διὰ  τοῦτο  ὑπὲρ  βασιλέων  καὶ  ὑπὲρ  ἀρχόντων  παρακαλεῖ  τὸν  ἱερωμένον  εὐχὰς ποιεῖσθαι, πολλῷ μᾶλλον καὶ τοὺς ἰδιώτας  τοῦτο χρὴ ποιεῖν. Τῶν πολέμων  γάρ ἐστιν εἴδη τρία τὰ χαλεπώτερα· εἷς μὲν οὗτος ὁ κοινὸς, ὅταν οἱ παρ' ἡμῖν στρατιῶται πολεμῶνται  παρὰ βαρβάρων· δεύτερος, ὅταν, καὶ εἰρήνης οὔσης, ἡμεῖς πρὸς ἀλλήλους πολεμῶμεν·  τρίτος,  ὅταν  ἕκαστος  πρὸς  ἑαυτὸν  πολεμῇ.  Οὗτος δὴ  καὶ  πάντων  ἐστὶ χαλεπώτατος.   Ἐκεῖνος  μὲν  γὰρ  ὁ  παρὰ  τῶν  βαρβάρων  οὐδὲν  μέγα  ἡμᾶς  βλάψαι δυνήσεται· τί γὰρ, εἰπέ μοι; ἔσφαξε καὶ ἀνεῖλεν, ἀλλ' οὐδὲν τὴν ψυχὴν ἐλυμήνατο. Ἀλλ' οὐδὲ ὁ δεύτε  ρος, ἐὰν μὴ βουλώμεθα, βλάψαι τι ἡμᾶς δυνήσεται. Κἂν γὰρ ἕτεροι πρὸς ἡμᾶς πολεμῶσιν, ἔξεστιν ἡμῖν εἶναι εἰρηνικοῖς· ἄκουε γὰρ τοῦ προφήτου λέγοντος,


Read More ->>

ΟΜΙΛΙΑ Θʹ.Γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Τιμόθεον Επιστολή Α'
Τόμος 62


ΟΜΙΛΙΑ Θʹ.Γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ. Γυναικὶ δὲ διδάσκειν οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρὸς, ἀλλ' εἶναι ἐν ἡσυχίᾳ. Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὔα· καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονε· σωθήσεται δὲ διὰ τῆς τεκνογονίας. ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης.

αʹ. Πολλὴν ἀπαιτεῖ τὴν αἰδὼ παρὰ τῶν γυναικῶν  ὁ μακάριος Παῦλος, πολλὴν τὴν κοσμιότητα. ∆ιὰ τοῦτο οὐ μέχρι σχημάτων, οὐ μέχρι καταστολῆς πρόεισιν, ἀλλὰ καὶ μέχρι φωνῆς· καὶ τί φησι; Γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω.  Τί ἐστι τοῦτο; Μηδὲ φθεγγέσθω, φησὶν, ἐν ἐκκλησίᾳ γυνή· ὅπερ καὶ ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ γράφων  ἔλεγεν· Αἰσχρὸν γάρ ἐστιν γυναιξὶν  ἐν ἐκκλησίᾳ λαλεῖν. Τί δήποτε; Ὅτι ὁ νόμος αὐτὰς, φησὶν, ὑπέταξε. Καὶ πάλιν ἑτέρωθι, Εἰ δέ τι μανθάνειν  ἐθέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν. Ἀλλὰ τότε μὲν αἱ γυναῖκες ἀπὸ τῆς τοιαύτης διδασκαλίας ἐσίγων· νυνὶ δὲ παρ' αὐταῖς πολὺς ὁ θόρυβος, πολλὴ ἡ κραυγὴ, πολλὴ ἡ διάλεξις, οὐδαμοῦ ἀλλαχοῦ τοσαύτη, ὅση ἐνταῦθα·  πάσας διαλεγομένας  ἴδοι τις ἂν, ὅσα οὔτε ἐν ἀγορᾷ, οὔτε ἐν βαλανείοις.

Read More ->>

ΟΜΙΛΙΑ ΙΒʹ.Τὸ δὲ πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς

0 σχόλια

Ιωάννης Χρυσόστομος
Πρός Τιμόθεον Επιστολή Α'
Τόμος 62



ΟΜΙΛΙΑ ΙΒʹ.Τὸ δὲ πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμόνων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν, κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν. Ὅτι πᾶν κτίσμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον· ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως.


αʹ. Ὥσπερ οἱ τῆς πίστεως ἐχόμενοι ἐπ' ἀσφαλοῦς τῆς ἀγκύρας ἐρείδονται, οὕτως οἱ  ταύτης   ἐκπεσόντες   οὐδαμοῦ  στῆναι   δύνανται,   ἀλλὰ   πολλοὺς   ἄνω   καὶ  κάτω πλανηθέντες  πλάνους, τὸ τελευταῖον  εἰς αὐτὰ τῆς ἀπωλείας φέρονται τὰ βάραθρα. Καὶ τοῦτο ἤδη μὲν ἐδήλωσεν εἰπὼν, ὅτι ἤδη ἐναυάγησάν τινες περὶ τὴν πίστιν. Καὶ νῦν δέ φησι·  Τὸ δὲ  Πνεῦμα  ῥητῶς  λέγει,  ὅτι  ἐν  ὑστέροις  καιροῖς  ἀποστήσονταί  τινες  τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις. Περὶ Μανιχαίων, καὶ Ἐγκρατιτῶν, καὶ Μαρκιωνιστῶν, καὶ παντὸς αὐτῶν  τοῦ ἐργαστηρίου τὰ τοιαῦτά φησιν, ὅτι ἐν ὑστέροις καιροῖς  ἀποστήσονταί  τινες  τῆς  πίστεως.  Ὁρᾷς ὅτι  πάντων  αἴτιον  τῶν  μετὰ  ταῦτα κακῶν τὸ τῆς πίστεως ἀποστῆναι; Τί δέ ἐστι, Ῥητῶς; Φανερῶς, σαφῶς, ὁμολογουμένως, ὡς μὴ ἀμφιβάλλειν. 

Read More ->>

ΟΜΙΛΙΑ ΙΕʹ.Νεωτέρας δὲ χήρας παραιτοῦ·

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Τιμόθεον Επιστολή Α'
Τόμος 62

ΟΜΙΛΙΑ ΙΕʹ.Νεωτέρας δὲ χήρας παραιτοῦ· ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν, ἔχουσαι κρῖμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν. Ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσι περιερχόμεναι τὰς οἰκίας· οὐ μόνον δὲ ἀργαὶ, ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα. Βούλομαι οὖν νεωτέρας χήρας γαμεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας χάριν. Ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ.

αʹ. Πολὺν ὑπὲρ τῶν  χηρῶν  ὁ Παῦλος ποιησάμενος  λόγον,  καὶ χρόνον  αὐτῶν διορίσας τῷ λέγειν,  Χήρα καταλεγέσθω  μὴ ἔλαττον  ἐτῶν ἑξήκοντα γεγονυῖα,  καὶ τὴν ποιότητα διδάξας τῆς χήρας τῷ εἰπεῖν, Εἰ ἐτεκνοτρόφησεν,  εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψε. πάλιν ἐνταῦθά φησι· Νεωτέρας δὲ χήρας παραιτοῦ. Περὶ δὲ τῶν παρθένων, καίτοι γε πολὺ φορτικωτέρου τοῦ πράγματος ὄντος, οὐδὲν τοιοῦτον αἰνίττεται· εἰκότως.∆ιὰ τί; Ὅτι ἐπὶ μείζοσιν ἀπεγράψαντο,  καὶ ἀπὸ μείζονος  τῆς διανοίας  ἐκεῖ τὸ ἔργον προέβη  τοῦτο.  Τὸ μὲν  οὖν, 

Read More ->>

Πρός Τιμόθεον Επιστολή Α'

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Τιμόθεον Επιστολή Α'
Τόμος 62


 ΥΠΟΘΕΣΙΣ.

Τῶν τοῦ Ἀποστόλου μαθητῶν  εἷς καὶ ὁ Τιμόθεος ἦν. Καὶ μαρτυρεῖ μὲν ὁ Λουκᾶς, ὅτι θαυμαστός τις νέος ἦν, μαρτυρούμενος ὑπὸ τῶν ἐν Λύστρᾳ καὶ Ἰκονίῳ ἀδελφῶν· ὃς ἅμα τε μαθητὴς ἐγένετο, καὶ διδάσκαλος· καὶ οὕτω σφόδρα συνετὸς ἦν, ὡς ἀκούων Παύλου χωρὶς  περιτομῆς  κηρύσσοντος,  καὶ  μαθὼν  ὅτι  καὶ  Πέτρῳ  ἀντέστη  τούτου  ἕνεκεν, ἑλέσθαι  μὴ μόνον  τὸ ἐναντίον  μὴ κηρῦξαι, ἀλλὰ  καὶ  παθεῖν· περιέτεμε  γὰρ αὐτὸν, φησὶν, ἐν ἡλικίᾳ  τοιαύτῃ· οὕτω τε αὐτῷ πᾶσαν τὴν οἰκονομίαν  ἐνεπίστευσεν. Ἤρκει μὲν οὖν ὁ τοῦ Παύλου πόθος δεῖξαι τὸν ἄνδρα, ὅστις ἐστί. Καὶ γὰρ καὶ ἀλλαχοῦ  αὐτῷ μαρτυρεῖ γράφων  [καὶ λέγων], Τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε,  ὅτι ὡς πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ Εὐαγγέλιον· καὶ Κορινθίοις πάλιν ἐπιστέλλει λέγων,
Ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστί μου τέκνον ἀγαπητὸν  καὶ πιστὸν ἐν Κυρίῳ· καὶ πάλιν, Βλέπετε  μή  τις  αὐτὸν  ἐξουθενήσῃ·  τὸ  γὰρ  ἔργον  Κυρίου ἐργάζεται,  ὡς  κἀγώ.  Καὶ Ἑβραίοις  δὲ  γράφων   ἔλεγε,  Γινώσκετε  τὸν  ἀδελφὸν   Τιμόθεον  ἀπολελυμένον·   καὶ πολλὴν  πανταχόθεν  εὕροι τις ἂν αὐτοῦ τὴν ἀγάπην.

Read More ->>

ΟΜΙΛΙΑ Αʹ.Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Τιμόθεον Επιστολή Β'
Τόμος 62

ΟΜΙΛΙΑ Αʹ.Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, κατ' ἐπαγγελίαν  ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ, Τιμοθέῳ ἀγαπητῷ τέκνῳ χά ρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Χρι στοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν. Τί δήποτε καὶ δευτέραν ἐπιστέλλει  τῷ Τιμοθέῳ ἐπιστολήν;

Εἶπεν, Ἐλπίζω ἐλθεῖν  πρὸς σὲ τάχιον·  οὐκ ἐξεγένετο  τοῦτο· παραμυθεῖται  αὐτὸν  διὰ  γραμμάτων  ἀντὶ  τῆς  παρουσίας, ἴσως  τεθλιμμένον   καὶ  διὰ τοῦτο, καὶ διὰ τὸ ἀρχῆς  ἤδη ἧφθαι  τότε. Κἂν γὰρ μεγάλοι  τινὲς  ἄνδρες  ὦσιν, ὅταν ἀναδέξωνται    τοὺς  οἴακας  καὶ  τὴν  κυβέρνησιν  τῆς  Ἐκκλησίας, ξενοπαθοῦσι, πολλοῖς πολλαχόθεν  βαπτιζόμενοι πραγμάτων κύμασι, καὶ μάλιστα τότε, ὅτε ἡ ἀρχὴ τοῦ κηρύγματος  ἦν, ὅτε πάντα  ἀνήροτα, ὅτε πάντα  ἐχθρὰ, ὅτε πάντα  προσίστατο. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ αἱρέσεις ἦσαν ἐξ Ἰουδαϊκῶν διδασκάλων ἀρχόμεναι, ἅπερ καὶ ἐν τῇ προτέρᾳ ἐνέφηνεν  ἐπιστολῇ. Οὐ διὰ γραμμάτων δὲ αὐτὸν παραμυθεῖται μόνον, ἀλλὰ καὶ καλεῖ πρὸς ἑαυτόν· Σπούδασον γὰρ ἐλθεῖν  πρός με ταχέως,  φησί· καὶ, Ἐρχόμενος φέρε  τὰ  βιβλία,  μάλιστα  τὰς  μεμβράνας.

Read More ->>

ΟΜΙΛΙΑ Γʹ.Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρ' ἐμοῦ ἤκουσας

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Τιμόθεον Επιστολή Β'
Τόμος 62


ΟΜΙΛΙΑ Γʹ.Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρ' ἐμοῦ ἤκουσας ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χρι στῷ Ἰησοῦ· τὴν καλὴν παραθήκην φύλαξον διὰ Πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν. Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ· ὧν ἐστι Φύγελος καὶ Ἑρμογένης. ∆ῴη ἔλεος ὁ Κύριος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξε, καὶ τὴν ἄλυσίν μου οὐκ ἐπῃσχύνθη, ἀλλὰ γενόμενος ἐν Ῥώμῃ σπουδαιότερόν με ἐζήτησε, καὶ εὗρε.∆ῴη αὐτῷ ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Καὶ ὅσαἐν Ἐφέσῳ διηκόνησε, βέλτιον σὺ γινώσκεις.

αʹ. Οὐ διὰ γραμμάτων μόνον τὰ πρακτέα ὑπετίθετο τῷ μαθητῇ, ἀλλ' ἤδη καὶ διὰ ῥημάτων. Καὶ τοῦτο πολλαχοῦ  καὶ ἐν ἄλλοις  ἐδήλωσε λέγων· Εἴτε διὰ λόγου, εἴτε δι' ἐπιστολῆς, ὡς δι' ἡμῶν· πολλῷ δὲ μᾶλλον καὶ ἐνταῦθα. Μὴ τοίνυν ἐλλιπῶς εἰρῆσθαι τὰ κατὰ τὴν διδασκαλίαν νομίσωμεν· πολλὰ γὰρ αὐτῷ καὶ ἀγράφως παρέδωκεν· ἅπερ οὖν ἀναμιμνήσκων   αὐτὸν,  ἔλεγεν·  Ὑποτύπωσιν  ἔχε  ὑγιαινόντων  λόγων  ὧν  παρ'  ἐμοῦ ἤκουσας. Τί δέ ἐστιν ὅ φησι; Καθάπερ ἐπὶ τῶν ζωγράφων  ἐνετυπωσάμην, φησὶν, εἰκόνα σοι τῆς ἀρετῆς καὶ τῶν τῷ Θεῷ δοκούντων ἁπάντων, ὥσπερ τινὰ κανόνα καὶ ἀρχέτυπον καὶ ὅρους καταβαλὼν  εἰς τὴν σὴν ψυχήν.  Ταῦτα οὖν ἔχε· κἂν περὶ πίστεως, κἂν περὶ ἀγάπης,  κἂν  περὶ σωφρονισμοῦ  δέῃ τι βουλεύσασθαι, ἐκεῖθεν  λάμβανε  τὰ παραδείγματα·  οὐ δεήσει σοι παρ'  ἑτέρων  εἰκόνα ζητεῖν, πάντων  ἐκεῖ κατακειμένων.

Read More ->>

ΟΜΙΛΙΑ Εʹ.Πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συ ζήσομεν·

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Τιμόθεον Επιστολή Β'
Τόμος 62

ΟΜΙΛΙΑ Εʹ.Πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συ ζήσομεν· εἰ ὑπομένομεν, καὶ συμβασιλεύσο μεν· εἰ ἀρνησόμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς· εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσα σθαι γὰρ ἑαυτὸν οὐ δύναται. Ταῦτα ὑπομί μνησκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ Κυρίου,  μὴ λογομαχεῖν εἰς οὐδὲν χρήσιμον ἐπὶ κατα στροφῇ τῶν ἀκουόντων.


αʹ. Πολλοὶ  τῶν  ἀσθενεστέρων  ἀνθρώπων  πρὸς  μὲν  τὸν  τῆς  πίστεως  πόνον ἀπαγορεύουσιν, οὐδὲ τὴν ἀναβολὴν  τῆς ἐλπίδος  φέρουσι· τὰ παρόντα δὲ ἐπιζητοῦσιν  καὶ ἀπὸ τούτων τὰ μέλλοντα χαρακτηρίζουσιν. Ἐπεὶ οὖν τὰ μὲν ἐνταῦθα θάνατοςἦν,  βάσανοι,  δεσμά· αὐτὸς  δέ  φησιν,  ὅτι  εἰς  ζωὴν  αἰώνιον  ἥξουσιν,  οὐκ  ἂν  δέ τις ἐπίστευσεν, ἀλλ' εἶπεν ἂν, Τί λέγεις; Ὅτε ζῶ, ἀποθνήσκω, καὶ ὅταν ἀποθάνω, ζῶ; ἐν τῇ γῇ μοι οὐδὲν ἐπαγγέλλῃ,  καὶ ἐν τῷ οὐρανῷ δίδως; τὰ μικρὰ οὐ δίδως, καὶ τὰ μεγάλα παρέχεις;   Ἵνα   τοίνυν   μηδεὶς   ταῦτα   ἐννοῇ,   ἀναμφίβολον   ποιεῖται   τούτου   τὴν κατασκευὴν,   προκαταβάλλων   μὲν   αὐτὸ  καὶ  ἤδη,  καὶ  τεκμήρια   διδοὺς   (τὸ  γὰρ, Μνημόνευε  Χριστὸν Ἰησοῦν ἐγηγερμένον  ἐκ νεκρῶν,  τοῦτό  ἐστιν, ὅτι μετὰ θάνατον ἀνέστη)· νῦν δὲ τὸ αὐτὸ πάλιν δηλῶν φησί· Πιστὸς ὁ λόγος, ὅτι ὁ ζωῆς οὐρανίου τυχὼν, καὶ αἰωνίου τεύξεται.

Read More ->>

ΟΜΙΛΙΑ Ζʹ.Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐν στήσονται καιροὶ χαλεποί·

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Τιμόθεον Επιστολή Β'
Τόμος 62

ΟΜΙΛΙΑ Ζʹ.Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐν στήσονται καιροὶ χαλεποί· ἔσονται γὰρ οἱ ἄν θρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερ ήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχά ριστοι, ἀνόσιοι, ἄσπονδοι, ἄστοργοι, διάβολοι, ἀκρατεῖς, ἀνήμεροι, ἀφιλάγαθοι, προδόται, προπετεῖς, τετυφωμένοι, φιλήδονοι μᾶλλον ἢ φιλόθεοι, ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι. Καὶ τούτους ἀποτρέπου. Ἐκ τούτων γάρ εἰσιν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας, καὶ αἰχμαλωτίζοντες γυναικάρια σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, πάντοτε μανθάνοντα, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας δυνάμενα ἐλθεῖν.

αʹ. Ἐν τῇ προτέρᾳ ἐπιστολῇ ἔλεγεν, ὅτι Τὸ πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσον  ταί τινες τῆς πίστεως· καὶ πάλιν  ἐν ἑτέρῳ τόπῳ προφητεύει ἐν αὐτῇ τῇ ἐπιστολῇ τοιοῦτόν τι ὕστερον ἐσόμενον. Καὶ ἐνταῦθα δὲ πάλιν τὸ αὐτὸ ποιεῖ, λέγων· Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ὑστέροις καιροῖς ἐνστήσονται καιροὶ χαλεποί. Καὶ οὐκ ἀπὸ τῶν ὑστέρων μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν φθασάντων  τοῦτο δείκνυσιν· Ὃν τρόπον, φησὶν, Ἰαννῆς καὶ Ἰαμβρῆςἀνέστησαν Μωϋσῇ. Καὶ ἀπὸ λογισμῶν πάλιν· Ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστι μόνον  σκεύη χρυσᾶ καὶ ἀργυρᾶ. Τί δὴ τοῦτο ποιεῖ; ἵνα μὴ θορυβῆται Τιμόθεος, μηδὲ ἡμῶν τις, ὅταν ὦσιν ἄνδρες πονηροί. Εἴ γε ἐπὶ Μωϋσέως γεγόνασι, φησὶ, καὶ μετὰ ταῦτα  ἔσονται, οὐδὲν  θαυμαστὸν  εἶναι  καὶ ἐφ' ἡμῶν.  Ἐν ὑστέροις καιροῖς ἐνστήσονται καιροὶ χαλεποί. Οὐχὶ τὰς ἡμέρας διαβάλλων  λέγει οὐδὲ τοὺς καιροὺς, ἀλλὰ τοὺς ἀνθρώπους τοὺς τότε ὄντας. Καὶ γὰρ ἡμῖν οὕτω λέγειν ἔθος ἐστὶ καιροὺς πονηροὺς, καὶ οὐ πονηροὺς, ἀπὸ τῶν ἐν αὐτοῖς συμβαινόντων πραγμάτων ὑπὸ τῶν ἀνθρώπων.

Read More ->>

ΟΜΙΛΙΑ Θʹ.Πᾶσα γραφὴ θεόπνευστος, καὶ ὠφέλιμος πρὸς διδασκαλίαν

0 σχόλια


Ιωάννης Χρυσόστομος
Πρός Τιμόθεον Επιστολή Β'
Τόμος 62

ΟΜΙΛΙΑ Θʹ.Πᾶσα γραφὴ θεόπνευστος, καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἔλεγχον, πρὸς ἐπανόρθω σιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ· ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος.

αʹ. Πολλὴν παράκλησιν  ποιησάμενος  καὶ παραμυθίαν  ἀπὸ πάντων,  ἐπάγει  καὶ τὴν  ἀπὸ τῶν  Γραφῶν τελειοτέραν  οὖσαν· εἰκότως  δὲ ποιεῖται  τοσαύτην  παράκλησιν, ἐπειδὴ μέγα τι καὶ λυπηρὸν ἔμελλεν ἐρεῖν. Εἰ γὰρ ὁ Ἑλισσαῖος μέχρις ἐσχάτης ἀναπνοῆς συνὼν  τῷ  διδασκάλῳ,  καὶ ἐν τρόπῳ  τελευτῆς  ὁρῶν  αὐτὸν  τελευτῶντα,  διέῤῥηξε τὰ ἱμάτια  αὐτοῦ, τί οἴει τοῦτον  παθεῖν  τὸν  οὕτω  μὲν ἀγαπώμενον,  οὕτω  δὲ ἀγαπῶντα, ἀκούοντα  ὅτι μέλλει  ἀποθνήσκειν  ὁ διδάσκαλος, καὶ ὅτι οὐδὲ ἀπέλαυσεν  αὐτοῦ τὸν χρόνον  τὸν ἐγγὺς τοῦ θανάτου, ὃ μάλιστα πάντων  εἴωθε λυπεῖν; Οὐ γὰρ οὕτω χάριν ἴσμεν τῷ παρελθόντι χρόνῳ, ἂν τὸν ἐγγὺς χρόνον ἀπολειφθῶμεν τῶν τετελευτηκότων.

Read More ->>

Εἰς τὸν Τελώνην, καὶ εἰς τὸν Φαρισαῖον.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Αμφιβαλλόμενα Νόθα τινά
Τόμος 62


Εἰς τὸν Τελώνην, καὶ εἰς τὸν Φαρισαῖον.

Τῆς φιλαργυρίας  τὸ πάθος ἐπιθυμεῖ τὴν πλεονεξίαν·  ἀλλὰ θεραπεύεται διὰ τῆς ἐλεημοσύνης, ὅταν εἰς με τάνοιαν δράμῃ. Τῆς πορνείας ὁ τρόπος καταδιώκει τὴν ἁμαρτίαν· ἀλλὰ ταύτην  ἰατρεύει ὁ κλαυθμὸς τῆς μετανοίας, καὶ δείκνυσιν  ἡλίου καθαρωτέραν  τὴν ψυχὴν,  ταῖς τῆς σωφροσύνης ἀρεταῖς ἀπαστράπτουσαν. Τῆς δὲ λῃστείας τὸ ἀπάνθρωπον, ὅταν μεταβάλῃ τὰς πράξεις τῆς μιαιφονίας, καὶ κράξῃ τῷ Χριστῷ· Μὴ στερήσῃς με, Χριστὲ, τῆς σῆς βασιλείας, εἰσέρχεται ἡ ψυχὴ αὐτοῦ εἰς τὸν παράδεισον. Τῆς εἰδωλολατρείας  ἡ πλάνη  καὶ αὐτὴ ἔχει φάρμακον  ἰάσεως, ὅταν προσδέ ξηται πιστῶς τὸν κηρυττόμενον Χριστὸν, καὶ τῆς πα ρανομίας τὴν πλάνην ἀποκηρύξῃ, καὶ τῆς εὐσεβείας τὴν χάριν ἐν αὐτῇ περιβάλῃ, διὰ τοῦ βαπτίσματος, τοῦ ἐν τρισὶ Θεοῦ ἐπικλήσεσι τὴν ἀΐδιον Τριάδα σημαίνοντος.

Read More ->>

Εἰς τὴν εἴσοδον τῶν Αγίων νηστειῶν.

0 σχόλια

Ιωάννης Χρυσόστομος
Αμφιβαλλόμενα Νόθα τινά
Τόμος 62


Εἰς τὴν εἴσοδον τῶν ἁγίων νηστειῶν.   

Ἀνέτειλεν ἡμῖν σήμερον, ἀγαπητοὶ, τὸ φαιδρὸν ἔαρ τῶν ἁγίων νηστειῶν, καὶ προθύμως παρασκευάζει συντρέχειν εἰς τὸν θεοπρεπῆ τοῦτον παράδεισον, ὥστε τοὺς τῆς ἐγκρατείας ἀποτρυγῆσαι καρποὺς, καὶ τὰ τερπνὰ τῆς ἁγνείας δρεψαμένους ἄνθη, πλέξαι τὸν τῆς σωφροσύνης στέφανον. Πάλιν ἡμᾶς καλεῖ ὁ ἀγγελικὸς βίος ἐπὶ τὴν ἀρχαίαν  τρυφὴν,  καὶ  πρὸς  τὴν  θείαν  ἐκείνην   καὶ  μακαρίαν  ἀπόλαυσιν  ἡμῖν ἐπανοίγει πύλας. Μεγάλην πρὸς Θεὸν παρέχει παῤῥησίαν ἡ ἑκούσιος νηστεία, καθαίρουσα μὲν τὰ σώματα διὰ τῆς ἐγκρατείας, ἁγιάζουσα δὲ τὴν ψυχὴν διὰ τῆς πρὸς Θεὸν παῤῥησίας, καὶ τῶν  μὲν γηΐνων  ἁπάντων  ἐπιλανθάνεσθαι  ποιοῦσα, τῶν  δὲ οὐρανίων ἐπιθυμεῖν παρασκευάζουσα.Νηστεία τοὺς ἑαυτῆς ἐραστὰς εἰς οὐρανοὺς ἀνάγουσα, τῷ Χριστῷ παρεστάναι ποιεῖ, καὶ μετὰ τῶν ἁγίων  ἔχειν τὴν κοινωνίαν.

Read More ->>

Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν· καὶ, Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Αμφιβαλλόμενα Νόθα τινά
Τόμος 62


Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν· καὶ, Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν.


Αἱ τῶν νηπίων  φιλότεκνοι  μητέρες, μέχρι δ' ἂν πρὸς μείζονα ἡλικίαν  καὶ δυνατωτέραν   οἱ   νήπιοι   αὐξηθῶσι,   τὰς   γαλακτοτρόφους   πηγὰς   τῶν   μαζῶν προΐσχουσαι τοῖς φιλτάτοις,  τὴν ἀκάματον τροφὴν τοῦ γάλακτος ὑφέλκειν  αὐτοὺς κολακεύουσιν·  ἐπειδὰν  δὲ  πρὸς  μείζονα  ἡλικίαν  καὶ  αἴσθησιν  ἔλθωσιν,  ὡς  καὶ ὀδοῦσι λοιπὸν τὰ τρυφερὰ τῶν βρωμάτων λεαίνειν, πρότερον αἱ μητέρες τὸ σκληρὸν τοῦ ἄρτου συντρίψασαι, ἁπαλὴν καὶ τρυφε ρὰν, δίκην μυελοῦ, τὴν τροφὴν ἑτοιμάσασαι τῷ  στό ματι  αὐτῶν  ἐνοικίζουσι.  Τοιοῦτοί  εἰσιν  οἱ  τῆς  Ἐκκλη  σίας διδάσκαλοι. Τοῖς γὰρ ἐπὶ τὴν ἕξιν τῆς φρονήσεως νηπιάζουσιν, οὐ δυσνόητα αὐτοῖς καὶ δυσδιάκριτα νοή ματα προσβάλλουσιν, ἀλλὰ, τρόπον μητέρων, τὴν θηλὴν τῆς διανοίας  αὐτοῖς  προσχαλάσαντες,  τὸ  ἄδολον  τοῦ  λό  γου  γάλα  πραεῖ  νεύματι ὑφέλκειν αὐτοὺς παρακαλοῦσιν.

Read More ->>

Εἰς τὴν ἀρχὴν τῶν νηστειῶν, καὶ περὶ νηστείας.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Αμφιβαλλόμενα Νόθα τινά
Τόμος 62


Εἰς τὴν ἀρχὴν τῶν νηστειῶν, καὶ περὶ νηστείας.

Τὸ πνευματικὸν  ἡμῖν σήμερον, ἀγαπητοὶ, τῆς νηστείας ἔλαμψεν ἔαρ, καὶ οἱ τῆς ἐγκρατείας λειμῶνες τοῖς ἐμπόροις τῆς εὐσεβείας ἠνεῴχθησαν· οἱ δὲ τῆς Ἐκκλησίας ναῦται πρὸς τὴν οὐράνιον ἡμᾶς ἐμπορίαν καλοῦσι, καὶ τὸν πλοῦν τῆς δικαιοσύνης ἡμῖν εὐτρεπίζουσι, τὰς προφητικὰς ἡμῖν ἀναπετάζοντες  διφθέρας, καὶ τοὺς οἴακας τοῦ νόμου μεταχειρίζονται· τοῦ τιμίου σταυροῦ τὸν ἱστὸν ἐξαρτῶσι, καὶ τὴν ἄγκυραν τῆς πίστεως περισφίγγουσι· τὸ Πνεῦμα τὸ ἅγιον τὴν ὁλκάδα ταύτην μηνύει, καὶ ὁ τοῦ παντὸς ποιητὴς αὐτὴν περιέπει. ∆εῦτε τοίνυν καὶ ἡμεῖς σήμερον, ἀγαπητοὶ,   τῆς   νηστείας   τὴν   ἁγνείαν   πρὸ   τῶν   θυρῶν   ἑστῶσαν   χαίροντες ὑποδεξώμεθα, καὶ τοῖς  κατὰ  ψυχὴν  ἀσπασμοῖς βοήσωμεν πρὸς αὐτήν·  ∆εῦρο, ὦ μῆτερ  τῶν  ἀγαθῶν  καὶ  τῶν  ἀρετῶν,  τῆς  ἐπουρανίου  πλήρωσον  ἡμᾶς  εὐωδίας, ἄνοιξον ἡμῖν τῆς εὐαγγελικῆς διαγωγῆς τὸν παράδεισον, ἀπολαύσωμεν τῶν πνευματικῶν καρπῶν τῆς ἐγκρατείας, ἅγνισον ἡμᾶς τῷ διαδήματι τῆς σωφροσύνης, βίον ἀθόλωτον ἡμῖν ἐπιχορήγησον, τὰ ἐκ τῆς τρυφῆς τῶν ψυχῶν θεράπευσον τραύματα, τὰ ἐκ τῆς οἰνοφλυγίας  κατάσβεσον ὑπεκκαύματα, τοὺς ἐκ τῆς ἀθυμίας πυρέττοντας νοσηροὺς λογισμούς· ἀπόκλεισον τὰ θέατρα τοῦ διαβόλου, ἄνελε τὴν λύσσαν, τὸ  τῆς  ἀπανθρωπίας  θηροτρόφον  συμπόδισον  ἐργαστήριον,

Read More ->>
 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Follow by Email

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Γίνεται Μέλος στο Ιστολόγιο

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |