ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 10/19/16

Τετάρτη, 19 Οκτωβρίου 2016

Ἔτι εἰς τὴν ἀσάφειαν τῆς Παλαιᾶς ∆ιαθήκης, καὶ εἰς τὴν τοῦ Θεοῦ φιλανθρωπίαν,

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 56

Ἔτι εἰς τὴν ἀσάφειαν τῆς Παλαιᾶς ∆ιαθήκης, καὶ εἰς τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ περὶ τοῦ μὴ κατηγορεῖν ἀλλήλων.

αʹ. Χαίρει μὲν  βουκόλος,  ἐπειδὰν  εὐπαθοῦσαν  αὐτῷ  καὶ  σφριγῶσαν  ἴδῃ  τῶν βοῶν τὴν ἀγέλην· χαίρει δὲ καὶ γηπόνος, θεωρῶν κομῶντα τὰ λήϊα· ἀλλ' οὔτε γηπόνος ἐπὶ τοῖς ληΐοις, οὔτε βουκόλος ἐπὶ ταῖς βουσὶν οὕτω χαίρουσιν, ὡς ἐγὼ χαίρω νῦν καὶ ἀγάλλομαι,  τὴν  καλὴν  ταύτην  ἅλω  τῶν  πνευματικῶν τούτων  δραγμάτων πεπληρωμένην   ὁρῶν.  Ὅταν  γὰρ  εἰς  ἀκοὰς  τοσαύτας  καὶ  τοιαύτας  σπείρηται  τῆς εὐσεβείας ὁ  λόγος, ἀνάγκη ταχέως πολὺν καὶ ὥριμον βλαστῆσαι τῆς ὑπακοῆς τὸν ἄσταχυν. Καὶ γὰρ ὅταν τις εἰς βαθύγειον  καὶ λιπαρὰν  ἄρουραν αὔλακα τέμῃ, κἂν μὴ δαψιλεῖ  τῇ χειρὶ καταβάλῃ τὰ σπέρματα, πολλὴν  δέξεται τὴν φορὰν, τῆς φύσεως τοῦ χωρίου τὴν ὀλιγότητα  τῶν σπερμάτων διὰ τῆς οἰκείας δυνάμεως πλεοναζούσης· οὕτω καὶ ὅταν τις εἰς ψυχὰς σπείρῃ καταπειθεῖς καὶ εὐλαβείας γεμούσας, κἂν ὀλίγα καταβάλῃ τὰ τῆς διδασκαλίας σπέρματα, πλούσιον ὄψεται τὸν ἄμητον, τῆς τῶν ἀκουόντων σοφίας τὴν τοῦ λέγοντος πενίαν ἀποκρυπτούσης. Τοῦτο καὶ ἐπὶ τῆς ἁλείας γίνεται τῶν ἰχθύων. Κἂν γὰρ ἄπειροι τυγχάνωσιν  ὄντες οἱ ἁλιεῖς, εἰς κόλπον δὲ βάλωσι τὰ δίκτυα πολλοὺς ἔχοντα τοὺς ἰχθύας, ῥᾳδίως τῆς θήρας ἐπιτυγχάνουσι,  τοῦ πλήθους τῶν συντρεχόντων ἰχθύων συσκιάζοντος ἐκείνων τὴν ἀπειρίαν.

Read More ->>

Σύνοψις Παλαιάς τε και Καινής Διαθήκης

0 σχόλια


 Ιωάννης Χρυσόστομος
Τόμος 56
ΣΥΝΟΨΙΣ ΤΗΣ ΠΑΛΑΙΑΣ ΤΕ ΚΑΙ ΚΑΙΝΗΣ ΔΙΑΘΗΚΗΣ ΩΣ ΕΝ ΤΑΞΕΙ ΥΠΟΜΝΗΣΤΙΚΟΥ

 ΠΡΟΘΕΩΡΙΑ.

Καινὴ λέγεται ἀπὸ τοῦ χρόνου καὶ ἀπὸ τῆς φύσεως τῶν ἐν αὐτῇ γενομένων, ὅτι πάντα ἀνεκαινίσθη, καὶ πρῶτον ἄνθρωπος, δι' ὃν τὰ πάντα. Ἵνα δὲ μή τις λέγῃ· Ὁ οὐρανὸς ὁ αὐτὸς, ἡ γῆ, καὶ τὸ κυριώτατον  ἁπάντων  ἄνθρωπος· καὶ (λ. καινὸς) νόμος ἐδόθη, καιναὶ  ἐντολαὶ,  καινὴ  ἡ χάρις διὰ τοῦ λουτροῦ, καινὸς  ἄνθρωπος, καιναὶ  ἐπαγγελίαι.  Οὐκέτι γὰρ γῆ καὶ τὰ ἀπὸ τῆς  γῆς· ἀλλ' οὐρανὸς, καὶ τὰ ἐν οὐρανοῖς. Καινὰ τὰ μυστήρια. Οὐκέτι γὰρ ἐκεῖνα τὰ σωματικὰ, πρόβατον καὶ αἷμα, καὶ κνίσσα, καὶ κόπρος, ἀλλ' ἡ λογικὴ  καὶ ἐνάρετος  λατρεία,  τὰ παραγγέλματα καινὰ, ξύλον εἰς οὐρανοὺς ἀνάγον καὶ ὑψηλοὺς ἐργαζόμενον. Σκοπὸς δὴ ἑκατέρωθεν τῶν ∆ιαθηκῶν εἷς, τῶν ἀνθρώπων  ἡ διόρθωσις. Καὶ τί δεῖ θαυμάζειν περὶ τῆς Γραφῆς, ὅπου γε καὶ τῆς κτίσεως αὐτῆς ἡ χρεία διὰ τοῦτον;Καὶ γὰρ οὐρανὸν μέγαν δι' αὐτὸν ἐποίησε, καὶ γῆν εὐθεῖαν, καὶ θάλασσαν ὑπὲρ τὴν χρείαν,  ἵνα ἀπὸ τοῦ μεγέθους  τῶν  γενομένων  θαυμάσαντες τὸν  ∆ημιουργὸν, εἰς θεογνωσίαν  ἔλθωσι. Καὶ ταῦτα οὖν διὰ τοῦτον  γέγονεν.  Ἐπεὶ οὖν σκοπὸς εἷς τῆςΠαλαιᾶς  καὶ  τῆς  Καινῆς,  ἀναγκαῖον   εἶναι   ἐνόμισεν  ὁ  Μωϋσῆς  καὶ  ἱστορίας ἀναγράψαι  παλαιάς·  οὐ κατὰ  τὴν  ἔξωθεν  ἀκολουθίαν·  ἐκεῖνοι  μὲν  γὰρ ἱστορίας γράφουσιν ἁπλῶς, ὥστε πραγμάτων διηγήσεις ποιεῖσθαι, καὶ πολέμους καὶ μάχας εἰςμέσον ἀγαγεῖν, καὶ καρπώσασθαι δόξαν ἀπὸ τῶν γραμμάτων. Ὁ δὲ νομοθέτης οὐχ οὕτως· ἀλλὰ πάντοτε ἱστορίας ἀναγράφει ἀνδρῶν μεγάλων  κατωρθωκότων,  ὥστε τοῖς  μετὰ  ταῦτα  τῶν  ἐκείνοις  βεβιωμένων  τὴν  διήγησιν  γενέσθαι  διδασκαλίαςἀγαθῆς ὑπόθεσιν. ∆ιὰ δὴ τοῦτο οὐ μόνον τοὺς κατωρθωκότας εἰς μέσον ἄγει, ἀλλὰ  καὶ τοὺς ἡμαρτηκότας, ἵνα  τοὺς μὲν  ζηλώσωμεν,  τοὺς δὲ ἐκφύγωμεν,  καὶ ἑκατέρωθεν ὀρθωθῇ τὰ τῆς ἀρετῆς καὶ τὰ τῆς ἐπιμελείας.

Read More ->>

Σύνοψις τῆς Ἐξόδου.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 56
Σύνοψις Παλαιάς Καινής Διαθήκης

Σύνοψις τῆς Ἐξόδου.

 Ἀναστὰς βασιλεὺς ἐν Αἰγύπτῳ, ὃς οὐκ ᾔδει τὸν Ἰωσὴφ, ἐκάκου τοὺς Ἰσραηλίτας τῷ πηλῷ  καὶ τῇ πλινθείᾳ.  Ἐκέλευσε δὲ καὶ ταῖς μαίαις ἀναιρεῖν τὰ ἄῤῥενα τῶν Ἰσραηλιτῶν· ὡς δὲ οὐκ εἶξαν, τῷ λαῷ τὸ τόλμημα ἐπέτρεψε. Τότε τίκτεται Μωϋσῆς ἐκ τῆς φυλῆς Λευῒ, καὶ ἐξέθηκαν αὐτὸν οἱ γονεῖς ἐν θήβῃ. Κατελθοῦσα δὲ ἡ θυγάτηρ  Φαραὼ, καὶ ἀνελομένη  τὸ παιδίον,  ἔδωκε  τρέφεσθαι. Μέγας οὖν γενόμενος Μωϋσῆς, ἐξῆλθε πρὸς τοὺς υἱοὺς Ἰσραήλ. Κατανοήσας δὲ τὸν πόνον, ὁρᾷ Αἰγύπτιον τύπτοντά τινα Ἑβραῖον. Περιβλεψάμενος δὲ ὧδε καὶ ὧδε, οὐχ ὁρᾷ οὐδένα· πατάξας δὲ τὸν Αἰγύπτιον, ἔκρυψεν αὐτὸν ἐν τῇ ἄμμῳ. Ἐξελθὼν δὲ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ, ὁρᾷ δύο Ἑβραίους διαπληκτιζομένους,  καὶ λέγει τῷ ἑνί· ∆ιὰ τί τύπτεις τὸν πλησίον; Ὁ δὲ εἶπε· Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡμᾶς· μὴ ἀνελεῖν με θέλεις ὡς χθὲς Αἰγύπτιον; Ἐφοβήθη οὖν Μωϋσῆς· ἤκουσε δὲ Φαραὼ τὸ ῥῆμα, καὶ ἐζήτει ἀνελεῖν Μωϋσῆν. Φοβηθεὶς δὲ Μωϋσῆς, ἀνεχώρησεν εἰς Μαδιάμ· ἐβοήθησε ταῖς θυγατράσιν Ἰοθὸρ πρὸς τὸ ποτίσαι. Αἱ δὲ ἀνήγγειλαν  τῷ πατρὶ τὸ γεγονὸς, καὶ εἰσήγαγον πρὸς αὐτὸν τὸν Μωϋσῆν. Καὶ δίδωσιν αὐτῷ τὴν θυγατέρα αὐτοῦ γυναῖκα· καὶ ἔτεκε τῷ Μωϋσῇ τὸν Γερσὲμ καὶ τὸν Ἐλιέζερ. Ποιμαίνοντι δὲ αὐτῷ λαλεῖ  ὁ Θεός· ὅτε ἦλθεν, εἶδε τὸ ἐπὶ τῆς βάτου θαῦμα, ὅτε ἐκαίετο, καὶ οὐ κατεκαίετο.  Καὶ ἀποστέλλει  αὐτὸν  εἰς  Αἴγυπτον  λέγων· 

Read More ->>

Σύνοψις τῆς Ῥούθ.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 56
Σύνοψις Παλαιάς Καινής Διαθήκης


Σύνοψις τῆς Ῥούθ.

Ἡ Νοεμμὴν, ἀποθανόντος  αὐτῇ τοῦ ἀνδρὸς, καὶ τῶν υἱῶν, καὶ τοῦ λιμοῦ παυθέντος, δι' ὃν καὶ εἰς τὴν Μωαβῖτιν κατῴκησεν, ἔρχεται εἰς τὴν Ἰουδαίαν, καὶ ἡ μὲν μία αὐτῆς νύμφη ἐπείσθη μεῖναι ἐν τῇ Μωαβίτιδι· ἡ δὲ ἄλλη, ᾗ ὄνομα Ῥοὺθ, πολλὰ  παρακαλούσῃ, ὥστε μεῖναι, οὐκ εἶξεν, ἀλλὰ συνηκολούθησε. Καὶ γαμεῖται τῷ Βοὼζ, ἀγχιστεύοντι τὴν Νοεμμὴν, καὶ τίκτει τὸν Ὀβὴδ, ὁ δὲ Ὀβὴδ τὸν Ἰεσσαὶ, ὁδὲ Ἰεσσαὶ ∆αυῒδ τὸν βασιλέα.

Σύνοψις τοῦ Τετραβασιλείου.

Ἑλκανᾶ γυναῖκας ἔχων δύο, ἀπὸ τῆς μιᾶς οὐκ εἶχε παῖδας. Ὡς δὲ ἀνῆλθε θῦσαι ἐν Σηλὼμ, προσεύχεται ἡ γυνὴ, καὶ τίκτει τὸν Σαμουὴλ, καὶ δίδωσιν αὐτὸν εἰς τὸν οἶκον Κυρίου διηνεκῶς, καθὼς ηὔξατο πρὶν ἢ συλλαβεῖν αὐτόν. Ἦν δὲ ἱερεὺς τότε ὁ Ἠλεί. Οἱ δὲ υἱοὶ Ἠλεὶ Ὀφνὶ  καὶ Φινεὲς, λοιμοὶ καὶ μοχθηροὶ νέοι, μεταλαμβάνοντες  ἐκ τῶν θυσιῶν, πρὶν ἢ προσενεχθῆναι Θεῷ. Ὁ δὲ Ἠλεὶ εὐλόγησε τὴν Ἄνναν,καὶ ἔσχεν ἔτι τρεῖς υἱοὺς, καὶ δύο θυγατέρας, καὶ Σαμουὴλ ἐπεδίδου πρὸς ἀρετήν. Ὁ δὲ Ἠλεὶ ἀκούσας τῶν  παίδων  τὰ τολμήματα (καὶ γὰρ καὶ ἐμοιχῶντο), ἐπετίμησε λόγῳ· οἱ δὲ οὐκ εἶξαν. Προφητεύεται τῷ Ἠλεὶ ὁ ὄλεθρος τῆς οἰκίας αὐτοῦ καὶ  τῶν  υἱῶν  διὰ  τὴν  ἁμαρτίαν  τῶν  νέων.  ∆ηλοῦται  δὲ  καὶ  τῷ  Σαμουὴλ  ἡ ἀπαραίτητος ὀργὴ τοῦ Θεοῦ, καὶ ἀπαγγέλλει  καὶ αὐτὸς τῷ Ἠλεί. Συμβάλλουσιν οἱ ἀλλόφυλοι τῷ Ἰσραὴλ, καὶ τρέπουσιν αὐτὸν εἰς φυγὴν μετὰ τοῦ πατάξαι. Ὡς δὲ καὶ τὴν  κιβωτὸν  ἐξήγαγον  υἱοὶ  Ἠλεὶ, οὗτοι  μὲν  πίπτουσιν  ἐν  τῷ  πολέμῳ  μετὰ καὶ ἑτέρων πολλῶν,  τὴν δὲ κιβωτὸν  λαμβάνουσιν οἱ πολέμιοι.


Read More ->>

Ἰὼβ βιβλίον.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 56
Σύνοψις Παλαιάς Καινής Διαθήκης


Ἰὼβ βιβλίον.

Ἰὼβ καλεῖται τὸ βιβλίον, ἐπειδὴ τὴν κατ' αὐτὸν ἱστορίαν περιέχει, πῶς τε πέπονθε πειρασθεὶς ὑπὸ τοῦ διαβόλου, καὶ νικήσας αὐτὸν ἐν τῷ ὑπομεῖναι εὐσεβῶς τὰς ἐπενεχθείσας αὐτῷ πληγάς· καὶ διπλᾶ πάντα ἀπέλαβε, καὶ γέγονεν ἐνδοξότερος ὑπὲρ ὃ ἦν. Πέπονθε δὲ ἐτῶν ὢν οʹ, ἐπέζησε δὲ μετὰ τὰς πληγὰς ἔτη ροʹ, ὡς εἶναι τὰ πάντα τῆς ζωῆς αὐτοῦ ἔτη σμʹ. Γέγονε δὲ Ἰὼβ πρὸ Μωϋσέως· ἀπὸ γὰρ Ἀβραὰμπέμπτος ἦν, ἔγγονος Ἡσαῦ. ∆ιὰ δὲ τὴν γενομένην κατ' αὐτοῦ πληγὴν ἦλθον πρὸς αὐτὸν φίλοι παρακαλεῖν αὐτὸν, καὶ τοσοῦτον φιλονείκως  καὶ ἀνηλεῶς  πρὸς αὐτὸν  διετέθησαν  τοῖς λόγοις, ὥστε καὶ ἁμαρτίαν αὐτοῖς  τὸ πρᾶγμα λογισθῆναι.  Ὁ δὲ Ἰὼβ παρεκάλεσε τὸν  Θεὸν ὑπὲρ αὐτῶν,  καὶ συνεχωρήθη αὐτοῖς. Εἰσὶν οὖν τῷ Ἰὼβ διάλογοι πρὸς τοὺς φίλους  ηʹ· τοῦ Ἐλιφὰζ πρὸς αὐτὸν τρεῖς· τοῦ Σωφὰρ πρὸς αὐτὸν δύο· καὶ τοῦ Βαλδὰδ τρεῖς.

Read More ->>

Σοφία Σολομῶντος

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 56
Σύνοψις Παλαιάς Καινής Διαθήκης


Σοφία Σολομῶντος.


 Σοφία Σολομῶντος  καλεῖται  τὸ βιβλίον·  καὶ γὰρ καὶ τοῦτο, φασὶ, Σολομών ἐστιν ὁ γράψας. Ἔστι δὲ ἐν αὐτῷ διδασκαλία δικαιοσύνης, καὶ τὸ γνωρίζειν  τούς τε φαύλους  ἄνδρας καὶ τοὺς σπουδαίους, καὶ προφητεία  περὶ Χριστοῦ. Καὶ ὅτι πολλῷ πόνῳ καὶ πόθῳ κατορθοῦται σοφία. Ἔτι δὲ καὶ φυσιολογία μερική· καὶ κατὰ εἰδώλων καὶ τῶν αὐτὰ γλυφόντων,  καὶ ἐν αὐτοῖς ἐλπιζόντων, καὶ λατρευόντων· καὶ ὕμνος σὺν ἐξομολογήσει τῶν γεγενημένων  τοῖς Ἰσραηλίταις θαυμασίων ἐνώπιον  τῶν  ἐχθρῶν  αὐτῶν,  παρὰ τοῦ Θεοῦ. Ἡ μὲν οὖν περιοχὴ τοῦ βιβλίου  τοῦτον  ἔχει  τὸν  τρόπον.  Ἡ  δὲ  ἀνακεφαλαίωσίς   ἐστιν  ἐν  τούτοις.  Ἐν προοιμίοις μὲν προτροπὴ δικαίου εἰς θεοσέβειαν, καὶ ἔλεγχος ἀσεβοῦς βλασφήμου. Μὴ ζή  λου  γὰρ, φησὶ, τοὺς  ἀντιχρίστους,  οἵτινές  εἰσι θάνατος  Πόθεν οἱ ἀσεβεῖς ἐπὶ τῷ σταυρῶσαι τὸν Κύριον τῆς δόξης ἦλθον, τὸν αἰῶνα τοῦτον προκρίναντες. Ὅτι καὶ τοὺς ἀποστόλους ἐδίωξαν καὶ ἀπέκτειναν. Ὅτι τινὲς ἔσονται οἱ ἐξουθενοῦντες  τὸν νόμον τοῦ Κυρίου, καὶ τινὲς οἱ ὑποταγέντες  αὐτῷ. Ὅτι οὐδὲ πλήθους ἀσεβούντων εἰς Χριστὸν φείσεται ὁ Θεός. Ἑνὸς γὰρ δικαίου πιστεύοντος Χριστῷ μέλει τῷ Θεῷ, κἂν νέος ἀποθάνῃ. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον.  Εἰ καὶ ἀσεβὴς τελευτὴν  τοῦ πιστεύοντος Χριστῷ ἐξουθένωσεν, ἀλλ' ἐκλέγονται  ἀπὸ Χριστοῦ. Οἱ ἀσεβεῖς ἀτίμῳ  πτώματι  παραδοθήσονται, καὶ μεγάλῃ κρίσει καταβληθήσονται  οἱ διῶκται  τῶν  τοῦ Χριστοῦ δούλων,  ἐν τῇ κρίσει, ἰδόντες  τὴν δόξαν αὐτοῦ καὶ αὐτῶν, καὶ ἑαυτοὺς εἰς κόλασιν. Ὅτι ὁ πλοῦτος μετὰ ἀλαζονείας


Read More ->>

Εἰς τὸ γενέθλιον τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, Λόγος.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος 56

Εἰς τὸ γενέθλιον τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, Λόγος.


Μυστήριον ξένον καὶ παράδοξον βλέπω· ποιμένες μου περιηχοῦσι τὰ ὦτα, οὐκ ἔρημον (σιξ) συρίζοντες μέλος, ἀλλ' οὐράνιον ᾄδοντες ὕμνον. Ἄγγελοι ᾄδουσιν, ἀρχάγγελοι   μέλπουσιν,   ὑμνεῖ   τὰ   Χερουβὶμ,  δοξολογεῖ   τὰ   Σεραφὶμ,   πάντες ἑορτάζουσι Θεὸν ἐπὶ γῆς ὁρῶντες, καὶ ἄνθρωπον  ἐν οὐρανοῖς· τὸν ἄνω  κάτω δι' οἰκονομίαν, καὶ τὸν κάτω ἄνω διὰ φιλανθρωπίαν.  Σήμερον Βηθλεὲμ τὸν οὐρανὸν ἐμιμήσατο· ἀντὶ μὲν ἀστέρων ἀγγέλους ὑμνοῦντας δεξαμένη, ἀντὶ δὲ ἡλίου τὸν τῆς δικαιοσύνης ἀπεριγράπτως χωρήσασα. Καὶ μὴ ζήτει πῶς· ὅπου γὰρ βούλεται Θεὸς, νικᾶται  φύσεως  τάξις.  Ἠβουλήθη  γὰρ, ἠδυνήθη,  κατῆλθεν,  ἔσωσε· σύνδρομα τὰ πάντα τῷ Θεῷ. Σήμερον ὁ ὢν  τίκτεται, καὶ ὁ ὢν γίνεται ὅπερ οὐκ ἦν· ὢν γὰρ Θεὸς, γίνεται  ἄνθρωπος,  οὐκ  ἐκστὰς  τοῦ  εἶναι  Θεός. Οὐδὲ γὰρ  κατ'  ἔκστασιν θεότητος γέγονεν ἄνθρωπος, οὐδὲ πάλιν κατὰ προκοπὴν ἐξ ἀνθρώπου γέγονε Θεός· ἀλλὰ Λόγος ὢν, διὰ τὸ ἀπαθὲς σὰρξ ἐγένετο, ἀμεταβλήτου μενούσης τῆς φύσεως. Ἀλλ' ὅτε μὲν ἐτέχθη, Ἰουδαῖοι ἠρνοῦντο τὸν ξένον τόκον, καὶ Φαρισαῖοι παρηρμήνευον  τὰς θείας Βίβλους, καὶ γραμματεῖς ὑπεναντία  τοῦ νόμου ἐλάλουν. Ἡρώδης  τὸν  τεχθέντα  ἐζήτει,  οὐχ  ἵνα  αὐτὸν  τιμήσῃ, ἀλλ'  ἵνα  αὐτὸν  ἀπολέσῃ.

Read More ->>

Λόγος παραινετικός περί μετανοίας

0 σχόλια


Ιωάννης Χρυσόστομος
Διάφοραι Ομιλίαι
Τόμος 60

1.Λόγος παραινετικός περί μετανοίας, εν ω έμνημόνευσε και έστηλίτευσε πάντα τα πάθη των ανθρώπων. Λόγος Α'.


α'. Άεί μεν μνημονεύειν Θεού καλόν, καί πάνυ καλόν· καί τί αν γένοιτ' αν τούτου κάλλιον; Ή γαρ των κριμάτων αύτοΰ μνήμη παράκλησιν παρέχει, καθώς φησιν ό Προφήτης· ’Εμνήσθην των κριμάτων σου των άπ' αίώνος, Κύριε, καί παρεκλήθην. Πόσην λοιπόν παράκλησιν καί παραμυθίαν είκός καί εύφροσύνην ύποδέχεσθαι τον άεί τοΰ Θεοΰ μνημονεύοντα; καθώς πάλιν ό αύτός Προφήτης λέγει· Εμνήσθην τοΰ Θεοΰ, καί ηύφράνθην. Καί γενόμενος έν άπολαύσει της έκ της μνήμης ταύτης εύφροσύνης, ούκ ετι ήνέσχετό τι άλλο έπί μνήμης φέρειν, εί μή μόνον τοΰ Θεοΰ, λέγων· Κύριε, μνησθήσομαι της δικαιοσύνης σου μόνου· καί πάλιν, Μνησθήσομαι τοΰ ονόματός σου έν πάση γενεά καί γενεά. Καί άλλαχοΰ πάλιν καθολικώτερον λέγει· Μνησθήσονται καί έπιστραφήσονται πρός Κύριον πάντα τα πέρατα της γης. Όρας όσην ωφέλειαν παρέχει ή τοΰ Θεοΰ μνήμη; όρας όσην ίσχύν παρέχει, ώς καί τα πέρατα της οικουμένης έλκύσαι πρός έαυτήν; Καί ού μόνον είδωλολατρείας ήλευθέρωσεν, άλλα καί αύτης της μνήμης αύτών λήθην ένεποίησεν.

Read More ->>

Εις κήρυγμα νηστείας.

0 σχόλια

Ιωάννης Χρυσόστομος
Διάφοραι Ομιλίαι
Τόμος 60


5. Εις κήρυγμα νηστείας. Λόγος α.

Έπί θεραπείαν τήμερον ό Θεός το γένος καλει.Ίατρείαν γαρ δια του προφήτου την νηστείαν ώρίσατο,Αγιάσατε, λέγων, νηστείαν, κηρύξατε θεραπείαν.Έπειδή γαρ ειδεν ό Θεος εκ παραδείσου πολυτραυμάτιστον τον Άδαμ βληθέντα, θεραπείαν τούτφ τήν νηστείαν άπένειμε· καλώς. Τί γαρ ούκ ιατρεύει νηστεία;Ποιον δε πάθος ούκ άφανίζει του νου; Τον της άκρασίας κόρον άποδιώξασα, άνακαινίζει καρδίαν· του βίου το ύγρον εκκενώσασα, του θυμου τας φλεγμονας καταστέλλει, του φθόνου τήν σκληρότητα καταπλάττει, τών επιθυμιών τούς όγκους χειρουργει, τών ήδονών τούς πυρετούς άφανίζει, της κενοδοξίας τας φαντασίας ελαύνει, της μερίμνης τας άγρυπνίας άποδιώκει, οφθαλμών τας λήμας καθαίρει, σώματος και ψυχης τας αισθήσεις εκκαθαίρει· τεχνιτις γαρ αυτη άνωθεν το ιατρεύειν δεξαμένη παρα του κτίσαντος. Ό τοίνυν ύγιείας εραστής έτοίμως τή νηστεία έαυτον επιδότω· ού γαρ άπαιτει ιατρεύσασα ιατρικα, άλλα καί προσδίδωσι μισθόν.

Read More ->>

Περὶ ὑπομονῆς, καὶ τοῦ μὴ πικρῶς κλαίειν τοὺς τελευτῶντας.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Διάφοραι Ομιλίαι
Τόμος 60

 Περὶ ὑπομονῆς, καὶ τοῦ μὴ πικρῶς κλαίειν τοὺς τελευτῶντας.

Φέρε σήμερον μάλιστα τῶν προτέρων ἡμερῶν σπουδαιότερον ἐπὶ τὸν λόγον τῆς  διδασκαλίας  εἰσέλθωμεν·  οἶδε  γὰρ  πολλάκις  ὁ  λόγος  παραμυθήσασθαι  τὸν πόνον· δύναται καὶ διδασκαλία σύμμετρος διαλῦσαι τὴν ἀθυμίαν. Καὶ γὰρ πολλοὺς τῶν  χθὲς  ὄντων  μεθ'  ὑμῶν  νῦν  οὐχ  ὁρῶ ὄντας  μεθ'  ὑμῶν,  ἀλλ'  εἴτε  πρὸς τὸν ∆εσπότην μετακληθέντας,  ἢ καὶ  ἐν  κλίναις  κατακειμένους,  καὶ  τούτους  πάντας ἐκδεχομένους τὸν θάνατον.∆ιὸ καὶ παρ' ὑμῶν τὸν θρῆνον ὁρῶ, πολὺν ἐν τῇ πόλει τὸν θόρυβον, πολλὴν ἐν  τῇ  Ἐκκλησίᾳ τὴν  ταραχὴν,  ἄμετρα τῶν  πενθούντων   τὰ  δάκρυα, ἄτοπα  τῶν πολλῶν  τὰ ἤθη καὶ τὰ πράγματα. Καὶ γὰρ πολλάκις ὑμᾶς περὶ τούτου παρεκάλεσα καὶ  ὑπέμνησα  τοῦ  πράγματος·  λέγω   δὴ  τοῦ  μεθ'  ὑπομονῆς   καὶ  εὐχαριστίας ὑποφέρειν  τῶν  τέκνων  καὶ τῶν  ἰδίων  καὶ συγγενῶν  τὴν κοίμησιν, καὶ μὴ οὕτως ἀσχημονεῖν, μηδὲ ὡς ἀπολωλότας τοὺς πρὸς Θεὸν ἀπιόντας λογίζεσθαι· καὶ μάλιστα, ὅπου  δ'  ἂν  νήπιοί   τινες   καὶ  ἄφθοροι  τὸν  βίον  κατέλιπον.   ∆ιὸ  μὴ  ἐκείνους στενάξωμεν, ἀλλὰ μᾶλλον ἑαυτοὺς τοὺς ἐν ἁμαρτίαις ζῶντας θρηνήσωμεν. Εἰ γὰρ σήμερον μὴ νήψωμεν, πότε λοιπὸν ἐπιστρέψωμεν; εἰ μὴ ὁ θάνατος τοῦ ἀδελφοῦ σου σωφρονίσει σε, τίς λοιπὸν ἐπιστρέψει σε; εἰ μὴ νεκρὸν κείμενον βλέπων διορθώσῃ τὸν  βίον, πότε λοιπὸν  δυσωπήσεις τὸν  Θεόν; Ἰδοὺ τοίνυν  ὁρῶμεν, ἰδοὺ αὐτῇ τῇ πείρᾳ μανθάνομεν. ∆ιὸ φεισώμεθα, παρακαλῶ, μηδὲ εἰκῆ καὶ μάτην ταραττώμεθα, μηδὲ ὡς ἀθάνατοι φανταζώμεθα. Μία γὰρ ἡ ὁδὸς τοῦ θανάτου, καὶ οὐκ ἄλλη ὁδός· κοινὸν  τὸ ποτήριον,  καὶ πᾶσι διδόμενον·  ἡ μόνη  ὥρα, καὶ πονηρὰ ὥρα· ἡ μόνη γέφυρα,  καὶ πάροδον  οὐκ  ἔχουσα· τὸ πάντων  χρέος, ἡ μόνη  ἀπαρχὴ, καὶ πάντων τέλος· ἡ θεία μάχαιρα, καὶ ὄψιν μὴ λαμβάνουσα.

Read More ->>

Ταλανισμὸς πρὸς τοὺς φθείροντας τὰς τοῦ Χριστοῦ παρθένους.

0 σχόλια

Ιωάννης Χρυσόστομος
Διάφοραι Ομιλίαι
Τόμος 60


Ταλανισμὸς πρὸς τοὺς φθείροντας τὰς τοῦ Χριστοῦ παρθένους.


Τί δὲ ἡμῖν, ἄθλιοι  καὶ ταλαίπωροι,  κακῶν  ἡδονῶν  ὁδηγοί; πῶς βούλεσθε ἐκφυγεῖν  χεῖρας Θεοῦ ζῶντος; τί ποιήσετε, ὅταν ἔλθῃ  ὁ ταύτην  μνηστευσάμενος κρῖναι  ζῶντας  καὶ νεκρούς; τί  δὲ ἀπολογήσεσθε, τοιαῦτα  παράνομα  εἰς  τὰς  τοῦ Χριστοῦ νύμφας  πράξαντες; οὕτω  τοσοῦτον κατεφρονήσατε;  οὐκ ἐτρομάξατε; οὐ δεδοίκατε; οὐκ ἐφρίξατε; οὐκ ἐφείσασθε τῶν ἑαυτῶν ψυχῶν; οὐκ οἴδατε, ὅτι τοιαύτη παρανομία ἑτέρα οὐκ ἔστιν ὡς αὕτη; οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ εἰσιν αἱ παρθένοι; οὐκ οἴδατε, ὅτι Πνεῦμα Θεοῦ ἦν οἰκοῦν ἐν αὐταῖς; τὰς καθ' ἡμέραν μετὰ Χριστοῦ περὶ τῶν  ἀνεκλείπτων  καὶ μενόντων  εἰς  αἰῶνας  προϊκῶν  διαλεγομένας,  καὶ ἃς Παῦλος παρθένους ἁγνὰς παραστῆσαι τῷ Χριστῷ προσήγαγεν, ὑμεῖς βορβόρῳ καὶ δυσωδίᾳ συνεφύρατε; Ὢ πῶς ἐτολμήσατε Χριστοῦ νύμφας φθεῖραι, κακῆς ἐπιθυμίας πρόξενοι; Κατὰ παιδίσκης συνδούλου ἐὰν τολμήσῃ τις τοιαῦτα διαπράξασθαι, οὐκ ἀτιμώρητος διεξέρχεται· κατὰ δὲ τῆς τοῦ ἀμφοτέρων  αὐτῶν  τε καὶ ὑμῶν τὰς τοῦ Χριστοῦ νύμφας  οὕτως  ὁπλίζεσθαι, ἐκφεύξεσθαι  ἄρα τῆς  δίκης  προσδοκᾶτε; οὐκ ἠκούσατε τοῦ Ἀποστόλου λέγοντος, Ἀνίλεως ἡ κρίσις τῷ μὴ ποιήσαντι ἔλεος; Καὶ τί ἄρα τούτου ἀνελεεινότερον; μιᾷ γὰρ μαχαίρα δύο φόνους ἐργάζεσθε, καὶ ἑαυτοὺς καὶ αὐτὰς ἀποκτείνοντες· θάνατος γὰρ τοῦτο παρὰ τοῖς εὐφρονοῦσιν.


Read More ->>

Εἰς τὸν εὐαγγελισμὸν τῆς ὑπεραγίας Θεοτόκου.

0 σχόλια


Ιωάννης Χρυσόστομος
Διάφοραι Ομιλίαι
Τόμος 60

20. Εἰς τὸν εὐαγγελισμὸν τῆς ὑπεραγίας Θεοτόκου.

Βασιλικῶν μυστηρίων ἑορτὴν ἑορτάσωμεν σήμερον· ἡ σύμπασα κτίσις ἀγάλλεται  συναχθεῖσα. Οὐρανὸς δὲ ἀστέρων ἐχειραγώγει  τοὺς εἰς τὴν πανήγυριν σπεύδοντας· γῆ  διὰ τῶν  ποιμένων  εἰς  τὴν  προσκύνησιν ἔτρεχεν·  Ἡσαΐας γοργῷ προφητείας τῷ βήματι ἐβάδιζεν, ἵνα ὑποδείξῃ τῇ πανηγύρει τὴν παρθένον· Ἱερεμίας παραιτούμενος,  ἀλλ'  αὐτὸν  τὸν  ∆εσπότην  ὑποδεικνύων  αὐτῆς  τῆς  πανηγύρεως λέγων· Οὗτος ὁ Θεὸς ἡμῶν. Ζαχαρίας χαρὰν φέρων τοῖς πανηγυρισταῖς κατέτρεχε, ∆εσποτικῆς παρουσίας ἐμφανίζων  τὸ πρόσταγμα· Χαῖρε, λέγων, θύγατερ Σιών· ἰδοὺ γὰρ ὁ βασιλεύς σου ἔρχεταί σοι πρᾶος, ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον.
Μαρία καὶ Ἰωσὴφ, ἐν τῇ φάτνῃ  προθήκῃ πολυτίμητον  μαργαρίτην προέθηκαν· οἱ μάγοι ἰδόντες  καὶ θαμβηθέντες ἐπὶ τῷ κάλλει τῆς φύσεως, τοῦτον τῷ Ἡρώδῃ ὡς ἄξιον βασιλέα ἐμήνυσαν


Read More ->>

.ΟΜΙΛΙΑ ΜΕʹ. Καὶ προσελθόντες οἱ μαθηταὶ εἶπον αὐτῷ·

0 σχόλια


Ιωάννης Χρυσόστομος Είς τόν Ματθαίον Ομιλίαι
Τόμος 58

1.ΟΜΙΛΙΑ  ΜΕʹ.  Καὶ προσελθόντες  οἱ μαθηταὶ εἶπον αὐτῷ· ∆ιατί ἐν παραβολαῖς λαλεῖς  αὐτοῖς; Ὁ δὲ ἀπο κριθεὶς εἶπεν αὐτοῖς· Ὅτι ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται.

αʹ. Ἄξιον θαυμάσαι τοὺς μαθητὰς, πῶς καὶ ἐπιθυμοῦντες μαθεῖν, ἴσασι πότε ἐρωτῆσαι ἐχρῆν. Οὐ γὰρ ἐπὶ πάντων  τοῦτο ποιοῦσι· καὶ τοῦτο ἐδήλωσεν  ὁ Ματθαῖος εἰπὼν, Καὶ προσελθόντες. Καὶ ὅτι οὐ στοχασμὸς τὸ εἰρημένον, ὁ Μάρκος αὐτὸ σαφέστερον παρέστησεν, εἰπὼν ὅτι κατ' ἰδίαν προσῆλθον αὐτῷ. Τοῦτο δὴ καὶ τοὺς   ἀδελφοὺς   καὶ  τὴν   μητέρα  ποιῆσαι  ἐχρῆν,   καὶ  οὐχὶ   καλέσαι  ἔξω   καὶ ἐπιδείξασθαι. Σκόπει δὲ αὐτῶν καὶ τὴν φιλοστοργίαν, πῶς πολὺν ὑπὲρ τῶν ἄλλων ποιοῦνται λόγον, καὶ πρότερον τὰ ἐκείνων ζητοῦσι, καὶ τότε τὰ ἑαυτῶν. ∆ιατί γὰρ, φησὶν, ἐν παραβολαῖς λαλεῖς αὐτοῖς; Οὐκ εἶπον, ∆ιατί ἐν παραβολαῖς λαλεῖς ἡμῖν; Καὶ γὰρ καὶ ἀλλαχοῦ πολλαχῶς φαίνονται  φιλοστόργως πρὸς ἅπαντας διακείμενοι, ὡς ὅταν λέγωσιν, Ἀπόλυσον τοὺς ὄχλους, καὶ ὅτι Οἶδας ὅτι ἐσκανδαλίσθησαν;

Read More ->>

ΟΜΙΛΙΑ Μς’ Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς, λέγων·

0 σχόλια


Ιωάννης Χρυσόστομος Είς τόν Ματθαίον Ομιλίαι
Τόμος 58

2. ΟΜΙΛΙΑ  Μς’  Ἄλλην  παραβολὴν  παρέθηκεν αὐτοῖς,  λέγων·  Ὡμοιώθη  ἡ  βασιλεία  τῶν  οὐρανῶν  ἀνθρώπῳ  σπείροντι  καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ. Ἐν δὲ τῷ καθεύ δειν τοὺς ἀνθρώπους, ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς, καὶ ἔσπειρε ζιζάνια ἀναμέσον τοῦ σίτου, καὶ ἀπῆλθεν. Ὅτε δὲ ἐβλάστησεν ὁ χόρτος, καὶ καρπὸν ἐποίησε, τότε ἐφάνη τὰ ζιζάνια. Προσελθόντες δὲ οἱ δοῦ λοι τοῦ οἰκοδεσπότου, εἶπον  αὐτῷ· Κύριε, οὐχὶ  καλὸν  σπέρμα ἔσπειρας ἐν τῷ ἀγρῷ σου; πόθεν οὖν ἔχει ζιζάνια; Ὁ δὲ ἔφη αὐτοῖς· Ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν. Οἱ δὲ δοῦλοι εἶπον αὐτῷ· Θέλεις οὖν ἀπελθόντες συλλέξομεν αὐτά; Ὁ δὲ ἔφη, Οὔ· μήποτε συλλέγοντες   τὰ  ζιζάνια,  ἐκρι  ζώσητε  ἅμα  αὐτοῖς  τὸν  σῖτον.  Ἄφετε  οὖν  συν αυξάνεσθαι ἀμφότερα ἄχρι τοῦ θερισμοῦ.
 
αʹ. Τί τὸ μέσον ταύτης καὶ τῆς πρὸ ταύτης παραβολῆς; Ἐκεῖ τοὺς μηδὲ ὅλως προσεσχηκότας αὐτῷ φησιν, ἀλλ' ἀποπηδήσαντας καὶ τὸν σπόρον προεμένους· ἐνταῦθα δὲ, τῶν αἱρετικῶν  λέγει τὰ συστήματα. Ἵνα γὰρ μηδὲ τοῦτο τοὺς μαθητὰς θορυβῇ, καὶ τοῦτο προλέγει, μετὰ τὸ διδάξαι αὐτοὺς διατί ἐν παραβολαῖς λαλεῖ. Ἐκείνη μὲν οὖν ἡ παραβολή φησιν, ὅτι οὐκ ἐδέξαντο· αὕτη δὲ, ὅτι καὶ φθορέας ἐδέξαντο. Καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ διαβόλου μεθοδείας, τῇ ἀληθείᾳ ἀεὶ παρεισάγειν τὴν πλάνην, πολλὰ ἐπιχρωννύντα  αὐτῇ τὰ ὁμοιώματα, ὥστε εὐκόλως  κλέψαι  τοὺς εὐεξαπατήτους. ∆ιὰ τοῦτο οὐκ ἄλλο τι σπέρμα, ἀλλὰ ζιζάνια καλεῖ, ὃ κατὰ τὴν ὄψιν ἔοικέ πως τῷ σίτῳ. Εἶτα λέγει καὶ τὸν τρόπον τῆς ἐπιβουλῆς. Ἐν γὰρ τῷ καθεύδειν τοὺς ἀνθρώπους, φησίν. Οὐ μικρὸν τοῖς ἄρχουσιν ἐντεῦθεν ἐπικρεμνᾷ τὸν κίνδυνον, τοῖς μάλιστα τῆς ἀρούρας τὴν φυλακὴν ἐμπεπιστευμένοις· οὐ τοῖς ἄρχουσι δὲ μόνον, ἀλλὰ καὶ τοῖς ἀρχομένοις. ∆είκνυσι δὲ καὶ  τὴν  πλάνην  μετὰ  τὴν  ἀλήθειαν  οὖσαν· ὅπερ καὶ  ἡ  τῶν  πραγμάτων  ἔκβασις μαρτυρεῖ.


Read More ->>

ΟΜΙΛΙΑ ΜΗʹ. Καὶ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας,

0 σχόλια


Ιωάννης Χρυσόστομος Είς τόν Ματθαίον Ομιλίαι
Τόμος 58

ΟΜΙΛΙΑ ΜΗʹ. Καὶ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν.

αʹ. Τίνος ἕνεκεν  εἶπε, ταύτας; Ἐπειδὴ καὶ ἄλλας ἔμελλεν  ἐρεῖν. Τίνος δὲ ἕνεκεν καὶ μεταβαίνει; Πανταχοῦ τὸν λόγον σπεῖραι βουλόμενος. Καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ, ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν. Καὶ ποίαν πατρίδα αὐτοῦκαλεῖ νῦν; Ἐμοὶ δοκεῖ, τὴν Ναζαρέτ. Οὐ γὰρ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς, φησίν· ἐν δὲ Καπερναοὺμ ἐποίησε σημεῖα· διὸ καὶ ἔλεγε· Καὶ σὺ, Καπερναοὺμ, ἡ ἕως τοῦ οὐρανοῦ  ὑψωθεῖσα,  ἕως  ᾅδου  καταβιβασθήσῃ· ὅτι  εἰ  ἐν  Σοδόμοις  ἐγένοντο  αἱδυνάμεις αἱ γενόμεναι ἐν σοὶ, ἔμειναν ἂν μέχρι τῆς σήμερον. Ἐλθὼν δὲ ἐκεῖ, τῶν μὲν σημείων   καθυφίησιν,   ὥστε  μὴ  εἰς   πλείονα   αὐτοὺς   φθόνον   ἐκκαῦσαι,  μηδὲ κατακρῖναι μειζόνως, τῆς ἀπιστίας ἐπιτεινομένης·  διδασκαλίαν δὲ προτείνεται τῶν σημείων οὐκ ἔλαττον  θαῦμα ἔχουσαν.

Read More ->>

ΟΜΙΛΙΑ ΝΑʹ. Καὶ ἀπολύσας τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος κατ' ἰδίαν προσεύξασθαι

0 σχόλια


Ιωάννης Χρυσόστομος Είς τόν Ματθαίον Ομιλίαι
Τόμος 58

6.ΟΜΙΛΙΑ ΝΑʹ. Καὶ ἀπολύσας τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος κατ' ἰδίαν προσεύξασθαι. Ὀψίας δὲ γενομένης, μόνος ἦν ἐκεῖ. Τὸ δὲ πλοῖον ἤδη μέσον τῆςθαλάσσης ἦν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων· ἦν γὰρ ἐναντίος ὁ ἄνεμος.

αʹ. Τίνος ἕνεκεν εἰς τὸ ὄρος ἀναβαίνει; Παιδεύων ἡμᾶς, ὅτι καλὸν ἡ ἐρημία καὶ ἡ μόνωσις, ὅταν ἐντυγχάνειν  δέῃ Θεῷ. ∆ιά τοι τοῦτο συνεχῶς εἰς τὰς ἐρήμους ἄπεισι, κἀκεῖ διανυκτερεύει πολλάκις  εὐχόμενος, παιδεύων  ἡμᾶς καὶ τὴν ἀπὸ τοῦ καιροῦ καὶ τὴν ἀπὸ τοῦ τόπου θηρᾶσθαι ἐν ταῖς εὐχαῖς ἀταραξίαν. Ἡσυχίας γὰρ μήτηρ ἡ ἔρημος, καὶ γαλήνη, καὶ λιμὴν, ἁπάντων ἀπαλλάττουσα θορύβων ἡμᾶς. Αὐτὸς μὲν οὖν διὰ τοῦτο ἀνέβαινεν ἐκεῖσε· οἱ δὲ μαθηταὶ κλυδωνίζονται  πάλιν, καὶ χειμῶνα ὑπομένουσιν οἷον καὶ πρότερον. Ἀλλὰ τότε μὲν ἔχοντες αὐτὸν ἐν τῷ πλοίῳ τοῦτο ἔπασχον· νυνὶ δὲ καθ' ἑαυτοὺς ὄντες μόνοι. Καὶ γὰρ ἠρέμα καὶ κατὰ μικρὸν ἐπὶ τὰ μείζονα αὐτοὺς ἐνάγει καὶ ἐμβιβάζει, καὶ εἰς τὸ φέρειν πάντα γενναίως. 

Read More ->>

ΟΜΙΛΙΑ ΝΒʹ. Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς, ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος.

0 σχόλια


Ιωάννης Χρυσόστομος Είς τόν Ματθαίον Ομιλίαι
Τόμος 58

8.ΟΜΙΛΙΑ ΝΒʹ. Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς, ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος. Καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα, ἔκραξεν αὐτῷ λέγουσα· «Ἐλέησόν με, Κύριε, υἱὲ ∆αυΐδ· ἡ θυ γάτηρ μου κακῶςδαιμονίζεται.»

αʹ. Ὁ δὲ Μάρκος φησὶν, ὅτι οὐκ ἠδυνήθη λαθεῖν, ἐλθὼν εἰς τὴν οἰκίαν. Τί δὲ ὅλως ἀπῄει εἰς τὰ μέρη ταῦτα; Ὅτε τῆς τῶν βρωμάτων παρατηρήσεως ἀπήλλαξε, τότε καὶ τοῖς ἔθνεσι θύραν ἀνοίγει λοιπὸν ὁδῷ προβαίνων· ὥσπερ οὖν καὶ Πέτρος, πρότερον τοῦτον ἐπιταγεὶς λῦσαι τὸν νόμον, πέμπεται πρὸς τὸν Κορνήλιον. Εἰ δὲ λέγοι τις, Πῶς οὖν τοῖς μαθηταῖς λέγων, Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, ταύτην προσίεται; πρῶτον  μὲν  ἐκεῖνο  ἂν  εἴποιμεν,  ὅτι οὐχ ὅπερ ἐπέταξε τοῖς  μαθηταῖς, τούτῳ καὶ αὐτὸς ὑπεύθυνος ἦν· δεύτερον δὲ, ὅτι οὐδὲ ὡς κηρύξων ἀπῆλθεν· ὅπερ οὖν καὶ ὁ Μάρκος αἰνιττόμενος  ἔλεγεν,  ὅτι καὶ ἔκρυψεν ἑαυτὸν, καὶ οὐκ ἔλαθεν Ὥσπερ γὰρ  τὸ  μὴ  δραμεῖν  ἐπ'  αὐτοὺς  πρώτους  τῆς  ἀκολουθίας  τῶν πραγμάτων ἦν· οὕτω τὸ προσερχομένους διώκειν ἀνάξιον αὐτοῦ τῆς φιλανθρωπίας.

Read More ->>

ΟΜΙΛΙΑ Ν∆ʹ. Ἐξελθὼν δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου

0 σχόλια


Ιωάννης Χρυσόστομος Είς τόν Ματθαίον Ομιλίαι
Τόμος 58

ΟΜΙΛΙΑ Ν∆ʹ. Ἐξελθὼν δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου, ἠρώτα τοὺς μαθητὰς αὐτοῦ, λέγων· Τίνα με λέγουσιν οἷ ἄνθρωποι εἶναι,τὸν Υἱὸν τοῦ ἀνθρώπου;

αʹ. Τίνος ἕνεκεν τὸν οἰκιστὴν τῆς πόλεως εἴρηκεν; Ἐπειδὴ ἔστι καὶ ἑτέρα, ἡ Στράτωνος. Καὶ οὐκ ἐν  ἐκείνῃ,  ἀλλ' ἐν  ταύτῃ  αὐτοὺς  ἐρωτᾷ, πόῤῥω τῶν Ἰουδαίων ἀπάγων, ὡς πάσης ἀπαλλαγέντας ἀγωνίας μετὰ παῤῥησίας εἰπεῖν τὰ κατὰ διάνοιαν ἅπαντα. Καὶ τίνος ἕνεκεν οὐκ εὐθέως τὴν γνώμην αὐτῶν ἠρώτησεν, ἀλλὰ τὴν τῶν  πολλῶν;  Ἵνα εἰπόντες  τὴν ἐκείνων,  εἶτα ἐρωτηθέντες,  Ὑμεῖς δὲ τίνα με λέγετε  εἶναι;  ἀπὸ  τοῦ  τρόπου  τῆς  ἐρωτήσεως  εἰς  μείζονα  ἀνενεχθῶσιν ἔννοιαν, καὶ μὴ εἰς τὴν αὐτὴν ταπεινότητα τοῖς πολλοῖς περιπέσωσι. ∆ιὰ δὴ τοῦτο οὐδὲ ἐν ἀρχῇ τοῦ κηρύγματος αὐτῶν πυνθάνεται·  ἀλλ' ὅτε σημεῖα πολλὰ ἐποίησε, καὶ περὶ πολλῶν  αὐτοῖς διελέχθη καὶ ὑψηλῶν  δογμάτων, καὶ τῆς αὐτοῦ θεότητος καὶ τῆς πρὸς τὸν Πατέρα ὁμονοίας πολλὰς παρέσχε τὰς ἀποδείξεις, τότε τὴν πεῦσιν αὐτοῖς  προσάγει ταύτην.

Read More ->>

ΟΜΙΛΙΑ Νς ʹ. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν· εἰσί τινες τῶν ὧδε ἑστώτων.

0 σχόλια

Ιωάννης Χρυσόστομος Είς τόν Ματθαίον Ομιλίαι
Τόμος 58

12.ΟΜΙΛΙΑ Νς ʹ. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν· εἰσί τινες τῶν ὧδε ἑστώτων. οἵτινες οὐ μὴ γεύσωνται  θανάτου,  ἕως ἂν  ἴδωσι τὸν  Υἱὸν τοῦ ἀνθρώπου  ἐρχόμενον  ἐν  τῇβασιλείᾳ αὐτοῦ.

αʹ. Ἐπειδὴ γὰρ πολλὰ περὶ κινδύνων διελέχθη καὶ θανάτου, καὶ τοῦ πάθους τοῦ ἑαυτοῦ, καὶ τῆς τῶν μαθητῶν σφαγῆς, καὶ τὰ αὐστηρὰ ἐπέταξεν ἐκεῖνα· καὶ τὰ μὲν ἦν ἐν τῷ παρόντι βίῳ καὶ ἐν χερσὶ, τὰ δὲ ἀγαθὰ ἐν ἐλπίσι καὶ προσδοκίαις· οἷον, τὸ σώζειν τὴν ψυχὴν τοὺς ἀπολλύντας  αὐτὴν, τὸ ἔρχεσθαι αὐτὸν ἐν τῇ δόξῃ τοῦ  Πατρὸς αὐτοῦ,  τὸ  ἀποδιδόναι  τὰ  ἔπαθλα·  βουλόμενος  καὶ  τὴν  ὄψιν  αὐτῶν πληροφορῆσαι, καὶ δεῖξαι τίς ποτέ ἐστιν ἡ δόξα ἐκείνη, μεθ' ἧς μέλλει παραγίνεσθαι,
ὡς ἐγχωροῦν  ἦν αὐτοῖς μαθεῖν· καὶ κατὰ τὸν παρόντα βίον δείκνυσιν  αὐτοῖς καὶ ἀποκαλύπτει  ταύτην· ἵνα μήτε ἐπὶ τῷ οἰκείῳ θανάτῳ, μήτε ἐπὶ τῷ τοῦ ∆εσπότου λοιπὸν ἀλγῶσι, καὶ μάλιστα Πέτρος ὀδυνώμενος. Καὶ ὅρα τί ποιεῖ. Περὶ γεέννης καὶ βασιλείας διαλεχθείς· (τῷ τε γὰρ εἰπεῖν· Ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ, ἀπολέσει αὐτήν· καὶ ὃς ἂν ἀπολέσῃ αὐτὴν  ἕνεκεν  ἐμοῦ, εὑρήσει αὐτήν· καὶ τῷ εἰπεῖν,

Read More ->>

ΟΜΙΛΙΑ ΝΗʹ. Ἀναστρεφομένων δὲ αὐτῶν ἐν τῇ Γαλιλαίᾳ, εἶπεν αὐτοῖς ὁ Ἰησοῦς

0 σχόλια


Ιωάννης Χρυσόστομος Είς τόν Ματθαίον Ομιλίαι
Τόμος 58

ΟΜΙΛΙΑ ΝΗʹ. Ἀναστρεφομένων δὲ αὐτῶν  ἐν  τῇ Γαλιλαίᾳ, εἶπεν  αὐτοῖς  ὁ Ἰησοῦς· Μέλλει ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων,  καὶ ἀποκτε νοῦσιν αὐτὸν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. Καὶ ἐλυπήθησαν σφόδρα

αʹ. Ἵνα γὰρ μὴ λέγωσι, Τίνος ἕνεκεν ἐνταῦθα διατρίβομεν διηνεκῶς; πάλιν περὶ τοῦ πάθους αὐτοῖς φησιν· ὅπερ ἀκούοντες οὐδὲ ἰδεῖν ἐβούλοντο τὰ Ἱεροσόλυμα. Ὅρα γοῦν πῶς καὶ τοῦ Πέτρου ἐπιτιμηθέντος,  καὶ τῶν  περὶ  Μωϋσέα καὶ  Ἠλίαν  περὶ  αὐτοῦ  διαλεχθέντων,   καὶ  δόξαν  τὸ  πρᾶγμα καλεσάντων,  καὶ  τοῦ  Πατρὸς ἄνωθεν  φωνὴν   ἀφέντος,  καὶ  σημείων  τοσούτων γενομένων, καὶ τῆς ἀναστάσεως ἐπὶ θύραις οὔσης· (οὐδὲ γὰρ πολὺν ἔφησε χρόνον ἐν τῷ θανάτῳ  μένειν,  ἀλλὰ  τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεσθαι·) οὐδὲ οὕτως  ἀνήνεγκαν, ἀλλ' Ἐλυπήθησαν· καὶ οὐδὲ ἁπλῶς, ἀλλὰ Σφόδρα. Ἐγένετο δὲ τοῦτο διὰ τὸ ἀγνοεῖν ἔτι τῶν λεγομένων τὴν δύναμιν. Ὅπερ ὁ Μάρκος καὶ ὁ Λουκᾶς αἰνιττόμενοι ἔλεγον· ὁ μὲν, ὅτι Ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐρωτῆσαι· ὁ δὲ, ὅτι Ἦν παρακεκαλυμμένον  ἀπ' αὐτῶν, ἵνα μὴ αἴσθωνται, καὶ ἐφοβοῦντο  αὐτὸν ἐρωτῆσαι περὶ τοῦ  ῥήματος.

Read More ->>

ΟΜΙΛΙΑ Ξʹ. Ἐὰν ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν

0 σχόλια


Ιωάννης Χρυσόστομος Είς τόν Ματθαίον Ομιλίαι
Τόμος 58


16. ΟΜΙΛΙΑ Ξʹ. Ἐὰν ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου.

αʹ. Ἐπειδὴ γὰρ σφοδρὸν κατέτεινε  λόγον  κατὰ τῶν  σκανδαλιζόντων,  καὶ πανταχόθεν  αὐτοὺς ἐφόβησεν, ἵνα μὴ ταύτῃ γένωνται  πάλιν  ὕπτιοι  οἱ σκανδαλιζόμενοι, μηδὲ τὸ πᾶν νομίζοντες ἐφ' ἑτέρους ἐῤῥῖφθαι, εἰς ἑτέραν κακίαν ἐξέλθωσι, θρυπτόμενοι καὶ πάντα θεραπεύεσθαι θέλοντες, καὶ εἰς ἀπόνοιαν ἐξοκείλωσιν, ὅρα πῶς καὶ αὐτοὺς συστέλλει πάλιν, καὶ κελεύει τὸν ἔλεγχον μεταξὺ τῶν δύο γίνεσθαι μόνων· ἵνα μὴ τῇ τῶν πλειόνων  μαρτυρίᾳ βαρυτέραν ἐργάσηται τὴν κατηγορίαν, καὶ ἰταμώτερος ἐκεῖνος γενόμενος δυσδιόρθωτος μείνῃ ∆ιό φησι· Μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Κἂν ἀκούσῃ, ἐκέρδανας τὸν ἀδελφόν σου. Τί ἐστιν, Ἐὰν ἀκούσῃ; Ἐὰν καταγνῷ ἑαυτοῦ, ἐὰν πεισθῇ ὅτι ἥμαρτεν Ἐκέρδανας τὸν ἀδελφόν σου. Οὐκ εἶπεν, Ἔχεις ἱκανὴν τιμωρίαν, ἀλλ', Ἐκέρδανας τὸν ἀδελφόν σου, δεικνὺς ὅτι κοινὴ ζημία ἀπὸ τῆς ἔχθρας.

Read More ->>

ΟΜΙΛΙΑ ΞΒʹ. Καὶ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους

0 σχόλια


Ιωάννης Χρυσόστομος Είς τόν Ματθαίον Ομιλίαι
Τόμος 58


ΟΜΙΛΙΑ ΞΒʹ. Καὶ  ἐγένετο, ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους,μετῆρεν ἀπὸ τῆς Γαλιλαίας, καὶ ἦλθεν ἐπὶ τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου.

αʹ. Συνεχῶς  τὴν  Ἰουδαίαν  ἀφεὶς  διὰ  τὴν  βασκανίαν  τὴν  ἐκείνων,  νῦν ἐπιχωριάζει λοιπὸν, ἐπειδὴ τὸ πάθος ἐγγὺς ἔμελλεν εἶναι· οὐ μὴν εἰς τὰ Ἱεροσόλυμα τέως ἄνεισιν, ἀλλ' εἰς τὰ ὅρια τῆς Ἰουδαίας. Καὶ ἐλθόντι ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ, καὶ Ἐθεράπευσεν αὐτούς. Οὔτε τῇ τῶν λόγων διδασκαλίᾳ διηνεκῶς ἐνδιατρίβει, οὔτε τῇ τῶν σημείων θαυματουργίᾳ· ἀλλὰ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο ποιεῖ, ποικίλλων  τὴν σωτηρίαν τῶν προσεδρευόντων καὶ ἑπομένων, ὥστε ἀπὸ μὲν τῶν σημείων ἀξιόπιστος, ἐν οἷς ἔλεγε, φανῆναι διδάσκαλος, ἀπὸ δὲ τῆς τῶν λόγων διδασκαλίας ἐπιτεῖναι τὸ ἀπὸ τῶν σημείων κέρδος. Τοῦτο δὲ ἦν τὸ πρὸς θεογνωσίαν αὐτοὺς   χειραγωγῆσαι.   Σὺ  δέ   μοι   κἀκεῖνο   σκόπει,  πῶς   ὁλοκλήρους   δήμους παρατρέχουσιν ἑνὶ ῥήματι οἱ μαθηταὶ, οὐ κατὰ ὄνομα ἕκαστον ἀπαγγέλλοντες  τῶν θεραπευομένων.

Read More ->>

ΟΜΙΛΙΑΞ∆ʹ.Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ·

0 σχόλια


Ιωάννης Χρυσόστομος Είς τόν Ματθαίον Ομιλίαι
Τόμος 58


20.ΟΜΙΛΙΑΞ∆ʹ.Τότε ἀποκριθεὶς  ὁ Πέτρος εἶπεν αὐτῷ· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν;

αʹ.Ποῖα πάντα, ὦ μακάριε Πέτρε; τὸν κάλαμον; τὸ δίκτυον; τὸ πλοῖον;  τὴν  τέχνην; Ταῦτά μοι πάντα λέγεις; Ναὶ, φησίν. Ἀλλ' οὐ διὰ φιλοτιμίαν  ταῦτα λέγω, ἀλλ' ἵνα διὰ τῆς ἐρωτήσεως ταύτης τὸν τῶν πενήτων  εἰσαγάγω δῆμον. Ἐπειδὴ γὰρ εἶπεν ὁ Κύριος· Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς,  καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς· ἵνα  μὴ λέγῃ  τις τῶν  πενήτων·  Τί οὖν; ἐὰν μὴ ἔχω ὑπάρχοντα,  οὐ δύναμαι  τέλειος  εἶναι; ἐρωτᾷ Πέτρος, ἵνα σὺ μάθῃς, ὁ πένης, ὅτι οὐδὲν ἐντεῦθεν ἠλάττωσαι· ἐρωτᾷ Πέτρος, ἵνα μὴ παρὰ Πέτρου μαθὼν ἀμφιβάλλῃς (καὶ  γὰρ  ἀτελὴς  ἦν  ἔτι,  καὶ  Πνεύματος  ἔρημος),  ἀλλὰ  παρὰ  τοῦ  τοῦ  Πέτρου διδασκάλου δεξάμενος τὴν ἀπόφασιν θαῤῥῇς. Καθάπερ γὰρ ἡμεῖς ποιοῦμεν· οἰκειούμεθα   πράγματα  πολλάκις   ὑπὲρ  ἀλλοτρίων   διαλεγόμενοι·   οὕτω   καὶ  ὁ ἀπόστολος  ἐποίησεν,  ὑπὲρ  τῆς  οἰκουμένης   ἁπάσης  τὴν  πεῦσιν  αὐτῷ  ταύτην προσαγαγών.  Ἐπεὶ  ὅτι  γε  τὰ  ἑαυτοῦ  ᾔδει  σαφῶς,  δῆλον  ἀπὸ  τῶν  ἔμπροσθεν εἰρημένων· ὁ γὰρ τὰς κλεῖς τῶν οὐρανῶν ἐντεῦθεν ἤδη δεξάμενος, πολλῷ μᾶλλον ὑπὲρ τῶν ἐκεῖ θαῤῥεῖν εἶχε. Σκόπει δὲ καὶ πῶς ἀκριβῶς ἀποκρίνεται, ὡς ὁ Χριστὸς

Read More ->>

ΟΜΙΛΙΑ Ξς ʹ. Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἱεριχὼ, ἠκολούθη σαν αὐτῷ ὄχλοι πολλοί

0 σχόλια

Ιωάννης Χρυσόστομος Είς τόν Ματθαίον Ομιλίαι
Τόμος 58

 ΟΜΙΛΙΑ  Ξς  ʹ. Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἱεριχὼ, ἠκολούθη σαν αὐτῷ ὄχλοι πολλοί. Καὶ ἰδοὺ δύο τυ φλοὶ καθήμενοι παρὰ τὴν ὁδὸν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραζον λέγοντες· Ἐλέησον ἡμᾶς, Κύριε, υἱὸς ∆αυΐδ.


αʹ. Ὅρα πόθεν παρῆλθεν εἰς τὰ Ἱεροσόλυμα, καὶ ποῦ πρὸ τούτου διέτριβεν· ὃ καὶ μάλιστα ζητήσεως ἄξιον εἶναί μοι δοκεῖ, διατί μὴ καὶ πρώην ἐκεῖθεν ἀπῆλθεν εἰς τὴν  Γαλιλαίαν,  ἀλλὰ  διὰ  τῆς  Σαμαρείας.  Ἀλλὰ  τοῦτο  μὲν  τοῖς  φιλομαθέσιν ἀφήσομεν. Εἰ γάρ τις ἀκριβῶς ἐξετάζειν ἐθέλοι, εὑρήσει τὸν Ἰωάννην  αἰνιξάμενον αὐτὸ καλῶς, καὶ τὴν αἰτίαν τεθεικότα. Ἡμεῖς δὲ τῶν προκειμένων ἐχώμεθα, καὶ τῶν τυφλῶν  τούτων  ἀκούσωμεν, οἳ πολλῶν  βλεπόντων  ἦσαν ἀμείνους. Οὔτε γὰρ τὸν ὁδηγοῦντα  ἔχοντες,  οὔτε  ἰδεῖν  αὐτὸν  δυνάμενοι  ἐπιστάντα,  ὅμως  ἐφιλονείκουν ἐλθεῖν πρὸς αὐτὸν, καὶ μεγάλῃ ἤρξαντο φωνῇ κράζειν, καὶ ἐπιστομισθέντες μᾶλλον ἐβόων. Τοιοῦτον γὰρ ψυχὴ  καρτερική· δι' αὐτῶν  τῶν  κωλυόντων  αἴρεται.

Read More ->>

ΟΜΙΛΙΑ ΞΗʹ. Ἄλλην παραβολὴν ἀκούσατε. Ἄνθρωπός τις ἦν οἰκοδεσπότης,

0 σχόλια


Ιωάννης Χρυσόστομος Είς τόν Ματθαίον Ομιλίαι
Τόμος 58

ΟΜΙΛΙΑ ΞΗʹ. Ἄλλην παραβολὴν ἀκούσατε. Ἄνθρωπός τις ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα, καὶ φραγμὸν αὐτῷ περιέθηκε, καὶ ὤρυξε ληνὸν, καὶ ᾠκοδόμησε πύργον· καὶ ἐξέδοτο αὐτὸν γεωρ γοῖς, καὶ ἀπεδήμησεν. Ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλε τοὺς δούλους αὐτοῦ, λαβεῖν τοὺς καρπούς. Καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους, οὓς μὲν ἔδειραν, οὓς δὲ ἀπέκτει ναν, οὓς δὲ ἐλιθοβόλησαν. Πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίη σαν αὐτοῖς ὡσαύτως. Ὕστερον ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ, λέγων· Ἴσως ἐν τραπήσονται τὸν υἱόν μου. Οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν, εἶπον ἐν ἑαυτοῖς· Οὗτός ἐστιν ὁ κλη ρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ κατά σχωμεν τὴν κληρονομίαν αὐτοῦ. Καὶ ἐκβαλόντες ἔξω τοῦ ἀμπελῶνος, ἀπέκτειναν. Ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; Λέγουσιν αὐτῷ· Κακοὺς κα κῶς ἀπολέσει αὐτοὺς, καὶ τὸν ἀμπελῶνα ἐκδώ σεται γεωργοῖς ἑτέροις, οἵτινες ἀποδώσουσι τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς Γραφαῖς· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας;

Read More ->>

ΟΜΙΛΙΑ Οʹ. Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον

0 σχόλια


Ιωάννης Χρυσόστομος Είς τόν Ματθαίον Ομιλίαι
Τόμος 58

ΟΜΙΛΙΑ Οʹ. Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον, ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ.

αʹ. Τότε, πότε; Ὅτε μάλιστα κατανυγῆναι  ἔδει, ὅτε ἐκπλαγῆναι  τὴν φιλανθρωπίαν, ὅτε φοβηθῆναι τὰ μέλλοντα, ὅτε ἀπὸ τῶν παρελθόντων καὶ περὶ τῶν μελλόντων  πιστεῦσαι ἐχρῆν. Καὶ γὰρ ἐπὶ τῶν πραγμάτων τὰ εἰρημένα ἐβόα. Καὶ γὰρ τελῶναι  καὶ πόρναι  ἐπίστευσαν, καὶ προφῆται  καὶ δίκαιοι  ἀνῃρέθησαν, καὶ ἀπὸ τούτων ἐχρῆν καὶ περὶ τῆς ἀπωλείας ἑαυτῶν μὴ ἀντιλέγειν,  ἀλλὰ καὶ πιστεύειν καὶ σωφρονίζεσθαι. Ἀλλ' ὅμως οὐδὲ οὕτω λήγει τὰ τῆς κακίας αὐτῶν, ἀλλ' ὠδίνει καὶ πρόεισι περαιτέρω. Καὶ ἐπειδὴ  κατασχεῖν  αὐτὸν  οὐκ εἶχον  (ἐφοβοῦντο  γὰρ τοὺς ὄχλους), ἑτέραν ἦλθον ὁδὸν, ὡς δὴ εἰς κίνδυνον ἐμβαλοῦντες, καὶ δημοσίων ποιήσοντες ἀδικημάτων ὑπεύθυνον. Ἀποστέλλουσι γὰρ αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρωδιανῶν, λέγοντες· ∆ιδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ, καὶ τὴν ὁδὸν τοῦ Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων.

Read More ->>

ΟΜΙΛΙΑ ΟΒʹ. Τότε ὁ Ἰησοῦς ἐλάλησε τοῖς ὄχλοις καὶ τοῖς μαθη ταῖς αὐτοῦ, λέγων·

0 σχόλια


Ιωάννης Χρυσόστομος Είς τόν Ματθαίον Ομιλίαι
Τόμος 58

ΟΜΙΛΙΑ ΟΒʹ. Τότε ὁ Ἰησοῦς ἐλάλησε τοῖς ὄχλοις καὶ τοῖς μαθη ταῖς αὐτοῦ, λέγων· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι. Πάντα οὖν ὅσα ἂν λέγωσιν ὑμῖν ποιεῖν, ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε.


αʹ. Τότε, πότε; Ὅτε ταῦτα εἶπεν· ὅτε αὐτοὺς ἐπεστόμισεν· ὅτε ἔστησεν εἰς τὸ μηκέτι τολμᾷν πειράζειν αὐτόν· ὅτε ἔδειξεν ἀνιάτως ἔχοντας. Καὶ ἐπειδὴ κυρίου καὶ κυρίου ἐμνημόνευσε, πάλιν  ἐπὶ τὸν νόμον  ἀνατρέχει.  Καίτοιγε ὁ νόμος τοιοῦτον οὐδὲν εἶπε, φησίν· ἀλλὰ Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν. Ἀλλὰ νόμον ἡ Γραφὴ τὴν Παλαιὰν ἅπασαν καλεῖ. Ταῦτα δὲ λέγει, δεικνὺς διὰ πάντων  τὴν πολλὴν πρὸς τὸν γεγεννηκότα ὁμόνοιαν. Εἰ γὰρ ἐναντίος ἦν, τοὐναντίον  ἂν εἶπε περὶ τοῦ νόμου· νῦν δὲ τοσαύτην περὶ αὐτὸν ἐπιδείκνυσθαι κελεύει τὴν αἰδῶ, ὡς καὶ διεφθαρμένων ὄντων τῶν διδασκόντων αὐτὸν, ἐκείνου κελεύειν ἀντέχεσθαι. Ἐνταῦθα δὲ καὶ περὶ βίου καὶ περὶ πολιτείας διαλέγεται, ἐπειδὴ τοῦτο μάλιστα αἴτιον τῆς ἀπιστίας αὐτοῖς ἦν, ὁ διεφθαρμένος βίος, καὶ ὁ τῆς δόξης ἔρως. ∆ιορθούμενος τοίνυν τοὺς ἀκροατὰς, ὃ  πρῶτον   μάλιστά  ἐστιν   εἰς   σωτηρίαν   συντελοῦν,   τὸ  τῶν   διδασκάλων   μὴ καταφρονεῖν,  μηδὲ κατεξανίστασθαι τῶν ἱερέων, τοῦτο ἐκ περιουσίας κελεύει.

Read More ->>

ΟΜΙΛΙΑ Ο∆ʹ. Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν,

0 σχόλια


Ιωάννης Χρυσόστομος Είς τόν Ματθαίον Ομιλίαι
Τόμος 58

ΟΜΙΛΙΑ Ο∆ʹ. Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν,καὶ κοσμεῖτε τὰ μνήματα αὐτῶν, καὶ λέγετε· Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν αὐτῶν κοινωνοὶ ἐν τῷ αἵματι τῶν προφητῶν.

αʹ. Οὐχ ὅτι οἰκοδομοῦσιν, οὐδ' ὅτι ἐγκαλοῦσιν ἐκείνοις, Οὐαὶ, φησίν· ἀλλ' ὅτι καὶ ταύτῃ καὶ δι' ὧν λέγουσι, καταγινώσκειν προσποιούμενοι τῶν πατέρων, χείρονα πράττουσιν.  Ὅτι  γὰρ  προσποίησις ἦν  ἡ  κατάγνωσις,  ὁ  Λουκᾶς φησιν,  Ὅτι  καὶ συνευδοκεῖτε, ὅτι οἰκοδομεῖτε. Οὐαὶ γὰρ ὑμῖν, φησὶν, ὅτι οἰκοδομεῖτε τὰ μνήματα τῶν προφητῶν, οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς. Ἄρα μαρτυρεῖτε καὶ συνευδοκεῖτε  τοῖς  ἔργοις τῶν  πατέρων  ὑμῶν· ὅτι αὐτοὶ  μὲν  ἀπέκτειναν  αὐτοὺς, ὑμεῖς  δὲ  οἰκοδομεῖτε  τὰ  μνήματα   αὐτῶν.   Ἐνταῦθα  γὰρ  τὴν  γνώμην   αὐτῶν διαβάλλει, μεθ' ἧς ᾠκοδόμουν· ὅτι οὐ διὰ τιμὴν τῶν σφαγέντων, ἀλλ' ὡς ἐμπομπεύοντες ταῖς σφαγαῖς, καὶ δεδοικότες, μήποτε τῷ χρόνῳ τῶν τάφων ἀφανισθέντων μαρανθῇ τῆς τοσαύτης τόλμης ὁ ἔλεγχος καὶ ἡ μνήμη, οὕτως ᾠκοδόμουν τοὺς τάφους, ὥσπερ τι τρόπαιον ἱστῶντες λαμπρὰς τὰς οἰκοδομὰς, καὶ καλλωπιζόμενοι    τοῖς   ἐκείνων   τολμήμασι   καὶ   ἐπιδεικνύμενοι.   Τὰ   γὰρ   νῦν τολμώμενα παρ' ὑμῶν δείκνυσιν, ὅτι καὶ ταῦτα τούτῳ ποιεῖτε τῷ τρόπῳ. Κἂν γὰρ τὰ ἐναντία λέγητε, φησὶν, ὡς καταγινώσκοντες αὐτῶν, οἷον ὅτι Οὐκ ἂν, εἰ ἦμεν ἐν ταῖς ἡμέραις ἐκείναις, ἦμεν αὐτῶν κοινωνοί· ἀλλ' ἡ γνώμη δήλη ἡ ταῦτα λέγουσα. ∆ιὸ καὶ ἐκκαλύπτων  αὐτὴν, αἰνιγματωδῶς  μὲν, εἴρηκε δ' οὖν ὅμως. Εἰπὼν γάρ· Λέγετε, ὅτι Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι  τῶν  προφητῶν·  ἐπήγαγεν·  Ὥστε μαρτυρεῖτε  ἑαυτοῖς,  ὅτι  υἱοί  ἐστε  τῶν φονευσάντων  τοὺς προφήτας. Καὶ ποῖον  ἔγκλημα  υἱὸν  εἶναι  ἀνδροφόνου,  ἂν μὴ κοινωνῇ  τῇ  γνώμῃ  τοῦ  πατρός; Οὐδέν. Ὅθεν  δῆλον,  ὅτι  δι' αὐτὸ  τοῦτο  αὐτοῖς προφέρει, τὴν κατὰ κακίαν συγγένειαν αἰνιττόμενος.  Καὶ τοῦτο καὶ τὸ ἑξῆς δηλοῖ· ἐπήγαγε  γοῦν· Ὄφεις, γεννήματα  ἐχιδνῶν.  Ὥσπερ γὰρ ἐκεῖνα ἔοικε τοῖς γονεῦσι κατὰ τὴν τοῦ ἰοῦ λύμην, οὕτω καὶ ὑμεῖς τοῖς πατράσι κατὰ τὸ φονικόν. Εἶτα ἐπειδὴ γνώμην ἤταζεν ἄδηλον τοῖς πολλοῖς οὖσαν, καὶ ἀφ' ὧν μέλλουσι τολμᾷν, τῶν πᾶσιν ἐσομένων δήλων,  κατασκευάζει τὰ εἰρημένα. Ἐπειδὴ γὰρ εἶπεν, Ὥστε μαρτυρεῖτε ἑαυτοῖς,  ὅτι  υἱοί  ἐστε τῶν  φονευσάντων   τοὺς  προφήτας,  δηλῶν  ὅτι  τὴν  κατὰ πονηρίαν συγγένειαν  λέγει, καὶ ὅτι πλάσμα ἦν τὸ λέγειν, ὅτι Οὐκ ἂν ἦμεν αὐτῶν κοινωνοὶ,  ἐπήγαγε·  Καὶ ὑμεῖς  πληρώσατε  τὸ  μέτρον  τῶν  πατέρων  ὑμῶν·  οὐκ ἐπιτάττων, ἀλλὰ προαναφωνῶν τὸ ἐσόμενον· τουτέστι, τὴν  ἑαυτοῦ σφαγήν.
∆ιὰ δὴ τοῦτο ἐπαγαγὼν τὸν ἔλεγχον, καὶ δείξας ὅτι πλάσματα ἦν ἅπερ ἔλεγον ὑπὲρ ἑαυτῶν  ἀπολογούμενοι,   οἷον  ὅτι  Οὐκ ἂν  ἦμεν  κοινωνοὶ   αὐτῶν·  (οἱ  γὰρ  τοῦ ∆εσπότου μὴ ἀπεχόμενοι,  πῶς ἂν τῶν  δούλων  ἀπέσχοντο;) καταφορικωτέρῳ  τῷ μετὰ ταῦτα κέχρηται λόγῳ, ὄφεις καλῶν καὶ γεννήματα  ἐχιδνῶν,  καὶ λέγων· Πῶς φεύξεσθε ἀπὸ τῆς κρίσεως τῆς γεέννης, καὶ τοιαῦτα τολμῶντες, καὶ ἀρνούμενοι, καὶ τὴν γνώμην  κρύπτοντες; Εἶτα καὶ ἑτέρωθεν αὐτοὺς ἐλέγχων  ἐκ περιουσίας, φησὶν, ὅτι Ἀποστελῶ πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς, καὶ ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε, καὶ ἐν ταῖς συναγωγαῖς ὑμῶν μαστιγώσετε. Ἵνα γὰρ μὴ λέγωσιν, ὅτι Εἰ καὶ τὸν ∆εσπότην ἐσταυρώσαμεν, ἀλλὰ τῶν δούλων ἀπεσχόμεθα ἂν, εἰ ἦμεν τότε· Ἰδοὺ, φησὶ, καὶ δούλους ὑμῖν ἀποστέλλω, προφήτας καὶ αὐτοὺς, καὶ οὐδὲ αὐτῶν φείσεσθε. Ταῦτα δὲ λέγει, δεικνὺς ὅτι οὐδὲν ξένον σφαγῆναι αὐτὸν ὑπὸ τῶν υἱῶν ἐκείνων, φονικῶν  τε ὄντων καὶ ὑπούλων, καὶ πολὺ τὸ δολερὸν ἐχόντων, καὶ  νικώντων τοὺς  πατέρας  τοῖς  τολμήμασι. Πρὸς δὲ τοῖς  εἰρημένοις  δείκνυσιν αὐτοὺς καὶ σφόδρα κενοδοξοῦντας. Καὶ γὰρ ὅταν λέγωσιν, Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν κοινωνοὶ  αὐτῶν, κενοδοξοῦντες λέγουσι, καὶ ἐν λόγοις  φιλοσοφοῦντες  μόνον,  ἐν  δὲ τοῖς  ἔργοις  τὰ  ἐναντία  πράττουσιν.  Ὄφεις, γεννήματα  ἐχιδνῶν·  τουτέστι, Πονηροὶ πονηρῶν  παῖδες, καὶ τῶν  γεννησαμένων πονηρότεροι.  ∆είκνυσι  γὰρ  αὐτοὺς  μείζονα  τολμῶντας,   τῷ  τε  μετ'  ἐκείνους τολμῆσαι, καὶ τῷ πολλῷ  χαλεπώτερα  ἐκείνων,  καὶ ταῦτα ἀκριβολογουμένους, ὡς οὐκ ἄν  ποτε τοῖς  αὐτοῖς  περιέπεσον. Αὐτοὶ γὰρ καὶ τὸ τέλος  ἐπάγουσι. καὶ τὴν κορωνίδα  τῶν  κακῶν.  Οἱ μὲν γὰρ τοὺς ἐπὶ τὸν  ἀμπελῶνα  ἐλθόντας  ἀπέκτειναν· οὗτοι δὲ καὶ τὸν υἱὸν, καὶ τοὺς ἐπὶ γάμον καλοῦντας. Ταῦτα δὲ λέγει, τῆς συγγενείας αὐτοὺς ἀφιστὰς τῆς τοῦ Ἀβραὰμ, καὶ δεικνὺς, ὅτι οὐδὲν ἐντεῦθεν αὐτοῖς τὸ κέρδος, ἂν μὴ τὰ ἔργα μιμήσωνται. ∆ιὸ καὶ ἐπάγει· Πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης, ἐκείνους  μιμούμενοι  τοὺς τὰ τοιαῦτα  τετολμηκότας; Ἐνταῦθα δὲ αὐτοὺς καὶ τῆς Ἰωάννου  κατηγορίας  ἀνέμνησε· καὶ γὰρ ἐκεῖνος  οὕτως  αὐτοὺς  ἐκάλεσε· καὶ τῆς μελλούσης ὑπέμνησε κρίσεως. Εἶτα ἐπειδὴ οὐδὲν αὐτοὺς ἐφόβει κρίσις καὶ γέεννα, τῷ μὴ πιστεύειν, καὶ τῷ μέλλειν τὸ πρᾶγμα, ἀπὸ τῶν παρόντων αὐτοὺς καταστέλλει, καί φησι· ∆ιὰ τοῦτο ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας, καὶ γραμματεῖς, καὶ ἐξ αὐτῶν ἀποκτενεῖτε, καὶ σταυρώσετε, καὶ μαστιγώσετε· ὅπως ἔλθῃ ἐφ' ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυνόμενον  ἐπὶ τῆς γῆς, ἀπὸ τοῦ αἵματος Ἄβελ τοῦ δικαίου, ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. Ἀμὴν λέγω ὑμῖν, ὅτι ἥξει ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην. βʹ. Ὅρα ἐκ πόσων αὐτοὺς ἠσφαλίσατο; Εἶπεν, ὅτι Καταγινώσκετε τῶν πατέρων ὑμῶν, δι' ὧν λέγετε, ὅτι Οὐκ ἂν ἐκοινωνήσαμεν αὐτοῖς· οὐ μικρὸν δὲ τοῦτο εἰς τὸ ἐντρέψαι. Εἶπεν, ὅτι Καταγινώσκοντες χείρονα πράττετε καὶ ὑμεῖς· καὶ τοῦτο δὲ ἱκανὸν αὐτοὺς καταισχῦναι.  Εἶπεν, ὅτι  Οὐκ ἀτιμωρητὶ  ταῦτα  ἔσται, καὶ φόβον  ἐντεῦθεν  αὐτοῖς ἐντίθησιν ἄφατον· ἀνέμνησε γοῦν αὐτοὺς τῆς γεέννης. Εἶτα ἐπειδὴ ἔμελλεν ἐκείνη, ἐπέστησεν αὐτοῖς  καὶ παρόντα  τὰ δεινά· Ἥξει γὰρ ταῦτα  πάντα,  φησὶν, ἐπὶ τὴν γενεὰν ταύτην. Προσέθηκε καὶ σφοδρότητα ἄφατον τῇ τιμωρίᾳ, εἰπὼν ὅτι πάντων χαλεπώτερα πείσονται· καὶ οὐδενὶ τούτων ἐγένοντο βελτίους. Εἰ δὲ λέγοι τις· Καὶ τί δήποτε χαλεπώτερα  πάσχουσι πάντων;  Εἴποιμεν ἂν, ὅτι καὶ πάντων  χαλεπώτερα τετολμήκασι, καὶ οὐδενὶ τῶν γεγενημένων  ἐσωφρονίσθησαν. Ἢ οὐκ ἤκουσας τοῦ Λάμεχ λέγοντος· Ἐκ Λάμεχ ἐκδεδίκηται ἑβδομηκοντάκις ἑπτά; τουτέστι, Πλειόνων ἐγὼ ἄξιος τιμωριῶν ἢ ὁ Κάϊν. Τί δήποτε; Καίτοι οὐκ ἀδελφὸν ἀνεῖλεν· ἀλλ' ὅτι οὐδὲ τῷ παραδείγματι ἐσωφρονίσθη. Καὶ τοῦτό ἐστιν ὅ φησιν ὁ Θεὸς ἀλλαχοῦ· Ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοῖς μισοῦσί με· οὐχ ὡς τῶν ἄλλοις τολμηθέντων  ἑτέρων διδόντων δίκας, ἀλλ' ὡς τῶν μετὰ πλείονας ἁμαρτόντας καὶ κολασθέντας μὴ γενομένων βελτιόνων, ἀλλὰ τὰ αὐτὰ πεπλημμεληκότων,  καὶ ἐκείνων  τὰς τιμωρίας ὑποσχεῖν ὄντων  δικαίων.  Σκόπει δὲ πῶς εὐκαίρως καὶ τοῦ Ἄβελ ἀνέμνησε, δεικνὺς ὅτι φθόνου καὶ οὗτος ὁ φόνος ἐστί. Τί οὖν ἂν ἔχοιτε εἰπεῖν; Μὴ γὰρ οὐκ ἔγνωτε τί ἔπαθεν ὁ Κάϊν; μὴ γὰρ ἐφησύχασε τοῖς γεγενημένοις  ὁ Θεός; μὴ γὰρ οὐκ ἀπῄτησε τὴν χαλεπωτάτην  δίκην; Μὴ γὰρ οὐκ ἠκούσατε ὅσα ἔπαθον οἱ πατέρες ὑμῶν, τοὺς προφήτας ἀνελόντες; οὐ κολάσεσι καὶ τιμωρίαις  μυρίαις ἐξεδόθησαν; Πῶς οὖν οὐκ ἐγένεσθε βελτίους; Καὶ τί λέγω  τὰς κολάσεις τῶν πατέρων ὑμῶν, καὶ ἅπερ ἔπαθον; αὐτὸς σὺ ὁ καταψηφισάμενος τῶν πατέρων, πῶς χείρω ποιεῖς; Καὶ γὰρ καὶ ὑμεῖς αὐτοὶ ἀπεφήνασθε, ὅτι κακοὺς κακῶς ἀπολέσει. Τίνα οὖν λοιπὸν ἕξετε συγγνώμην, μετὰ τοιαύτην ψῆφον τοιαῦτα τολμῶντες; Ἀλλὰ τίς ἐστιν ὁ Ζαχαρίας οὗτος; Οἱ μὲν τὸν Ἰωάννου πατέρα φασίν· οἱ δὲ τὸν προφήτην· οἱ δὲ ἕτερόν τινα διώνυμον ἱερέα, ὃν καὶ Ἰωδάε φησὶν ἡ Γραφή. Σὺ δὲ ἐκεῖνο σκόπει, ὅτι τὸ τόλμημα διπλοῦν ἦν. Οὐ γὰρ ἁγίους ἀνῄρουν μόνον, ἀλλὰ καὶ ἐν ἁγίῳ  τόπῳ.  Ταῦτα δὲ λέγων,  οὐκ ἐκείνους  ἐφόβει μόνον,  ἀλλὰ  καὶ τοὺς μαθητὰς  παρεμυθεῖτο,  δεικνὺς  ὅτι  καὶ  οἱ  δίκαιοι  οἱ  πρὸ  αὐτῶν  ταῦτα  ἔπαθον. Τούτους δὲ ἐφόβει, προλέγων  ὅτι ὥσπερ ἐκεῖνοι δίκην ἔδοσαν, οὕτω καὶ οὗτοι τὰ ἔσχατα πείσονται. ∆ιὰ τοῦτο αὐτοὺς καὶ προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς καλεῖ, καὶ ἐντεῦθεν πάλιν πᾶσαν ἀπολογίαν αὐτῶν ἀναιρῶν. Οὐ γὰρ ἔχετε εἰπεῖν, φησὶν, ὅτι Ἀπὸ ἐθνῶν ἀπέστειλας, καὶ διὰ τοῦτο ἐσκανδαλίσθημεν· ἀλλὰ τὸ φονικοὺς εἶναι καὶ διψᾷν  αἱμάτων  εἰς τοῦτο ἦγε. ∆ιὸ καὶ προεῖπεν, ὅτι ∆ιὰ τοῦτο προφήτας καὶ γραμματεῖς ἀποστέλλω. Τοῦτο καὶ οἱ προφῆται πάντες ἐνεκάλουν αὐτοῖς, Αἵματα ἐφ' αἵμασι μίσγουσι, λέγοντες· καὶ ὅτι ἄνδρες αἱμάτων εἰσί. ∆ιὰ τοῦτο καὶ τὸ αἷμα αὐτῷ ἐκέλευσε  προσφέρεσθαι, δεικνὺς  ὅτι  εἰ  ἐπὶ  ἀλόγου  οὕτω  τίμιον,  πολλῷ μᾶλλον ἐπὶ ἀνθρώπου. Ὃ καὶ τῷ Νῶε λέγει· Ἐκδικήσω πᾶν αἷμα ἐκχυνόμενον. Καὶ μυρία ἕτερα τοιαῦτα ἔστιν εὑρεῖν ὑπὲρ τοῦ μὴ φονεύειν αὐτοὺς διαταττόμενον· διὸ οὐδὲ πνικτὸν  ἐσθίειν ἐκέλευσεν. Ὢ τῆς τοῦ Θεοῦ φιλανθρωπίας,  ὅτι καὶ προειδὼς οὐδὲν  κερδανοῦντας,  τὰ αὐτοῦ  ὅμως  ἐποίει! Πέμπω γὰρ, φησὶ, καὶ ταῦτα  εἰδὼς σφαγησομένους. Ὥστε κἀντεῦθεν ἠλέγχοντο  εἰκῆ λέγοντες· Οὐκ ἂν ἦμεν κοινωνοὶ τῶν πατέρων. Καὶ γὰρ καὶ οὗτοι προφήτας καὶ ἐν ταῖς συναγωγαῖς ἀνεῖλον· καὶ οὔτε τὸν τόπον αὐτὸν ᾐδέσθησαν, οὔτε τὸ ἀξίωμα τῶν προσώπων. Οὐδὲ γὰρ ἁπλῶς τοὺς τυχόντας   ἀνεῖλον,  ἀλλὰ  προφήτας  καὶ  σοφοὺς,  ὥστε  μηδὲν  αὐτοῖς  ἐγκαλεῖν. Τούτους δὲ, τοὺς ἀποστόλους φησὶ καὶ τοὺς μετ' ἐκείνους· καὶ γὰρ πολλοὶ προεφήτευον. Εἶτα βουλόμενος αὐξῆσαι τὸν φόβον, φησίν· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἥξει  ταῦτα  πάντα  ἐπὶ  τὴν  γενεὰν  ταύτην·  τουτέστιν,  Εἰς κεφαλὰς  ὑμῶν  πάντα τρέψω, καὶ σφοδρὰν ποιήσομαι τὴν ἄμυναν. Ὁ γὰρ πολλοὺς ἡμαρτηκότας εἰδὼς, καὶ μὴ σωφρονισθεὶς, ἀλλὰ καὶ τὰ αὐτὰ πάλιν καὶ αὐτὸς ἁμαρτὼν, καὶ οὐ τὰ αὐτὰ μόνον, ἀλλὰ καὶ πολλῷ χαλεπώτερα, χαλεπωτέραν  ἐκείνων πολλῷ δίκαιος ἂν εἴη δοῦναι δίκην.  Ὥσπερ γὰρ, εἰ ἐβουλήθη, μεγάλα  ἂν ἐκέρδανε τοῖς, ἑτέρων  παραδείγμασι γενόμενος βελτίων· οὕτως, ἐπειδὴ ἀδιόρθωτος ἔμεινε, μείζονός ἐστι τιμωρίας ὑπεύθυνος, ἅτε πλείονος νουθεσίας τῆς διὰ τῶν ἔμπροσθεν ἡμαρτηκότων καὶ κολασθέντων  ἀπολελαυκὼς,  καὶ  οὐδὲν  καρπωσάμενος.  γʹ. Εἶτα πρὸς  τὴν  πόλιν ἀποστρέφει τὸν λόγον, καὶ ταύτῃ παιδεῦσαι βουλόμενος τοὺς ἀκούοντας, καί φησιν· Ἱερουσαλὴμ, Ἱερουσαλήμ. Τί βούλεται ὁ διπλασιασμός; Ἐλεοῦντος αὐτὴν καὶ ταλανίζοντος  τοῦτο τὸ σχῆμα, καὶ σφόδρα φιλοῦντος.  Ὥσπερ γὰρ πρὸς ἐρωμένην, φιληθεῖσαν  μὲν διαπαντὸς, καταφρονήσασαν δὲ τοῦ ἐραστοῦ, καὶ διὰ τοῦτο κολάζεσθαι μέλλουσαν, ἀπολογεῖται λοιπὸν μέλλων ἐπάγειν τὴν κόλασιν. Ὃ καὶ ἐν τοῖς προφήταις ποιεῖ λέγων· Εἶπον, Ἀνάστρεψον πρός με, καὶ οὐκ ἀνέστρεψεν. Εἶτα καλέσας αὐτὴν, λέγει καὶ τὰς μιαιφονίας  αὐτῆς· Ἡ ἀποκτέννουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτὴν, ποσάκις ἠθέλησα συναγαγεῖν τὰ τέκνα σου, καὶ οὐκ ἠθελήσατε; καὶ ταύτῃ ὑπὲρ τῶν καθ' ἑαυτὸν ἀπολογούμενος, ὅτι Οὐδὲ τούτοις  με ἀπέστρεψας, οὐδὲ ἀπέστησας τῆς  περὶ σὲ πολλῆς  εὐνοίας,  ἀλλ' ἠθέλησα καὶ οὕτως, καὶ οὐχ ἅπαξ καὶ δὶς, ἀλλὰ πολλάκις σε ἐπισπάσασθαι. Ποσάκις γὰρ, φησὶν, ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα ὑμῶν, ὥσπερ ὄρνις τὰ νοσσία ἑαυτῆς, καὶ οὐκ ἠθελήσατε; Τοῦτο δὲ λέγει,  δηλῶν  ὅτι ἀεὶ ἑαυτοὺς  ἐσκόρπιζον διὰ τῶν ἁμαρτημάτων. Καὶ τὸ φιλόστοργον ἀπὸ τῆς εἰκόνος ἐνδείκνυται· καὶ γὰρ θερμὸν τὸ ζῶον περὶ τὰ ἔκγονα. Καὶ πανταχοῦ δὲ τῶν προφητῶν ἡ εἰκὼν αὕτη τῶν πτερύγων, καὶ ἐν τῇ ᾠδῇ Μωϋσέως, καὶ ἐν τοῖς Ψαλμοῖς, τὴν πολλὴν  σκέπην καὶ πρόνοιαν ἐνδεικνυμένη.  Ἀλλ' οὐκ ἠθελήσατε, φησίν.  Ἰδοὺ  ἀφίεται  ὁ οἶκος  ὑμῶν  ἔρημος· γυμνὸς τῆς παρ' ἐμοῦ βοηθείας. Ἄρα αὐτὸς ἦν ὁ καὶ ἔμπροσθεν αὐτῶν προϊστάμενος, καὶ συνέχων  καὶ διακρατῶν·  ἄρα αὐτὸς αὐτούς ἐστιν ὁ κολάζων  ἀεί. Καὶ τίθησι τιμωρίαν,   ἣν  ἀεὶ  ἐδεδοίκεισαν  μεθ'  ὑπερβολῆς·  αὕτη  γὰρ  πᾶσαν  αὐτῶν   τὴν ἀνατροπὴν τῆς πολιτείας ἐδήλου. Λέγω γὰρ ὑμῖν, οὐ μή με ἴδητε ἀπάρτι, ἕως ἂν εἴπητε, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Καὶ τοῦτο ἐραστοῦ τὸ ῥῆμα σφοδροῦ, σφόδρα αὐτοὺς καὶ ἀπὸ τῶν μελλόντων  ἐπισπωμένου, οὐκ ἀπὸ παρελθόντων  μόνον ἐντρέποντος· τὴν γὰρ μέλλουσαν ἡμέραν τῆς δευτέρας αὐτοῦ παρουσίας ἐνταῦθα  λέγει.  Τί οὖν; οὐκ εἶδον  αὐτὸν  ἔκτοτε; Ἀλλ' οὐχὶ  τὴν  ὥραν ἐκείνην δηλοῖ λέγων, Ἀπάρτι, ἀλλὰ τὸν καιρὸν τὸν μέχρι τοῦ σταυροῦ. Ἐπειδὴ γὰρ ἀεὶ αὐτοὶ τοῦτο ἐνεκάλουν,  ὅτι ἀντίθεός  τίς ἐστι καὶ ἐχθρὸς τῷ Θεῷ, ἀπὸ τούτου αὐτοὺς προτρέπει ἀγαπᾷν αὐτὸν, τῷ συμφωνοῦντα ἑαυτὸν δεικνύναι τῷ Πατρί; καὶ δείκνυσιν αὐτὸν ὄντα τὸν ἐν τοῖς προφήταις. ∆ιὸ καὶ τοῖς αὐτοῖς κέχρηται ῥήμασιν, οἷσπερ καὶ ὁ προφήτης. ∆ιὰ δὲ τούτων καὶ τὴν ἀνάστασιν ᾐνίξατο, καὶ τὴν δευτέραν παρουσίαν· καὶ ἐδήλωσε καὶ τοῖς σφόδρα ἀπιστοῦσιν, ὅτι τότε πάντως αὐτὸν προσκυνήσουσι. Καὶ πῶς  τοῦτο  ἐδήλωσε;  Πολλὰ  εἰπὼν  πρότερον  ἐσόμενα· ὅτι ἀποστελεῖ  προφήτας·  ὅτι  ἀναιρήσουσιν  αὐτούς·  ὅτι  ἐν  ταῖς  συναγωγαῖς·   ὅτι πείσονται τὰ ἔσχατα αὐτοί· ὅτι ἐρημωθήσεται ὁ οἶκος· ὅτι ὑποστήσονται πάντων χαλεπώτερα, καὶ οἷα μηδέποτε πρότερον. Ταῦτα γὰρ πάντα καὶ τοῖς σφόδρα ἀνοήτοις καὶ φιλονείκοις  ἱκανὰ ἦν παρέξειν καὶ ἐκείνου τοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ ἐσομένου ἀπόδειξιν. Ἐρήσομαι γὰρ αὐτούς· Ἀπέστειλε προφήτας καὶ σοφούς; ἀνεῖλον αὐτοὺς ἐν  ταῖς  συναγωγαῖς;  ἀφέθη  ὁ οἶκος  αὐτῶν  ἔρημος; ἦλθε  πάντα  ἐπὶ  τὴν  γενεὰν ἐκείνην τὰ τῆς τιμωρίας; Εὔδηλον, ὅτι καὶ οὐδεὶς ἀντερεῖ. Ὥσπερ οὖν ταῦτα πάντα ἐξέβη, οὕτω κἀκεῖνα ἐκβήσεται, καὶ πάντως ὑποκύψουσι τότε. Ἀλλ' οὐδὲν ὄφελος ἐντεῦθεν εἰς ἀπολογίαν  αὐτοῖς, ὥσπερ οὖν οὐδὲ τοῖς πολιτείας ἕνεκεν μετανοοῦσι τότε. ∆ιόπερ ἕως ἐστὶ καιρὸς, πράττωμεν τὰ ἀγαθά. Ὥσπερ γὰρ ἐκείνοις τῆς γνώσεως λοιπὸν ὄφελος οὐδὲν, οὕτως οὐδὲ ἡμῖν αὐτοῖς τῆς ἐπὶ τῇ πονηρίᾳ μετανοίας. Οὔτε γὰρ  κυβερνήτῃ,  τῆς  θαλάσσης  ὑπερενεχθείσης  τοῦ  σκάφους  παρὰ  τὴν  αὐτοῦ ῥᾳθυμίαν,  οὐκ ἰατρῷ,  τοῦ κάμνοντος  ἀπελθόντος,  ἔσται τι  πλέον·  ἀλλ' ἕκαστον τούτων  πρὸ τοῦ τέλους πάντα χρὴ μηχανᾶσθαι καὶ πραγματεύεσθαι, ὥστε μηδενὶ κινδύνῳ περιπεσεῖν, μηδὲ αἰσχύνῃ· μετὰ δὲ ταῦτα πάντα ἀνόνητα. Καὶ ἡμεῖς τοίνυν ἕως ἂν ὦμεν ἐν τῇ νόσῳ, καὶ ἰατροὺς παρακαλῶμεν, καὶ χρήματα ἀναλίσκωμεν, καὶ σπουδὴν διηνεκῆ εἰσφέρωμεν, ἵνα ἀναστάντες ἀπὸ τῆς κακίας, ὑγιεῖς ἐντεῦθεν ἀπέλθωμεν. Καὶ ὅσην περὶ τοὺς δούλους τοὺς ἡμετέρους ποιούμεθα πρόνοιαν, ὅταν αὐτῶν  τὰ σώματα κάμνῃ,  τοσαύτην  περὶ ἡμᾶς αὐτοὺς  ἐπιδειξώμεθα,  τῆς  ψυχῆς ἡμῶν νοσούσης. Καίτοι τῶν οἰκετῶν ἡμεῖς ἐγγύτεροι ἑαυτοῖς, καὶ τῶν σωμάτων τῶν ἐκείνων αἱ ψυχαὶ ἀναγκαιότεραι· ἀλλ' ὅμως ἀγαπητὸν, κἂν τὴν ἴσην γοῦν σπουδὴν εἰσενέγκωμεν. Ἂν γὰρ μὴ νῦν τοῦτο πράξωμεν, ἀπελθόντας λοιπὸν οὐδὲν ἔνι καρπώσασθαι  εἰς  ἀπολογίας  λόγον.  δʹ. Καὶ τίς  οὕτως  ἄθλιος,  φησὶν,  ὡς  μηδὲ τοσαύτην ἐπιδείκνυσθαι πρόνοιαν; Τοῦτο γάρ ἐστι τὸ θαυμαστὸν, ὅτι οὕτως ἐσμὲν ἄτιμοι παρ' ἡμῖν αὐτοῖς, ὡς καὶ τῶν οἰκετῶν μᾶλλον ἑαυτῶν καταφρονεῖν. Τῶν μὲν γὰρ οἰκετῶν πυρεττόντων, καὶ ἰατροὺς καλοῦμεν, καὶ οἰκίαν  ἀφορίζομεν, καὶ τοῖς  νόμοις  πείθεσθαι  τῆς  τέχνης  ἐκείνης  καταναγκάζομεν·  καὶ  ἀμελουμένων τούτων, χαλεποί τε αὐτοῖς γινόμεθα, καὶ φύλακας παρακαθιστῶμεν, τοὺς οὐδὲ βουλομένοις αὐτοῖς τὴν οἰκείαν πληροῦν ἐπιθυμίαν  ἐπιτρέποντας· κἂν εἴπωσιν οἱ ἐπιμελόμενοι  τούτων, φάρμακα δεῖν πολλῆς κατασκευασθῆναι τιμῆς, εἴκομεν· κἂν ὁτιοῦν ἐπιτάξωσι, πειθόμεθα, καὶ μισθοὺς αὐτοῖς τῶν προσταγμάτων τούτων τελοῦμεν. Ὅταν δὲ ἡμεῖς κάμνωμεν· μᾶλλον δὲ οὐκ ἔστιν ὅτε οὐ κάμνομεν· οὐδὲ ἰατρὸν εἰσάγομεν, οὐ χρήματα ἀναλίσκομεν, ἀλλ'  ὥσπερ δημίου τινὸς καὶ ἐχθροῦ καὶ πολεμίου κειμένου, οὕτω τῆς ψυχῆς ἀμελοῦμεν. Καὶ ταῦτα λέγω, οὐκ ἐγκαλῶν τῇ θεραπείᾳ τῇ περὶ τοὺς οἰκέτας, ἀλλ' ἀξιῶν κἂν τοσαύτην τῆς ψυχῆς τῆς ἡμετέρας ποιήσασθαι ἐπιμέλειαν.  Καὶ πῶς ἂν ποιησαίμεθα; φησίν. Ἐπίδειξον αὐτὴν  Παύλῳ νοσοῦσαν· εἰσάγαγε Ματθαῖον· παρακάθισον Ἰωάννην.  Ἄκουσον παρ' αὐτῶν τί δεῖ ποιεῖν  τὸν  οὕτω  κάμνοντα·  πάντως  ἐροῦσι, καὶ  οὐκ  ἀποκρύψονται.  Οὐ γὰρ  δὴ τεθνήκασιν, ἀλλὰ ζῶσι καὶ φθέγγονται.  Ἀλλ' οὐ προσέχει, τῷ πυρετῷ κατεχομένη; Κατανάγκασον αὐτὴν σὺ, καὶ τὸ λογικὸν αὐτῆς διέγειρον. Εἰσάγαγε τοὺς προφήτας. Οὐκ ἔστι χρήματα  τοῖς  ἰατροῖς  καταθεῖναι  τούτοις·  οὔτε  γὰρ αὐτοὶ  μισθὸν ὑπὲρ αὐτῶν  ἀπαιτοῦσιν,  οὔτε  ὑπὲρ  φαρμάκων,  ὧν  κατασκευάζουσιν, εἰς  ἀνάγκην  σε δαπάνης ἐμβάλλουσι, πλὴν  τῆς ἐλεημοσύνης· ἐν τοῖς ἄλλοις δὲ καὶ προσδιδόασιν οἷον, ὅταν κελεύωσι σωφρονῆσαι, ἀπαλλάττουσί σε ἀκαίρων καὶ ἀτόπων ἀναλωμάτων·   ὅταν  ἀπέχεσθαι  μέθης,  εὐπορώτερόν  σε  ποιοῦσιν.  Εἶδες  ἰατρῶν τέχνην, μετὰ ὑγείας καὶ χρήματα παρεχόντων; Παρακάθισον τοίνυν αὐτοῖς, καὶ μάθε παρ' αὐτῶν  τοῦ  νοσήματός  σου τὴν  φύσιν.  Οἷον, ἐρᾷς χρημάτων  πολλάκις  καὶ πλεονεξίας, ὥσπερ οἱ πυρέττοντες  ψυχροῦ; Ἄκουσον γοῦν τί παραινοῦσιν. Ὥσπερ γὰρ ὁ ἰατρός σοί φησιν· Ἐὰν χαρίσῃ τῇ ἐπιθυμίᾳ, ἀπολῇ, καὶ τὸ καὶ τὸ ὑποστήσῃ· οὕτω καὶ Παῦλος· Οἱ δὲ βουλόμενοι πλουτεῖν, ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα τοῦ διαβόλου, καὶ ἐπιθυμίας ἀνοήτους καὶ βλαβερὰς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν. Ἀλλ' ἀκαρτέρητος εἶ; Ἄκουσον αὐτοῦ λέγοντος·  Ἔτιμικρὸν, ὁ ἐρχόμενος  ἥξει, καὶ οὐ χρονιεῖ.  Ὁ Κύριος ἐγγύς·  μηδὲν μεριμνᾶτε· καὶ πάλιν· Παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου. Οὐδὲ γὰρ ἐπιτάττει μόνον, ἀλλὰ καὶ παραμυθεῖται, ὡς ἰατρός. Καὶ ὥσπερ ἐκεῖνοι ἀντὶ ψυχρῶν  ἕτερά τινα  ἐπινοοῦσιν,  οὕτω  καὶ  οὗτος  μετοχετεύει  τὴν  ἐπιθυμίαν.  Βούλει πλουτεῖν; φησίν. Ἐν ἔργοις ἀγαθοῖς. Ἐπιθυμεῖς θησαυρίζειν; Οὐδὲν κωλύω· μόνον ἐν οὐρανοῖς. Καὶ ὥσπερ ὁ ἰατρὸς λέγει, ὅτι τὸ ψυχρὸν βλαβερὸν ὀδοῦσι, νεύροις, ὀστέοις· οὕτω καὶ  αὐτὸς,  συντομώτερον  μὲν,  ἅτε  βραχυλογίας  ἐπιμελούμενος,  σαφέστερον  δὲ πολλῷ καὶ δυνατώτερον· Ῥίζα γὰρ πάντων τῶν κακῶν ἡ φιλαργυρία, φησί. Τίνι οὖν δεῖ χρήσασθαι; Λέγει καὶ τοῦτο· Τῇ αὐταρκείᾳ ἀντὶ πλεονεξίας. Ἔστι γὰρ πορισμὸς μέγας,  φησὶν,  ἡ  αὐτάρκεια  μετ'  εὐσεβείας. Εἰ δὲ  δυσανασχετεῖς,  καὶ  πλειόνων ἐπιθυμεῖς, καὶ οὔπω χωρεῖς ῥῖψαι τὰ περιττὰ πάντα, λέγει καὶ τῷ οὕτως ἀῤῥώστῳ, καὶ  τούτοις  πῶς  χρήσασθαι δεῖ. Ἵνα  οἱ  χαίροντες  ἐπὶ  κτήμασιν,  ὡς  μὴ χαίροντες ὦσιν· καὶ οἱ ἔχοντες, ὡς μὴ κατέχοντες· καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ, ὡς  μὴ καταχρώμενοι.  Εἶδες οἷα ἐπιτάττει;  Βούλει καὶ ἕτερον  ἐπεισαγάγω  τούτῳ ἰατρόν; Ἔμοιγε δοκεῖ. Οὐδὲ γάρ εἰσιν οὗτοι οἱ ἰατροὶ καθάπερ οἱ τῶν σωμάτων, οἳ πολλάκις  ἀντιφιλοτιμούμενοι  ἀλλήλοις  κατέδυσαν  τὸν  ἀῤῥωστοῦντα.  Ἀλλ'  οὐχ οὗτοι· πρὸς γὰρ τὴν τῶν καμνόντων ὑγίειαν, οὐ πρὸς τὴν οἰκείαν ὁρῶσι φιλοτιμίαν. Μὴ τοίνυν αὐτῶν δείσῃς τὸ πλῆθος· εἷς ἐν ἅπασι φθέγγεται ∆ιδάσκαλος ὁ Χριστός. εʹ. Ὅρα γοῦν  εἰσελθόντα  πάλιν  ἕτερον,  καὶ  χαλεπὰ  λέγοντα  περὶ  τοῦ  νοσήματος τούτου· μᾶλλον δὲ τὸν ∆ιδάσκαλον δι' αὐτοῦ· Οὐ δύνασθε γὰρ Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Ναὶ, φησί· καὶ πῶς ταῦτα ἔσται; πῶς τῆς ἐπιθυμίας παυσόμεθα; Ἐντεῦθεν καὶ τοῦτο ἔστι μαθεῖν. Καὶ πῶς εἰσόμεθα; Ἄκουσον αὐτοῦ καὶ τοῦτο λέγοντος· Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται   διορύττουσι   καὶ   κλέπτουσιν.   Εἶδες  πῶς   ἀπὸ   τοῦ   τόπου,   ἀπὸ   τῶν λυμαινομένων,  ἀπάγει τῆς ἐπιθυμίας ταύτης τῆς ἐνταῦθα, καὶ προσηλοῖ τῷ οὐρανῷ, ὅπου πάντα  ἀνάλωτα;  Ἂν  γὰρ μεταθῆτε  τὸν  πλοῦτον  ἐκεῖ, ὅπου οὔτε σὴς, οὔτε βρῶσις ἀφανίζει, οὔτε κλέπται διορύττουσι καὶ κλέπτουσι, καὶ ταύτην ἀποκρούσεσθε τὴν νόσον, καὶ τὴν ψυχὴν ἐν μεγίστῃ καταστήσετε εὐπορίᾳ. Μετὰ δὲ τῶν εἰρημένων καὶ παράδειγμα εἰς μέσον ἄγει, σὲ σωφρονίζων. Καὶ καθάπερ ὁ ἰατρὸς, φοβῶν τὸν ἄῤῥωστον, φησὶν, ὅτι Ὁ δεῖνα ψυχρῷ χρησάμενος ἀπώλετο· οὕτω καὶ αὐτὸς εἰσάγει τὸν πλούσιον, κάμνοντα μὲν, καὶ ἐπιθυμοῦντα ζωῆς καὶ ὑγιείας, οὐ δυνάμενον  δὲ ἐπιτυχεῖν, διὰ τὸ πλεονεξίας ἐφίεσθαι, ἀλλ' ἀπιόντα κενόν. Καὶ μετὰ τοῦτον ἕτερόν σοι δείκνυσι πάλιν ἕτερος εὐαγγελιστὴς, τὸν ἀποτηγανιζόμενον, καὶ οὐδὲ σταγόνος ὄντα  κύριον.  Εἶτα δεικνὺς  ὅτι  εὔκολα  τὰ ἐπιτάγματα,  φησὶν,  Ἐμβλέψατε εἰς  τὰ πετεινὰ τοῦ οὐρανοῦ. Συγκαταβατικὸς δὲ ὢν, οὐδὲ τοὺς πλουτοῦντας ἀπογινώσκειν ἀφίησι. Τὰ γὰρ παρὰ ἀνθρώποις  ἀδύνατα,  δυνατὰ  παρὰ τῷ  Θεῷ, φησί. Κἂν γὰρ πλούσιος ᾖς, δύναταί σε θεραπεῦσαι ὁ Ἰατρός. Οὐδὲ γὰρ τὸ πλουτεῖν ἀνεῖλεν, ἀλλὰ τὸ δοῦλον εἶναι  χρημάτων,  καὶ πλεονεξίας  ἐραστήν. Πῶς οὖν δυνατὸν  τὸν πλουτοῦντα σωθῆναι· Κοινὰ τὰ ὄντα τοῖς δεομένοις κεκτημένον, οἷος ἦν ὁ Ἰὼβ, καὶ τὴν τοῦ πλείονος  ἐπιθυμίαν  ἐξορίζοντα ἀπὸ τῆς ψυχῆς, καὶ οὐδαμοῦ τὴν χρείαν ὑπερβαίνοντα  τὴν  ἀναγκαίαν.  ∆είκνυσί σοι μετὰ  τούτων  καὶ  τοῦτον  αὐτὸν  τὸν τελώνην,  τὸν  σφόδρα κατεχόμενον  τῷ  πυρετῷ  τῆς πλεονεξίας,  ταχέως ἀπαλλαγέντα.  Τί γὰρ  τελώνου  καπηλικώτερον;  ἀλλ'  ὅμως  γέγονεν  ἀκτήμων  ὁ ἄνθρωπος, ἐκ τοῦ πείθεσθαι τοῖς τοῦ Ἰατροῦ νόμοις. Καὶ γὰρ τοὺς μαθητὰς τοιούτους ἔχει,  ταῦτα  νοσήσαντας  τὰ  νοσήματα  ἅπερ  ἡμεῖς,  καὶ  ὑγιάναντας   ταχέως.  Καὶ ἕκαστον αὐτῶν ἡμῖν δείκνυσιν, ὥστε μὴ ἀπογνῶναι. Ὅρα γοῦν τὸν τελώνην τοῦτον. Σκόπει πάλιν ἕτερον ἀρχιτελώνην· ὃς τετραπλασίονα μὲν ὑπέσχετο δώσειν, ὑπὲρ ὧν ἥρπασε, τὰ δὲ ἡμίση πάντων  ὧν  ἐκέκτητο, ὥστε ὑποδέξασθαι τὸν  Ἰησοῦν. Ἀλλ' ἐκκαίῃ σὺ καὶ σφόδρα ἐπιθυμεῖς χρημάτων; Ἔχε τὰ πάντων ἀντὶ τῶν σῶν. Καὶ γὰρ πλείονα ὧν ζητεῖς δίδωμί σοι, φησὶ, τὰς τῶν πλουτούντων  οἰκίας ἀνοίγων σοι κατὰ τὴν οἰκουμένην. Ὃς γὰρ ἀφῆκε πατέρα, ἢ μητέρα, ἢ ἀγροὺς, ἢ οἰκίαν, ἑκατονταπλασίονα λήψεται. Οὕτως οὐχὶ πλειόνων  ἀπολαύσεις μόνον, ἀλλὰ καὶ τὸ χαλεπὸν τοῦτο δίψος ἀναιρήσεις παντάπασι, καὶ οἴσεις πάντα ῥᾳδίως, οὐ μόνον τῶν πλειόνων  οὐκ ἐφιέμενος,  ἀλλ' οὐδὲ τῶν  ἀναγκαίων  πολλάκις.  Οὕτως ὁ Παῦλος πεινᾷ, καὶ σεμνύνεται μᾶλλον, ἢ ὅτε ἤσθιεν. Ἐπεὶ καὶ ἀθλητὴς ἀγωνιζόμενος  καὶ στεφανούμενος, οὐκ ἂν ἕλοιτο καταλῦσαι καὶ εἶναι ἐν ῥᾳστώνῃ· καὶ ἔμπορος τῶν ἐν θαλάττῃ  πόρων ἁψάμενος, οὐκ ἂν ἐπιθυμήσειεν ἐν ἀργίᾳ εἶναι λοιπόν. Καὶ ἡμεῖς τοίνυν,   ἂν  γευσώμεθα  ὡς  χρὴ  τῶν   καρπῶν  τῶν   πνευματικῶν,   λοιπὸν   οὐδὲ ἡγησόμεθά τι τὰ παρόντα εἶναι, καθάπερ τινὶ  μέθῃ καλλίστῃ  τῇ τῶν  μελλόντων ἐπιθυμίᾳ ἁλόντες. Γευσώμεθα τοίνυν, ἵνα καὶ τοῦ θορύβου τῶν παρόντων ἀπαλλαγῶμεν,  καὶ τῶν  μελλόντων  ἐπιτύχωμεν  ἀγαθῶν,  χάριτι  καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

31.ΟΜΙΛΙΑ ΟΕʹ. Καὶ ἐξελθὼν ὁ Ἰησοῦς ἀπὸ τοῦ ἱεροῦ, ἐπορεύετο. Καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ, ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ. Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Οὐ βλέπετε ταῦτα πάντα; Ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον, ὃς οὐ καταλυθήσεται.

Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος, καὶ μυρία ἔμπροσθεν προανεφώνησεν αὐτοῖς χαλεπά· εἶτα οἱ μαθηταὶ ταῦτα ἀκούσαντες, ὥσπερ θαυμάζοντες  προσῆλθον ἐπιδεικνύντες  τοῦ ναοῦ τὸ κάλλος, καὶ διαποροῦντες  εἰ τοσαῦτα ἀφανισθήσεται κάλλη, καὶ ὕλης πολυτέλεια, καὶ τέχνης ποικιλία ἄφατος· οὐκέτι λοιπὸν περὶ ἐρημίας ἁπλῶς αὐτοῖς διαλέγεται, ἀλλὰ παντελῆ προαναφωνεῖ τὸν ἀφανισμόν. Οὐ βλέπετε γὰρ ταῦτα πάντα, φησι, καὶ θαυμάζετε καὶ ἐκπλήττεσθε; Οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθον. Πῶς οὖν ἔμεινε; φησί. Καὶ τί τοῦτο, Οὐδὲ γὰρ οὕτω διέπεσεν ἡ ἀπόφασις. Ἢ γὰρ τὴν ἐρημίαν ἐνδεικνύμενος τὴν παντελῆ,  ταῦτα ἔλεγεν· ἢ κατ' ἐκεῖνον τὸν τόπον, ἔνθα ἦν. Ἔστι γὰρ αὐτοῦ μέρη μέχρι τῶν θεμελίων ἠφανισμένα. Μετὰ δὲ τούτων κἀκεῖνο ἂν εἴποιμεν, ὅτι ἐκ τῶν γεγενημένων  καὶ περὶ τῶν λειψάνων  καὶ τοὺς σφόδρα φιλονεικοῦντας  δεῖ πείθεσθαι, ὡς τέλεον ἀπολουμένων.  Καθημένου δὲ  αὐτοῦ  ἐπὶ  τοῦ  ὄρους  τῶν  Ἐλαιῶν  προσῆλθον  οἱ μαθηταὶ κατ' ἰδίαν, λέγοντες· Εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται; καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ τῆς συντελείας τοῦ αἰῶνος; ∆ιὰ τοῦτο κατ' ἰδίαν προσῆλθον, ἅτε ὑπὲρ τοιούτων πευσόμενοι. Καὶ γὰρ ὤδινον μαθεῖν τὴν ἡμέραν τῆς παρουσίας αὐτοῦ, διὰ τὸ σφόδρα ἐπιθυμεῖν τὴν δόξαν ἐκείνην ἰδεῖν τὴν μυρίων οὖσαν ἀγαθῶν αἰτίαν. Καὶ δύο ταῦτα ἐρωτῶσιν αὐτόν· Πότε ταῦτα ἔσται; τουτέστιν, ἡ τοῦ ναοῦ κατασκαφή· καὶ, Τί τὸ σημεῖον τῆς σῆς παρουσίας; Ὁ δὲ Λουκᾶς ἔν φησιν εἶναι τὸ ἐρώτημα, τὸ περὶ τῶν Ἱεροσολύμων, ἅτε νομιζόντων αὐτῶν τότε καὶ τὴν παρουσίαν αὐτοῦ εἶναι. Ὁ δὲ Μάρκος οὐδὲ πάντας αὐτούς φησιν ἐρωτῆσαι περὶ τῆς συντελείας τῶν Ἱεροσολύμων, ἀλλὰ Πέτρον καὶ Ἰωάννην,  ἅτε πλείονα παῤῥησίαν ἔχοντας. Τί οὖν αὐτός; Βλέπετε μή τις ὑμᾶς πλανήσῃ. Πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες·  Ἐγώ εἰμι  ὁ Χριστὸς, καὶ πολλοὺς  πλανήσουσι. Μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων.  Ὁρᾶτε, μὴ θροεῖσθε· δεῖ γὰρ πάντα γενέσθαι, ἀλλ' οὔπω τὸ τέλος. Ἐπειδὴ γὰρ ὡς περὶ ἀλλοτρίας τιμωρίας ἀκούοντες τῆς ἐπαγομένης τῇ Ἱερουσαλὴμ διέκειντο, καὶ ὡς ἕξω θορύβων ἐσόμενοι, καὶ τὰ ἀγαθὰ μόνα ὠνειροπόλουν,  καὶ αὐτίκα μάλα αὐτὰ ἀπαντήσεσθαι προσεδόκων· διὰ τοῦτο πάλιν αὐτοῖς  χαλεπὰ  προαναφωνεῖ,  ἐναγωνίους  ποιῶν,  καὶ κελεύων  διπλῇ  νήφειν,  ὡς μήτε ὑπὸ τῆς ἀπάτης τῶν παραλογιζομένων φενακισθῆναι, μήτε ὑπὸ τῆς τυραννίδος τῶν καταληψομένων  κακῶν βιασθῆναι. ∆ιπλοῦς γὰρ ὁ πόλεμος, φησὶν, ἔσται, ὅ τε τῶν πλάνων, ὅ τε τῶν πολεμίων· ἀλλ' ἐκεῖνος πολλῷ χαλεπώτερος, ἅτε ἐν συγχύσει καὶ  ταραχῇ  πραγμάτων,  καὶ  φοβουμένων  καὶ  ταραττομένων  ἀνθρώπων ἐπιτιθέμενος. Καὶ γὰρ πολλὴ τότε ἡ ζάλη ἦν, τῶν Ῥωμαϊκῶν ἀρχομένων ἀνθεῖν, καὶ πόλεων   ἁλισκομένων,   καὶ  στρατοπέδων  καὶ  ὅπλων   κινουμένων,   καὶ  πολλῶν εὐκόλως πιστευομένων.  Πολέμους δὲ τοὺς ἐν Ἱεροσολύμοις λέγει· οὐ γὰρ δὴ τοὺς ἔξωθεν καὶ πανταχοῦ τῆς οἰκουμένης· τί γὰρ ἔμελεν αὐτοῖς τούτων; Ἄλλως δὲ οὐδὲ καινόν τι ἔμελλεν ἐρεῖν, εἰ τὰ τῆς οἰκουμένης ἔλεγε πάθη, τὰ ἀεὶ συμβαίνοντα. Καὶ γὰρ πρὸ τούτου ἦσαν καὶ πόλεμοι καὶ ταραχαὶ καὶ μάχαι· ἀλλὰ τοὺς Ἰουδαϊκοὺς οὐ μακρόθεν λέγει ἐπιόντας πολέμους· λοιπὸν γὰρ αὐτοῖς ἐν φροντίδι τὰ τῶν Ῥωμαίων ἦν. Ἐπεὶ οὖν  καὶ ταῦτα  ἱκανὰ  ἦν  αὐτοὺς  θορυβεῖν, προλέγει  ταῦτα  πάντα.  Εἶτα δεικνὺς  ὅτι  καὶ αὐτὸς  συνεπιθήσεται  Ἰουδαίοις  καὶ πολεμήσει, οὐχὶ  μάχας  φησὶ μόνον, ἀλλὰ καὶ θεηλάτους πληγὰς, λιμοὺς καὶ λοιμοὺς καὶ σεισμοὺς, δεικνὺς ὅτι καὶ τοὺς πολέμους αὐτὸς εἴασεν ἐπελθεῖν, καὶ οὐχ ἁπλῶς ταῦτα γίνεται, κατὰ τὴν ἔμπροσθεν ἐν  τοῖς  ἀνθρώποις  οὖσαν συνήθειαν,  ἀλλ' ἐκ τῆς ἄνωθεν  ὀργῆς. ∆ιὰ τοῦτο οὐδὲ ἁπλῶς αὐτὰ ἥξειν φησὶν, οὐδὲ ἀθρόως, ἀλλὰ μετὰ σημείων. Ἵνα γὰρ μὴ λέγωσιν οἱ Ἰουδαῖοι, ὅτι οἱ τότε πιστεύσαντες αἴτιοι τούτων τῶν κακῶν, διὰ τοῦτο καὶ τὴν αἰτίαν αὐτοῖς εἴρηκε τῆς ἐπαγωγῆς. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἔμπροσθεν ἔλεγεν, ὅτι ἥξει πάντα ταῦτα ἐπὶ τὴν γενεὰν ταύτην, τῆς μιαιφονίας αὐτῶν μνησθείς. Εἶτα ἵνα  μὴ  τὰς  νιφάδας  τῶν  κακῶν  ἀκούοντες,  νομίσωσι  διασπᾶσθαι τὸ  κήρυγμα, ἐπήγαγεν· Ὁρᾶτε, μὴ θορυβεῖσθε, δεῖ γὰρ πάντα γενέσθαι, τουτέστιν, Ἃ προεῖπον ἐγὼ, καὶ τῶν πειρασμῶν ἡ ἔφοδος οὐδὲν διακόψει τῶν παρ' ἐμοῦ εἰρημένων· ἀλλ' ἔσται μὲν θόρυβος καὶ ταραχὴ, τοὺς δὲ ἐμοὺς οὐδὲν διασαλεύσει χρησμούς. Εἶτα ἐπειδὴ εἶπε τοῖς Ἰουδαίοις· Οὐ μή με ἴδητε, ἕως ἂν εἴπητε, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι  Κυρίου· ᾤοντο  δὲ οἱ μαθηταὶ ἅμα τῇ κατασκαφῇ καὶ τὴν συντέλειαν ἔσεσθαι. καὶ ταύτην διορθούμενος αὐτῶν τὴν ὑπόνοιαν, ἔλεγεν· Ἀλλ' οὔπω τὸ τέλος. Ὅτι γὰρ οὕτως  ὡς ἔφην  ὑπώπτευον,  ἐκ τῆς ἐρωτήσεως αὐτῶν  μάνθανε.  Τί γὰρ ἠρώτησαν; Πότε ταῦτα ἔσται; τουτέστι, Πότε τὰ Ἱεροσόλυμα ἀπολεῖται; Καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ τῆς συντελείας τοῦ αἰῶνος; Αὐτὸς δὲ οὐδὲν εὐθέως   πρὸς   τὴν   ἐρώτησιν   ἀπεκρίνατο   ταύτην,   ἀλλὰ   πρότερον   ἐκεῖνα   τὰ κατεπείγοντα λέγει, καὶ ἃ πρῶτα μαθεῖν ἐχρῆν. Οὔτε γὰρ περὶ Ἱεροσολύμων εὐθέως, οὔτε περὶ τῆς παρουσίας αὐτοῦ τῆς δευτέρας εἴρηκεν· ἀλλὰ  περὶ τῶν  ἐπὶ θύραις ἀπαντησομένων  κακῶν. ∆ιὸ καὶ ἐναγωνίους  αὐτοὺς ποιεῖ λέγων·  Βλέπετε μή τις ὑμᾶς πλανήσῃ· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες· Ἐγώ εἰμι ὁ Χριστός. Εἶτα διεγείρας αὐτοὺς εἰς τὴν περὶ τούτων ἀκρόασιν· (Βλέπετε γὰρ, φησὶ, μή τις ὑμᾶς πλανήσῃ·) καὶ ἐναγωνίους  ποιήσας, καὶ νήφειν  παρασκευάσας, καὶ εἰπὼν τοὺς ψευδοχρίστους πρότερον, τότε τὰ τῶν Ἱεροσολύμων λέγει κακὰ, ἀπὸ τῶν ἤδη γενομένων   καὶ   τὰ   μέλλοντα   ἀεὶ   καὶ   παρὰ   τοῖς   ἀνοήτοις   καὶ   φιλονείκοις πιστούμενος. βʹ. Πολέμους δὲ καὶ ἀκοὰς πολέμων, ὅπερ καὶ ἔμπροσθεν εἶπον, τὰς αὐτοῖς  ἐπιούσας φησὶ  ταραχάς.  Εἶτα ἐπειδὴ,  καθὼς  καὶ  προεῖπον,  ἐνόμιζον  μετ' ἐκεῖνον τὸν πόλεμον ἥξειν τὸ τέλος, ὅρα πῶς αὐτοὺς ἀσφαλίζεται λέγων· Ἀλλ' οὔπω τὸ τέλος. Ἐγερθήσεται γὰρ, φησὶν, ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν. Τὰ προοίμια λέγει τῶν Ἰουδαϊκῶν κακῶν. Πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων· τουτέστι, τῶν συμβαινόντων αὐτοῖς. Τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν, καὶ ἀποκτενοῦσιν ὑμᾶς. Εὐκαίρως παρενέβαλε  τὰ αὐτῶν  κακὰ, ἔχοντα  παραμυθίαν  ἀπὸ τῶν  κοινῶν·  οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ τῷ προσθεῖναι, ὅτι ∆ιὰ τὸ ὄνομά μου. Ἔσεσθε γὰρ, φησὶ, μισούμενοι ὑπὸ πάντων  διὰ τὸ ὄνομά μου. Τότε σκανδαλισθήσονται πολλοὶ,  καὶ ἀλλήλους   παραδώσουσι·  καὶ  πολλοὶ  ψευδόχριστοι  καὶ  ψευδοπροφῆται ἐγερθήσονται,  καὶ  πλανήσουσι  πολλούς.  Καὶ διὰ  τὸ  πληθυνθῆναι   τὴν  ἀνομίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Τοῦτο μεῖζον κακὸν, ὅταν καὶ ἐμφύλιος ὁ πόλεμος ᾖ· πολλοὶ γὰρ ψευδάδελφοι γεγόνασιν. Εἶδες τριπλοῦν τὸν πόλεμον ὄντα, τὸν ἀπὸ τῶν πλάνων, τὸν ἀπὸ τῶν πολεμίων, τὸν ἀπὸ  τῶν  ψευδαδέλφων;  Ὅρα καὶ  Παῦλον  τὰ  αὐτὰ  ἀποδυρόμενον  καὶ  λέγοντα· Ἔξωθεν μάχαι, ἔσωθεν φόβοι· καὶ, Κίνδυνοι ἐν ψευδαδέλφοις·  καὶ πάλιν· Οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ. Εἶτα  πάλιν  τὸ  πάντων   χαλεπώτερον,   ὅτι  οὐδὲ  τὴν  ἀπὸ  τῆς  ἀγάπης παραμυθίαν  ἕξουσιν. Εἶτα δεικνὺς  ὅτι τὸν  γενναῖον  καὶ καρτερικὸν  οὐδὲν ταῦτα λυμανεῖται, Μὴ φοβεῖσθε, φησὶ, μηδὲ ταράττεσθε. Ἂν γὰρ τὴν προσήκουσαν ὑπομονὴν ἐπιδείξησθε, οὐ περιέσται ὑμῶν τὰ δεινά. Καὶ τούτου σαφὴς ἀπόδειξις, τὸ πάντως  κηρυχθῆναι  τὸ  κήρυγμα  πανταχοῦ  τῆς  οἰκουμένης·  οὕτως  ὑψηλότεροι ἔσεσθε τῶν δεινῶν. Ἵνα γὰρ μὴ λέγωσι, Πῶς οὖν ζησόμεθα; τὸ πλέον εἶπεν, ὅτι Καὶ ζήσεσθε καὶ διδάξετε πανταχοῦ. ∆ιὸ καὶ ἐπήγαγε· Καὶ κηρυχθήσεται τὸ Εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι· καὶ τότε ἥξει τὸ τέλος· τῆς συντελείας  τῶν  Ἱεροσολύμων.  Ὅτι γὰρ  ἐκεῖνο  ἔλεγε,  καὶ  πρὸ τῆς  ἁλώσεως  τὸ Εὐαγγέλιον ἐκηρύχθη, ἄκουσον τί φησιν ὁ Παῦλος· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος  αὐτῶν·  καὶ πάλιν,  Τοῦ Εὐαγγελίου τοῦ κηρυχθέντος  ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν. Καὶ ὁρᾷς αὐτὸν ἀπὸ Ἱερουσαλὴμ εἰς Σπανίαν τρέχοντα. Εἰ δὲ εἷς τοσοῦτον μέρος κατέλαβεν, ἐννόησον καὶ οἱ λοιποὶ πόσα εἰργάσαντο. Καὶ γὰρ  καὶ  ἑτέροις  γράφων  πάλιν  ὁ Παῦλος ἔλεγε  περὶ  τοῦ  Εὐαγγελίου,  ὅτι  Ἔστι καρποφορούμενον  καὶ αὐξανόμενον  ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν. Τί δέ ἐστιν, Εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσιν; Ἐπειδὴ ἐκηρύχθη μὲν πανταχοῦ, οὐκ ἐπιστεύθη  δὲ  πανταχοῦ,   Εἰς  μαρτύριον,  φησὶ,  τοῖς  ἀπιστήσασι·  τουτέστιν,  εἰς ἔλεγχον, εἰς κατηγορίαν, εἰς μαρτυρίαν· οἱ γὰρ πιστεύσαντες καταμαρτυρήσουσι τῶν μὴ πιστευσάντων, καὶ κατακρινοῦσιν αὐτούς. ∆ιὰ τοῦτο δὲ μετὰ τὸ κηρυχθῆναι τὸ Εὐαγγέλιον πανταχοῦ  τῆς οἰκουμένης  ἀπόλλυται  τὰ Ἱεροσόλυμα, ἵνα μηδὲ σκιὰν ἀπολογίας  ἔχωσιν  ἀγνωμονοῦντες.  Οἱ γὰρ ἰδόντες  τὴν  αὐτοῦ δύναμιν  πανταχοῦ διαλάμψασαν,  καὶ ἐν ἀκαριαίῳ  τὴν  οἰκουμένην  ἑλοῦσαν, τίνα  ἂν ἔχοιεν  λοιπὸν συγγνώμην,  ἐπὶ τῆς αὐτῆς ἀγνωμοσύνης  μείναντες;  Ὅτι γὰρ πανταχοῦ  ἐκηρύχθη τότε, ἄκουσον τί φησιν ὁ Παῦλος· Τοῦ Εὐαγγελίου τοῦ κηρυχθέντος  ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν. Ὃ καὶ μέγιστον σημεῖον τῆς τοῦ Χριστοῦ δυνάμεως, ὅτι ἐν εἴκοσι ἢ καὶ τριάκοντα ὅλοις ἔτεσι τὰ πέρατα τῆς οἰκουμένης κατέλαβεν ὁ λόγος. Μετὰ τοῦτο οὖν, φησὶν, ἥξει τὸ τέλος τῶν Ἱεροσολύμων. Ὅτι γὰρ τοῦτο αἰνίττεται, τὸ   ἑξῆς   ἐδήλωσεν.   Ἐπήγαγε   γὰρ   καὶ   προφητείαν,   πιστούμενος   αὐτῶν   τὸν ἀφανισμὸν, καὶ λέγων· Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ ῥηθὲν διὰ ∆ανιὴλ τοῦ προφήτου, ἑστὼς ἐν τόπῳ ἁγίῳ· ὁ ἀναγινώσκων  νοείτω. Παρέπεμψεν αὐτοὺς ἐπὶ τὸν ∆ανιήλ. Βδέλυγμα δὲ τὸν ἀνδριάντα  τοῦ τότε τὴν πόλιν  ἑλόντος φησὶν, ὃ ὁ ἐρημώσας τὴν πόλιν  καὶ τὸν ναὸν ἔστησεν ἔνδον· διὸ καὶ ἐρημώσεως αὐτὸ καλεῖ. Εἶτα, ἵνα μάθωσιν, ὅτι καὶ ζώντων ἐνίων αὐτῶν ταῦτα ἔσται, διὰ τοῦτο ἔλεγεν· Ὅταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως. γʹ. Ἐξ ὧν μάλιστα ἄν τις θαυμάσειε τοῦ  Χριστοῦ τὴν  δύναμιν  καὶ  τὴν  ἐκείνων  ἀνδρείαν,  ὅτι  ἐν  τοιούτοις  καιροῖς ἐκήρυττον, ἐν οἷς μάλιστα τὰ Ἰουδαϊκὰ ἐπολεμεῖτο, ἐν οἷς μάλιστα ὡς στασιασταῖς προσεῖχον  αὐτοῖς,  ὅτε  ὁ  Καῖσαρ ἐκέλευσεν  ἅπαντας  ἀπελαύνεσθαι.  Καὶ ταὐτὸν συνέβαινεν, ὥσπερ ἂν εἴ τις, τῆς θαλάττης ἐγερθείσης πάντοθεν, καὶ ζόφου τὸν ἀέρα πάντα κατέχοντος, καὶ ναυαγίων  ἐπαλλήλων  γινομένων,  καὶ πάντων  ἄνωθεν τῶν
συμπλεόντων στασιαζόντων, καὶ θηρῶν κάτωθεν ἀνιόντων,  καὶ μετὰ τῶν κυμάτων ἀναλισκόντων  τοὺς πλέοντας, καὶ σκηπτῶν φερομένων,  καὶ πειρατῶν  ὄντων,  καὶ τῶν  ἔνδον  ἀλλήλοις  ἐπιβουλευόντων,  ἀνθρώπους  ἀπείρους  τοῦ  πλεῖν  καὶ  οὐδὲ θάλατταν ἰδόντας κελεύοι ἐπὶ τῶν οἰάκων καθῆσθαι, καὶ κυβερνᾷν καὶ ναυμαχεῖν, καὶ στόλον ἄπειρον ἐπιόντα μετὰ πολλῆς παρατάξεως, ἑνὶ χρωμένους ἀκατίῳ, τῷ οὕτως  ὡς  εἶπον  ταραττομένῳ,  καταδύειν  καὶ  χειροῦσθαι.  Καὶ γὰρ  ὑπὸ  ἐθνῶν ἐμισοῦντο, ὡς Ἰουδαῖοι· καὶ ὑπὸ Ἰουδαίων ἐλιθάζοντο, ὡς τοῖς αὐτῶν πολεμοῦντες νόμοις· καὶ οὐδαμοῦ στῆναι ἦν. Οὕτω πάντα κρημνοὶ καὶ σκόπελοι καὶ πρόβολοι ἦσαν, τὰ ἐν ταῖς πόλεσι, τὰ ἐν ταῖς χώραις, τὰ ἐν οἰκίαις·  καὶ εἷς ἕκαστος αὐτοῖς ἐπολέμει, καὶ στρατηγὸς, καὶ ἄρχων, καὶ ἰδιώτης, καὶ ἔθνη πάντα, καὶ δῆμοι πάντες· καὶ ταραχή τις ἦν λόγῳ παραστῆναι μὴ δυναμένη. Καὶ γὰρ σφόδρα τῇ τῶν Ῥωμαίων   ἀρχῇ  μισητὸν  τὸ  Ἰουδαίων   γένος  ἦν,  ἅτε  μυρία  πράγματα  αὐτοῖς παρεσχηκός· καὶ οὐδὲ ἐντεῦθεν ἐβλάβη τὸ κήρυγμα· ἀλλ' ἡ μὲν πόλις ἀνάρπαστος ἦν καὶ ἐμπεπύριστο, καὶ μυρία τοὺς οἰκοῦντας  διέθηκε  κακά· οἱ δὲ ἐντεῦθεν  ὄντες ἀπόστολοι, νόμους εἰσάγοντες καινοὺς, καὶ τῶν Ῥωμαίων ἐκράτουν. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων! Μυριάδας ἀπείρους Ἰουδαίων  τότε ἐχειρώσαντο Ῥωμαῖοι, καὶ  δώδεκα  ἀνδρῶν  οὐ  περιεγένοντο,  γυμνῶν,  ἀόπλων  μαχομένων  αὐτοῖς.  Τίς παραστῆσαι δυνήσεται λόγος τὸ θαῦμα τοῦτο; Καὶ γὰρ δύο ταῦτα τοῖς διδάσκουσιν ὑπάρχειν χρὴ, τό τε ἀξιοπίστους εἶναι, καὶ τὸ φιλεῖσθαι παρὰ τῶν μαθητευομένων· καὶ μετὰ τούτων καὶ πρὸς τούτοις, καὶ τὸ τὰ λεγόμενα, εὐπαράδεκτα εἶναι, καὶ τὸν καιρὸν ταραχῆς ἀπηλλάχθαι καὶ θορύβων. Τότε δὲ ἅπαντα τὰ ἐναντία ἦν. Οὔτε γὰρ ἀξιόπιστοι εἶναι ἐδόκουν, καὶ τῶν δοκούντων  ἀξιοπίστων εἶναι τοὺς ἠπατημένους ἀφίστων· οὐκ ἐφιλοῦντο,  ἀλλὰ καὶ ἐμισοῦντο, καὶ τῶν  φιλουμένων  ἀπῆγον,  καὶ ἐθῶν, καὶ πατρίων, καὶ νόμων. Πάλιν τὰ ἐπιτάγματα πολλὴν τὴν δυσκολίαν εἶχεν· ὧν δὲ ἀφείλκοντο, πολλὴν τὴν ἡδονήν. Πολλοὺς καὶ αὐτοὶ καὶ οἱ πειθόμενοι τοὺς κινδύνους, πολλοὺς τοὺς θανάτους ὑπέμενον· καὶ μετὰ τούτων ἁπάντων  ὁ καιρὸς πολλὴν παρεῖχε τὴν δυσκολίαν, πολέμων γέμων, θορύβων, ταραχῆς· ὡς εἰ καὶ μηδὲν τῶν  εἰρημένων  ἦν,  ἱκανῶς  πάντα  διαταράξαι. Εὔκαιρον εἰπεῖν·  Τίς λαλήσει  τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Εἰ γὰρ οἱ οἰκεῖοι μετὰ σημείων Μωϋσέως οὐκ ἤκουσαν, διὰ τὸν πηλὸν μόνον καὶ τὴν πλινθείαν  τοὺς καθ' ἑκάστην ἡμέραν κοπτομένους καὶ σφαττομένους καὶ τὰ ἀνήκεστα πάσχοντας, τίς ἔπεισεν ἀποστῆναι μὲν ἀπράγμονος βίου, τὸν δὲ ἐπικίνδυνον τοῦτον καὶ αἱμάτων καὶ θανάτων γέμοντα προτιμῆσαι ἐκείνου, καὶ ταῦτα ἀλλοφύλων  τῶν κηρυττόντων αὐτοῖς ὄντων, καὶ σφόδρα πολεμίων πάντοθεν; Μὴ γάρ τις εἰς ἔθνη καὶ πόλεις καὶ δήμους, ἀλλ' εἰς οἰκίαν μικρὰν εἰσαγαγέτω τὸν μισούμενον παρὰ πάντων τῶν ἐν τῇ οἰκίᾳ, καὶ δι' αὐτοῦ σπουδαζέτω τῶν φιλουμένων  ἀπάγειν, πατρὸς καὶ γυναικὸς καὶ παίδων· ἆρα οὐκ ὀφθήσεται διασπασθεὶς πρὶν ἢ διᾶραι τὸ στόμα; Ἂν δὲ καὶ ταραχὴ καὶ μάχη γυναικὸς καὶ ἀνδρὸς προσῇ κατὰ τὴν οἰκίαν, ἆρα οὐχὶ, πρὶν ἢ ἐπιβῆναι τῶν οὐδῶν,  καταλεύοντες  αὐτὸν  ἀναιρήσουσιν·  Ἂν  δὲ  καὶ  εὐκαταφρόνητος  ᾖ,  καὶ φορτικὰ ἐπιτάττῃ, καὶ φιλοσοφεῖν  τοὺς τρυφῶντας  κελεύῃ, καὶ μετὰ τούτων πρὸς πολλῷ πλείονας καὶ ὑπερβάλλοντας αὐτὸν ὁ ἀγὼν ᾖ, οὐκ εὔδηλον ὅτι παντάπασιν ἀπολεῖται;  Ἀλλ' ὅμως τοῦτο, ὅπερ ἀδύνατον  ἐν οἰκίᾳ γενέσθαι  μιᾷ, τοῦτο ἐν τῇ οἰκουμένῃ κατώρθωσεν ὁ Χριστὸς ἁπάσῃ, διὰ κρημνῶν καὶ καμίνων καὶ φαράγγων καὶ σκοπέλων καὶ γῆς καὶ θαλάττης  πολεμουμένης, τοὺς ἰατροὺς τῆς οἰκουμένης εἰσάγων. Καὶ εἰ βούλει σαφέστερον ταῦτα μαθεῖν, τοὺς λιμοὺς λέγω, τοὺς λοιμοὺς, τοὺς  σεισμοὺς, τὰς  ἄλλας  τραγῳδίας,  τὴν  ἱστορίαν  τὴν  περὶ  τούτων  Ἰωσήπῳ συγκειμένην ἔπελθε, καὶ πάντα εἴσῃ μετὰ ἀκριβείας. ∆ιὰ τοῦτο καὶ αὐτὸς ἔλεγε, Μὴ θροεῖσθε· δεῖ γὰρ πάντα γενέσθαι· καὶ, Ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται· καὶ, Κηρυχθήσεται τὸ Εὐαγγέλιον πάντως  ἐν ὅλῳ τῷ κόσμῳ. Χαυνωθέντας γὰρ καὶ ἐκλυθέντας  τῷ  φόβῳ  τῶν  εἰρημένων,  συστρέφει λέγων,  ὅτι  κἂν  μυρία γένηται, δεῖ κηρυχθῆναι τὸ Εὐαγγέλιον πανταχοῦ τῆς οἰκουμένης, καὶ τότε ἥξει τὸ τέλος. δʹ. Εἶδες πῶς διέκειτο τότε τὰ πράγματα, καὶ πῶς ποικίλος ὁ πόλεμος ἦν; καὶ ταῦτα ἐν ἀρχῇ, ὅτε μάλιστα πολλῆς ἕκαστον ἡσυχίας δεῖται τῶν  κατορθουμένων; Πῶς οὖν διέκειτο; οὐδὲν γὰρ κωλύει τὰ αὐτὰ πάλιν ἀναλαβεῖν. Πρῶτος πόλεμος ἦν, ὁ τῶν ἀπατεώνων· Ἐλεύσονται γὰρ, φησὶ, ψευδόχριστοι καὶ ψευδοπροφῆται· δεύτερος, ὁ τῶν Ῥωμαίων· Μελλήσετε γὰρ, φησιν, ἀκούειν πολέμους· τρίτος, ὁ τοὺς λιμοὺς  ἐπάγων·  τέταρτος,  ὁ τοὺς λοιμοὺς  καὶ σεισμούς·  πέμπτος. Παραδώσουσιν ὑμᾶς εἰς θλίψεις· ἕκτος, Ἔσεσθε μισούμενοι ὑπὸ πάντων·  ἕβδομος, Παραδώσουσιν ἀλλήλους καὶ μισήσουσιν· ἐμφύλιον ἐνταῦθα δηλοῖ πόλεμον· εἶτα ψευδόχριστοι καὶ ψευδάδελφοι· εἶτα, Ψυγήσεται ἡ ἀγάπη, τὸ πάντων  αἴτιον τῶν κακῶν. Εἶδες μυρία γένη πολέμων καινὰ καὶ παράδοξα; Ἀλλ' ὅμως μετὰ τούτων καὶ πολλῷ πλειόνων (καὶ γὰρ τῷ ἐμφυλίῳ καὶ συγγενικὸς ἀνεμίγνυτο πόλεμος), ἐκράτησε τῆς οἰκουμένης ἁπάσης τὸ κήρυγμα. Κηρυχθήσεται γὰρ, φησὶ, τὸ Εὐαγγέλιον ἐν ὅλῳ τῷ κόσμῳ. Ποῦ τοίνυν  εἰσὶν οἱ τῆς γενέσεως  τὴν τυραννίδα  ἐπιτειχίζοντες,  καὶ τῶν  καιρῶν  τὴν περιφορὰν, τοῖς τῆς Ἐκκλησίας δόγμασι; Τίς γὰρ ἐμνημόνευσε πώποτε, ὅτι ὤφθη Χριστὸς ἕτερος, ὅτι συνέβη πρᾶγμα τοιοῦτον; Καίτοιγε ἕτερα ψευδόμενοι λέγουσιν, ὅτι δέκα μυριάδες ἐτῶν  παρῆλθον· ἀλλὰ  τοῦτο οὐδὲ πλάσασθαι δύνανται.  Ποίαν τοίνυν  περιφορὰν εἴποιτ' ἄν; Οὔτε γὰρ Σόδομα, οὔτε Γόμοῤῥα, οὔτε κατακλυσμὸς ἕτερος ἐγένετό ποτε. Μέχρι τίνος παίζετε, περιφορὰν καὶ γένεσιν λέγοντες; Πῶς οὖν ἐκβαίνει πολλὰ, φησὶ, τῶν λεγομένων; Ἐπειδὴ σὺ σαυτὸν ἠρήμωσας τῆς τοῦ Θεοῦ βοηθείας, καὶ προὔδωκας, καὶ ἔξω τῆς προνοίας ἔστησας, διὰ τοῦτο ὡς βούλεται στρέφει σου τὰ πράγματα  ὁ δαίμων,  καὶ μετατίθησιν.  Ἀλλ' οὐκ ἐπὶ  τῶν  ἁγίων, μᾶλλον δὲ οὐδὲ ἐφ' ἡμῶν τῶν ἁμαρτωλῶν, τῶν σφόδρα καταφρονούντων  αὐτῆς. Εἰ γὰρ καὶ ὁ βίος ἡμῶν οὐκ ἀνεκτὸς, ἀλλ' ἐπειδὴ τῇ τοῦ Θεοῦ χάριτι τῶν τῆς ἀληθείας δογμάτων μετὰ πολλῆς ἐχόμεθα τῆς ἀκριβείας, ἀνώτεροι τῆς τῶν δαιμόνων ἐσμὲν ἐπιβουλῆς. Ὅλως δὲ τί ποτέ ἐστι γένεσις; Οὐδὲν ἕτερον ἀλλ' ἢ ἀδικία καὶ σύγχυσις, καὶ τὸ εἰκῆ πάντα φέρεσθαι· μᾶλλον δὲ οὐκ εἰκῆ μόνον, ἀλλὰ καὶ μετὰ ἀλογίας. Καὶ εἰ μὴ ἔστι, φησὶ, γένεσις, πόθεν ὁ δεῖνα πλουτεῖ; πόθεν ὁ δεῖνα πένης; Οὐκ οἶδα. Οὕτω γάρ σοι τέως διαλέξομαι, παιδεύων σε μὴ πάντα περιεργάζεσθαι, μηδὲ ἁπλῶς ἐντεῦθεν καὶ εἰκῆ φέρεσθαι. Οὐδὲ γὰρ ἐπειδὴ τοῦτο ἀγνοεῖς, ὀφείλεις τὰ οὐκ ὄντα ἀναπλάττειν. Βέλτιον ἀγνοεῖν καλῶς, ἢ μανθάνειν κακῶς. Ὁ μὲν γὰρ οὐκ εἰδὼς τὴν αἰτίαν, ταχέως ἐπὶ τὴν εὔλογον ἥξει· ὁ δὲ, ἐπειδὴ τὴν οὖσαν οὐκ οἶδε, τὴν οὐκ οὖσαν πλάττων,  οὐ δυνήσεται ῥᾳδίως τὴν οὖσαν δέξασθαι, ἀλλὰ δεῖ πλείονος  αὐτῷ καὶ πόνου καὶ ἱδρῶτος, ὥστε τὸ πρότερον ἀνελεῖν.  Καὶ γὰρ ἐν δέλτῳ, ἐξηλειμμένῃ μὲν εὐκόλως τις ἐγγράψειεν ἅπερ ἂν ἐθέλῃ· ἐγκεχαραγμένῃ δὲ, οὐκέτι ὁμοίως· δεῖ γὰρ πρότερον ἐξαλεῖψαι τὰ κακῶς ἐγγεγραμμένα. Καὶ ἐπὶ τῶν ἰατρῶν δὲ, ὁ μηδὲν προσφέρων  τοῦ  τὰ  βλάπτοντα  προσάγοντος  πολλῷ  βελτίων  ἐστί· καὶ  ὁ σαθρῶς οἰκοδομῶν τοῦ μηδ' ὅλως οἰκοδομοῦντος χείρων· ὥσπερ οὖν καὶ ἡ γῆ πολὺ βελτίων ἡ μηδὲν ἔχουσα τῆς ἀκάνθας ἐχούσης. Μὴ τοίνυν  ἐπὶ τὸ μαθεῖν πάντα τρέχωμεν, ἀλλ'  ἀνεχώμεθά  τινα  καὶ  ἀγνοεῖν·  ἵν' ὅταν  εὕρωμεν  διδάσκαλον,  μὴ  διπλοῦν παρέχωμεν αὐτῷ τὸν πόνον· μᾶλλον δὲ πολλοὶ πολλάκις καὶ ἀδιόρθωτα νοσοῦντες ἔμειναν,  τῷ  περιπεσεῖν  ἁπλῶς  πονηροῖς  δόγμασιν.  Οὐδὲ γὰρ  ὅμοιος  ὁ  ἱδρὼς, ἀνασπάσαι πρότερον τὰ κακῶς ῥιζωθέντα, καὶ τότε σπεῖραι, καὶ καθαρὰν ἄρουραν καταφυτεῦσαι.  Ἐκεῖ μὲν  γὰρ  ἀνατρέψαι  δεῖ  πρότερον,  καὶ  τότε  ἕτερα  ἐνθεῖναι· ἐνταῦθα δὲ παρεσκευασμένη ἡ ἀκοή. Πόθεν οὖν ὁ δεῖνα πλουτεῖ; Ἐρῶ λοιπόν. Οἱ μὲν τοῦ  Θεοῦ διδόντος,  πολλοὶ  δὲ  συγχωροῦντος,  πλοῦτον  ἐκτήσαντο.  Οὗτος  γὰρ σύντομος καὶ ἁπλοῦς ὁ λόγος. Τί οὖν; φησί· τὸν πόρνον αὐτὸς ποιεῖ πλουτεῖν, καὶ τὸν μοιχὸν, καὶ τὸν ἡταιρηκότα, καὶ τὸν κακῶς τοῖς οὖσι κεχρημένον; Οὐ ποιεῖ, ἀλλὰ συγχωρεῖ πλουτεῖν· πολὺ δὲ τὸ μέσον καὶ σφόδρα ἄπειρον τοῦ ποιεῖν καὶ συγχωρεῖν. Τίνος δὲ ἕνεκεν ὅλως ἀφίησιν; Ὅτι οὐδέπω τῆς κρίσεως ὁ καιρὸς, ἵνα τὸ κατ' ἀξίαν ἕκαστος ἀπολάβῃ. Τὶ γὰρ φαυλότερον ἐκείνου τοῦ πλουσίου, τοῦ μηδὲ τῶν ψιχίων μεταδιδόντος  τῷ Λαζάρῳ; Ἀλλ' ὅμως ἁπάντων  ἀθλιώτερος ἦν· οὐδὲ γὰρ σταγόνος ἐγένετο κύριος, καὶ δι' αὐτὸ μάλιστα τοῦτο, ὅτι πλουτῶν ὠμὸς ἦν. Καὶ γὰρ ἐὰν ὦσι πονηροὶ δύο, οὐ τῶν αὐτῶν ἐνταῦθα ἀπολαύσαντες, ἀλλ' ὁ μὲν ἐν πλούτῳ, ὁ δὲ ἐν πενίᾳ, οὐχ ὁμοίως ἐκεῖ τιμωρηθήσονται, ἀλλ' ὁ εὐπορώτερος χαλεπώτερον. εʹ. Ὁρᾷς γοῦν καὶ τοῦτον δεινότερα πάσχοντα, ἐπειδὴ ἀπέλαβε τὰ ἀγαθά; Καὶ σὺ τοίνυν, ὅταν ἴδῃς  ἀδίκως  πλουτοῦντα  εὐημεροῦντα,  στέναξον,  δάκρυσον· καὶ  γὰρ  προσθήκη κολάσεως  ὁ  πλοῦτος  οὗτος  αὐτῷ.  Ὥσπερ γὰρ  οἱ  πολλὰ  ἁμαρτάνοντες  καὶ  μὴ βουλόμενοι μετανοεῖν, θησαυρίζουσιν ἑαυτοῖς θησαυρὸν ὀργῆς· οὕτως οἱ μετὰ τοῦ μὴ κολάζεσθαι καὶ εὐπραγίας ἀπολαύοντες, μείζονα ὑποστήσονται τὴν τιμωρίαν. Καὶ τοῦτο, εἰ βούλει, οὐκ ἀπὸ τῶν μελλόντων  μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ παρόντος βίου δείξω σοι τὸ ὑπόδειγμα. Ὁ γὰρ μακάριος ∆αυῒδ, ὅτε τὴν ἁμαρτίαν ἥμαρτεν ἐκείνην τὴν τῆς Βηρσαβεὲ, καὶ ἠλέγχετο παρὰ τοῦ προφήτου, διὰ τοῦτο μάλιστα ἐνεκαλεῖτο σφοδρότερον, ὅτι καὶ πολλῆς  ἀπολαύσας ἀδείας τοιοῦτος ἦν. Ἄκουσον γοῦν  τοῦ Θεοῦ τοῦτο μάλιστα ὀνειδίζοντος αὐτῷ· Οὐκ ἔχρισά σε εἰς βασιλέα, καὶ ἐξειλόμην σε ἐκ χειρὸς Σαοὺλ, καὶ ἔδωκά σοι πάντα  τὰ τοῦ κυρίου σου, καὶ πάντα  τὸν  οἶκον Ἰσραὴλ καὶ Ἰούδα; Καὶ εἰ ὀλίγα σοι ἦν, προσέθηκα ἄν σοι ὡς ταῦτα. Καὶ τί ἐποίησας τὸ πονηρὸν  ἐναντίον  μου; Οὐ γὰρ πάντων  τῶν  ἁμαρτημάτων  αἱ αὐταὶ κολάσεις, ἀλλὰ πολλαὶ καὶ διάφοροι, καὶ ἀπὸ χρόνων, καὶ ἀπὸ προσώπων, καὶ ἀπὸ ἀξιωμάτων, καὶ ἀπὸ συνέσεως, καὶ ἀπὸ ἑτέρων πλειόνων.  Καὶ ἵνα σαφέστερον ὃ λέγω γένηται, κείσθω  εἰς  μέσον ἁμάρτημα ἓν,  ἡ πορνεία,  καὶ  σκόπει πόσας εὑρίσκω τιμωρίας διαφόρους, οὐ παρ' ἐμαυτοῦ, ἀλλ' ἀπὸ τῶν θείων Γραφῶν. Ἐπόρνευσέ τις πρὸ τοῦ νόμου; ἄλλως  κολάζεται·  καὶ τοῦτο  ὁ Παῦλος δείκνυσιν·  Ὅσοι γὰρ ἀνόμως ἥμαρτον,  ἀνόμως  καὶ  ἀπολοῦνται.  Ἐπόρνευσέ τις  μετὰ  τὸν  νόμον;  χαλεπώτερα πείσεται· Ὅσοι γὰρ ἐν νόμῳ ἥμαρτον, φησὶ, διὰ νόμου κριθήσονται. Ἐπόρνευσέ τις ἱερεὺς ὤν; προσθήκην ἀπὸ τῆς ἀξίας εἰς τὴν τιμωρίαν  λαμβάνει μεγίστην. ∆ιὰ δὴ τοῦτο  αἱ  μὲν  ἄλλαι   ἀνῃροῦντο   πορνευόμεναι·  αἱ  δὲ  τῶν   ἱερέων   θυγατέρες κατεκαίοντο, τοῦ νομοθέτου ἐκ περιουσίας δηλοῦντος, ὅση τὸν ἱερέα μένει κόλασις τοῦτο ἁμαρτάνοντα. Εἰ γὰρ τὴν θυγατέρα μείζονα ἀπῄτησε δίκην διὰ τὸ ἱερέως εἶναι θυγατέρα, πολλῷ  μᾶλλον  αὐτὸν τὸν ἱερωμένον.  Ἐπορνεύθη τις βιαίως; αὕτη καὶ ἀπήλλακται  κολάσεως· ἐπορνεύθη  τις  πλουτοῦσα, ἑτέρα δὲ πενομένη;  πάλιν  καὶ ἐνταῦθα διαφορά. Καὶ τοῦτο δῆλον, ἀφ' ὧν ἔμπροσθεν εἰρήκαμεν περὶ τοῦ ∆αυΐδ. Ἐπόρνευσέ τις  μετὰ  τὴν  παρουσίαν  τοῦ  Χριστοῦ; ἂν  ἀμύητος  ἀπέλθῃ,  πάντων ἐκείνων χαλεπωτέραν  δώσει δίκην. Ἐπόρνευσέ τις μετὰ τὸ λουτρόν; ἐνταῦθα οὐδὲ παραμυθία λοιπὸν τῷ ἁμαρτήματι λείπεται. Καὶ τοῦτο αὐτὸ δηλῶν ὁ Παῦλος ἔλεγεν· Ἀθετήσας τις νόμον Μωϋσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶ καὶ τρισὶ μάρτυσιν ἀποθνήσκει· πόσῳ δοκεῖτε  χείρονος  ἀξιωθήσεται  τιμωρίας  ὁ τὸν  Υἱὸν τοῦ Θεοῦ καταπατήσας,  καὶ τὸ αἷμα τῆς  διαθήκης  κοινὸν  ἡγησάμενος,  καὶ τὴν  χάριν  τοῦ Πνεύματος  ἐνυβρίσας;  Ἐπόρνευσέ τις  ἱερωμένος  νῦν;  αὕτη  μάλιστα  πάντων  ἡ κορυφὴ  τῶν  κακῶν.  Εἶδες ἑνὸς  ἁμαρτήματος  πόσαι διαφοραί; Ἑτέρα ἡ πρὸ τοῦ νόμου, ἄλλη ἡ μετὰ τὸν νόμον, ἡ τοῦ ἱερωμένου ἄλλη, ἡ τῆς πλουτούσης καὶ τῆς πενομένης, τῆς κατηχουμένης καὶ τῆς πιστῆς, τῆς τοῦ ἱερέως. Καὶ ἀπὸ συνέσεως δὲ πολλὴ  ἡ  διαφορά· Ὁ γὰρ εἰδὼς  τὸ  θέλημα  τοῦ  Κυρίου  αὐτοῦ,  καὶ  μὴ  ποιήσας, δαρήσεται πολλάς.  Καὶ τὸ μετὰ τὰ παραδείγματα  ἁμαρτάνειν  πλείονα  φέρει  τὴν τιμωρίαν.  ∆ιὰ τοῦτό  φησιν· Ὑμεῖς δὲ οὐδὲ ἰδόντες  ὕστερον μετενοήσατε, καίτοι πολλῆς  ἀπολαύσαντες  θεραπείας.  ∆ιὰ  τοῦτο  καὶ  τὴν  Ἱερουσαλὴμ  τοῦτο ὀνειδίζει   λέγων·  Ποσάκις  ἠθέλησα  ἐπισυναγαγεῖν   τὰ   τέκνα   ὑμῶν,   καὶ   οὐκ ἠθελήσατε; Καὶ τὸ ἐν τρυφῇ ὄντας· τοῦτο δὴ τὸ τοῦ Λαζάρου. Καὶ ἀπὸ τοῦ τόπου δὲ χαλεπώτερον  τὸ ἁμάρτημα γίνεται· ὅπερ καὶ αὐτὸς δηλῶν ἔλεγε· Μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. Καὶ ἀπὸ τῆς ποιότητος  δὲ αὐτῶν  τῶν  πλημμελημάτων·  Οὐ θαυμαστὸν, ἐὰν  ἁλῷ  τις  κλέπτων·  καὶ πάλιν,  Ἔσφαξας τοὺς  υἱούς  σου καὶ τὰς θυγατέρας σου· τοῦτο ὑπὲρ πάσας τὰς πορνείας σου καὶ τὰ βδελύγματά σου. Καὶ ἀπὸ τῶν προσώπων πάλιν· Ἐὰν ἁμαρτὼν ἁμάρτῃ τις εἰς ἄνθρωπον, προσεύξονται περὶ αὐτοῦ· ἐὰν δὲ εἰς Θεὸν ἁμάρτῃ, τίς προσεύξεται περὶ αὐτοῦ; Καὶ ὅταν τοὺς πολλῷ χείρονάς τις ὑπερβαίνῃ τῇ ῥᾳθυμίᾳ· ὅπερ καὶ ἐν τῷ Ἰεζεκιὴλ ἐγκαλεῖ· Οὐδὲ κατὰ τὰ δικαιώματα  τῶν  ἐθνῶν  ἐποίησας. Καὶ ὅταν μηδὲ τοῖς ἑτέρων παραδείγμασι σωφρονισθῇ τις· Εἶδε τὴν ἀδελφὴν  αὐτῆς, φησὶ, καὶ ἐδικαίωσεν αὐτήν. Καὶ ὅταν πλείονος  ἀπολαύσῃ  ἐπιμελείας·  Εἰ γὰρ  ἐν  Τύρῳ, φησὶ,  καὶ  Σιδῶνι  ἐγένοντο  αἱ δυνάμεις αὗται, πάλαι ἂν μετενόησαν· πλὴν ἀνεκτότερον ἔσται Τύρῳ καὶ Σιδῶνι, ἢ τῇ   πόλει   ἐκείνῃ.   Εἶδες   ἀκρίβειαν   ἀπηρτισμένην,   καὶ   πάντας   τῶν   αὐτῶν ἁμαρτημάτων   οὐ   τὴν   αὐτὴν   διδόντας   δίκην;   Καὶ  γὰρ   ὅταν   μακροθυμίας ἀπολαύσαντες  μηδὲν  κερδάνωμεν,  χείρονα  πεισόμεθα. Καὶ τοῦτο  δηλοῖ  Παῦλος λέγων· Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργήν. Ταῦτ' οὖν εἰδότες, μὴ σκανδαλιζώμεθα, μηδὲ θορυβώμεθα μηδενὶ τῶν γινομένων,  μηδὲ τὴν τῶν λογισμῶν ἐπεισάγωμεν ζάλην· ἀλλὰ τῷ ἀκαταλήπτῳ τῆς τοῦ Θεοῦ προνοίας παραχωροῦντες, ἀρετῆς ἐπιμελώμεθα, καὶ φεύγωμεν κακίαν· ἵνα καὶ τῶν μελλόντων  ἐπιτύχωμεν  ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/


Read More ->>
 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Follow by Email

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Γίνεται Μέλος στο Ιστολόγιο

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |