ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 10/12/16

Τετάρτη, 12 Οκτωβρίου 2016

ΚΕΦΑΛΑΙΑ Αʹ - Δ΄

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος  47
Παλλαδίου  Επισκόπου Ελενουπόλεως περί Βἰου
Ιωάννου Χρυσοστόμου


Dialogus de vita Joannis Chrysostomi


ΚΕΦΑΛΑΙΟΝ  Αʹ

{Ο  ΕΠΙΣΚΟΠΟΣ.}  Τῶν  τοῦ  Θεοῦ δωρημάτων  τὰ  μέν  ἐστιν,  ὡς  ἔοικε,  κοινὰ  καὶ ἀμέριστα, κράτιστε ἀδελφὲ Θεόδωρε, τὰ δὲ κοινὰ καὶ μεριστά. τρίτα τούτων ἐστίν, ἃ οὔτε κοινὰ οὔτε μεριστὰ ἢ ἀμέριστα, ἀλλ' ἴδια κατ' ἐξαίρετον δεδομένα οἷς δίδοται.

{Ο  ∆ΙΑΚΟΝΟΣ.}  ∆εῦρο δὴ φράσον ἡμῖν  ἑκάστου γένους  τὴν  τάξιν· ἀπιθάνως  γὰρ προοιμιάσω.  {Ο  ΕΠΙΣΚ.}  Τὰ τῇ  φύσει  καλά,  ὧν  ἄνευ  τὸ  ζῆν  μιαρόν,  κοινὰ  καὶ ἀμέριστα. {Ο ∆ΙΑΚ.} Οἷον τί, πάτερ; {Ο ΕΠΙΣΚ.} Πρῶτον, ὁ τῶν ὅλων Θεός, ἅμα τῷ μονογενεῖ αὐτοῦ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, κοινός ἐστι καὶ ἀμέριστος· ἔξεστι γὰρ τῷ βουλομένῳ  παντὶ  ὅλον αὐτὸν λαβεῖν τῇ θεωρίᾳ,  πραγ μάτων  μὴ πειρώμενον.ἔπειτα μετὰ τὸν Θεὸν αἱ θεῖαι Γραφαὶ καὶ αἱ ὑπερκόσμιαι δυνάμεις.  πρὸς ταύταις οὐρανός, ἥλιος, σελήνη, καὶ σύμπας ὁ τῶν ἄστρων χορός, καὶ αὐτὸς ὁ ἀήρ, κοινὰ καὶ ἀμέριστα, ὅλα ὅλων.  μέχρι τούτων  ἡμῖν ἱστάσθω τῶν  ἀμερίστων τὸ γένος.  ἦν δέ ποτε καὶ ἡ γῆ κοινὴ καὶ ἀμέριστος ἅμα τοῖς τῶν ὑδάτων ῥείθροις· ἐξ οὗ δὲ ὁ τῆςπλεονεξίας οἶστρος ἐνεπετάσθη ταῖς τῶν φιληδόνων  ψυχαῖς, κατέστη τὰ βαρύτερα στοιχεῖα γῆς τε καὶ ὕδατος μεριστά.


Read More ->>

ΚΕΦΑΛΑΙΑ Εʹ - Ζ΄

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος  47
Παλλαδίου  Επισκόπου Ελενουπόλεως περί Βἰου
Ιωάννου Χρυσοστόμου


ΚΕΦΑΛΑΙΟΝ Εʹ

Ἰωάννης  οὗτος τὸ μὲν γένος ἦν Ἀντιοχεύς (κεκοίμηται δέ), υἱὸς γεγονὼς τῶν διαπρεψάντων εὐγενῶς παρὰ τῇ τάξει τοῦ στρατηλάτου τῆς Συρίας, τεχθεὶς πρὸς ἀδελφῇ τῷ πατρί. δεξιωτέρας δὲ ὑπάρχων γνώμης ἐξησκήθη τοῖς λόγοις πρὸς διακονίαν τῶν θείων λογίων.  ἐκεῖθεν ὀκτωκαιδέκατον ἔτος ἄγων τὴν τοῦ σώματος ἡλικίαν, ἀφηνίασεν τοὺς σοφιστὰς τῶν λεξυ δρίων· ἀνδρυνθεὶς δὲ τὴν φρένα, ἤρα τῶν ἱερῶν μαθημάτων. ἦρχεν δὲ τὸ κατ' ἐκεῖνο καιροῦ τῆς κατὰ Ἀντιόχειαν  ἐκκλησίας ὁ μακάριος Μελέτιος ὁ ὁμολογητής, τὸ γένος Ἀρμένιος· ὃς προσσχὼν εὐφυῆ τὸν νεανίσκον ἐπέτρεπεν αὐτῷ συνεχῶς πλη σιάζειν, ἐρασθεὶς τοῦ κάλλους τῆς τούτου καρδίας, προφητικῷ ὄμματι προορῶν τοῦ νεανίσκου τὴν ἔκβασιν. ὡς δὲ παρήδρευσε, μυσταγωγηθεὶς τὴν τοῦ "λουτροῦ παλιγγενεσίαν,"  ἀμφὶ τὰ τρία ἔτη, προάγεται ἀναγνώστης.  νυττόμενος  δὲ ὑπὸ τοῦ συνειδότος μὴ ἀρκεῖσθαι τοῖς ἐν τῇ πόλει πόνοις, 


Read More ->>

ΚΕΦΑΛΑΙΑ Ηʹ - Ι΄

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος  47
Παλλαδίου  Επισκόπου Ελενουπόλεως περί Βἰου
Ιωάννου Χρυσοστόμου


ΚΕΦΑΛΑΙΟΝ  Ηʹ

Λαβὼν τὴν ἐπιστολὴν ὁ Ἰωάννης καὶ ἀναγνούς,  ταύτην μὲν ἔσχεν παρ' ἑαυτῷ, τοῖς δὲ ἀσκηταῖς ἀμφοτέρων  τῶν  μερῶν  διελέχθη  τὰ πρὸς εἰρήνην.  ἀκούσαντα δὲ ἀμφότερα τὰ μέρη ἐτραχύνθη,  τὸ μὲν ὡς τετυραννημένον,  τὸ δὲ ὡς οὐκ ἔχον ἄνευ Θεοφίλου τὴν τῆς εἰρήνης ἐξουσίαν, διὰ τὸ καὶ κατὰ κέλευσιν αὐτοῦ ἐπιδεδωκέναι τὰς τῆς συκοφαντίας δεήσεις. οὕτως ὁ Ἰωάννης δοὺς αὐτοῖς ἀπόκρισιν ἀπέλυσεν τῆς ἑαυτοῦ διανοίας.  πρὸς τούτοις  ἀναχωρήσαντες  οἱ μοναχοὶ  τοῦ μέρους τοῦ ἠδικη μένου, συντάσσουσι πολυστίχους δεήσεις, ἐγγράψαντες κατὰ μὲν τῶν μοναχῶν  ὡς συκοφαντῶν,  κατὰ δὲ Θεοφίλου τὰ Θεο φίλου–ἵνα  μὴ ἄλλως  εἴπω  τοσαῦτα ὅσα ἕκαστος οἶδεν. καὶ ἐντευξάμενοι τοῖς αὐγούστοις προσέρχονται ἐν τῷ μαρτυρίῳ τοῦ ἁγίου Ἰωάννου  τῇ βασιλίσσῃ δεηθέντες,  τῶν  μὲν ἀντιδίκων  μοναχῶν  τὴν δέησιν παρὰ τοῖς  ἐπάρχοις  γυμνασθῆναι,  τὸν  δὲ Θεόφιλον  παραστάντα  καὶ  ἄκοντα  ἐπὶ Ἰωάννου  κριθῆναι.  ἐπράχθη ἡ δέησις ἔχουσα τὴν ἀπόφασιν τήνδε·

Read More ->>

ΚΕΦΑΛΑΙΑ ΙΑʹ - ΙΕ΄

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος  47
Παλλαδίου  Επισκόπου Ελενουπόλεως περί Βἰου
Ιωάννου Χρυσοστόμου


ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ

{Ο ∆ΙΑΚ.} Εἶτα, πάτερ, τούτων οὕτως ἀνυομένων,  ποῦ διέ τριβεν ὁ μακάριος  Ἰωάννης  ἢ  οἱ  λοιποὶ  τῶν  ἐπισκόπων;  {Ο  ΕΠΙΣΚ.}  Οἱ μὲν  λοιποὶ  τῶν ἐπισκόπων,  οἱ μὲν  συνε κλείοντο,  οἱ δὲ καὶ ἐσύροντο,  ἄλλοι  δὲ καὶ ἐκρύβησαν· Ἰωάννης  δὲ σὺν Κυριακῷ καὶ Εὐλυσίῳ παρὰ στρατιωτῶν  τοῦ ἐπάρχου δέσμιοι εἰς Βιθυνίαν κατείχοντο κόλασιν ἀπειλούμενοι ἐπὶ τῇ ἐμπρήσει τῆς ἐκκλησίας. ὕστερον δὲ ὁ μὲν Κυριακὸς καὶ Εὐλύσιος δέσμιοι ἀχθέντες ἅμα λοιποῖς κληρικοῖς, ἀθῷοι ἀπο φανθέντες  ἀπελύθησαν·  ὁ  δὲ  ἅγιος  Ἰωάννης  πρὸς  ταῖς  λοιπαῖς  παῤῥησίαις καὶ ταύτην τελευτείαν αὐτοῖς ἀπέστειλεν, εἰπών· "Εἰ καὶ ἐν τοῖς ἄλλοις οὐ δεδώκατέ μοι χώραν ἀπολογίας,  κἂν γοῦν εἰς τὰ κατὰ τὴν ἐκκλησίαν ἀκουσθῶ, εἴ γε αἴτιος, ὥς φατε,   γέγονα   τῆς  καύσεως." 


Read More ->>

ΚΕΦΑΛΑΙΑ Ιςʹ - ΙΘ΄

0 σχόλια

Ιωάννης Χρυσόστομος
Τόμος  47
Παλλαδίου  Επισκόπου Ελενουπόλεως περί Βἰου
Ιωάννου Χρυσοστόμου



ΚΕΦΑΛΑΙΟΝ Ιςʹ


{Ο ∆ΙΑΚ.} Σύγγνωθί μοι, πάτερ, ὑπερβαίνει μέθην καὶ μανίαν καὶ παίγνιον τὰ τοιαῦτα. οἱ μὲν γὰρ μαινόμενοι καὶ μέθυσοι καὶ οἱ παῖδες, οἱ μὲν μετὰ τὴν νῆψιν,  οἱ δὲ μετὰ τὴν πέψιν, οἱ δ' ἄλλοι μετὰ τὴν ἔννομον ἡλικίαν ἀρνοῦνται, ἐπαισχυνόμενοι τοῖς αἰσχρῶς ἢ ἀτάκτως γεγενημένοις   ἢ  λελεγμένοις·   οὗτοι  δὲ  ἐν  ἡλικίᾳ   τελείᾳ   καὶ  δοκούσῃ  νήψει δεδρακότες, οὐ μόνον οὐ μεταμελοῦνται ἐπὶ τοῖς πραχθεῖσιν, ἀλλ' ἔτι εὔχονται ἀσά λευτον καὶ βεβαίαν διαμεῖναι τὴν ἑαυτῶν κακοπραγίαν. οἱ γὰρ μὴ φρίξαντες Εὐαγγέλιον ἐπιθεῖναι ἐναγεῖ κεφαλῇ,  εἰς ἣν γυναι κῶν αἱ ἀνήμεροι ἐπωρχήσαντο, τίσιν ἄλλοις συναριθμήσονται,  ἢ τοῖς τὸν ἀκάνθινον  στέφανον  τῷ Υἱῷ τοῦ Θεοῦ περιθεῖσιν;  αὐτὸς  δὲ  εἰ  οἶσθα  τὸν   τρόπον   τῆς  καταστάσεως  Πορφυρίου  τοῦ Ἀντιοχέων,  ἢ τοὺς καταστήσαντας, ἢ τὸν πάλαι τοῦ ἀνθρώπου  βίον, εἰ ἄσημος ἢ ἐπίσημος, τά τε δόγματα, εἰ ἀληθῆ ἢ ψευδῆ, ἀπάγγειλον  ἡμῖν· ἐπειδὴ μάλιστα καὶ γεγράφηκεν  τῇ  ἐκκλησίᾳ Ῥωμαίων,  καὶ ἀντιγράφων  οὐκ ἠξιώθη.

Read More ->>

ΚΕΦΑΛΑΙΟΝ Κʹ

0 σχόλια


Ιωάννης Χρυσόστομος
Τόμος  47
Παλλαδίου  Επισκόπου Ελενουπόλεως περί Βἰου
Ιωάννου Χρυσοστόμου


ΚΕΦΑΛΑΙΟΝ  Κʹ


{Ο  ∆ΙΑΚ.} Οὕτω πεπληροφορημένως   ἔχω,  ὡς  αὐτὸς  παρὼν  ἐν  τοῖς  τόποις.  ἱκανὸν  ἔστω  δέ  σοι τεκμήριον τῆς ἐμῆς πεισμονῆς ἡ προσοχὴ τῶν  λεχθέντων,  ὧν ἔναυλον  ἔχων  τὴν μνήμην,  ἴσως  καὶ  γραφῇ  παραδώσω  ἐν  δέρματι  ἀκμαίῳ,  μέλανι  ἐγχαράξας,  εἰς μνήμην τῆς ἡμῶν γενεᾶς καὶ ὠφέλειαν  τῶν ἐπισκοπῆς ὀρεγο μένων,  ἵνα γένωνται κατὰ τὸν ἅγιον Ἰωάννην,  ἢ καθ' ὑμᾶς τοὺς ὑπὲρ ἀληθείας τὴν ὁδὸν τῶν μαρτύρων ἐζηλωκότας,  ἢ  παύσωνται  τοῦ  βάρους ὑπὲρ  τὴν  αὐτῶν  ἡλικίαν  βαστάζειν,  τὸν λαϊκὸν καὶ ἀκίνδυνον  ἀσπαζόμενοι βίον. ἄμεινον γὰρ παρ' ἐμπείροις κυβερ νήταις τὸ ναῦλον δόντας, ἐπιβάτας γενομένους διασωθῆναι, ἢ κυ βερνήτου τόπον ἀναλαβόντας,  ὑποβρύχιον τὸ σκάφος τῷ φορτίῳ συναπολέσαι. ἀφηγησάμενος οὖν τὰ κατὰ τὸν  μακάριον Ἰωάννην,   πῶς  τε ἐξήσκησεν καὶ ὅπως  διέπρεψεν  ἐν ταῖς ἐκκλησίαις, τῇ τε Ἀντιοχέων καὶ τῇ Κωνσταντινουπολιτῶν, καὶ ὅπως ἤχθη καὶ ὅπως συνεσκευάσθη καὶ πάντα τὰ διὰ μέσου πικρά, ἃ παρὰ τῶν πλημμελῶν  φιλοπόνως γεγεώργηται,   εἰπών   τε  τὰ  κατὰ  τὸν   Πορφύριον  καὶ  τὸν   Ἐφέσου  εὐνοῦχον, ἀπάγγειλον   ἡμῖν   τὰ   λείποντα.    τίνες   τε   ἐν   φυλακῇ   ἐτελεύτησαν; 


Read More ->>

Οὐδέποτε ἀφ' ἑαυτοῦ ποιεῖ ὁ Υἱὸς οὐδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα

0 σχόλια
JOHN

Ιωάννης Χρυσόστομος Τόμος 56


32.Ομιλία εν τῇ μεγάλῃ ἐκκλησίᾳ, προειρηκότος  ἐπισκόπου  ὀλίγα εἰς τὸ Εὐαγγέλιον, εἰς τὸ, Οὐδέποτε ἀφ' ἑαυτοῦ ποιεῖ ὁ Υἱὸς οὐδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα

αʹ. Ὢ τῆς  βίας,    τῆς  τυραννίδος.  Πεπληρωμένην  τὴν  φιάλην  ἔχων  ὁ διδάσκαλος προειρηκὼς, ἄκροις τοῖς  χείλεσιν  γεύσασθαι ἡμᾶς ἐπήγαγε  τὸ πόμα· τοῦτο δὲ πεποίηκεν,  οὐ δι' ἔνδειαν  διδασκαλίας· καὶ γὰρ καὶ πηγῆς οὐκ ἔλαττον βρύειν εἴωθεν· ἀλλ', ὥσπερ ἔφθην εἰπὼν, τῆς ὑμετέρας ἀγάπης φανερῶν τὴν τυραννίδα,  ἢν  περὶ  τὴν  ἡμετέραν  σμικρότητα  ἐπιδείκνυσθαι  μεμελετήκατε·  διὰ τοῦτο  ταχέως   ἐσίγησεν,  καὶ  τὸν  λόγον   κατέκλεισε,  τῇ  ἐπιθυμίᾳ   τῇ  ὑμετέρᾳ χαρίσασθαι βουλόμενος, καὶ ὁλοκλήρου τοῦ ὀφλήματος ἡμᾶς ὑπευθύνους καθιστάς. Ἐπεὶ οὖν καὶ αὐτὸς ἡμῖν τῷ λόγῳ παρεχώρησεν, καὶ ὑμᾶς ἐκκρεμαμένους ὁρῶ τῆς γλώττης  τῆς  ἡμετέρας, ἀνάγκη  λοιπὸν  ἀποδύσασθαι πρὸς τὰ  παλαίσματα· ἀλλὰ συνάρασθέ μοι, καὶ χεῖρα ὀρέξατε, ταῖς εὐχαῖς διεγείροντες ἡμῶν τὴν γλῶσσαν, καὶ τῇ συνέσει τῆς ἀκροάσεως εὔκολον ἐργαζόμενοι τὴν διδασκαλίαν.
Ἐπεὶ  καὶ    προφήτης  οὐ  θαυμαστὸν  ζητεῖ  μόνον  σύμβουλον,  ἀλλὰ  καὶ συνετὸν ἀκροατήν. Οὐ γὰρ ὁ τυχὼν  ἡμῖν ἀγὼν  πρόκειται σήμερον, ἀλλὰ πολλῶν δεόμενος εὐχῶν,  πολλῆς δὲ ἀγρυπνίας  τῆς τῶν  ἀκροωμένων,  πολλῆς δὲ σπουδῆς τοῦ  λέγοντος,  ἵνα  καὶ  λεχθῇ  μετὰ  ἀκριβείας  τὰ  λεγόμενα,  καὶ  φυτευθῇ  μετὰ ἀσφαλείας  ἐν τῇ διανοίᾳ  τῆς ὑμετέρας ἀγάπης.


Read More ->>

Ομιλία εἰς τὸν Μελχισεδέκ.

0 σχόλια

john

Ιωάννης Χρυσόστομος Τόμος 56

33. Ομιλία εἰς τὸν Μελχισεδέκ.


αʹ. Ἀποστολικὴν  ὑμῖν  σήμερον  βούλομαι  παραθεῖναι  τράπεζαν,  καὶ  πρὸς  τὸ πέλαγος τῆς Παύλου φωνῆς διατεῖναι τὸν λόγον παρασκευάζομαι. Ἀλλὰ τί πάθω; Ὀκνῶ καὶ  δέδοικα  μήποτε  τὸν  λιμένα  ἐξελθόντες,  καὶ  πρὸς τὸ βάθος  καταντήσαντες  τῶν ἀποστολικῶν  νοημάτων  ἰλιγγιάσωμεν,  ὅπερ πάσχουσιν οἱ τῶν πλωτήρων  ἀήθεις. Καὶ γὰρ ἐκεῖνοι ἐπειδὰν τὴν γῆν ἀφέντες, ἐξ ἑκατέρου μέρους τῆς νηὸς πέλαγος ἴδωσιν, καὶ οὐδὲν ἕτερον ἢ θάλατταν καὶ οὐρανὸν, σκοτοδινίᾳ κατέχονται, καὶ περιφέρεσθαι αὐτοῖς τὸ πλοῖον κύκλῳ νομίζουσι μετὰ τῆς θαλάττης. Ἀλλ' οὐ παρὰ τὴν φύσιν τῆς θαλάττης, ἀλλὰ παρὰ τὴν ἀπειρίαν  τῶν πλούντων  οἱ ἴλιγγοι  γίνονται.  Ἕτεροι οὖν τῶν ναυτῶν γυμνοῖς τοῖς σώμασιν ἐκκυβιστῶσι κατὰ τῶν κυμάτων, καὶ οὐδὲν πάσχουσί τι τοιοῦτον· ἀλλὰ πρὸς τὸ βάθος καταβάντες αὐτὸ, τῶν ἐν ἐδάφει καθημένων ἀσφαλέστερον διατρίβουσι, καὶ τῷ στόματι, καὶ τοῖς ὀφθαλμοῖς,  καὶ παντὶ  τῷ σώματι δεχόμενοι  τὴν ἅλμην, οὐ δυσχεραίνουσιν. Τοσοῦτόν ἐστι μᾶλλον  καὶ τοιοῦτον  ἀπειρία κακόν. Οὕτως αὕτη καὶ τῶν  φοβερῶν  καταφρονεῖν  πείθει· ἐκείνη δὲ καὶ τὰ ἀσφαλῆ ὑποπτεύειν  καὶ δεδοικέναι παρασκευάζει.

Read More ->>

Ομιλία πρὸς τοὺς καταλείψαντας τὴν ἐκκλησίαν καὶ αὐτομολήσαντας πρὸς τὰς ἱπποδρομίας

0 σχόλια

JOHN

Ιωάννης Χρυσόστομος Τόμος 56

34.  Ομιλία πρὸς τοὺς καταλείψαντας τὴν ἐκκλησίαν καὶ αὐτομολήσαντας πρὸς τὰς ἱπποδρομίας καὶ τὰ θέατρα.

αʹ. Ταῦτα ἀνεκτά;  ταῦτα  φορητά;  Ὑμῖν  γὰρ  αὐτοῖς  καθ'  ὑμῶν  ἐντυχεῖν βούλομαι. Οὕτω καὶ ὁ Θεὸς ἐποίησε τοῖς Ἑβραίοις· αὐτοῖς γὰρ κατ' αὐτῶν ἐντυγχάνων  ἔλεγε· Λαός μου, τί ἐποίησά σοι, καὶ τί ἐλύπησά σε, ἢ τί παρηνώχλησά σοι; ἀποκρίθητί μοι. Καὶ πάλιν· Τί εὕροσαν οἱ πατέρες ὑμῶν ἐν ἐμοὶ πλημμέλημα; Τοῦτον  δὴ καὶ ἐγὼ  μιμήσομαι, καὶ ἐρῶ πρὸς ὑμᾶς πάλιν·  Ταῦτα ἀνεκτά;  ταῦτα φορητά; Μετὰ μακροὺς διαύλους λόγων, καὶ τοσαύτην διδασκαλίαν, καταλιπόντες ἡμᾶς τινες, πρὸς τὴν θεωρίαν τῶν ἁμιλλητηρίων  ἵππων  ηὐτομόλησαν, καὶ οὕτως ἐξεβακχεύθησαν, ὥστε πᾶσαν τὴν πόλιν  ἐμπλῆσαι βοῆς καὶ κραυγῆς ἀτάκτου, καὶ πολὺν  γέλωτα,  μᾶλλον  δὲ θρῆνον  φερούσης. Ἐγὼ οὖν οἴκοι καθήμενος, καὶ τῆς φωνῆς ἀκούων ἐκρηγνυμένης, τῶν κλυδωνιζομένων  χαλεπώτερον ἔπασχον. Ὥσπερ γὰρ ἐκεῖνοι, τῶν κυμάτων τοῖς τοίχοις τῆς νηὸς προσρηγνυμένων, περὶ τῶν ἐσχάτων κινδυνεύοντες  δεδοίκασιν· οὕτω καὶ ἐμοὶ χαλεπώτεραι αἱ κραυγαὶ προσεῤῥήγνυντο ἐκεῖναι, καὶ εἰς τὴν γῆν ἔκυπτον καὶ ἐνεκαλυπτόμην· τῶν μὲν ἄνω τοιαῦτα ἀσχημονούντων,  τῶν δὲ κάτω ἐν μέσῃ τῇ ἀγορᾷ ἡνιόχους κροτούντων, καὶ χαλεπώτερα ἐκείνων βοώντων.

Read More ->>

Τοῦτο δὲ γινώσκετε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἔσονται καιροὶ χαλεποί.

0 σχόλια


Ιωάννης Χρυσόστομος Τόμος  56

35.  Ομιλία εἰς τὸ ἀποστολικὸν ῥητὸν τὸ λέγον· Τοῦτο δὲ γινώσκετε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἔσονται καιροὶ χαλεποί.
αʹ. Ἀσθενὴς μέν εἰμι καὶ πτωχὸς, καὶ διδασκαλικῶν ἄπειρος λόγων· ἀλλ' ὅταν ἴδω τὸν ὑμέτερον σύλλογον, ἐπιλανθάνομαι  τῆς ἀσθενείας, ἀγνοῶ  τὴν πτωχείαν, οὐκ οἶδα τὴν ἀπειρίαν· τοιαύτη γὰρ τῆς ὑμετέρας ἀγάπης ἡ τυραννίς. ∆ιὸ καὶ τῶν ἐν εὐπορίᾳ καθεστώτων  προθυμό τερον ὑμῖν τὴν τῆς πτωχείας παρατίθημι τράπεζαν. Ταύτης δὲ ὑμεῖς αἴτιοι τῆς μεγαλοψυχίας, τῇ προθυμίᾳ τῆς ἀκροάσεως τοὺς ἀναπεπτωκότας  διεγείροντες, πρὸς τὴν ἀκρόασιν κεχηνότες, καὶ τῆς τοῦ λέγοντος ἐκκρε μάμενοι γλώττης. Οὕτω καὶ νεοσσοὶ χελιδόνων, ἐπειδὰν ἴδωσι προσιπταμένην τὴν μητέρα, τῆς καλιᾶς προκύ ψαντες καὶ τοὺς αὐχένας ποιήσαντες ἐκκρεμεῖς, οὕτω δέχονται τὴν παρ' ἐκείνης τροφήν.Οὕτω καὶ ὑμεῖς μετὰ πολλῆς τῆς προθυμίας πρὸς τὸν λέγοντα βλέποντες, δέ χεσθε τὴν  ἀπὸ τῆς  γλώττης  κομιζομένην  ὑμῖν  διά λεξιν,  καὶ πρὶν  ἢ τὰ ῥήματα ἐκπηδῆσαι τοῦ στόματος ἡμῶν, ἥρπασεν ἡ διάνοια τὰ λεγόμενα. Τίς οὖν οὐκ ἂν καὶ ὑμᾶς καὶ ἡμᾶς ἐπὶ τούτοις μακαρίσειεν, ὅτι λέγο μεν Εἰς ὦτα ἀκουόντων; Κοινὸς ὁ πόνος, κοινὸς καὶ ὁ στέφανος· κοινὸν τὸ κέρδος, κοινὸς καὶ ὁ μισθός. ∆ιὰ τοῦ το καὶ ὁ Χριστὸς ἐμακάρισε τοὺς  μαθητὰς  λέγων· 

Read More ->>
 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Follow by Email

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Γίνεται Μέλος στο Ιστολόγιο

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |