ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 10/05/16

Τετάρτη, 5 Οκτωβρίου 2016

Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέ με ὁ Θεὸς τῆς δικαιοσύνης μου.

0 σχόλια


Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς 
ΕΙΣ ΤΟΝ ∆ʹ ΨΑΛΜΟΝ.

Ἐν τῷ ἐπικαλεῖσθαί  με εἰσήκουσέ με ὁ Θεὸς τῆς δικαιοσύνης  μου.


αʹ. Οὐχ ἵνα ἁπλῶς μάθωμεν, ὅτι ἠκούσθη, ταῦτα φθέγγεται ὁ Προφήτης· ἀλλ' ἵνα παιδευθῶμεν  πῶς καὶ αὐτοὶ καλοῦντες τὸν Θεὸν ἀκουσθῆναι δυνησόμεθα ταχέως, καὶ πρὸ τοῦ τέλους τῆς εὐχῆς τὴν αἴτησιν λαβεῖν. Οὐ γὰρ εἶπε, Μετὰ τὸ ἐπικαλέσασθαί με εἰσήκουσέ μου, ἀλλ', Ἐν τῷ ἐπικαλεῖσθαί με. Καὶ γὰρ καὶ αὐτοῦ τοῦ Θεοῦ τοιαύτη τίς ἐστιν ὑπόσχεσις λέγοντός  που πρὸς τὸν ἐπικαλούμενον·  Ἔτι λαλοῦντός  σου ἐρῶ· Ἰδοὺ πάρειμι. Οὐ γὰρ δὴ ῥημάτων  πλῆθος πείθειν  τὸν Θεὸν εἴωθεν,  ἀλλὰ καθαρὰ ψυχὴ καὶ ἔργων  ἀγαθῶν ἐπίδειξις.  Πρὸς γοῦν  τοὺς  ἐν  πονηρίᾳ  μὲν  ζῶντας,  προσδοκῶντας  δὲ τῷ  μήκει  τῶν ῥημάτων δυσωπεῖν αὐτὸν, ὅρα τί φησιν. Ὅταν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν. Ἐὰν ἐκτείνητε  τὰς χεῖρας, ἀποστρέψω τοὺς ὀφθαλμούς  μου ἀφ' ὑμῶν. 

Read More ->>

Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.

0 σχόλια


Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς 

ΕΙΣ ΤΟΝ ςʹ ΨΑΛΜΟΝ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.

αʹ. Ὅταν ἀκούσῃς θυμὸν  καὶ ὀργὴν ἐπὶ Θεοῦ, μηδὲν ἀνθρώπινον ὑποπτεύσῃς·συγκαταβάσεως γάρ ἐστι τὰ ῥήματα. Καὶ γὰρ τὸ Θεῖον ἁπάντων  τούτων  ἀπήλλακται.∆ιαλέγεται  δὲ οὕτως, ὥστε καθάψασθαι τῆς τῶν  παχυτέρων  διανοίας.  Ἐπεὶ καὶ ἡμεῖς ὅταν   βαρβάροις  διαλεγώμεθα,   τῇ   ἐκείνων   χρώμεθα   γλώττῃ·   κἂν   πρὸς  παιδίον φθεγγώμεθα, συμψελλίζομεν, κἂν μυριάκις ὦμεν σοφοὶ, πρὸς τὴν ἐκείνου συγκαταβαίνομεν ταπεινότητα. Καὶ τί θαυμαστὸν εἰ ῥήμασι τοῦτο ποιοῦμεν, ὅπου γε καὶ ἐν  πράγμασι,  καὶ  χεῖρας  δάκνοντες,  καὶ  θυμὸν  ὑποκρινόμενοι,  ὥστε  διορθῶσαι  τὸ παιδίον;  Οὕτω  δὴ  καὶ    Θεὸς καθάψασθαι  τῶν  παχυτέρων   βουλόμενος,  τοιούτοις κέχρηται  ῥήμασιν. Οὐ γὰρ πρὸς τὴν  ἀξίαν  τὴν  ἑαυτοῦ φθέγγεσθαι  ἐσπούδαζεν, ἀλλὰ πρὸς  τὴν  ὠφέλειαν   τῶν  ἀκουόντων.  Ἐπεὶ καὶ  τὸ  ἀόργητον  αὐτοῦ  ἀλλαχοῦ  πάλιν δεικνὺς, ἔλεγε· Μὴ ἐμὲ αὐτοὶ παροργίζουσι, οὐχὶ δὲ ἑαυτούς; 

Read More ->>

«Εἰς τὸ τέλος ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ, ψαλμὸς τῷ ∆αυΐδ.»

0 σχόλια


Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς  
ΕΙΣ ΤΟΝ Θʹ ΨΑΛΜΟΝ.«Εἰς τὸ τέλος ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ, ψαλμὸς τῷ ∆αυΐδ.» Ἄλλος, «Ἐπινίκιον ὑπὲρ τοῦ θανάτου  τοῦ υἱοῦ, ᾆσμα τῷ ∆αυΐδ.» Ἄλλος, «Νεανιότητος  τοῦ υἱοῦ.» Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου.

αʹ. Μακρὸς οὗτος ὁ ψαλμός. Καὶ τοῦτο δὲ τῆς σοφίας τοῦ Πνεύματος. Οὔτε γὰρ πάντας βραχεῖς ἐποίησεν, οὔτε πάντας εἰς μῆκος ἐξήγαγεν, ἀλλ' ἐποίκιλε καὶ τῷ μέτρῳ τὸ βιβλίον,  τῷ μὲν μήκει διεγείρων  τὴν ῥᾳθυμίαν, τῇ δὲ βραχύτητι  διαναπαύων  τὸν κάματον.  Ἐξομολογήσομαί  σοι,  Κύριε, ἐν  ὅλῃ  καρδίᾳ  μου,  διηγήσομαι  πάντα  τὰ θαυμάσιά σου. ∆ιπλοῦν τὸ τῆς ἐξομολογήσεως εἶδός ἐστιν. Ἢ γὰρ τῶν οἰκείων ἁμαρτημάτων  ἐστὶ κατάγνωσις, ἢ εὐχαριστία εἰς τὸν Θεόν. Ἐνταῦθα μέντοι τὴν εὐχαριστίαν  δηλοῖ.  Τί δέ ἐστιν, Ἐν ὅλῃ  καρδίᾳ  μου; Μετὰ προθυμίας  ἁπάσης, μετὰ σπουδῆς, φησίν. Οὐχ ὑπὲρ εὐημερίας, ἀλλὰ καὶ ἐπὶ τοῖς ἐναντίοις.  Τοῦτο γὰρ μάλιστα εὐχαρίστου,  τοῦτο  φιλοσόφου  ψυχῆς,  τὸ καὶ ἐν  τοῖς  λυπηροῖς  εὐχαριστεῖν,  τὸ ὑπὲρ ἁπάντων δοξάζειν, μὴ μόνον ὑπὲρ τῶν εὐεργεσιῶν, ἀλλὰ καὶ ὑπὲρ τῶν τιμωριῶν. Τοῦτο γὰρ   πλείονος   μισθοῦ   πρόξενον.    

Read More ->>

ΕΙΣ ΤΟΝ ΙΑʹ ΨΑΛΜΟΝ.Εἰς τὸ τέλος ὑπὲρ τῆς ὀγδόης.

0 σχόλια


Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς 

ΕΙΣ ΤΟΝ ΙΑʹ ΨΑΛΜΟΝ.Εἰς τὸ τέλος ὑπὲρ τῆς ὀγδόης. Ἄλλος, Τῷ νι κοποιῷ ὑπὲρ τῆς ὀγδόης Ὁ δὲ Ἑβραῖος, Ἀσεμινὶθ, φησί. Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν  ὅσιος, ὅτι ὠλιγώ θησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων. Ἄλλος, Ὅτι ἐπεράνθησαν πιστοὶ ἀπὸ υἱῶν ἀνθρώπων.

αʹ. ∆ύσκολον μὲν ἀρετὴ, καὶ δυσκατόρθωτον καὶ καθ' ἑαυτὸ, μάλιστα δὲ, ὅταν ἐν σπάνει τῶν ἀγαθῶν ἀνδρῶν ὁ ἐργαζόμενος ᾖ. Καθάπερ γὰρ φέρει μὲν ὁδοιπορία πόνον, πολλῷ   δὲ  πλέον   ὅταν  μόνος    ὁδοιπόρος  ᾖ,  καὶ  μηδένα  τὸν  κοινωνοῦντα  τῆς ὁδοιπορίας  ἔχῃ·  οὕτω  δὴ  καὶ  ἐνταῦθα.  Οὐδὲ  γὰρ  μικρὸν  ἀδελφῶν   κοινωνία   καὶ παράκλησις. ∆ιὸ καὶ Παῦλός φησι· Κατανοοῦντες ἑαυτοὺς εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν   ἔργων.   ∆ιὰ  δὴ  τοῦτο  μάλιστα  τοὺς  παλαιοὺς   μακαρίζειν   ἄξιον,  οὐχ  ὅτι κατώρθωσαν ἀρετὴν, ἀλλ' ὅτι καὶ αὐχμοῦ πολλοῦ τῆς ἀρετῆς ὄντος, καὶ τῶν κατορθούντων  οὐδαμοῦ φαινομένων.


Read More ->>

ΕΙΣ ΤΟΝ ΜΓʹ ΨΑΛΜΟΝ.Τῷ νικοποιῷ τοῖς υἱοῖς Κορέ.

0 σχόλια


Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς 

ΕΙΣ ΤΟΝ ΜΓʹ ΨΑΛΜΟΝ.Τῷ νικοποιῷ  τοῖς υἱοῖς Κορέ. Ὁ Θεὸς ἡμῶν, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν, οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν ἔργον ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν,  ἐν ἡμέραις ἀρχαίαις. Ἄλλος ἑρμηνευτής φησιν, Ἐν ἡμέραις ταῖς πρίν. Ἄλλος, Ταῖς ἀρχῆθεν.

αʹ. Τὸν ψαλμὸν τοῦτον λέγει μὲν ὁ Προφήτης· λέγει δὲ οὐκ ἐκ προσώπου οἰκείου, ἀλλ' ἐκ προσώπου τῶν Μακκαβαίων, τὰ ἐν ἐκείνῳ τῷ χρόνῳ ἐσόμενα διηγούμενος καὶ προαναφωνῶν. Τοιοῦτοι γὰρ οἱ προφῆται· ἅπαντας  περιτρέχουσι  τοὺς χρόνους,  τοὺς παρελθόντας,  τοὺς παρόντας,  τοὺς  μέλλοντας.  Τίνες δὲ οὗτοι  οἱ Μακκαβαῖοι, καὶ τί πεπόνθασι, καὶ τί κατώρθωσαν, ἀναγκαῖον  πρῶτον εἰπεῖν, ὥστε καὶ τῆς ὑποθέσεως τὰ λεγόμενα γενέσθαι σαφέστερα. Οὗτοι γὰρ, ἐπελθόντος  Ἀντιόχου τοῦ λεγομένου Ἐπιφανοῦς, καὶ πάντα διαφθείραντος,  καὶ πολλοὺς τῶν τότε βιασαμένου τὴν πολιτείαν ἐξορχήσασθαι  τὴν  πατρῴαν,  διέμειναν   οὐδὲν  ὑπὸ  τῶν  πειρασμῶν  παραβλαβέντες ἐκείνων·  καὶ ὅτε μὲν βαρὺς ὁ πόλεμος ἔπνει, καὶ οὐδὲν πλέον  ἐργάσασθαι ἠδύναντο,
 ἔκρυπτον ἑαυτούς. Ἐπεὶ καὶ οἱ ἀπόστολοι τοῦτο ἐποίουν. 

Read More ->>

ΕΙΣ ΤΟΝ ΜΕʹ ΨΑΛΜΟΝ.Εἰς τὸ τέλος ὑπὲρ τῶν υἱῶν Κορὲ,

0 σχόλια


Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς  
ΕΙΣ ΤΟΝ Μ∆ʹ ΨΑΛΜΟΝ.Ἐπινίκιος ὑπὲρ τῶν ἀνθῶν  τῶν υἱῶν Κορέ. Ἄλλος, Τῷ νικοποιῷ  ἐπὶ τοῖς κρίνοις τῶν υἱῶν Κορέ. Ὁ δὲ Ἑβραῖος ἀντὶ τοῦ, Κρίνοις, Ἀλ σω σανεὶμ, λέγει· Συνέσεως ᾆσμα εἰς τὸν ἀγαπητόν.  Ἄλλος,  Ἐπιστήμονος  ᾆσμα πρὸς  φιλίας.  Ἄλλος,  Τοῖς ἠγαπημένοις·  ὁ δὲ Ἑβραῖος, Ἰδοθὼθ, φησίν. Οἱ δὲ Ἑβδομήκοντα, Εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων τοῖς υἱοῖς Κορὲ, εἰς σύνεσιν, ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. Ἄλλος, Ἐξείρπυσεν. Ἄλλος, Ἐκινήθη ἡ καρδία μου λόγῳ ἀγαθῷ.

αʹ. Ἐβουλόμην παρεῖναι νυνὶ  Ἰουδαίους ἅπαντας  καὶ Ἕλληνας, καὶ τὸ βιβλίον τοῦτο παρὰ Ἰουδαίων λαβὼν, οὕτως ἀναγνῶναι τὸν ψαλμόν. Ἴστε γὰρ δήπου τοῦτο, ὅτι καὶ  ἐν  τοῖς  δικαστηρίοις  καὶ  πανταχοῦ   τότε  μάλιστα  ἀνύποπτος     μαρτυρία  τῶν πραγμάτων  γίνεται, ὅταν παρὰ τῶν ἐχθρῶν  αὕτη φέρηται. Ἵν' οὖν καὶ σήμερον τοῦτο συμβαίη, ἀπὸ τῆς Παλαιᾶς παρεχόμεθα τὴν μαρτυρίαν, ἵνα καὶ Ἰουδαῖοι καὶ Ἕλληνες καταισχύνωνται·  Ἰουδαῖοι μὲν, ἀναγινώσκοντες, καὶ οὐ γινώσκοντες· Ἕλληνες δὲ, ὁρῶντες  παρὰ τῶν  ἐχθρῶν  τὰ βιβλία  ἡμῖν  φερόμενα.  Οὐ γὰρ δήπου πεπλάσθαι  παρ' ἡμῶν  αὐτὰ δυνήσονται  λέγειν,  οὐχ ἡμῶν,  ἀλλὰ  τῶν  τὸν Χριστὸν σταυρωσάντων  τὰ βιβλία παρεχομένων  ἡμῖν τὰ περὶ τῆς αὐτοῦ δυνάμεως διαλεγόμενα. Ἀλλ' εἴτε πάρεισιν, εἴτε μὴ πάρεισιν οὗτοι, ἡμεῖς τὸ ἡμέτερον ποιήσωμεν, καὶ τῆς ἑρμηνείας ἁψώμεθα.

Read More ->>

Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν,

0 σχόλια

chrysostomos

Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς 

ΕΙΣ ΤΟΝ ΜΖʹ ΨΑΛΜΟΝ.Ὠδὴ ψαλμοῦ τοῖς υἱοῖς Κορέ. Μέγας Κύριος καὶ αἰνετὸς  σφόδρα, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν,  ἐν ὄρει ἁγίῳ  αὐτοῦ, εὐριζῶν  ἀγαλλιάματι  πάσης τῆς γῆς. Ἕτερός φησι, Καλῷ βλαστήματι, χάρματι πάσης τῆς γῆς. Ἄλλος, Ἀπ' ἀρχῆς ἀφωρισμένῳ  ἀγλαΐσματι πάσης τῆς γῆς.

αʹ. Καὶ ἐνταῦθα ἀπαλλαγὴν  πολέμων,  καὶ μάχης ἐλευθερίαν  δηλοῖ. Ἐπειδὴ γὰρ ἐπανελθόντες ἀπὸ τῆς Βαβυλωνίων,  καὶ τῆς μακρᾶς ἀπαλλαγέντες αἰχμαλωσίας,  τὴν πατρῴαν ἀπέλαβον γῆν, καὶ πολλοὺς διέφυγον πολέμους, εὐχαριστοῦντες ὑπὲρ πάντων τῷ τούτων αἰτίῳ τῶν ἀγαθῶν, τούτους ᾄδουσι τοὺς ὕμνους, καί φασι· Μέγας Κύριος καὶ αἰνετὸς  σφόδρα.  Τὸ  μὲν  Μέγας,  λέγουσι,  τὸ  δὲ  πόσον,  οὐκέτι·  οὐδεὶς  γὰρ  τοῦτο ἐπίσταται· διὸ καὶ ἐπήγαγε· Καὶ αἰνετὸς σφόδρα. Τῆς γὰρ μεγαλωσύνης  αὐτοῦ οὐκ ἔστι πέρας. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· ∆οξάζειν αὐτὸν . δεῖ, καὶ αἰνεῖν μόνον, καὶ τοῦτο μεθ'  ὑπερβολῆς  ἁπάσης· αἰνεῖν  δὲ αὐτὸν,  καὶ διὰ τὸ μέγεθος  τῆς οὐσίας τὸ ἄπειρον τοῦτο καὶ ἀκατάληπτον,  καὶ διὰ τὴν ὑπερβολὴν τῶν εὐεργεσιῶν τῶν εἰς ἡμᾶς. Καὶ γὰρ ἠβουλήθη, καὶ ἴσχυσεν ἅπερ ἠβουλήθη. Ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ. Τί λέγεις; Ἐκεῖ συγκλείεις αὐτοῦ τὸν αἶνον, τοῦ μεγάλου, τοῦ αἰνετοῦ, ἐν τῇ πόλει καὶ ἐν τῷ ὄρει; Οὐ τοῦτο λέγω, φησὶν, ἀλλ' ὅτι ἡμεῖς πρὸ τῶν ἄλλων τοῦτο ἐπέγνωμεν. 

Read More ->>
 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Follow by Email

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Γίνεται Μέλος στο Ιστολόγιο

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |