ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 10/03/16

Δευτέρα, 3 Οκτωβρίου 2016

ΨΑΛΜΟΣ ΡΕʹ.Ἀλληλούια.

0 σχόλια


Ιωάννης Χρυσόστομος  Τόμος 55
Ομιλίαι είς τους Ψαλμούς
ΨΑΛΜ. ΡΕʹ.Ἀλληλούια.       

αʹ. Ἐν τούτῳ τῷ ψαλμῷ τὰς ἁμαρτίας καταλέγει τοῦ προτέρου λαοῦ, διδάσκων πως καὶ δι' ἃ γέγονεν ἡ ἀπο βολὴ αὐτῶν. Ἐν μὲν οὖν τῷ ἑκατοστῷ καὶ τετάρτῳ ψαλ μῷ τὰς θείας ὁ προφητικὸς  λόγος διεξῆλθεν  εὐεργεσίας· ἐν τούτῳ δὲ καὶ τῶν εὐεργεσιῶν μέμνηται,  καὶ τῆς τῶν  εὐεργετηθέντων ἀχαριστίας κατηγορεῖ,  καὶ τὰς ἐπενεχθεί  σας αὐτοῖς   διαφόρως    τιμωρίας   διδάσκει.   Ἐσχημάτισται   δὲ   ὡς   ἐκ   προσώπου   τῶν εὐσεβεστέρων  τὰς  κοινὰς  ὀλοφυ  ρομένων  συμφορὰς,  καὶ  φειδοῦς  τυχεῖν ἀντιβολούντων. Τὴν γὰρ αὐτὴν ἐπιγραφὴν ὁ ψαλμὸς εἰκότως ἔχει τῷ φθάσαντι· τῆς γὰρ αὐτῆς ὑποθέσεως ἔχεται. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστός· ὅτι εἰς τὸν αἰῶνα  τὸ ἔλεος αὐτοῦ. Ἡ ἐπιγραφὴ σημαίνουσα τὸ, Αἰνεῖτε τὸν Κύριον, δηλοῖ τὸν ψαλμὸν αἶνον περιέχειν  Θεοῦ. ∆ιδάσκει  δὲ  νῦν  ἐξ  ἀρχῆς  τοὺς  ἀπὸ  ἁμαρτημάτων  ἐπιστρέφοντας, καθάπερ ἰατρῷ, προσιέναι τῷ Σωτῆρι, δεικνύντας  ὥσπερ τῇ ἐξομολογήσει τῶν πεπλημμελημέ   νων  τὰ  τραύματα·  διαθέσει  δηλονότι   ψυχῆς,  ἀλλ'  οὐ  λόγῳ  τοῦτο ποιοῦντας ψιλῷ. Ἕτοιμος γὰρ, φησὶ, διὰ χρηστό τητα τοῖς μετανοοῦσιν εἰς ἔλεον, εἰδὼς ἐλέου δεῖσθαι τὰ τοῦ παρόντος αἰῶνος, οἷα δὴ θνητὰ καὶ ἐπίκηρα. Τί δέ ἐστιν, Ὅτι εἰς τὸν  αἰῶνα  τὸ  ἔλεος  αὐτοῦ,  ∆ιαπαντὸς  ἐλεεῖ·  διαπαντὸς  φιλανθρωπεύεται. Ἕτοιμός ἐστιν ἀεὶ τὰ αὐτοῦ διδόναι. 

Read More ->>

ΨΑΛΜΟΣ Ρςʹ Ἀλληλούια.

0 σχόλια


Ιωάννης Χρυσόστομος  Τόμος 55
Ομιλίαι είς τους Ψαλμούς
ΨΑΛΜ. Ρςʹ.Ἀλληλούια.


αʹ. Πολλάκις ἀπεδείξαμεν ὅτι σκιὰ τῆς καινῆς ἡ παλαιὰ ∆ιαθήκη· οὐδὲν δὲ ἧττον καὶ ἐκ τοῦδε τοῦ ψαλμοῦ ῥᾴ διον τοῦτο καταμαθεῖν. Τήν τε γὰρ Ἰουδαίων  ἐλευθερίαν θεσπίζει, καὶ τὴν πάντων  ἀνθρώπων  σωτηρίαν προαγο ρεύει· ἔχει δὲ πολλὴν πρὸς τοὺς προτεταγμένους  ἀκο λουθίαν. Ὁ μὲν γὰρ τέταρτος καὶ ἑκατοστὸς διήγησιν εἶχε τῶν ὑπὸ τοῦ  Θεοῦ πρὸς  τοὺς  πατριάρχας  γεγενη  μένων  ἐπαγγελιῶν,   καὶ  τῶν  τοῖς  ἐκείνων ἐγγόνοις  παρα σχεθεισῶν  δωρεῶν·  ὁ δὲ μετ' ἐκεῖνον  πρὸς ταῖς εὐερ γεσίαις καὶ τὴν Ἰουδαίων ἀχαριστίαν ἐδίδαξε, καὶ τὰς δι' ἐκείνην ἐπενεχθείσας τιμωρίας αὐτοῖς. Οὗτος δὲ   προαγορεύει   τὴν   τῆς   αἰχμαλωσίας   ἀπαλλαγὴν    διὰ   τὴν   ἄῤῥητον   τοῦ   Θεοῦ φιλανθρωπίαν γεγενημένην.   Ἐπειδὴ  δὲ  καὶ  ἐν  ἐκείνοις  ἐσκιαγράφηται  τὰ  ἡμέτερα, ὁρῶμεν καὶ τῆς ἡμετέρας σωτηρίας καὶ ἐν τῷδε τῷ ψαλμῷ τὰ θεσπίσματα· μᾶλλον γὰρ ἡμῖν  ἢ ἐκείνοις  ἁρμόττει  τῆς προφητείας  τὸ πλεῖστον.  Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Πάλιν ὑμνεῖν ὁ προφητικὸς παρακελεύεται λόγος  τὸν  εὐεργέτην  Θεόν· αἰτίαν  δὲ τῆς  ὑμνῳδίας  τὴν  φιλανθρωπίαν εἶναί  φησι. Ταῦτα δὲ λέ γειν  ἂν εἶεν ἱκανοὶ  οἱ περιστάσεις διαφυγόντες,  ἐλέῳ Θεοῦ μόνῳ  χωρίς τινος  ἐξ ἡμῶν  συντελείας.  Ὁ δὲ τοιοῦτος  ἔλεος  τοῖς  μὲν  τυχοῦσί  τινος  προσκαίρου βραχύς·  τοῖς  δὲ τῶν  αἰωνίων   ἀξιουμένοις  αἰώνιος.  Εἴρηται γοῦν,  Τῷ ἐλέῳ  αἰωνίῳ ἠλέησά σε, πρὸς τοῦ ποιοῦντος  ἔλεος εἰς χιλιάδας  τοῖς ἀγαπῶσιν αὐτὸν, ἑτοιμάζοντος αὐτοῖς Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε· συν ωνυμεῖ δὲ τὸ ἀγαθὸν τῷ χρηστῷ. Εἰπάτωσαν  οἱ  λελυτρωμένοι   ὑπὸ  Κυρίου, οὓς  ἐλυτρώσατο  ἐκ  χειρὸς  ἐχθροῦ.  Τὴν ἀποβολὴν  τοῦ Ἰουδαίων  ἔθνους διὰ τοῦ προ τέρου δηλώσας ψαλμοῦ, ἐν ᾧ ἦν καὶ τὸ, Ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ· νῦν τὴν τῶν ἐθνῶν δηλοῖ κλῆσιν πανταχόθεν  τῆς οἰκουμένης  διὰ τοῦ Σωτῆρος συν αγομένων  καὶ ἁρπαζομένων  ἐκ τῶν  τοῦ διαβόλου χειρῶν  ἐπὶ  τὴν  ἁγίαν  αὐτοῦ  Ἐκκλησίαν. 

Read More ->>

ΨΑΛΜΟΣ ΡΖʹ Ὠδὴ ψαλμοῦ τῷ ∆αυΐδ.

0 σχόλια


Ιωάννης Χρυσόστομος  Τόμος 55
Ομιλίαι είς τους Ψαλμούς
ΨΑΛΜ. ΡΖʹ.

Ὠδὴ ψαλμοῦ τῷ ∆αυΐδ.
 
Καὶ οὗτος ὡσαύτως ὁ ψαλμὸς τὴν Ἰουδαίων  ἐπάνοδον προθεσπίζει, καὶ τῶν ἐθνῶν προαγορεύει τὴν σωτηρίαν. Πολλὴν δὲ ἔχει τὴν συγγένειαν πρός τε τὸν πεντηκοστὸν  ἕκτον καὶ πρὸς τὸν πεντηκοστὸν  ἔννατον.  Ὠδὴν δὲ ψαλ μοῦ τὴν  ἐν συνέσει δοξολογίαν  λέγει· τοῦτο  γὰρ καὶ ἐν τοῖς ἑξῆς δειχθήσεται.  Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου· ᾄσομαι καὶ ψαλῶ  ἐν τῇ δόξῃ μου. Καὶ ἤδη προειρήκαμεν,  ὡς  δόξαν  οἰκείαν  ὁ προ φήτης  τὴν  προφητικὴν  χάριν  καλεῖ.  Τῇ τῆς προφητείας, φησὶ, χρώμενος  μελῳδίᾳ, λέγω σοι τῷ ∆εσπότῃ, ὡς ἑδραίαν ἔχω μου τὴν καρδίαν καὶ ἑτοίμην εἰς ὑποδοχὴν τῆς θείας σου χάριτος. Μακάριοι γὰρ, φησὶν, οἱ καθα ροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται· οἳ καὶ θαῤῥοῦντες ἐροῦσιν, Ἑτοίμη ἡ καρδία μου, ὁ Θεός. ∆υνάμει  δέ φησιν  ὁ προφήτης·  Ἰδού  σοι, ∆έσποτα, τὰ  παρὰ τῆς  ἐμῆς δυνάμεως  παρεσκεύασται· πέμπε σου τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τὴν προφητικὴν  δωροῦ χάριν· εἰς γὰρ τὴν ταύτης ὑπηρεσίαν τὴν ἐμὴν ἡτοίμασα γλῶσσαν. Ἄσω τε καὶ ψαλῶ. εἴ μου πληρώσῃς τὴν ἐπιθυμίαν,  μᾶλλον  δὲ τὴν καρδίαν. Ἡ ἐμὴ δόξα, ἡ χάρις ἡ προφη τικὴ,  ἤγουν  ἕξις ἡ θεωρητική  τε καὶ πρακτική.  Ἐξεγέρθητι  ἡ δόξα μου, ἐξεγέρθητι, ψαλτήριον  καὶ κιθάρα, Ἐξεγερθήσομαι ὄρθρου· ἐξομολογήσομαί  σοι ἐν λαοῖς.  Κύριε, ψαλῶ σοι ἐν ἔθνεσι. Ψαλτήριον καὶ κιθά ραν ἑαυτὸν ὁ προφήτης καλεῖ. Ὡς ἐν ὀργάνῳ γὰρ μου σικῷ, τοῦ Πνεύματος ἡ χάρις ἐν αὐτῷ τὴν προφητικὴν  ἀνεκρούετο μελῳδίαν. Εὐτρεπίζεται γὰρ πρὸς τὴν θείαν ἐπίπνοιαν,  ψυχήν  τε καὶ σῶμα κινῶν· διὰ μὲν τῆς κι  θάρας τὰ μέλη τοῦ σώματος καὶ τὰ αἰσθητήρια, δι' ὧν ὁ νοῦς ἀνακρούεται πᾶν ὅ τι βούλεται· διὰ δὲ τοῦ ψαλ τηρίου τὰς λογικὰς τῆς ψυχῆς δυνάμεις. Ὡς δὲ τὰς ἀπαρχὰς τῆς ἑαυτοῦ  ζωῆς  ἀναθεὶς  τῷ  Θεῷ, τοὺς ὄρθρους ἀπολαμβάνει  καὶ τοὺς καιροὺς τοῦ φωτὸς, ὡς ἐπιτη δειοτέρους τῆς ὅλης ἡμέρας. ∆ιεγείρας τοίνυν ἑαυτὸν εἰς ὑμνῳδίαν τοῦ  ∆εσπότου, ἀποκρίνεται πάλιν καὶ ὑπ ισχνεῖται ὄρθρου τοῦτο ποιήσειν· ἅτε δὴ τηνικαῦτα οὐκ αὐτὸς μόνος προσοίσων τὸν ὕμνον,  ἀλλὰ  καὶ μετὰ μυρίων  ἐθνῶν  καὶ λαῶν  τὴν θείαν ᾠδὴν ποιησόμενος. Ὄρθρον δὲ καλεῖ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν τὴν ἐνανθρώπησιν.  Ἐξ ἐκείνου γὰρ ἀνέτειλε  τῆς ἀληθείας τὸ φῶς· ἐξ ἐκείνου κατὰ πᾶσαν τὴν  οἰκουμένην   ἐν  τοῖς  ἁπάντων   στόμασιν    μακάριος  ᾄδει  ∆αυῒδ,  καὶ  τὰς  θείας εὐεργεσίας ὑμνεῖ. Ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου, καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου. Νικᾷ τῶν οὐρανῶν τὰ κύτη τοῦ σοῦ ἐλέους τὸ μέγεθος· πανταχόσε τῆς σῆς ἀληθείας αἱ ἀκτῖνες  διέδραμον. Καὶ ἤδη δὲ εἰρήκαμεν ὡς νεφέλας  καὶ τοὺς προφήτας καὶ τοὺς ἀποστόλους καὶ τοὺς διδασκαλικῆς  χάριτος τετυ χηκότας καλεῖ. ∆ιὰ τούτων γὰρ, ὥσπερ διά τινων  νεφε λῶν, τὴν πνευματικὴν  ἀρδείαν τοῖς ἀνθρώποις  προσφέρει·

Read More ->>

ΕΙΣ ΤΟΝ ΡΙΗʹ ΨΑΛΜΟΝ, Ητοι τὸν ἄμωμον. Στάσις αʹ

0 σχόλια



Ιωάννης Χρυσόστομος  Τόμος 55


ΕΙΣ ΤΟΝ ΡΙΗʹ ΨΑΛΜΟΝ, Ητοι τὸν ἄμωμον. Στάσις αʹ.
In Psalmum 118 (homiliae 1-3) [Sp.]

αʹ. Μέγα  θησαύρισμα  καὶ  πλοῦτον   πνευματικὸν   καὶ  ψυχῶν   θυμηρεστάτην λυσιτέλειαν   πρός  τε  τὴν  τοῦ  Θεοῦ  αἴνεσιν  καὶ  δοξολογίαν,   καὶ  τοῦ  βίου  ἡμῶν ἀσφάλειαν καὶ ὑποτύπωσιν ἀγαθῶν ἔργων, κατὰ ἀνακύκλησιν τῆς ἑβδομάδος τῇ πρώτῃ ἡμέρᾳ (ἥτις καὶ κυριακὴ παρ' ἡμῶν ὀνομάζεται, διὰ τὸν ἐν αὐτῇ ἀναστάντα Κύριον) οἱ κλεινοὶ  καθηγεμόνες  καὶ διδάσκαλοι, ἅγιοι πατέρες ἡμῶν, παρέδοσαν ἡμῖν ᾄδειν καὶ ψάλλειν  τὸν ἑκατοστὸν ὀκτωκαιδέκατον  ψαλμόν.  Στοιχείωσις γάρ ἐστι καὶ ὁδή γησις τοῦ κατὰ Θεὸν βίου. Οὕτω γὰρ καὶ τὴν ἐπιγραφὴν  ἔχει, ἐπειδὴ τοὺς προσέχοντας καὶ ἐρευνῶντας  ἀκριβῶς τὴν τούτου σαφήνειαν  ῥυθμίζει πρὸς τελειότητα  βίου, καὶ κατὰ τὴν αὐτοῦ ὀνομασίαν ἀμώμους ἀποτελεῖ. Ἄμω μος δέ ἐστιν ὁ παντὸς ἄγους καὶ μύσους καὶ ῥύπου ἀπηλλαγμένος,  καὶ κηλῖδος ἁπάσης ἐκτὸς καὶ ἀνομίας καὶ ἁμαρτίας· ὁ αὐτὸς δὲ καὶ μακάριος, ὅτι μετὰ τὴν ἐντεῦθεν  τοῦ βίου ἐκδημίαν τῆς ἀληθινῆς  μακαριότητος ἀξιωθήσεται, καὶ τῷ φωτὶ καταγλαϊσθήσεται τῆς θείας γνώσεως, καὶ εἰς ἀνάπαυσιν καὶ τρυφὴν αἰωνίαν  αὐ λισθήσεται, ἥτις ἐστὶν οὐρανῶν βασιλεία. Ὅθεν καὶ ὁ ὑμνογράφος ∆αυῒδ τοῖς  προφητικοῖς  ὄμμασι κατανοήσας  τὴν  τοῦ ἁγίου  βαπτίσματος  χάριν  ἐβόα· Μακάριοι, ὧν ἀφέθησαν  αἱ ἀνομίαι. Τοὺς δὲ τηρήσαντας ταύτην  τὴν χάριν, καὶ κατὰ τὴν συνταγὴν ποιήσαντας, καὶ τῷ Θεῷ προσαγομένους καὶ τῷ ἁγίῳ βαπτίσματι, τούτους ὡς κατορθοῦντας  τὴν πρακτικὴν  ἀρετὴν ἐν τούτῳ τῷ ψαλμῷ  μακαρίζει. Ἔχει δὲ καὶ ἑτέραν  τινὰ  ὑψηλοτάτην  ἔννοιαν  ἡ τοῦ ψαλμοῦ  τοῦδε ὑπόθεσις. Αὐτὸς γὰρ οὗτος ὁ θεῖος  ∆αυῒδ  πολλὰς  καὶ  διαφόρους  πραγμάτων   ἔσχε  μεταβολάς.  

Read More ->>

Ἐπίβλεψον ἐπ' ἐμὲ, καὶ ἐλέησόν με κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου.

0 σχόλια


Ιωάννης Χρυσόστομος  Τόμος 55

ΣΤΑΣΙΣ Γʹ Ἐπίβλεψον ἐπ' ἐμὲ, καὶ ἐλέησόν με κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου.

αʹ. Σύνηθές ἐστιν, ἀδελφοὶ, τῷ μακαρίῳ ∆αυῒδ πολυτρόπους ἐπινοεῖν  ἐμφάσεις ἐπὶ τοῖς προφητικῶς  παρ' αὐτοῦ ᾀδομένοις. Καὶ γὰρ καὶ ἐν τούτῳ τῷ ψαλμῷ τὰ αὐτὰ περὶ τῶν αὐτῶν πολλαχῶς  φθέγγεται. Σκοπὸς δὲ αὐτῷ ἐστιν, ἡ ἀποχὴ τῆς ἁμαρτίας καὶ ἡ ἀποτροπὴ τοῦ κακοῦ, τήρησις δὲ καὶ φυλακὴ  τῶν ἐντολῶν  τοῦ Θεοῦ, καὶ ἐλέγ χειν τοὺς παραβαίνοντας,  καὶ ἐξ αὐτῶν  ἀποστρέφεσθαι, δέεσθαί τε τῆς τοῦ Θεοῦ βοηθείας καὶ τοῦ ἐλέους αὐτοῦ. ∆ιὸ λέγει· Ἐπίβλεψον ἐπ' ἐμὲ, καὶ ἐλέησόν με. Ἔστινὅτε ὁ Θεὸς ἐπιβλέπει  κατ' ὀργὴν, ὡς εἴρηται παρὰ τῷ προφήτῃ  Ἀμβακούμ· Ἐπέβλεψε, καὶ ἐτάκη ἔθνη·  ὅτε  δὲ  ἐπὶ  τοὺς  ἀγαπῶντας   αὐτὸν  ἐπιβλέπει,  ἔλεος  καὶ  σωτηρίαν  ἐργάζεται. Ταύτην  οὖν  ἐζήτησεν    προφήτης·   διὰ  τοῦτο  καὶ  ἐπήγαγε·  Κατὰ  τὸ  κρίμα  τῶν ἀγαπώντων τὸ ὄνομά σου. Ἱκετεύει τοίνυν τῆς θείας τυχεῖν εὐμε νείας, οὐχ ἁπλῶς, ἀλλ' ὡς εἴωθας, φησὶ, τοῖς ἀγαπῶσί σε παρέχειν  τὸν ἔλεον. Τοῦτο γὰρ εἶπε, Κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου· ἀντὶ τοῦ, τῆς ἴσης τούτοις ἀπολαῦσαι ψήφου παρακαλῶ. Τὰ διαβήματά μου κατεύθυνον  κατὰ τὸ λόγιόν σου· καὶ μὴ κατακυριευ σάτω μου πᾶσα ἀνομία. 

Read More ->>

Είς το Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ.

0 σχόλια

ioannis

Ιωάννης Χρυσόστομος  Τόμος 55

Είς το  Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ.
In Psalmum 139 [Sp.]

αʹ. Θαυμάζω τί δήποτε ὁ προφήτης οὐκ ηὔξατο ῥυσθῆναι ἀπὸ δαιμόνων, ἢ λεόντων, ἢ δρακόντων, ἀλλ' ἐξ ἀνθρώ που πονηροῦ. ∆ῆλον οὖν ὅτι χείρονές εἰσιν οἱ πονηροὶ  ἄνθρωποι  τῶν  λεόντων.  Οἱ μὲν  γὰρ λέοντες  τὸν  ∆ανιὴλ  ἐνετράπησαν, Ἰουδαῖοι δὲ τὸν Κύριον ἐσταύρωσαν· οἱ κόρακες τὸν Ἠλίαν ἐν τῷ ὄρει διέτρεφον, τὸν  δὲ Ἰωσὴφ  οἱ  ἀδελφοὶ  πιπράσκοντες  ἔτρωγον,  ὃν  καὶ  δεόμενον  ὑπερ εῖδον. Ἐδέετο γὰρ αὐτῶν ὁ παῖς τοῦ μὴ πραθῆναι τοῖς ἀλλοφύλοις· οἱ δὲ τῇ ὑπερβολῇ τῆς ὠμότητος  τὴν  ἱκεσίαν αὐτοῦ ὑπερεῖδον, καὶ οὔτε νεαρὰν  ἡλικίαν  ἠλέησαν, οὔτε σπλάγχνα ἀδελφικὰ ᾐδέσθησαν, οὐχ ὅτι σπορεὺς αὐτοῖς εἰσέσπειρε, καὶ μία σχεδὸν χώρα ἐβλάστησεν, ἀλλὰ τῇ ὑπερβολῇ τῆς ὠμότητος τὸν εὐγενέστατον καὶ ἀδελφὸν ὡς δοῦλον ἐπίπρασκον.
Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώ που πονηροῦ. Μέλισσαι ἄγριαι τὸν Ἰωάννην  ἐν τῇ ἐρήμῳ ἔτρεφον, Ἡρωδιὰς δὲ αὐτὸν ἐν ἀρίστῳ ἀπέτεμε. ∆ράκοντες καὶ κεράσται καὶ ἀσπίδες τὸν ἄνδρα ᾐσχύ νοντο, γύναιον δὲ πονηρὸν τὸν προφήτην οὐκ ἔφριττε.∆ανιὴλ ἐν Βαβυλῶνι τὸν δράκοντα ἔκτεινε, ∆αυῒδ δὲ τοῦ Σαοὺλ τὸν φθόνον νικῆσαι οὐκ ἴσχυσεν. Ὁ ὄφις τὴν Εὔαν μόνον ἠπάτησεν· ὁ δὲ Κάϊν τὸν ἀδελφὸν αὐτοῦ δόλῳ ἐφόνευσεν. Ὁ κύων Κάϊν μαστιζόμενος, τῷ ∆εσπότῃ ὑπο τάσσεται· Ἰούδας δὲ καὶ τρεφόμενος τὸν ∆εσπότην παρέδωκεν. Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ. οὐκ ἀπὸ θηρίων·


Read More ->>
 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Follow by Email

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Γίνεται Μέλος στο Ιστολόγιο

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |