ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 10/04/16

Τρίτη, 4 Οκτωβρίου 2016

Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν, ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν.

0 σχόλια


Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς 

ΕΙΣ ΤΟΝ ΜΘʹ ΨΑΛΜΟΝ.Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν, ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν.

αʹ. Καὶ ἀλλαχοῦ  φησιν  ὁ αὐτός· Ὁ Θεὸς ἔστη ἐν  συναγωγῇ  θεῶν.  Καὶ πάλιν· Ἐγὼ εἶπα· Θεοί ἐστε. Καὶ ὁ Παῦλος· Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ, καὶ κύριοι πολλοί. Καὶ ὁ Μωϋσῆς· Θεοὺς οὐ κακολογήσεις. Καὶ ἀλλαχοῦ· Ἰδόντες οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας  τῶν  ἀνθρώπων.  Καὶ πάλιν  ὁ αὐτός· Ὁ καταρώμενος  Θεὸν, ἁμαρτίαν λήψεται·  ὁ δὲ ὀνομάζων  τὸ ὄνομα Κυρίου, λιθοβοληθήσεται.  Καὶ πάλιν·  Θεοὶ, οἳ τὸν οὐρανὸν  καὶ τὴν  γῆν  οὐκ ἐποίησαν, ἀπολέσθωσαν  ὑποκάτω  τοῦ οὐρανοῦ. Τίνας οὖν δηλοῖ διὰ τοῦ ὀνόματος  τούτου ἐν ἐκείναις  ταῖς μαρτυρίαις, καὶ τίνας  ἐνταῦθα  λέγει θεούς; Τοὺς ἄρχοντας. ∆ιὸ καὶ ἐπάγει· Θεοὺς οὐ κακολογήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ  ἐρεῖς  κακῶς.  Λέγει καὶ  τοὺς  ἐκ  προγόνου  τινὸς  ἐναρέτου  γεγεννημένους. Ἐπειδὴ γὰρ ὁ Ἐνὼς πολλὴν  ἀρετὴν ἐπιδειξάμενος, ἐκλήθη τῷ ὀνόματι τοῦ Θεοῦ· οἱ δὲ ἐξ ἐκείνου πάντες, καὶ οἱ ἔκγονοι τοῦ ἀδελφοῦ ἐκείνου ἀλλήλοις  ἐμίγνυντο,  υἱοὺς τοῦ Θεοῦ καλεῖ τοὺς τοῦ ἐναρέτου. Ἤρξαντο γὰρ, φησὶν, ἐπικαλεῖσθαι τῷ ὀνόματι τοῦ Θεοῦ. Λέγει καὶ τὸν τῶν Ἰουδαίων  λαὸν, ταύτῃ τιμηθέντα  τῇ προσηγορίᾳ ἐν τῷ λέγειν· Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ Ἰσραήλ. Καὶ γὰρ οὕτως ἐκάλει αὐτῶν  τὸν δῆμον δι' οἰκείαν φιλανθρωπίαν. 

Read More ->>

Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου.

0 σχόλια


Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς 
ΕΙΣ ΤΟΝ ΡΘʹ ΨΑΛΜΟΝ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου.

αʹ. ∆ιαναστῶμεν,  παρακαλῶ,  καὶ συντείνωμεν  ἑαυτούς.  Καὶ γὰρ περὶ σφόδρα μεγάλων ἡμῖν ὁ ψαλμὸς διαλέγεται θεωρημάτων, οὐ πρὸς ἓν εἶδος αἱρέσεως, ἀλλὰ πρὸς ποικίλα   καὶ  διάφορα   ἑστηκώς.  Καὶ  γὰρ  πρὸς  Ἰουδαίους,   καὶ  πρὸς  Παῦλον  τὸν Σαμοσατέα,  καὶ πρὸς τοὺς τὰ Ἀρείου φρονοῦντας,  καὶ πρὸς τοὺς τὰ Μαρκίωνος, καὶ πρὸς τοὺς Μανιχαίους, καὶ πρὸς ἅπαντας τοὺς τῇ ἀναστάσει διαπιστοῦντας παρατάττεται.  Ἐπεὶ οὖν πρὸς τοσούτους ἡ παράταξις, πολλῶν  καὶ ἡμῖν ὀφθαλμῶν  δεῖ, ὥστε μετὰ  ἀκριβείας  θεωρῆσαι  τὰ παλαίσματα.  Ἐν μὲν  γὰρ τοῖς  ἔξωθεν  ἀγῶσι  κἂν παροφθῇ  τι  τῶν  παλαισμάτων   τῶν  ἐν  αὐτοῖς,  οὐδὲν  ἔβλαψε  τὸν  θεατήν·  οὐ  γὰρ διδασκαλίας ἕνεκεν, ἀλλὰ τέρψεως ἐκεῖνο τὸ θέατρον συνείλεκται. Ἐνταῦθα δὲ ἐὰν μὴ μετὰ ἀκριβείας εἰδῇς, πόθεν μὲν ἐκεῖνος παρατάττεται, πόθεν δὲ ἡμεῖς αὐτὸν βάλλομεν, οὐ τὴν  τυχοῦσαν  ὑποστήσῃ ζημίαν.  Ἵν' οὖν  μὴ τοῦτο  πάθῃς,  διανάστησόν  σου τὴν διάνοιαν,   μετέωρον  ποίησον  τὴν  ἀκοήν.  Ἰουδαίους  βάλλομεν   πρώτους,  καὶ  πρὸς ἐκείνους παραταττόμεθα, τὸν Προφήτην ἀπὸ τῶν ῥημάτων λαβόντες σύμμαχον τούτων. 
Read More ->>

Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.

0 σχόλια

Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς 

ΕΙΣ ΤΟΝ ΡΙʹ ΨΑΛΜΟΝ.Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.

αʹ. Τί ἐστιν, Ἐν ὅλῃ; Μετὰ προθυμίας ἁπάσης, συντεταμένως,  ἀπαλλαγεὶς  τῶν βιωτικῶν  φροντίδων,  καὶ μετάρσιος γενόμενος,  καὶ τὴν ψυχὴν ἀπολύσας τῶν δεσμῶν τοῦ σώματος. Ἐν καρδίᾳ. Οὐχ ἁπλῶς  ἐν ῥήμασι, οὐδὲ ἐν γλώττῃ  καὶ στόματι μόνον, ἀλλὰ καὶ μετὰ τῆς διανοίας. Οὕτω καὶ Μωϋσῆς νομοθετῶν  ἔλεγεν· Ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου. Ἐνταῦθα γάρ μοι τὴν ἐξομολόγησιν τὴν εὐχαριστίαν δοκεῖ λέγειν. Ὑμνήσω, φησὶν, εὐχαριστήσω. Καὶ γὰρ  ἅπαντα  τὸν  βίον  εἰς  τοῦτο  ἀνήλισκεν,  καὶ  ἐντεῦθεν   προοιμιάζεται,  καὶ  εἰς  τοῦτο καταλήγει· καὶ τοῦτο ἦν ἔργον αὐτοῦ διαπαντὸς, τὸ καὶ ὑπὲρ τῶν εἰς αὐτὸν γενομένων, καὶ ὑπὲρ τῶν εἰς ἄλλους εὐεργεσιῶν τὴν εὐχαριστίαν  ἀναφέρειν.  Οὐδὲν γὰρ οὕτως ὁ Θεὸς ὡς  τοῦτο  ἐπιζητεῖ·  τοῦτο  θυσία,  τοῦτο  προσφορὰ,  τοῦτο  ψυχῆς  εὐγνώμονος σημεῖον, τοῦτο πληγὴ κατὰ τοῦ διαβόλου· ἐντεῦθεν  ὁ μακάριος Ἰὼβ ἐστεφανοῦτο  καὶ ἀνεκηρύττετο, ὅτι μυρίων πειρασμῶν ἐπενεχθέντων αὐτῷ, καὶ τῆς γυναικὸς ὑποσκελιζούσης, οὐ περιετράπη, ἀλλ' ἔμενεν εὐχαριστῶν τῷ ∆εσπότῃ περὶ πάντων, οὐχ ἡνίκα  ἐπλούτει,  ἀλλὰ  καὶ ἡνίκα  πένης  ἐγένετο·  οὐχ ἡνίκα  ὑγίαινεν,  ἀλλὰ  καὶ ἡνίκα ἐπλήγη  τὴν  σάρκα· οὐχ  ὅτε  κατὰ  ῥοῦν  αὐτῷ  τὰ  πράγματα  ἐφέρετο,  ἀλλὰ  καὶ  ὅτε χαλεπὸς ἐκεῖνος ὁ χειμὼν  κατέσκηψεν εἰς πᾶσαν αὐτοῦ τὴν οἰκίαν, καὶ εἰς αὐτὴν τοῦ σώματος τὴν φύσιν. 

Read More ->>

Αἰνεῖτε, παῖδες, Κύριον, αἰνεῖτε τὸ ὄνομα Κυρίου.

0 σχόλια

Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς 

ΕΙΣ ΤΟΝ ΡΙΒʹ ΨΑΛΜΟΝ.Αἰνεῖτε, παῖδες, Κύριον, αἰνεῖτε τὸ ὄνομα Κυρίου.

αʹ. Πολὺς ἐν ταῖς Γραφαῖς τῶν αἴνων τούτων ὁ λόγος· οὐδὲ γὰρ τὸ τυχὸν πρᾶγμά  ἐστιν, ἀλλὰ  θυσία τις  καὶ προσφορὰ ἀρέσκουσα τῷ  Θεῷ· Θυσία γὰρ, φησὶν, αἰνέσεως δοξάσει με. Καὶ πάλιν· Αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου μετ' ᾠδῆς, μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει· καὶ ἀρέσει τῷ Θεῷ ὑπὲρ μόσχον νέον, κέρατα ἐκφέροντα  καὶ ὁπλάς. Καὶ πολλαχοῦ  καὶ αἱ ἱεραὶ  Βίβλοι παρακελεύονται,  καὶ οἱ σωζόμενοι  ἀντὶ  μεγάλων εὐχαριστηρίων  τοῦτο προσφέρουσι. Καὶ ποίαν  τοῦτο δυσκολίαν  ἔχει; φησί· τίνι  δὲ οὐ ῥᾴδιον καὶ τῶν τυχόντων  αὐτὸ ἀνύειν,  καὶ αἰνεῖν  τὸν Θεόν; Ἂν ἀκριβῶς καταμάθῃς, ὄψει καὶ τὸν πόνον τὸν ἐν τῷ πράγματι, καὶ τὸ κέρδος τὸ ἐξ αὐτοῦ. Πρῶτον μὲν γὰρ καὶ παρὰ δικαίων  ὁ τοιοῦτος  ἐπιζητεῖται  ὕμνος, καὶ δεῖ πρότερον τὸν βίον κατορθοῦντα, οὕτως ᾄδειν ὕμνους τῷ Θεῷ. Οὐ γὰρ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ. ∆εύτερον δὲ, ὅτι οὐχὶ διὰ ῥημάτων  μόνον  ἔστιν αἰνεῖν,  ἀλλὰ  καὶ διὰ τῶν  πραγμάτων,  καὶ τοῦτον μάλιστα ἐπιζητεῖ  ὁ Θεὸς τὸν  αἶνον,  ταύτην  τὴν  δόξαν. Λαμψάτω γὰρ, φησὶ, τὸ φῶς ὑμῶν  ἔμπροσθεν τῶν  ἀνθρώπων,  ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. 

Read More ->>

Ἐπίστευσα, διὸ ἐλάλησα· ἐγὼ δὲ ἐταπεινώθην σφόδρα.

0 σχόλια


Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς 

ΕΙΣ ΤΟΝ ΡΙΕʹ ΨΑΛΜΟΝ.Ἐπίστευσα, διὸ ἐλάλησα· ἐγὼ δὲ ἐταπεινώθην σφόδρα.

αʹ. Ταύτης  μνησθεὶς  τῆς  ῥήσεως  καὶ    μακάριος  Παῦλος, οὕτω  πώς  φησιν· Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ ἐλάλησα· καὶ  ἡμεῖς  πιστεύομεν,  διὸ  καὶ  λαλοῦμεν.  Ἀναγκαῖον  τοίνυν  πρῶτον  εἰπεῖν  πῶς  ὁ Ἀπόστολος αὐτῇ ἐχρήσατο, καὶ περὶ τίνος ὁ λόγος ἦν αὐτῷ. Οὕτω γὰρ ἀπὸ τούτου καὶ τὸ προφητικὸν   ἔσται  δῆλον   ἡμῖν.  Ἄλλως   δὲ  καὶ  διδασκαλία   αὕτη  ἀρίστη,  μὴ  τὴν συνάφειαν περικόπτειν τοῦ λόγου, μηδὲ μέρος λαβόν .320 τας προσκαθῆσθαι ἐκείνῳ, ἀλλ' ἄνωθεν  τοῦ διηγήματος  ποιεῖσθαι τὴν ἀρχήν. Περὶ τίνος  τοίνυν  διαλεγόμενος  ὁ Παῦλος  ταύτης   ἐμνήσθη  τῆς  προφητικῆς   φωνῆς;   Περὶ  ἀναστάσεως  καὶ  τῆς  τῶν μελλόντων ἀγαθῶν ἀπολαύσεως, ἃ καὶ λόγον ὑπερβαίνει πάντα, καὶ νοῦν καὶ διάνοιαν. Ἐπεὶ οὖν λόγον ὑπερέβαινε πάντα, καὶ ἑρμηνευθῆναι  ταῦτα οὐχ οἷόν τε ἦν, πίστεως δὲ πρὸς τὸ παραδέχεσθαι χρεία, ἵνα μὴ ταράττηται ὁ Ἰουδαῖος, μηδὲ ἀπατᾶσθαι νομίζῃ, ὡς ψυχραῖς φυσώμενος ἐλπίσι, προφητικῇ ῥήσει τὴν ἀγνωμοσύνην  αὐτοῦ διορθοῦται μονονουχὶ  λέγων, ὅτι Οὐ καινόν τι πρᾶγμα ἐπιζητῶ, πίστιν, ἀλλὰ παλαιὸν ἀγαθόν. Καὶ γὰρ ὁ Παῦλος οὕτως· ὁ δὲ προφήτης  μέλλων  καὶ  αὐτὸς  περί  τινων  ἀγαθῶν  ἐν  τῷ παρόντι προφητεύειν  τοῖς Ἰουδαίοις συμβησομένων, καὶ τὴν ἀνθρωπίνην ἀκολουθίαν ὑπερβαινόντων,   ἵνα   μηδεὶς   ἀπιστεῖν   ἔχῃ,  οὕτως   ἀπήρξατο   τοῦ  ψαλμοῦ   λέγων· Ἐπίστευσα, διὸ ἐλάλησα. 

Read More ->>

ΕΙΣ ΤΟΝ ΡΙΘʹ ΨΑΛΜΟΝ. Ὠδὴ τῶν ἀναβαθμῶν

0 σχόλια


Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς 
ΕΙΣ ΤΟΝ ΡΙΘʹ ΨΑΛΜΟΝ. Ὠδὴ τῶν ἀναβαθμῶν. Ἕτερος ἑρμηνευτὴς λέγει, Ὠδὴ τῶν ἀναβάσεων. Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶ εἰσήκουσέ μου.

αʹ. Τῶν μὲν ἄλλων  ψαλμῶν  ἑκάστῳ ἰδία τίς ἐστιν ἐπιγραφὴ,  ἐνταῦθα  δὲ ὁμοῦ πολλοὶ συνελθόντες μίαν ἔλαβον προσηγορίαν, Ὠδὴ τῶν ἀναβαθμῶν, ἢ ὡς ἕτερος εἶπεν ἑρμηνευτὴς,  τῶν  ἀναβάσεων.  Τινὲς  δὲ  αὐτοὺς  καὶ  ἀναβαθμοὺς  καλοῦσι.  Καὶ τίνος, φησὶν,  ἕνεκεν  οὕτως  εἰσὶν εἰρημένοι;  Κατὰ μὲν τὴν  ἱστορίαν, ὅτι δὴ περὶ τῆς ἀνόδου διαλέγονται  τῆς ἐκ Βαβυλῶνος, καὶ τῆς αἰχμαλωσίας μνημονεύουσι τῆς ἐκεῖσε·κατὰ δὲ τὴν ἀναγωγὴν,  ὅτι εἰς τὴν κατ' ἀρετὴν ὁδὸν χειραγωγοῦσι· τινὲς  γὰρ οὕτως αὐτοὺς  ἐξέλαβον.  Καὶ γὰρ    ἐκεῖ  φέρουσα  ὁδὸς  ἀναβαθμοῖς   ἔοικε,  κατὰ  μικρὸν ἀνάγουσα τὸν  ἐνάρετον  καὶ φιλόσοφον  ἄνδρα, καὶ πρὸς τὸν  οὐρανὸν  αὐτὸν  ἱστῶσα τοῦτον. Ἄλλοι  δὲ τὴν τοῦ Ἰακὼβ κλίμακα  διὰ τούτων  αἰνίττεσθαί  φασι, τὴν ἀπὸ γῆς ἐστηριγμένην πρὸς οὐρανὸν δειχθεῖσαν αὐτῷ. 


Read More ->>

ΕΙΣ ΤΟΝ ΡΚ∆ʹ ΨΑΛΜΟΝ.Οἱ πεποιθότες ἐπὶ Κύριον, ὡς ὄρος Σιών.

0 σχόλια


Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς 

ΕΙΣ ΤΟΝ ΡΚ∆ʹ ΨΑΛΜΟΝ.Οἱ πεποιθότες ἐπὶ Κύριον, ὡς ὄρος Σιών.

αʹ. Τί βούλεται τοῦ Σιὼν ἡ προσθήκη; διὰ τί γὰρ οὐκ εἶπεν ἁπλῶς, Ὡς ὄρος, ἀλλὰ τοῦ ὄρους ἐκείνου μέμνηται; Παιδεύων ἡμᾶς μὴ ταπεινοῦσθαι ἐν ταῖς συμφοραῖς, μηδὲ καταποντίζεσθαι,   ἀλλὰ   τῆς  εἰς  τὸν   Θεὸν  ἐλπίδος   ἐκκρεμαμένους,   πάντα   φέρειν γενναίως,   καὶ  πολέμους,  καὶ  μάχας,  καὶ  ταραχάς.  Ἐπεὶ  καὶ  τὸ  ὄρος  τοῦτό  ποτε γενόμενον  ἔρημον, καὶ γυμνὸν  τῶν ἐνοικούντων, ἐπὶ τὴν προτέραν πάλιν  ἐπανῆλθεν εὐημερίαν,  τὴν  ἀρχαίαν  ἀπολαβὸν  εὐπραγίαν,  τῇ  τῶν  οἰκείων  ἐπανόδῳ,  ταῖς  τῶν θαυμάτων ἐπιδείξεσιν· οὕτω καὶ ὁ γενναῖος ἀνὴρ κἂν μυρία πάθῃ δεινὰ, οὐ περιτραπήσεται.  Μὴ τοίνυν   τὸν  ἀκίνδυνον   ζήτει  βίον,  καὶ  ἀπράγμονα,  καὶ ἀταλαίπωρον,  ἀλλὰ  τὸν  κινδύνοις  μὴ παρασυρόμενον.  Οὐ γάρ ἐστιν  ἴσον ἐν  λιμένι καθήμενον,  καὶ  πελάγιον  σαλεύοντα  τὴν  τέχνην  ἐπιδείκνυσθαι.  Ὁ μὲν  γὰρ  νωθὴς γίνεται, καὶ χαῦνος καὶ ἄτονος· ὁ δὲ, πολλὰς μὲν πέτρας ὑφάλους, πολλὰς δὲ σπιλάδας, πολλὰς δὲ ἀνέμων βίας, καὶ τὰ ἄλλα τὰ ἀπὸ τῆς θαλάττης ὑπομείνας δεινὰ, καὶ ἐν πᾶσι τούτοις  διενεγκὼν,  ἰσχυροτέραν  ἑαυτοῦ καθίστησι τὴν ψυχήν.  ∆ιὰ γὰρ τοῦτο εἰς τὸν παρόντα ἐξηνέχθης βίον, οὐχ ἵνα ἀργῇς, οὐδ' ἵνα ἀναπεπτωκὼς  ᾖς, οὐδ' ἵνα μὴ πάσχῃς μηδὲν δεινὸν, ἀλλ' ἵνα παθὼν λαμπρότερος γένῃ. Μὴ δὴ τὴν ἄνεσιν ζητῶμεν, μηδὲ τὸν τρυφῆς  γέμοντα  βίον. 

Read More ->>

Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον.

0 σχόλια


Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς 
ΕΙΣ ΤΟΝ ΡΚΖʹ ΨΑΛΜΟΝ. Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον.

αʹ. Ὅρα αὐτὸν ἐντεῦθεν  ἀρχόμενον, ἔνθα κατέληξεν. Ὥσπερ γὰρ ἐκεῖ διὰ τοῦτο αὐτοὺς  ἐμακάρισεν,  ὅτι  οὐ  καταισχύνονται,   τοῦ  τὸν  Θεὸν  ἔχειν  βοηθὸν,  καὶ  μεθ' ἑαυτῶν·  οὕτω  καὶ  ἐνταῦθα   ἐντεῦθεν   προοιμιάζεται,   λέγων·   Μακάριοι  πάντες   οἱ φοβούμενοι  τὸν Κύριον. Καὶ πάλιν  καθολικὸν  ποιεῖται τὸν λόγον, ἀπ' ἐκείνων  λαβὼν τὴν ἀρχήν. Καὶ καλῶς εἶπε, Πάντες· κἂν δοῦλός τις ᾖ, κἂν δεσπότης, κἂν πένης, κἂν τὸ σῶμα ἀνάπηρος, κἂν ὁστισοῦν, οὐδὲν τούτων  κωλύει τὸ μακαρισμὸν τοῦτον ἔχειν, ὃν αὐτός φησι. Τὸν μὲν γὰρ ἄλλον  τὸν ψευδῆ καὶ πεπλασμένον,  καὶ ὃν πολλοὶ  ζηλοῦσι, πολλὰ συνελθόντα  μόλις ποιεῖ· κἂν μὴ πάντα συνδράμῃ, οὐκ ἂν γένοιτό  τις μακάριος παρ'  ἀνθρώποις·  οἷόν  τι  λέγω·  ἐάν  τις    πλούσιος,  οὐκ  ἀρκεῖ  τοῦτο  αὐτῷ  πρὸς μακαρισμὸν, ἀλλὰ  δεῖ καὶ  ὑγίειαν  προσεῖναι. 

Read More ->>

Μνήσθητι, Κύριε, τοῦ ∆αυῒδ, καὶ πάσης τῆς πραότητος αὐτοῦ.

0 σχόλια


Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς 
                   
ΕΙΣ ΤΟΝ ΡΛΑʹ ΨΑΛΜΟΝ.Μνήσθητι, Κύριε, τοῦ ∆αυῒδ, καὶ πάσης τῆς πραότητος αὐτοῦ.


αʹ. Ἀλλαχοῦ  μὲν  ἀπὸ  τῆς  μνήμης  τῶν  προγόνων   μόνον  ἀξιοῦσι  σώζεσθαι· ἐνταῦθα δὲ καὶ τὰ κατορθώματα λέγουσι, καὶ τὸ πάντων αἴτιον τῶν ἀγαθῶν, ἐπιείκειαν, ταπεινοφροσύνην,    πραότητα,   ἐν      μάλιστα   ἐθαυμάζετο   καὶ   Μωϋσῆς.  Ἦν  γὰρ πραότατος, φησὶ, πάντων ἀνδρῶν τῶν ἐπὶ τῆς γῆς. Ἀλλά τινες τῶν αἱρετικῶν ἐπιλαμβανόμενοι  τῆς πολιτείας  αὐτοῦ, καὶ τοῦ εἰρημένου, φασί· Τί λέγεις; πραότατος ἐκεῖνος ὁ λὰξ ἐναφεὶς τῷ Αἰγυπτίῳ, καὶ ἀνελών; ὁ τοὺς Ἰουδαίους ἐμφυλίων  ἐμπλήσας αἱμάτων  καὶ πολέμων;  ὁ συγγενικοὺς  κελεύσας ἐργάσασθαι φόνους; ὁ τὴν  γῆν  εὐχῇ διελὼν,   καὶ   κεραυνοὺς   ἄνωθεν   ἐνεγκὼν,   καὶ   τοὺς   μὲν   καταποντίσας,   τοὺς   δὲ καταφλέξας; οὗτος εἰ πρᾶος ἦν, τίς ὀργίλος καὶ σκληρός; Παῦσαι, μὴ περιττὰ φθέγγου. Ὅτι πρᾶος ἦν, καὶ πάντων ἀνθρώπων  πραότατος, καὶ λέγω, καὶ οὐκ ἀποστήσομαι ταῦτα λέγων,  καὶ εἰ βούλεσθε οὐχ ἑτέρωθεν,  ἀλλ' ἀπ' αὐτῶν  τούτων  τῶν εἰρημένων  δεῖξαι πειράσομαι αὐτοῦ τὴν πραότητα. Καίτοι γε ἐνῆν λέγειν  τὰ περὶ τῆς ἀδελφῆς  εἰρημένα αὐτῷ  πρὸς τὸν Θεὸν, τὴν  ἱκετηρίαν,  ἣν ὑπὲρ τοῦ ἔθνους  ἀνέθηκε,  πάντα  τὰ ῥήματα ἐκεῖνα  τὰ  ἀποστολικὰ,  καὶ  τῶν  οὐρανῶν   ἄξια,  τὴν  ἐπιείκειαν   μεθ'  ἧς  τῷ  δήμῳ διελέγετο.  Ἐνῆν  καὶ  ταῦτα  λέγειν,  καὶ  ἕτερα  τούτων  πλείονα  ἀπαριθμεῖν·  ἀλλ'  εἰ βούλεσθε, ταῦτα παρέντες, φέρε ἀπ' αὐτῶν τούτων τῶν ἔμπροσθεν εἰρημένων παρὰ τῶν ἐχθρῶν δείξωμεν, ὅτι πραότατος ἦν, ἀφ' ὧν βαρὺν καὶ σκληρὸν καὶ ὀργίλον αὐτὸν εἶναι νομίζουσί τινες.

Read More ->>

Αἰνεῖτε τὸ ὄνομα Κυρίου, αἰνεῖτε, δοῦλοι, Κύριον.

0 σχόλια


Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς 

ΕΙΣ ΤΟΝ ΡΛ∆ʹ ΨΑΛΜΟΝ.
Αἰνεῖτε τὸ ὄνομα Κυρίου, αἰνεῖτε, δοῦλοι, Κύριον. Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν. Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς Κύριος.

αʹ. Πάλιν ἐπὶ τὴν θυσίαν ταύτην αὐτὸς παρακαλεῖ τὴν διὰ τῶν αἴνων.  Καὶ γὰρ θυσία τοῦτο τῷ Θεῷ καὶ προσφορά. ∆ιὸ καὶ ἀλλαχοῦ φησιν· Αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου μετ' ᾠδῆς,  μεγαλυνῶ  αὐτὸν  ἐν  αἰνέσει· καὶ ἀρέσει τῷ  Θεῷ ὑπὲρ μόσχον  νέον, κέρατα  ἐκφέροντα   καὶ  ὁπλάς.  Συνεχῶς   δὲ  μέμνηται   τοῦ  οἴκου  καὶ  τῶν   αὐλῶν, προσηλῶν  αὐτοὺς τῷ τόπῳ, καὶ οὐκ ἐῶν ἀποπηδᾷν.  Ἐπειδὴ καὶ παρὰ τὴν ἀρχὴν  διὰ τοῦτο  αὐτὸν  ἐνομοθέτησεν  ἀνεγείρειν,  ὥστε πάσης ἀσεβείας τε καὶ  εἰδωλολατρείας ἀναίρεσιν αὐτοῖς γενέσθαι τὸ πρὸς ἕνα τόπον πάντας συνάγεσθαι, ἀλλὰ μὴ ἀπαυθαδιαζομένους  καὶ ἐλευθεριάζοντας  πανταχοῦ  πλανᾶσθαι,  καὶ ἄλση, καὶ πηγὰς, καὶ βουνοὺς,  καὶ ὄρη ὑπόθεσιν  λαμβάνειν  εἰς  ἀσεβείας ἀφορμὴν,  θύοντας  ἐκεῖ, καὶ σπένδοντας  ἐπὶ τῶν ὑψηλῶν.  ∆ιὰ δὴ τοῦτο καὶ φόνῳ  κρίνει τὸν ἔξω που θύοντα τοῦ ναοῦ, λέγων· 


Read More ->>

Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.

0 σχόλια


Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς 
ΕΙΣ ΤΟΝ ΡΛΖʹ ΨΑΛΜΟΝ.Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.

αʹ. Πολλάκις  ὑμῖν  περὶ  τούτου  διελέχθην.  ∆ιόπερ  αὐτὸ  παρελθόντες,  ἐπὶ  τὸ ἐχόμενον αὐτοῦ ἥξομεν. Τί δὲ τοῦτό ἐστι, Καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι; Ὅπερ ἕτερος εἶπεν  ἑρμηνευτὴς,  Παῤῥησίᾳ, ὁ Θεὸς, ᾄσω σε. Ἄλλος,  Ἔναντι  θεῶν  μελῳδήσω  σοι. Ἂνμὲν  οὖν τοὺς ἐν οὐρανοῖς  ἀγγέλους  λέγῃ,  τοιοῦτόν  ἐστι τὸ λεγόμενον,  ὅτι Μετὰ ἀγγέλων ᾄδειν βιάσομαι, καὶ φιλονεικήσω  τὴν ἅμιλλαν πρὸς αὐτοὺς θέσθαι, καὶ συγχορεῦσαι ταῖς ἄνω δυνάμεσιν. Εἰ γὰρ καὶ τῇ φύσει διέστηκα, ἀλλ' ὅμως τῇ προθυμίᾳ ἁμιλλήσομαι  μετ'  ἐκείνων   στῆναι.  Εἰ δὲ  κατὰ  τὴν  ἑτέρων  ἔκδοσιν  ἐκλάβωμεν  τὸ εἰρημένον,  δοκεῖ μοι περὶ τῶν  ἱερέων  τοῦτο εἰπεῖν.  Ἔθος γὰρ τῇ Γραφῇ καὶ ἄγγελον καλεῖν τὸν ἱερέα καὶ θεόν· νῦν μὲν λέγουσα· Θεοὺς οὐ κακολογήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς· νῦν  δὲ, Χείλη ἱερέων  φυλάξεται  κρίσιν, καὶ ἐκ στόματος αὐτοῦ  ζητήσουσι δικαιοσύνην,  ὅτι ἄγγελος  Κυρίου παντοκράτορός  ἐστιν. Ἂν  τοίνυν τοῦτο ἐκλαβεῖν  ᾖ, ἐκεῖνο νοεῖν δεῖ, ὅτι Μετὰ τῶν ἱερέων, παρόντων  αὐτῶν,  μετὰ τῆς προσηκούσης  . εὐταξίας  καταρχομένων   ἐκείνων   προηγουμένων   ἕψομαι,  καὶ ἀκολουθήσω,  καὶ ᾄσω σοι· 

Read More ->>

Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ· ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με.

0 σχόλια


Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς 
                                     
ΕΙΣ ΤΟΝ ΡΛΘʹ ΨΑΛΜΟΝ.Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ· ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με.

αʹ. Ποῦ νῦν εἰσιν οἱ λέγοντες· ∆ιὰ τί θηρία; διὰ τί σκορπίοι; διὰ τί ἔχεις; Ἰδοὺ γὰρ εὕρηται  ζῶον  πλείονα  κακίαν  ἐπιδεικνύμενον, οὐ παρὰ τὴν  φύσιν,  ἀλλὰ  παρὰ τὴν γνώμην,  ὁ ἄνθρωπος. ∆ιά τοι τοῦτο καὶ ὁ προφήτης  παρεὶς πάντα ἐκεῖνα, ἀπὸ τούτου ἀξιοῖ ῥυσθῆναι. Τί οὖν, εἰπέ μοι; ἐπεὶ τοιοῦτος, οὐκ ἐχρῆν ἀνθρώπους  γενέσθαι; Ἀλλ' ἐσχάτης ἀνοίας τοῦτο λέγειν· οὐδὲν γάρ ἐστι τὸ βλάπτον ἄνθρωπον,  ἀλλ' ἢ ἡ ἁμαρτία μόνη·  καὶ  ταύτης  ἀνῃρημένης,  ἅπαντα  ῥᾴδια, καὶ  εὔκολα,  καὶ  γαληνά·  ὥσπερ οὖν, ταύτης παρούσης, πάντα σκόπελοι, καὶ χειμῶνες, καὶ ναυάγια. Μηδεὶς δὲ ἡμῶν καταγινωσκέτω, εἰ θηρίου πονηρότερον ἄνθρωπον εἶναι τὸν ἐν κακίᾳ εἰρήκαμεν· τὸ μὲν γὰρ, εἰ καὶ μὴ ἐν τῇ φύσει τὸ πρᾶον ἔχει, ἀλλ' ἀπατηθῆναι δύναται ῥᾳδίως, καὶ ὅπερ ἐστὶ φαίνεται· ὁ δὲ ἄνθρωπος μελετῶν τὴν πονηρίαν, καὶ πολλὰ τὰ προσωπεῖα περικείμενος, δυσφυλακτότερόν  ἐστι θηρίου, δορὰν προβάτου πολλάκις  προβαλλόμενος,  καὶ ἔνδον τὸν λύκον ἀποκρύπτων. ∆ιὸ καὶ ἀφυλάκτως  πολλοὶ τοῖς τοιούτοις περιπίπτουσιν.

Read More ->>

Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.

0 σχόλια


Ιωάννης Χρυσόστομος  Τόμος 55 Μέρος Α΄
Ομιλίαι είς τούς Ψαλμούς

ΕΙΣ ΤΟΝ ΡΜΑʹ ΨΑΛΜΟΝ.Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.

αʹ. Ὁρᾷς πῶς πανταχοῦ  τοῦτο ποιεῖ, καὶ ἀπὸ ταύτης προοιμιάζεται  τῆς ἀρχῆς, καὶ δεύτερον  ἐνταῦθα  Φωνῇ καὶ Φωνῇ λέγει; Ποιεῖ δὲ τοῦτο  οὐχ ἁπλῶς,  ἀλλ' ὥστε διδάξαι  ἡμᾶς δύο ταῦτα  διὰ τοῦ διπλασιασμοῦ, τό τε εὔτονον  τῆς προθυμίας,  τό τε συντεταμένον  τῆς διανοίας·  καὶ πρὸς τούτοις  ἔτι τὸ αὐτοῦ εἶναι  τὴν φωνήν.  Οὐ γὰρ πάντες  οὔτε φωνῇ  βοῶσιν, οὔτε πρὸς τὸν Θεὸν, οὔτε τῇ οἰκείᾳ. ∆εῖ δὲ ἅπαντα  ταῦτα συνελθεῖν.  Ὁ κατ' ἐχθρῶν  βοῶν,  οὐκ ἀνθρώπου  φωνὴν  προΐεται,  ἀλλὰ  θηρίου  καὶ ὄφεως. Ὁ ῥᾳθυμῶν, καὶ μὴ ἀκούων ὧν λέγει, οὐ πρὸς τὸν Θεὸν βοᾷ, ἀλλὰ ἁπλῶς καὶ εἰκῆ φθέγγεται.  Ὁ μὴ διεγείρων  τὴν διάνοιαν,  κἂν μεγάλα κράζῃ, πάλιν  οὗτος οὐ βοᾷ Φωνὴ γὰρ, ὃ πολλάκις  ἔφθην  εἰπὼν,  οὐ τὸν  τόνον  δηλοῖ  τοῦ πνεύματος,  ἀλλὰ  τὴν συντεταμένην διάνοιαν. 

Read More ->>

Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸν ψαλμός.

0 σχόλια



Ιωάννης Χρυσόστομος  Τόμος 55 Μέρος Α΄
Ομιλίαι είς τούς Ψαλμούς
ΕΙΣ ΤΟΝ ΡΜς ʹ ΨΑΛΜΟΝ.Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸν ψαλμός.

αʹ. Ἀνωτέρω  ἐν  μὲν  τῷ  τεσσαρακοστῷ τετάρτῳ  καὶ  ἑκατοστῷ  ψαλμῷ  ἔλεγε, Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, καὶ πολλὰ περὶ τῆς δόξης αὐτοῦ διαλέγεται· ἐνταῦθα δὲ  δείκνυσι  καὶ  αὐτὸ  τὸ  αἰνεῖν  ὅτι  καλὸν,  καὶ  μυρίων  ἀγαθῶν  αἴτιον    ψαλμός. Ἀφίστησι γὰρ τὴν  διάνοιαν  τῆς γῆς, καὶ πτεροῖ τὴν  ψυχὴν,  κουφίζει  καὶ μεταρσίους ποιεῖ. ∆ιὸ καὶ Παῦλος λέγει, Ἄδοντες καὶ ψάλλοντες  ἐν ταῖς καρδίαις ὑμῶν τῷ Κυρίῳ. Τῷ Θεῷ ἡμῶν ἡδυνθείη αἴνεσις. Ἕτερος, Ἀλληλούϊα, ὅτι καλὸν ᾠδὴ τῷ Θεῷ. Τί ἐστι, Τῷ Θεῷ ἡμῶν  ἡδυνθείη  αἴνεσις; Εὐπρόσδεκτος γένοιτο,  φησίν. Οὐ γὰρ ἀρκεῖ τὸ ψάλλειν ἁπλῶς πρὸς τὸ ἡδυνθῆναι  τῷ Θεῷ τὴν αἴνεσιν, ἀλλὰ δεῖ καὶ τοῦ βίου καὶ τῆς προσευχῆς καὶ τῆς ἀκριβείας τοῦ ᾄδοντος. ∆οκεῖ δέ μοι οὗτος ὁ ψαλμὸς εἶναι τῆς ἐπανόδου. Καὶ δείκνυσι διὰ τῆς ἐπαγωγῆς.  Ἐπάγει γὰρ λέγων  Οἰκοδομῶν Ἱερουσαλὴμ ὁ Κύριος· τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπισυνάξει. Εἰ γὰρ καὶ Κῦρος αὐτοὺς ἀφῆκεν,  ἀλλ' οὐ τῆς ἐκείνου γνώμης, ἀλλὰ τῆς τοῦ Θεοῦ ῥοπῆς τὸ πᾶν ἐγίνετο. Ἕτερος δὲ ἑρμηνευτὴς, ἀντὶ τοῦ, Οἰκοδομῶν, Οἰκοδομήσει. Τὰς δὲ διασπορὰς, Τοὺς ἐξωσμένους εἶπε.

Read More ->>

 Κανόνες της εν Νικαίας Αγίας Πρώτης Οικουμενικής Συνόδου

0 σχόλια

ΚΑΝΟΝΕΣ ΤΗΣ ΕΝ ΝΙΚΑΙΑΣ ΑΓΙΑΣ 
ΚΑΙ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΠΡΩΤΗΣ ΣΥΝΟΔΟΥ


ΖΩΝΑΡΑΣ. Η  ἁγία καὶ οἰκουμενικη πρώτη σύνοδος γέγονε βασιλεύοντος τοῦ μεγάλου Κωνσταντίνου, ἀθροισθέντων ἐν Νικαία τῆς Βιθυνίας τριακοσίων δέκα καὶ ὀκτὼ ἁγίων Πατέρων,κατὰ Ἀρείου᾿ γεγονότος πρεσβυτέρου τῆς κατὰ Ἀλεξάνδρειαν ἐκκλησίας, ὃς ὲὗλασφημει κατὰ τοῦ Τὶοῦ τοῦ Θεοῦ, τοῦ κυρίου ἡμῶν ἰησοῖ’ι Χριστοῦ, λέγων μὴ ὁμοούσιον εἶναι αὐτὸν τῷ
Θεῷ καὶ Πατρὶ, κτίσμα δέ' καὶ ὅτι ἦν, ὅτε οὐκ ἦν' ὃν καὶ κοιΘεϊλεν ἡ ἁγία σύνοδος αὕτη, καὶ ἀνεθεμάτισε μετὰ τῶν ὀμοφρόνων αὐτοῦ' ὲδογμάτισε δὲ ὁμοούσιον τῷ Πατρὶ τὸν Τὶὸν, καὶ Θεὸν ἀληθινὸν, καὶ Δεσπότην, καὶ κύριον’ καὶ κτίστην τῶν κτιστῶν ἁπάντων“ ἀλλ᾽ οὐ κτίσμα, οὐδὲ μέντοιγε ποίημα. Πρώτη ὸὲ σύνοδος η ᾿εν Νικαία αὕτη λέγεται πρὸς τὰς οἰκουμενικἁς ἀριθμουμένη' ἐπείτοι γε πρὸ αὐτῆς διάφοροι γεγόνασισύνοδοι τοπικαί. Ἀλλὰ. τῶν οὶκουμενικῶν αὕτη οὖσα πρώτη,
προτέτακται τῶν λοιπῶν, τῶν πρὸ αὐτῆς γενομένων' τῆς ἐνἈντιοχείᾳ δηλαδὴ, κατὰ Παύλου τοῦ Σαμοσατέως, συγκροτηθείσης ἐπὶ Αύρηλιανοῦ βασιλέως, τῆς τε ἐν Ἀγκύρα, ἐν ᾗ ζητησις γέγονε περὶ τῶν ἐν καιροῖς διωγμῶν τ'λν πίστιν ἀρνησαμέ-
νων᾿ καὶ μεταμελομένων, ὅπως δεῖ τούτους προσὸέχεσθαι'καὶ τῆς ἐν Νεοκαισαρείαζ ὲνᾗ περὶ ἐκκλησιαστικῆς καταστάσεως κανόνες ἐξειρωνἦθησαν.

Read More ->>

Μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αυτού

0 σχόλια



Ιωάννης Χρυσόστομος  Τόμος 55
Ομιλίαι είς τους Ψαλμούς

Είς τόν  ψαλμόν ΜΗ' Μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ, καὶ περὶ φιλοξενίας.

αʹ. Ἡδὺ μὲν γηπόνῳ  τὸ ἄροτρον ἑλκύσαι εἰς καθαρισμὸν τῆς ἀρούρας, καὶ τὴν αὔλακα  ἀνατεμεῖν,  καὶ τὰς ἀκάνθας  ἀνασπάσαι, καὶ οὕτω  τὰ σπέρματα καταβαλεῖν, ἀκάνθης οὐκ οὔσης τῆς λυμαινομένης  τὸν σπόρον· πολὺ δὲ ἥδιον τῷ λέγοντι, ὅταν εἰς ἀκοὴν καταβάλλῃ  τὰ θεῖα νοήματα  θόρυβον οὐκ ἔχουσαν. ∆ιὰ δὴ τοῦτο μετὰ ἡδονῆς ἁπτόμεθα τὸν λόγον, ὅτι τὴν ἄρουραν ταύτην ἐκκεκαθαρμένην  ὁρῶμεν. Εἰ γὰρ καὶ τὴν διάνοιαν  ὑμῶν οὐ βλέπομεν, ἀλλὰ τὰ ὄμματα ὑμῶν διηνοιγμένα  καὶ προανεστηκυῖα ἡ ἀκοὴ σημεῖά μοι δίδωσι τῆς ἔνδοθεν γαλήνης. Εἰς μὲν γὰρ τὸ συνειδὸς ὑμῶν εἰσελθεῖν οὐ δύναμαι· τὰ δὲ ὄμματα ἑστηκότα καὶ μετέωρα γινόμενα φωνὴν  ἀφίησιν, ὅτι θόρυβος οὐδεὶς ἔνδον ἐστὶν, ἀλλὰ μᾶλλον βοᾶτε μετὰ προθυμίας· κατάβαλλε τὰ σπέρματα, ὑποδεχόμεθα  ὅπερ ἂν  καταβάλῃς,  διὰ τὴν  ἐλπίδα  τοῦ καρποῦ· πᾶσαν γὰρ φροντίδα βιωτικὴν  ἐξεώσαμεν τῆς διανοίας. ∆ιὰ δὲ τοῦτο καὶ βαθυτέρων ἀεὶ ἅπτομαι νοημάτων, θαῤῥῶν τῇ εὐγενείᾳ τῆς ἀρούρας.

Read More ->>

Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος, καὶ περὶ ἐλεημοσύνης.

0 σχόλια



Ιωάννης Χρυσόστομος  Τόμος 55
Ομιλίαι είς τους Ψαλμούς
ΤΟΥ ΑΥΤΟΥ Προειρηκότος ἑτέρου, ὁμιλία λεχθεῖσα ἐν Κωνσταντινουπόλει ἐν τῇ ἐκκλησίᾳ τῇ μεγάλῃ, ὀλίγων συνελθόντων, εἰς τὸ, "Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος," καὶ περὶ ἐλεημοσύνης.

αʹ. Βραχὺς ὁ καρπὸς τοῦ καλῶς εἰρηκότος, ἀλλ' ὥριμος· λεπτὴ ἡ νευρὰ, ἀλλὰ μεγάλη ἡ ἠχή· ὀλίγα τὰ ῥήματα, ἀλλὰ πολυτελῆ τὰ νοήματα. Καὶ γὰρ δῆμον ὁλόκληρον τοῖς ἐπαίνοις ἀνεπτέρωσε, καὶ σπουδαιοτέρους τοῖς ἐγκωμίοις εἰργάσατο, καὶ τὸν αἴτιον τῆς   γεωργίας   ἐδήλωσεν,   ὕμνους   τε  συνθεὶς   αὐτῷ,   καὶ   εὐχαριστήσας   κατὰ   τὸν ἀποστολικὸν νόμον, εἰς δοξολογίαν τὸν λόγον κατέλυσεν.Εἰ δὲ ταχέως τὴν τράπεζαν συνέστειλεν, οὐ διὰ πτωχείαν,  ἀλλὰ διὰ ταπεινοφροσύνην.Οὐ γὰρ ἀπορῶν πλείονα εἰπεῖν, εἰς σιγὴν τὸν λόγον κατέκλεισεν, ἀλλ' ἡμῖν τῆς διδασκαλίας παραχωρῶν.  Φέρε οὖν καὶ ἡμεῖς τῆς ζάλης τῶν ἤδη γεγενημένων θορύβων ἀπαλλαγέντες,  ὥσπερ τισὶ ποταμίοις ὕδασι τῇ τῶν Γραφῶν ἀναγνώσει τὴν ἀκοὴν ἀποπλύνωμεν.  Οὕτω καὶ  ναῦται  ποιοῦσιν· ἐπειδὰν  χειμῶνα  διαδραμόντες  καὶ  πολὺ διαβάντες  πέλαγος  εἰς  λιμένα  καταντήσωσι  γαληνὸν,  ἱστία χαλάσαντες,  καὶ  κώπην ἀποθέμενοι, καὶ τῆς νηὸς ἀποβάντες, βαλανείοις,  καὶ σιτίοις, καὶ πότοις καὶ ὕπνῳ, καὶ ἀνέσει τὸ σῶμα ἀνακτησάμενοι, ἀκμαιότερον αὐτὸ πρὸς τὴν λοιπὴν ναυτιλίαν παρασκευάζουσι. 

Read More ->>

Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον·

0 σχόλια



Ιωάννης Χρυσόστομος  Τόμος 55
Ομιλίαι είς τους Ψαλμούς

Ομιλία ρηθεῖσα εἰς τὴν μεγάλην ἑβδομάδα, ἐν ᾗ διδασκαλία, τίνος χάριν καλεῖται μεγάλη ἑβδομάς· καὶ εἰς τὸ, "Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον·" καὶ εἰς τὸν ἐν ταῖς Πράξεσι δεσμοφύλακα.


αʹ. ∆ιηνύσαμεν τῆς νηστείας τὸν πλοῦν, καὶ πρὸς τὸν λιμένα  τῇ τοῦ Θεοῦ χάριτι  λοιπὸν  κατηντήσαμεν· ἀλλὰ μὴ διὰ τοῦτο ῥᾳθυμῶμεν, ἐπειδὴ πρὸς τὸν λι μένα κατηντήσαμεν, ἀλλὰ διὰ τοῦτο σπουδάζωμεν μᾶλλον, ἐπειδὴ πρὸς τὸ τέλος ἐφθάσαμεν. Οὕτω γὰρ καὶ κυβερνῆται ποιοῦσιν· ἐπειδὰν μυριοφόρον ὁλκάδα πεπληρωμένην τῶν σίτων καὶ τῶν φορτίων εἰς ὕψος συγκειμένων εἰς στόμα λιμένος εἰσάγειν  μέλλωσιν,  ἐναγώνιοι  καὶ περιδεεῖς  εἰσι, μήποτε  μετὰ τὰ μακρὰ πελάγη πέτρᾳ τινὶ προσρῆξαν τὸ πλοῖον, ἐκεῖ τὴν ἐμπορίαν καταδύσῃ πᾶσαν. Οὕτω δὲ καὶ ἡμᾶς δεδοι κέναι  χρὴ καὶ ἐναγωνίους  εἶναι,  μὴ πρὸς τῷ τέλει  τῆς ἀμοιβῆς τῶν πόνων ἐκπέσωμεν. ∆ιὸ καὶ ἐπιτεῖναι χρὴ τὴν σπουδήν.

Read More ->>

Εἰς τὸν ∆αυῒδ τὸν βασιλέα, καὶ τὸν ἀπόστολον Παύλον

0 σχόλια



Ιωάννης Χρυσόστομος  Τόμος 55
Ομιλίαι είς τους Ψαλμούς

ΤΟΥ ΑΥΤΟΥ Εἰς τὸν ∆αυῒδ τὸν βασιλέα, καὶ Παῦλον τὸν ἀπόστολον, περὶ μετανοίας· καὶ εἰς διάφορα ῥήματα τοῦ ψαλτῆρος εἰς τὸ τοῦ Χριστοῦ τέλος ἐσχηκότα· καὶ περὶ τοῦ μὴ ἀπογινώσκειν ἡμᾶς τῆς σωτηρίας ἑαυτῶν.

Ἀρτίως ἠκούσατε τοῦ ὑμνογράφου ∆αυῒδ βοῶντος· Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.  Καὶ πάλιν,  Καρδίαν καθαρὰν  κτίσον  ἐν  ἐμοὶ,    Θεὸς, καὶ  πνεῦμα  εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου, ὁ ∆αυῒδ βοᾷ. Καὶ τίνος ἕνεκεν ὁ προφήτης λέγει, Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου; Ἐπειδὴ ὅπου ἔλεος, ἀνεξέταστος σωτη ρία· ὅπου ἔλεος, δικαστήριον οὐ καθέζεται· ὅπου ἔλεος, εὐθῦναι οὐκ ἀπαιτοῦνται. Ἅπαξ ἐλεηθῆναι  ζητῶ, ἀπάλλαξόν με τῆς ἀσθενείας. Καὶ διὰ τί βοᾷ ὁ ∆αυῒδ, Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός;

Read More ->>

Στίχοι είς τόν μέγαν φωστήρα και διδάσκαλον της Εκκλησίας μας τον Χρυσόστομον

0 σχόλια


Ιωάννης Χρυσόστομος  Τόμος 55
Ομιλίαι είς τους Ψαλμούς
Στίχοι είς τόν μέγαν φωστήρα και διδάσκαλον της Εκκλησίας μας τον Χρυσόστομον Προοίμια  τών Ψαλμών
Prooemia in Psalmos

Μετὰ τὸν  Μωϋσέα καὶ τὸν  τούτου  διάδοχον  Ἰησοῦν τοῦ Ναυῆ, καὶ τοὺς λεγομένους κριτὰς ἐν τῷ Ἰσραὴλ, ἐπιλαβομένου λοιπὸν τῆς βασιλείας τοῦ Ἰσραὴλ Σαοὺλ, καὶ ἀποδοκιμασθέντος. ἤγειρεν αὐτοῖς ὁ Θεὸς βασιλέα ἐνάρετον, δίκαιόν τε καὶ προφήτην,  ὃς συνέταξε τὴν  βίβλον  Ψαλμῶν  ρνʹ, ἐκ Πνεύματος ἁγίου  κινούμενος,  ἐμμέτρως κατὰ τὸ μέτρον τὸ ἴδιον τῆς ἰδίας γλώσσης, ἐμμελῶς μετὰ ῥυθμοῦ καὶ ὀργάνων διαφόρων καὶ ὀρχήσεων καὶ ᾠδῶν αὐτοὺς ᾄδων. Ἦν γὰρ οὗτος κατέχων  κιθάραν, εἶχε  δὲ καὶ διαφόρους  χοροὺς ὑφ' ἑαυτὸν  μικρῶν  προφητῶν· οὕτω  γὰρ  ἐκάλει  τοὺς  παραμένοντας  τοῖς  προφήταις·  πολλάκις   δὲ  καὶ  υἱοὺς προφητῶν  αὐτοὺς ὠνόμασεν, ἐχόντων  διάφορα ὄργανα, τοῦ μὲν κύμβαλα, τοῦ δὲ αὐλοὺς, τοῦ  δὲ τύμπανα, τοῦ δὲ σάλπιγγας, τοῦ δὲ ψαλτήριον  καὶ κιθάραν, τοῦ δὲ ᾠδοὺς τοὺς λεγομένους βουκολίους. Ἕκαστος δὲ χορὸς ἔξαρχον εἶχεν, ὧν ὁ μὲν ἐλέγετο Ἀσὰφ, ἄλλος δὲ Ἰδιθοὺμ, ἕτερος υἱοὶ Κορὲ, ἄλλος Ἐθὰμ Ἰσραηλίτου, ἕτερος  Μωϋσέως  ἀνθρώπου  Θεοῦ. Ἡνίκα  τοίνυν  ἐκινεῖτο  ὑπὸ  τοῦ  Πνεύματος προειπεῖν, ἢ περὶ τῆς αἰχμαλωσίας τοῦ λαοῦ, ἢ περὶ τῆς ἐπανόδου αὐτῶν,  ἢ περὶ ἠθῶν  διδασκαλικῶν,    περὶ  προνοίας,    περὶ  τοῦ  ∆εσπότου Χριστοῦ, συνετίθει ἐμμέτρως τὸν ψαλμὸν ἕκαστον εἰς μίαν ὑπόθεσιν συντείνοντα  (διὰ τοῦτο γὰρ καὶ μικροὶ καὶ μεγάλοι ψαλμοὶ), καὶ παρεδίδου ἑνὶ χορῷ. Εἰ δὲ πάλιν ἐδοκίμασε κατὰ τὸ μέσον τοῦ ψαλμοῦ καὶ ἄλλῳ χορῷ παραδοῦναι τὸ λοιπὸν τοῦ ψαλμοῦ, τότε αὐτὴ ἡ διαδοχὴ τοῦ ψαλμοῦ ἐκαλεῖτο ∆ιάψαλμα. Ὥστε καὶ ὅταν τοῖς λεγομένοις ᾠδοῖς, ἤτοι βουκολίοις, κατὰ μέσον τοῦ ψαλμοῦ ἠθέλοντα (sic) παραδοῦναι, τότε ἐκαλεῖτο Ὠδὴ διαψάλματος· ἐπειδήπερ οἱ ᾠδοὶ ἐκ διαδοχῆς παρελάμβανον τὸ λοιπὸν τοῦ ψαλμοῦ ᾄδειν.

Read More ->>

Προθεωρία εις τους Ψαλμούς

0 σχόλια


Ιωάννης Χρυσόστομος  Τόμος 55
Ομιλίαι είς τους Ψαλμούς
ΠΡΟΘΕΩΡΙΑ ΕΙΣ ΤΟΥΣ ΨΑΛΜΟΥΣ.


αʹ. Πᾶσαι μὲν ἅγιαι αἱ θεῖαι Γραφαί· ἔχουσι δέ τι πλέον οἱ Ψαλμοί· οἷον περὶ σωφροσύνης εὐθέως, μᾶλλον  δὲ πρὸ πάντων,  περὶ τοῦ μὴ συνεῖναι πονηροῖς, ἀπ' αὐτῆς εὐθὺς τῆς ἀρχῆς τοῦ βιβλίου. ∆ιὰ γὰρ τοῦτο καὶ ἐντεῦθεν ἤρξατο ὁ μακάριος  ∆αυῒδ  λέγων·   Μακάριος  ἀνὴρ,  ὃς  οὐκ  ἐπορεύθη   ἐν   βουλῇ   ἀσεβῶν.Μακαριότητα δὲ ὅταν εἴπῃ, τὴν κορυφὴν λέγει τῶν ἀγαθῶν ἁπάντων. Περὶ δὲ τοῦ συνεῖναι ἀγαθοῖς, περὶ τοῦ γαστρὸς κρατεῖν, περὶ τοῦ χεῖρας κατέχειν, περὶ ἀκολασίας, περὶ τοῦ μὴ πλεονεκτεῖν,  ὅτι οὐδὲν  τὰ χρήματα, οὐδὲ δόξα, καὶ ὅσα τοιαῦτα.  Καὶ περὶ μὲν τοῦ σωφρονεῖν  ἀκούσῃ αὐτοῦ λέγοντος,  Ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων·  καὶ πάλιν,  Ἐξωλόθρευσας πάντα  τὸν πορνεύοντα  ἀπὸ σοῦ. Περὶ δὲ τοῦ δεῖν  γαστρὸς κατέχειν,  Καὶ ἀπέκτεινε,  φησὶν, ἐν  τοῖς  πλείοσιν αὐτῶν, ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν. Καὶ ὅτι δεῖ δώρων ἀπέχεσθαι· Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν. Καὶ δόξης μὴ ἐπιθυμεῖν· Οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ ὀπίσω αὐτοῦ. Τοὺς πονηροὺς μὴ ζηλοῦν· Μὴ παραζηλοῦ ἐν πονηρευομένοις.  Τὰς δυναστείας ἡγεῖσθαι οὐδέν· Εἶδον τὸν  ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον, ὡς τὰς κέδρους τοῦ Λιβάνου· καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν. Μηδὲν τὰ παρόντα  ἡγεῖσθαι· Ἐμακάρισαν τὸν  λαὸν,  ᾧ ταῦτά  ἐστι· μακάριος ὁ λαὸς οὗ Κύριος ὁ Θεὸς αὐτοῦ. Ὅτι οὐχ ἁπλῶς ἁμαρτάνομεν, ἀλλ' ἔστιν ἀνταπόδοσις, φησίν· Ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. ∆ιὰ τί δὲ οὐ καθ' ἡμέραν ἀνταποδίδωσιν; Ὁ Θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος. 

Read More ->>

Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν καὶ περὶ ἐλεημοσύνης.

0 σχόλια



Ιωάννης Χρυσόστομος  Τόμος 55
Ομιλίαι είς τους Ψαλμούς
Είς τόν ΛΗ  ψαλμόν  Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν καὶ περὶ ἐλεημοσύνης.

αʹ. Προτρέπεται καὶ κόλπος βύθιος ἁλιέα, ὅταν τὸ δίκτυον ῥίψας, καὶ πολλὴν τῶν ἐναλίων ἄγραν περιλαβὼν, κάμνουσαν τῷ φόρτῳ τὴν σαγήνην ἐφέλκηται· καὶ θηρατὴν   ὕλη   θηροτρόφος,   ὅταν   ὄρη  διερευνήσας,  καὶ   κορυφὴν   κατάκομον ἀναπτύξας, μετὰ λαμπρᾶς καὶ πλουσίας ἐπανέλθῃ τῆς ἄγρας. Εἰ δὲ τοῖς περὶ κέρδη καὶ θήραν ἐπτοημένοις γλυκὺς ὁ περὶ ταῦτα πόνος ὑπάρχει, πόσῳ μᾶλλον τοῖς τῶν ἐκκλησιαστικῶν ἁλιεῦσι κόλπων, οἷς τὸ κέρδος οὐχ ἡμερινὸν, οὐδὲ πρόσγειον, ἀλλ' αὐτὴ τῶν οὐρανῶν ἡ βασιλεία καθέστηκε; Φέρε οὖν, ἀγαπητὲ, ∆αυϊδικῆς κιθάρας τὸ ψαλμικὸν  ἀνακρούσωμεν  μέλος, καὶ κατὰ τοῦ ∆αυῒδ τὴν  ἀνθρωπίνην  εὐτέλειαν στηλιτεύσαντες, εἴπωμεν· Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν· Ταράσσεται, καὶ τὸ τέλος  ἀπόλλυται·  ταράσσεται, καὶ πρὶν  καταστῆναι  καταποθεῖται·  ὡς πῦρ ἀνακαίεται, καὶ ὡς καλάμη ἀποτεφροῦται· ὡς θύελλα ἐπαίρεται, καὶ ὡς κόνις ἐδαφίζεται· ὡς φλὸξ ἀναῤῥιπίζεται, καὶ ὡς καπνὸς διαλύεται· ὡς ἄνθος ὡραΐζεται, καὶ ὡς χόρτος ξηραίνεται· ὡς νέφος ὑπεραπλοῦται, καὶ ὡς σταγὼν ἀπομειοῦται· ὡς πομφόλυξ  ὀγκοῦται, καὶ ὡς σπινθὴρ ἀποσβέννυται· ταράσσεται, καὶ τῇ ἀπληστίᾳ κερδαίνει τὴν δυσωδίαν· ταράσσεται, καὶ τῶν  ἀπὸ τῆς ταραχῆς οὐδὲν λαμβάνων ἀπέρχεται. Αὐτοῦ αἱ ταραχαὶ, καὶ ἄλλων  αἱ τρυφαί· αὐτοῦ οἱ πόνοι, καὶ ἄλλων  οἱ θησαυροί· αὐτοῦ αἱ φροντίδες,  καὶ ἄλλων  αἱ εὐφροσύναι· αὐτοῦ αἱ θλίψεις,  καὶ ἄλλων αἱ ἀπολαύσεις· αὐτοῦ αἱ κατάραι, καὶ ἄλλων αἱ θεραπεῖαι· αὐτοῦ αἱ ἁρπαγαὶ, καὶ ἄλλων αἱ ἡδοναί· παρ' αὐτῷ ὁ στεναγμὸς, καὶ παρ' ἑτέροις οἱ πλεονασμοί· παρ' αὐτῷ τὰ δάκρυα, καὶ παρ' ἑτέροις τὰ χρήματα· αὐτὸς ἐν ᾅδῃ κολάζεται, καὶ ἄλλοι πάλιν ἐν τοῖς αὐτοῦ ἐντρυφῶσι ψάλλοντες.


Read More ->>

Εἰς τήν ἐπιγραφὴν τοῦ Νʹ ψαλμοῦ, καὶ περὶ μετανοίας

0 σχόλια


Ιωάννης Χρυσόστομος  Τόμος 55
Ομιλίαι είς τους Ψαλμούς
Εἰς  τήν ἐπιγραφὴν τοῦ Νʹ ψαλμοῦ, καὶ περὶ μετανοίας ∆αυῒδ, καὶ περὶ τῆς τοῦ Οὐρίου.
Psalmum 50 (homilia 1) [Sp.]

αʹ. Οἱ ζωγράφοι μιμοῦνται τῇ τέχνῃ τὴν φύσιν, καὶ κεραννύντες τὰ χρώματα, γράφουσι  τὰς  εἰκόνας  τῶν  ὁρωμένων  σωμάτων,  καὶ  ποιοῦσιν  ἀνθρώπους,  καὶ ἄλογα, καὶ δένδρα, καὶ πολέμους, καὶ μάχας, καὶ αἱμάτων χει μάῤῥους, καὶ δόρατα, καὶ θώρακας, καὶ ἀσπίδας, καὶ βασιλεῖς, καὶ ἰδιώτας, καὶ θρόνον βασιλικὸν, καὶ βασι λέα καθήμενον, καὶ βάρβαρον ὑποκείμενον, καὶ αἰχμὴν ἠκονημένην, καὶ ποταμοὺς ῥέοντας, καὶ πεδία ποικίλα, καὶ ἁπλῶς ἅπαντα τὰ ὁρώμενα διὰ τῆς τέχνης μιμούμε νοι, παρέχουσι θεωρίαν τοῖς βλέπουσιν. Οὕτω δὴ καὶ οἱ προφῆται ζωγράφοι τινές εἰσιν ἀρετῆς καὶ κακίας. Γρά φουσι γὰρ καὶ οὗτοι τῷ λόγῳ τὸν ἁμαρτωλὸν, τὸν δί καιον, τὸν μετανοοῦντα, τὸν ἑστῶτα, τὸν πίπτοντα, τὸν ἐγειρόμενον, τὸν σαλευόμενον.  Καὶ καθάπερ οἱ ζωγράφοι  ποιοῦσι πολέμους καὶ σφαγὰς, οὕτω καὶ οὗτοι ποιοῦσιν ἁμαρτίαν ποτὲ μὲν ἐπιοῦσαν, ποτὲ δὲ καταβαλλομένην, καὶ δαίμονας πάλιν, νῦν μὲν πολεμοῦντας, νῦν δὲ πο λεμουμένους, καὶ διάβολον ποτὲ μὲν ἐπιβουλεύοντα, ποτὲ δὲ καὶ νικώμενον.

Read More ->>
 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Follow by Email

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Γίνεται Μέλος στο Ιστολόγιο

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |