ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 06/14/16

Τρίτη, 14 Ιουνίου 2016

1. Εις την παραβολην τού τὰ μύρια τάλαντα ὀφείλοντος,

0 σχόλια

patrologia

Ιωάννης Χρυσόστομος
Ελληνική Πατρολογία Τόμος 51
1. Εις την παραβολην τοῦ τὰ μύρια τάλαντα ὀφείλοντος, καὶ τὰ ἑκατὸν δηνάρια ἀπαιτοῦντος, καὶ ὅτι παντὸς ἁμαρτήματος τὸ μνησικακεῖν χεῖρον.

αʹ. Ὡς ἐκ μακρᾶς ἀποδημίας ἐπανελθὼν  πρὸς ὑμᾶς, οὕτω διάκειμαι τήμερον· τοῖς γὰρ φιλοῦσιν, ὅταν μὴ δύνωνται  συγγενέσθαι τοῖς φιλουμένοις,  οὐδὲν ὄφελός ἐστι τῆς παρουσίας. ∆ιά τοι τοῦτο καὶ ἡμεῖς ἐνδημοῦντες,  τῶν  ἀποδημούντων οὐδὲν ἄμεινον διακείμεθα,  ἐπειδὴ  τὸν  παρελθόντα  χρόνον  διαλεχθῆναι   πρὸς  ὑμᾶς  οὐκ  ἰσχύσαμεν· ἀλλὰ σύγγνωτε· οὐδὲ γὰρ ῥᾳθυμίας, ἀλλὰ ἀσθενείας ἦν ἡ σιγή. Ὑμεῖς μὲν οὖν χαίρετε νῦν, ἐπειδὴ τῆς ἀῤῥωστίας ἀπηλλάγημεν·  ἐγὼ δὲ χαίρω, ἐπειδὴ τὴν ὑμετέραν ἀπέλαβον ἀγάπην. Ἐπεὶ καὶ ἡνίκα ἠσθένουν, τῆς νόσου μοι χαλεπώτερον  ἦν τὸ μὴ δύνασθαι τοῦ ἀγαπητοῦ  τούτου  μετέχειν  συλλόγου·  καὶ νῦν  ἐπειδὴ  τὴν  ἀῤῥωστίαν  ἀπεθέμην,  τῆς ὑγιείας μοι ποθεινότερον  γέγονε τὸ μετὰ ἀδείας ἔχειν ἐντρυφᾷν  ὑμῶν τῇ ἀγάπῃ. Οὐδὲ γὰρ οὕτω πυρετὸς σώματος φύσει κατακαίειν εἴωθε τοὺς πυρέττοντας, ὡς τὰς ἡμετέρας ψυχὰς  τὸ κεχωρίσθαι  τῶν  φιλουμένων· καὶ καθάπερ ἐκεῖνοι  φιάλας  καὶ ποτήρια καὶ ψυχρὰ  νάματα  ἐπιζητοῦσιν,  οὕτως  οὗτοι  τῶν  ποθουμένων   τὰς  ὄψεις.  Ἴσασι ταῦτα καλῶς   ὅσοι  φιλεῖν   εἰώθασι.  Φέρε  οὖν,  ἐπειδὴ  τὴν  ἀῤῥωστίαν  ἀπεθέμεθα,  πάλιν ἀλλήλων   ἐμφορηθῶμεν,  εἴγε  δυνατὸν  ἐμφορηθῆναί  ποτε· ἡ  γὰρ  τῆς  ἀγάπης  φύσις κόρον οὐκ οἶδεν, ἀλλ' ἀεὶ τῶν ἀγαπωμένων ἀπολαύουσα, πρὸς μείζονα αἴρεται φλόγα. Καὶ τοῦτο ὁ τῆς ἀγάπης τρόφιμος Παῦλος εἰδὼς ἔλεγε· Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀγαπᾷν  ἀλλήλους.  Τοῦτο γὰρ μόνον  τὸ ὄφλημα  ἀεὶ μὲν καταβάλλεται,  οὐδέποτε  δὲ ἀποδίδοται. Ἐνταῦθα τὸ διηνεκῶς ὀφείλειν  καλὸν καὶ ἐπαίνων  ἄξιον. Ἐπὶ μὲν γὰρ τῶν χρημάτων   τοὺς  μηδὲν  ὀφείλοντας   ἐπαινοῦμεν,  ἐπὶ  δὲ  τῆς  ἀγάπης  τοὺς  διηνεκῶς ὀφείλοντας  ἀποδεχόμεθα καὶ θαυμάζομεν· καὶ ὅπερ ἀγνωμοσύνης  ἐκεῖ, τοῦτο ἐνταῦθα εὐγνωμοσύνης σημεῖόν ἐστι, τὸ μηδέποτε διαλύεσθαι τὸ τῆς ἀγάπης ὄφλημα. Μὴ δυσχεράνητε δὲ πρὸς τὸ μῆκος τῶν μελλόντων ῥηθήσεσθαι· καὶ γὰρ κιθαρῳδίαν  ὑμᾶς τινα θαυμαστὴν διδάξαι βούλομαι, οὐχὶ λύραν νεκρὰν μεταχειρισάμενος, ἀλλὰ τὰς τῶν Γραφῶν  ἱστορίας  καὶ  τὰς  τοῦ  Θεοῦ ἐντολὰς  ἀντὶ  νευρῶν  ἀνατείνας.  Καὶ καθάπερ κιθαρῳδοὶ  τοὺς  δακτύλους  τῶν  μαθητευομένων  λαμβάνοντες,  ἠρέμα τοῖς  φθόγγοις προσάγουσι, καὶ διαψηλαφᾷν μετ' ἐμπειρίας διδάσκοντες, ἐκ τῶν ἀφώνων  φθόγγων  τε καὶ  νευρῶν  πάσης  φωνῆς  ἡδίω  καὶ  γλυκυτέραν   παιδεύουσι  κατασκευάζειν φωνήν·  οὕτω δὴ καὶ ἡμεῖς ποιήσομεν, ἀντὶ δακτύλων  τὴν διάνοιαν  ὑμῶν μεταχειρισάμενοι,  καὶ ταῖς  ἐντολαῖς  τοῦ Θεοῦ προσαγαγόντες,  μετ' ἐμπειρίας  αὐτῶν ἅπτεσθαι παρακαλέσομεν τὴν ὑμετέραν ἀγάπην, οὐχ ἵνα ἀνθρώπων  θέατρον, ἀλλ' ἵνα τῶν ἀγγέλων τὸν δῆμον διὰ ταύτης τῆς ἡδονῆς ἀναστήσητε. Οὐ γὰρ ἀρκεῖ τὰ θεῖα λόγια ἐπελθεῖν  μόνον,  ἀλλὰ  δεῖ καὶ τῆς  ἀπὸ τῶν  ἔργων  ἐπιδείξεως.  Καὶ καθάπερ  ἐπὶ  τῆς κιθάρας ἅπτεται μὲν ὁ τεχνίτης  τῶν νευρῶν, ἅπτεται δὲ καὶ ὁ ἄτεχνος, ἀλλ' ὁ μὲν λυπεῖ τὸν ἀκροατὴν, ὁ δὲ ψυχαγωγεῖ  καὶ τέρπει, καίτοι  γε οἱ αὐτοὶ δάκτυλοι  καὶ αἱ αὐταὶ νευραὶ, ἀλλ' οὐχ ἡ αὐτὴ ἐμπειρία· οὕτω δὴ καὶ ἐπὶ τῶν θείων Γραφῶν, ἐπέρχονται μὲν πολλοὶ  τὰ θεῖα λόγια,  ἀλλ' οὐ πάντες  κερδαίνουσιν,  οὐδὲ καρποῦνται  πάντες·  τὸ δὲ αἴτιον,  ἐπειδὴ  μήτε  τοῖς  εἰρημένοις   ἐμβαθύνουσι,  μήτε  μετὰ  τέχνης   τῆς  κιθάρας ἅπτονται· ὅπερ γὰρ ἐπὶ τῆς κιθαρῳδίας  ἡ τέχνη, τοῦτο ἐπὶ τῶν τοῦ Θεοῦ νόμων  ἡ διὰ τῶν   ἔργων   ἐπίδειξις.   Ἤδη   μὲν   οὖν   μίαν   ἐκρούσαμεν   νευρὰν   δι'  ὅλης   τῆς Τεσσαρακοστῆς, τὸν περὶ τῶν ὅρκων νόμον ὑμῖν ἀναγινώσκοντες, καὶ διὰ τὴν τοῦ Θεοῦ χάριν πολλὰ στόματα τῶν ἀκροατῶν ἡμῖν ἐπαιδεύθη τὴν τοῦ νόμου μελῳδίαν ἐκείνου, καὶ τὴν πονηρὰν ἀπελάσαντες συνήθειαν ἀντὶ τοῦ τὸν Θεὸν ὀμνύναι, τὸ Ναὶ, καὶ τὸ Οὒ, καὶ  τὸ  Πίστευσον, ἐπὶ  τοῦ  στόματος  φέρουσι  διηνεκῶς  ἐπὶ  διαλέξεως  ἁπάσης· κἂν μυρίων  πραγμάτων  ἀνάγκη  βιάζηται,  περαιτέρω  προελθεῖν  οὐκ  ἂν  ἀνάσχοιντο. 
Read More ->>

4. Εἰς τὸν παραλυτικὸν διὰ τής στέγης χαλασθέντα,

0 σχόλια

patrologia

Ιωάννης Χρυσόστομος
Ελληνική Πατρολογία Τόμος 51

4. Εἰς τὸν παραλυτικὸν διὰ τῆς στέγης χαλασθέντα, ὅτι οὐκ αὐτός ἐστιν ὁ παρὰ τῷ Ἰωάννῃ κείμενος· καὶ περὶ τῆς τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα ἰσότητος.
αʹ. Περιτυχόντες  πρῴην  τῷ  παραλυτικῷ  περὶ  τὴν  κολυμβήθραν  ἐπὶ  τῆς κλίνης κειμένῳ, πολὺν καὶ μέγαν εὑρήκαμεν θησαυρὸν, οὐχὶ γῆν διορύξαντες, ἀλλὰ  τὴν  διάνοιαν  αὐτοῦ  διασκάψαντες·  εὑρήκαμεν  θησαυρὸν οὐχὶ  ἀργύριον ἔχοντα  καὶ  χρυσίον  καὶ  λίθους  τιμίους,  ἀλλὰ  καρτερίαν  καὶ  φιλοσοφίαν   καὶ ὑπομονὴν  καὶ πολλὴν τὴν πρὸς τὸν Θεὸν ἐλπίδα, ἣ παντὸς χρυσίου καὶ πάσης εὐπορίας  ἐστὶ  τιμιωτέρα.  Ὁ μὲν  γὰρ  αἰσθητὸς  πλοῦτος  καὶ  λῃστῶν  ἐπιβουλαῖς πρόκειται,   καὶ   συκοφαντῶν    στόμασι,   καὶ   τοιχωρύχων    χερσὶ   καὶ   οἰκετῶν κακουργίαις,  καὶ  ὅταν  ἅπαντα  ταῦτα  διαφύγῃ,  τότε  τοῖς  κεκτημένοις  μέγιστον ἐπάγει  πολλάκις  τὸν  ὄλεθρον,  βασκάνων  ὀφθαλμοὺς  διεγείρων,  καὶ  μυρίους  ἐκ τούτου τίκτων  χειμῶνας.  Ὁ δὲ πνευματικὸς  πλοῦτος  ἁπάσας ταύτας διέφυγε  τὰς λαβὰς, καὶ πάσης ἐπηρείας ἐστὶν ἀνώτερος τοιαύτης, καὶ λῃστῶν καὶ τοιχωρύχων καὶ  βασκάνων  καὶ  συκοφαντῶν  καὶ  αὐτοῦ  καταγελῶν  τοῦ  θανάτου.  Οὐδὲ γὰρ θανάτῳ  διαζεύγνυται  τοῦ κεκτημένου, ἀλλὰ τότε μάλιστα ἀσφαλεστέρα ἡ κτῆσις αὐτοῦ τοῖς ἔχουσι γίνεται, καὶ συναποδημεῖ, καὶ συμμεθίσταται πρὸς τὴν μέλλουσαν ζωὴν, καὶ συνήγορος γίνεται θαυμαστὸς, οἷς ἂν ἐκεῖ συναπέλθῃ, καὶ ἵλεω καθίστησιν αὐτοῖς τὸν δικάζοντα. Τοῦτον καὶ ἡμεῖς τὸν πλοῦτον  μετὰ πολλῆς τῆς δαψιλείας εὑρήκαμεν ἐν τῇ τοῦ παραλυτικοῦ κατορωρυγμένον  ψυχῇ. Καὶ μάρτυρες ὑμεῖς οἱ μετὰ πολλῆς αὐτὸν ἐξαντλήσαντες τῆς προθυμίας, οὐ κενώσαντες δέ. Τοιαύτη γὰρ ἡ τοῦ πνευματικοῦ πλούτου φύσις· τὰς τῶν ὑδάτων ἐπιῤῥοίας μιμεῖται, μᾶλλον δὲ καὶ  ἐκείνων  νικᾷ  τὴν  ἀφθονίαν,  τότε πλεονάζουσα μᾶλλον,  ὅταν  πολλοὺς  ἔχῃ τοὺς ἀρυομένους  αὐτήν.   Εἰς  γὰρ  τὴν   ἑκάστου  ψυχὴν   εἰσιὼν,  οὐ  μερίζεται,  οὐδὲ ἐλαττοῦται, ἀλλ' ὁλόκληρος ἑκάστῳ παραγινόμενος ἀνάλωτος μένει διηνεκῶς, οὐδέποτε   ἐπιλείπειν    δυνάμενος·      δὴ   καὶ   τότε   συνέβαινε.   Τοσούτων   γὰρ ἐπιπεσόντων τῷ θησαυρῷ, καὶ πάντων τὰ κατὰ δύναμιν ἀρυομένων ἐκεῖθεν· καὶ τί λέγω περὶ ὑμῶν, ὅπου γε ἐξ ἐκείνου τοῦ χρόνου μέχρι τῆς παρούσης ἡμέρας μυρίους ποιήσας εὐπόρους, ἐπὶ τῆς οἰκείας τελειότητος μένει; Μὴ τοίνυν ἀποκάμωμεν πρὸς τὴν πνευματικὴν  ταύτην εὐπορίαν· ἀλλ' ὅσον δυνατὸν καὶ νῦν ἐξαντλήσωμεν, καὶ ἴδωμεν  φιλάνθρωπον  ∆εσπότην, ἴδωμεν  καρτερικὸν οἰκέτην. Τριάκοντα γοῦν καὶ ὀκτὼ ἔτη ἀῤῥωστίᾳ παλαίων ἀνιάτῳ καὶ μαστιζόμενος διηνεκῶς, οὐκ ἐδυσχέρανεν, οὐκ ἀφῆκε ῥῆμα βλάσφημον, οὐ κατηγόρησε τοῦ πεποιηκότος, ἀλλὰ γενναίως  καὶ μετὰ πολλῆς τῆς ἐπιεικείας τὴν συμφορὰν ἔφερεν ἐκείνην. Καὶ πόθεν τοῦτο δῆλον; φησίν· οὐδὲν γὰρ περὶ τῆς ἄνω ζωῆς αὐτοῦ σαφῶς ἡμᾶς ἐδίδαξεν ἡ Γραφὴ, ἀλλ' ὅτι μὲν τριάκοντα  ὀκτὼ ἔτη εἶχεν  ἐν τῇ ἀσθενείᾳ αὐτοῦ, δῆλον ἐποίησεν· ὅτι δὲ οὐκ ἐδυσχέρανεν, οὐδὲ ἠγανάκτησεν, οὐδὲ ἀπεδυσπέτησε, τοῦτο οὐκέτι προσέθηκεν. Καὶ μὴν καὶ τοῦτο δῆλον  ἐποίησεν, εἴ τις ἀκριβῶς προσέχοι, καὶ μὴ παρέργως, μηδὲ ἁπλῶς.  Ὅταν  γὰρ  ἀκούσῃς  ὅτι  ἐπιστάντι  Χριστῷ καὶ  οὐκ  ὄντι  γνωρίμῳ,  ἀλλ'ἀνθρώπῳ  νομιζομένῳ  ψιλῷ,  μετὰ  τοσαύτης ἐπιεικείας  διελέγετο  αὐτῷ,  καὶ  τὴν ἔμπροσθεν αὐτοῦ φιλοσοφίαν  δυνήσῃ θεάσασθαι. Εἰπόντι γὰρ αὐτῷ, Θέλεις ὑγιὴς γενέσθαι; οὐδὲν εἶπεν οἷον εἰκὸς ἦν, ὅτι Ὁρᾷς με παραλελυμένον χρόνον τοσοῦτον κατακείμενον, καὶ ἐρωτᾷς εἰ βούλομαι γενέσθαι ὑγιής; ἐπεμβῆναί μου τοῖς κακοῖς ἦλθες, ὀνειδίσαι, καὶ καταγελάσαι, καὶ κωμῳδῆσαι τὴν συμφοράν; Οὐδὲν τοιοῦτον οὐδὲ εἶπεν, οὐδὲ ἐνενόησεν, ἀλλὰ μετ' ἐπιεικείας· Ναὶ, Κύριε, φησίν. Εἰ δὲ μετὰ τριάκοντα   ὀκτὼ   ἔτη   οὕτω   πρᾶος   ἦν,   οὕτως   ἐπιεικὴς,   τῆς   εὐτονίας   αὐτῷ καταβληθείσης ἁπάσης καὶ τῆς δυνάμεως  τῶν  λογισμῶν,  ἐννόησον  ὁποῖον  εἰκὸς εἶναι τοῦτον ἐν τοῖς προοιμίοις τῶν δεινῶν. Ἴστε γὰρ δήπου πάντες, ὅτι οὐχ ὁμοίως εἰσὶ δυσάρεστοι οἱ νοσοῦντες  ἐν ἀρχῇ τῆς ἀῤῥωστίας καὶ πολλοῦ  προϊόντος  τοῦ χρόνου· τότε γὰρ μάλιστα δυσχερεῖς γίνονται οἱ νοσοῦντες, ὅταν εἰς μῆκος ἐπιδῷ τὸ νόσημα, τότε  πᾶσιν ἀφόρητοι.  Ὁ δὲ μετὰ τοσαῦτα ἔτη οὕτω  φιλοσοφῶν,  οὕτως ἀνεξικάκως  ἀποκρινόμενος,  εὔδηλον  ὅτι καὶ τὸν ἔμπροσθεν χρόνον  μετὰ πολλῆς τῆς εὐχαριστίας τὴν συμφορὰν ἔφερεν ἐκείνην.  Ταῦτα οὖν καὶ ἡμεῖς λογιζόμενοι μιμώμεθα  τὴν  ὑπομονὴν  τοῦ  συνδούλου·  ἱκανὴ  γὰρ    παράλυσις  ἐκείνου  τὰς ἡμετέρας ἐπισφίγξαι ψυχάς· οὐδεὶς γὰρ οὕτω νωθρὸς καὶ παρειμένος, ὡς τὸ μέγεθος τῆς  συμφορᾶς ἐννοήσας  ἐκείνης,  μὴ πάντα  γενναίως  ἐνεγκεῖν  τὰ  προσπίπτοντα δεινὰ, κἂν ἁπάντων  ἀφορητότερα ᾖ. Οὔτε γὰρ ἡ ὑγίεια αὐτοῦ μόνον, ἀλλὰ καὶ ἡ νόσος μεγίστης ἡμῖν ὠφελείας  γέγονεν  αἰτία· ἥ τε γὰρ θεραπεία πρὸς δοξολογίαν τοῦ ∆εσπότου καὶ τὰς τῶν ἀκουόντων ἤγειρε ψυχάς· ἥ τε νόσος καὶ ἡ ἀῤῥωστία πρὸς ὑπομονὴν ὑμᾶς ἤλειψε, καὶ πρὸς τὸν ἴσον παρεκάλεσε ζῆλον· μᾶλλον δὲ καὶ αὐτὴν τοῦ  Θεοῦ τὴν  φιλανθρωπίαν  ἐνεδείξατο.  Καὶ γὰρ  αὐτὸ  τὸ  παραδοῦναι  τοιούτῳ νοσήματι, καὶ τὸν χρόνον ἐκτεῖναι τοσοῦτον τὴν ἀῤῥωστίαν, μεγίστης κηδεμονίας ἐστί. Καθάπερ γὰρ χρυσοχόος εἰς χωνευτήριον  ἐμβαλὼν  χρυσίον μέχρι τοσούτου ἐπιτρέπει βασανίζεσθαι τῷ πυρὶ, ἕως ἂν ἴδῃ γενόμενον καθαρώτερον· οὕτω δὴ καὶ ὁ Θεὸς μέχρι τοσούτου τὰς τῶν ἀνθρώπων ψυχὰς ἀφίησιν ἐξετάζεσθαι ἐν δεινοῖς, ἕως ἂν  γένωνται   καθαραὶ  καὶ  διειδεῖς,  καὶ  πολλὴν  ἀπὸ  τῆς  βασάνου  ταύτης  τὴν ὠφέλειαν καρπωσάμεναι· ὥστε καὶ τοῦτο εὐεργεσίας εἶδός ἐστι τὸ μέγιστον.
Read More ->>

6.Συνάξεως διὰ χρόνου ἐν τή παλαιά ἐκκλησίᾳ γενομένης

0 σχόλια
patrologia

Ιωάννης Χρυσόστομος

Ελληνική Πατρολογία Τόμος 51


6.Συνάξεως διὰ χρόνου ἐν τῇ παλαιᾷ ἐκκλησίᾳ γενομένης, εἰς τὴν ἐπιγραφὴν τῶν Πράξεων τῶν ἀποστόλων, καὶ ὅτι χρησιμώτερος βίος ἐνάρετος σημείων καὶ θαυμάτων, καὶ κατὰ τί διαφέρει πολιτεία σημείων.
αʹ. ∆ιὰ χρόνου πρὸς τὴν μητέρα ἡμῶν ἐπανήλθομεν πάλιν, τὴν ποθεινὴν καὶ ἐπέραστον ταύτην  ἅπασιν ἐκκλησίαν, πρὸς τὴν μητέρα ἡμῶν καὶ τῶν  ἐκκλησιῶν ἁπασῶν. Μήτηρ μὲν γὰρ, οὐχ ὅτι τῷ χρόνῳ πρεσβυτέρα μόνον ἐστὶν, ἀλλ' ὅτι καὶ ὑπὸ ἀποστολικῶν ἐθεμελιώθη χειρῶν· διὰ τοῦτο πολλάκις καὶ κατασκαφεῖσα διὰ τὸ ὄνομα  τοῦ  Χριστοῦ, πάλιν  ὠρθώθη  διὰ  τῆς  δυνάμεως  τοῦ  Χριστοῦ. Οὐ γὰρ  αἱ ἀποστολικαὶ μόνον αὐτὴν ἐθεμελίωσαν χεῖρες, ἀλλὰ καὶ τοῦεσπότου τῶν ἀποστόλων ἀπόφασις ἐτείχισεν αὐτὴν καινῷ καὶ παραδόξῳ τειχισμοῦ τρόπῳ. Οὐ γὰρ ξύλα καὶ λίθους συνθεὶς, οὕτως ᾠκοδόμησε τὸν περίβολον, οὐδὲ τάφρον ἔξωθεν περιελάσας, καὶ σκόλοπας καταπήξας, καὶ πύργους ἀναστήσας, οὕτως αὐτὴν ἠσφαλίσατο·  ἀλλ'  ἐφθέγξατο  δύο  ῥήματα  ψιλὰ  μόνον,  καὶ  ταῦτα  ἤρκεσεν ἀντὶ τείχους  αὐτῇ, καὶ πύργου, καὶ τάφρου,  καὶ ἀσφαλείας  ἁπάσης. Καὶ τίνα  ἐστὶ τὰ ῥήματα ταῦτα, τοσαύτην ἔχει τὴν ἰσχύν; Ἐπὶ τῇ πέτρᾳ ταύτῃ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν· καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Τοῦτό ἐστι τὸ τεῖχος, τοῦτο περίβολος,  τοῦτο    ἀσφάλεια,  τοῦτο  λιμὴν  καὶ  καταφυγή.  Σὺ  δέ  μοι  σκόπει κἀντεῦθεν  τοῦ  τείχους  τὸ  ἀῤῥαγές. Οὐ γὰρ  εἶπεν,  ὅτι  ἀνθρώπων  ἐπιβουλαὶ  οὐ κατισχύσουσιν αὐτῆς μόνον, ἀλλ' ὅτι οὐδ' αὐταὶ αἱ μηχαναὶ τοῦ ᾅδου· Πύλαι γὰρ, φησὶν, ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Οὐκ εἶπεν, Οὐ προσβαλοῦσιν αὐτῇ, ἀλλ' ὅτι Οὐ  κατισχύσουσιν αὐτῆς· προσβαλοῦσι μὲν γὰρ, οὐ περιέσονται δὲ αὐτῆς. Ἀλλὰ τί ποτέ ἐστι, Πύλαι ᾅδου; τάχα γὰρ ἀσαφὲς τὸ εἰρημένον. Μάθωμεν τί ἐστι πύλη πόλεως, καὶ τότε εἰσόμεθα τί ἐστι πύλη ᾅδου. Πύλη πόλεώς ἐστιν εἴσοδος εἰς τὴν πόλιν· οὐκοῦν καὶ πύλη ᾅδου ἐστὶ κίνδυνος εἰς τὸν ᾅδην φέρων. τοίνυν λέγει, τοιοῦτόν ἐστιν· Ἂν τοιοῦτοι κίνδυνοι καταῤῥαγῶσι καὶ προσβάλωσιν, ὡς πρὸς αὐτὸν ἐνεγκεῖν ἡμᾶς τὸν  ᾅδην, ἀπερίτρεπτος Ἐκκλησία μένει. Ἠδύνατο  μὲν γὰρ μὴ ἀφεῖναι  πεῖραν αὐτὴν λαβεῖν τῶν  δεινῶν·  τίνος οὖν ἕνεκεν ἀφῆκεν;
Read More ->>
 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Follow by Email

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Γίνεται Μέλος στο Ιστολόγιο

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |