ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: 06/13/16

Δευτέρα, 13 Ιουνίου 2016

19. Είς το γυνὴ δέδεται νόμω, ἐφ' όσον χρόνον ζή ὁ ἀνὴρ αὐτής·

0 σχόλια

patrologia

Ιωάννης Χρυσόστομος

Ελληνική Πατρολογία Τόμος 51

19. Είς το γυνὴ δέδεται νόμῳ, ἐφ' ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ. Μακαριωτέρα δέ ἐστιν, ἐὰν οὕτω μείνῃ.


αʹ. Περὶ γάμου πρώην ἡμῖν ὁ μακάριος Παῦλος ἐνομοθέτει, καὶ τῶν τοῦ γάμου δικαιωμάτων,  Κορινθίοις οὕτω  γράφων  καὶ λέγων·  Περὶ δὲ ὧν  ἐγράψατέ  μοι, καλὸν ἀνθρώπῳ  γυναικὸς  μὴ ἅπτεσθαι· διὰ  δὲ τὰς  πορνείας  ἕκαστος τὴν  ἑαυτοῦ  γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω, ∆ιὰ τοῦτο καὶ ἡμεῖς τὴν διάλεξιν ἅπασαν εἰς ταῦτα τὰ ῥήματα ἀναλώσαμεν. Οὐκοῦν ἀνάγκη καὶ σήμερον περὶ τῆς αὐτῆς ὑμῖν ὑποθέσεως διαλεχθῆναι  πάλιν, ἐπειδὴ καὶ σήμερον περὶ τῶν αὐτῶν ὁ αὐτὸς διαλέγεται Παῦλος. Καὶ γὰρ ἠκούσατε αὐτοῦ βοῶντος καὶ λέγοντος· Γυνὴ δέδεται νόμῳ, ἐφ' ὅσον χρόνον  ζῇ    ἀνὴρ  αὐτῆς·  ἐὰν  δὲ  κοιμηθῇ    ἀνὴρ  αὐτῆς,  ἐλευθέρα  ἐστὶν    θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ.Μακαριωτέρα δέ ἐστιν, ἐὰν οὕτω μείνῃ κατὰ τὴν ἐμὴν γνώμην· δοκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν Ἑψώμεθα τοίνυν  αὐτῷ καὶ σήμερον, καὶ περὶ ταύτης διαλεξώμεθα τῆς  ὑποθέσεως· ἀκολουθοῦντες  γὰρ Παύλῳ, δι' αὐτοῦ  πάντως  τῷ  Χριστῷ ἑψόμεθα, ἐπειδὴ  καὶ οὗτος οὐχ ἑαυτῷ, ἀλλ' ἐκείνῳ  ἀκολουθῶν,  πάντα  ἔγραφε. Καὶ γὰρ οὐ τὸ τυχὸν  πρᾶγμα γάμος εὖ διακείμενος,  ὥσπερ οὖν μυρίων  συμφορῶν  ὑπόθεσις γίνεται τοῖς οὐκ εἰς δέον αὐτῷ χρωμένοις. Ὥσπερ γὰρ βοηθός ἐστιν ἡ γυνὴ, οὕτω πολλάκις καὶ ἐπίβουλος  γίνεται.  Ὥσπερ οὖν λιμήν  ἐστιν ὁ γάμος, οὕτω καὶ ναυάγιον,  οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν γνώμην  τῶν κακῶς αὐτῷ χρησαμένων. Ὁ μὲν γὰρ κατὰ τοὺς  προσήκοντας  αὐτὸν  ἐπιτελῶν,  νόμους,  τῶν  ἀπὸ  τῆς  ἀγορᾶς  καὶ  πάντων  τῶν πανταχοῦ  κακῶν παραμυθίαν τινὰ καὶ ἀπαλλαγὴν  εὑρίσκει τὴν οἰκίαν, καὶ τὴν ἑαυτοῦ γυναῖκα· ὁ δὲ ἁπλῶς καὶ ὡς ἔτυχε τὸ πρᾶγμα μεταχειριζόμενος,  κἂν πολλῆς ἐπὶ τῆς  ἀγορᾶς  ἀπολαύσῃ  γαλήνης,  σκοπέλους  καὶ  σπιλάδας  εἰσελθὼν  εἰς  τὴν  οἰκίαν ὄψεται. Ἐπεὶ οὖν οὐ περὶ τῶν τυχόντων  ἡμῖν ὁ κίνδυνος, ἀναγκαῖον μετὰ ἀκριβείας τοῖς λεγομένοις   προσέχειν,  καὶ  τὸν  μέλλοντα  γυναῖκα  ἄγεσθαι,  μετὰ  τῶν  τοῦ  Παύλου νόμων, μᾶλλον δὲ μετὰ τῶν τοῦ Χριστοῦ νόμων τοῦτο ποιεῖν. Οἶδα μὲν οὖν ὅτι πολλοῖς εἶναι δοκεῖ καινὸν  καὶ παράδοξον τὸ λεγόμενον· πλὴν  οὐ διὰ τοῦτο σιγήσομαι, ἀλλὰ πρῶτον  τὸν νόμον  ὑμῖν ἀναγνοὺς,  οὕτω τὴν δοκοῦσαν ἀντινομίαν λῦσαι πειράσομαι. Τίς οὖν ἐστιν ὁ νόμος, ὃν ὁ Παῦλος ἡμῖν ἔθηκε; Γυνὴ, φησὶ, δέδεται νόμῳ. Οὐκοῦν οὐ δεῖ ἀποσχίζεσθαι  ζῶντος  τοῦ  ἀνδρὸς,  οὐδὲ  ἕτερον  ἐπεισάγειν  νυμφίον,  οὐδὲ  δευτέροις ὁμιλεῖν γάμοις. Καὶ ὅρα πῶς μετὰ ἀκριβείας καὶ αὐτῇ τῶν λέξεων τῇ φύσει κέχρηται. Οὐ γὰρ εἶπε, Συνοικείτω  τῷ ἀνδρὶ, ἐφ' ὅσον χρόνον  ζῇ· ἀλλὰ τί; Γυνὴ δέδεται νόμῳ, ἐφ' ὅσον χρόνον  ζῇ ὁ ἀνὴρ αὐτῆς· ὥστε κἂν βιβλίον  ἀποστασίου δῷ, καὶ τὴν οἰκίαν ἀφῇ, κἂν πρὸς ἄλλον ἀπέλθῃ, τῷ νόμῳ δέδεται, καὶ μοιχαλίς ἐστιν ἡ τοιαύτη. Ἐὰν τοίνυν  ὁ ἀνὴρ   ἐκβαλεῖν   βούληται   τὴν   γυναῖκα,         γυνὴ   τὸν   ἄνδρα   ἀφεῖναι,   ταύτης ἀναμιμνησκέσθω  τῆς  ῥήσεως, καὶ  τὸν  Παῦλον  νομιζέτω  παρεῖναι  καὶ  καταδιώκειν αὐτὴν βοῶντα καὶ λέγοντα, Γυνὴ δέδεται νόμῳ. Καθάπερ γὰρ οἱ δραπετεύοντες οἰκέται, κἂν τὴν  οἰκίαν  ἀφῶσι  τὴν  δεσποτικὴν,  τὴν  ἅλυσιν  ἔχουσιν  ἐπισυρομένην· οὕτω  καὶ γυναῖκες,   κἂν  τοὺς  ἄνδρας  ἀφῶσι,  τὸν  νόμον  ἔχουσι  καταδικάζοντα   ἀντὶ   ἁλύσεως, κατηγοροῦντα μοιχείαν, κατηγοροῦντα τῶν λαμβανόντων, καὶ λέγοντα· Περίεστιν ὁ ἀνὴρ ἔτι, καὶ μοιχεία τὸ γινόμενόν  ἐστι Γυνὴ γὰρ δέδεται νόμῳ, ἐφ' ὅσον χρόνον  ζῇ ὁ ἀνὴρ αὐτῆς. Καὶ πᾶς ὁ ἀπολελυμένην  γαμῶν  μοιχᾶται.  Καὶ πότε, φησὶν, ἐξέσται αὐτῇ δευτέροις ὁμιλῆσαι γάμοις; Πότε; Ὅταν τῆς ἁλύσεως ἀπαλλαγῇ,  ὅταν ὁ ἀνὴρ τελευτήσῃ. Τοῦτο γοῦν δηλῶν, οὐ προσέθηκεν, ὅτι Ἐὰν τελευτήσῃ ὁ ἀνὴρ αὐτῆς, ἐλευθέρα  ἐστὸν ᾧ θέλει  γαμηθῆναι,  ἀλλ',  Ἐὰν κοιμηθῇ, μονονουχὶ  παραμυθούμενος τὴν ἐν χηρείᾳ, καὶ πείθων μένειν ἐπὶ τῷ προτέρῳ, καὶ μὴ δεύτερον εἰσαγαγεῖν νυμφίον.Οὐκ ἐτελεύτησέ σου ὁ ἀνὴρ, ἀλλὰ καθεύδει. Τίς καθεύδοντα οὐκ ἀναμένει; ∆ιὰ τοῦτό φησιν Ἐὰν δὲ κοιμηθῇ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι· οὐκ εἶπε, Γαμείσθω, ἵνα  μὴ δόξῃ βιάζεσθαι καὶ  ἀναγκάζειν· οὔτε  ἐκώλυσε  βουλομένην  ὁμιλεῖν  δευτέρῳ γάμῳ, οὔτε μὴ θέλουσαν προετρέψατο, ἀλλὰ τὸν νόμον ἀνέγνω εἰπὼν, Ἐλευθέρα ἐστὶν ᾧ θέλει  γαμηθῆναι.  Ἐλευθέραν δὲ αὐτὴν  μετὰ τὴν  τοῦ ἀνδρὸς τελευτὴν  γεγενῆσθαι λέγων,   ἔδειξεν   ὅτι  πρὸ  τούτου   δούλη  ἦν,  ζῶντος   ἐκείνου·  δούλη   δὲ  οὖσα  καὶ ὑποκειμένη   τῷ  νόμῳ,  κἂν  μυριάκις   βιβλίον   ἀποστασίου  λάβῃ,  τῷ  τῆς  μοιχείας ἁλίσκεται  νόμῳ.  Οἰκέταις μὲν γὰρ ἔξεστι δεσπότας ἀμείβειν  ζῶντας· γυναικὶ  δὲ οὐκ ἔξεστιν ἄνδρας ἀμείβειν, ζῶντος τοῦ ἀνδρός· ἐπεὶ τὸ πρᾶγμα μοιχεία ἐστί. Μὴ γάρ μοι τοὺς παρὰ τοῖς ἔξωθεν  κειμένους  νόμους ἀναγνῷς,  τοὺς κελεύοντας  διδόναι  βιβλίον ἀποστασίου, καὶ ἀφίστασθαι. Οὐ γὰρ δὴ κατὰ τούτους σοι μέλλει κρίνειν τοὺς νόμους ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἀλλὰ καθ' οὓς αὐτὸς ἔθηκε. Καὶ οἱ τῶν ἔξωθεν δὲ νόμοι οὐχ ἁπλῶς,  οὐδὲ προηγουμένως  τοῦτο τεθείκασιν,  ἀλλὰ  καὶ αὐτοὶ κολάζουσι τὸ πρᾶγμα· ὥστε καὶ αὐτόθεν  δείκνυται,  ὅτι ἀηδῶς πρὸς ταύτην  ἔχουσι τὴν ἁμαρτίαν.  Τὴν γοῦν αἰτίαν τοῦ ἀποστασίου γινομένην  γυμνὴν  καὶ ἔρημον χρημάτων  ἐκβάλλουσι, καὶ ὅθεν ἂν γένηται τῆς διαλύσεως ἡ πρόφασις, καὶ τῇ ζημίᾳ τῆς οὐσίας τοῦτον κολάζουσιν· οὐκ ἂν οὖν τοῦτο ποιήσαντες ἐπῄνουν τὸ γινόμενον.
Read More ->>

20. Εγκώμιον εις Μαξίμον καὶ περὶ τού ποίας δεί άγεσθαι γυναίκας.

0 σχόλια

patrologia

Ιωάννης Χρυσόστομος

Ελληνική Πατρολογία Τόμος 51



20 .Εγκώμιον εις Μαξίμον καὶ περὶ τοῦ ποίας δεῖ ἄγεσθαι γυναῖκας.


αʹ. Ὅτι μὲν ἀπελείφθην  ὑμῶν  τῇ παρελθούσῃ συνάξει, ἤλγησα· ὅτι δὲ πλουσιωτέρας ἀπελαύσατε τραπέζης, ἥσθην. Ὁ γὰρ μετ' ἐμοῦ τὸν ζυγὸν ἕλκων, τήν τε αὔλακα  πρώην  ἡμῖν  ἀνέτεμε,  καὶ  τὰ σπέρματα κατέβαλε  δαψιλεῖ  γλώττῃ,  καὶ  μετὰ πολλῆς  τῆς  ἐπιμελείας  ἐγεώργησε  τὰς  ὑμετέρας  ψυχάς.  Εἴδετε  γλῶτταν ἐκκεκαθαρμένην,  ἠκούσατε λόγον  ἀποτετορνευμένον,  ἀπελαύσατε ὕδατος ἁλλομένου εἰς  ζωὴν  αἰώνιον,  εἴδετε  πηγὴν  ποταμοὺς  ἀφιεῖσαν  χρυσίου  καθαροῦ.  Λέγεταί  τις ποταμὸς χρυσίου ψήγματα φέρειν τοῖς περιοικοῦσιν αὐτὸν ἀνθρώποις, οὐ τῆς φύσεως τῶν ὑδάτων τὸ χρυσίον τικτούσης, ἀλλ' ἐπειδὴ τοῦ ποταμοῦ τὰς πηγὰς ἐν μεταλλικοῖς ὄρεσι διέρχεσθαι  συνέβη, δι' ἐκείνων  τῶν  ὀρέων  ὁ ποταμὸς  ῥέων  καὶ τὴν  χρυσῖτιν παρασύρων  γῆν,  θησαυρὸς  τοῖς  παροικοῦσι  γίνεται,   ἐσχεδιασμένον   παρέχων   τὸν πλοῦτον.  Τοῦτον καὶ ὁ διδάσκαλος οὗτος ἐμιμήσατο πρώην  τὸν ποταμὸν,  ὥσπερ διὰ μεταλλικῶν  ὀρέων, τῶν Γραφῶν ῥέων, καὶ τὰ χρυσίου παντὸς τιμιώτερα νοήματα ταῖς ὑμετέραις  κομίζων  ψυχαῖς.  Καὶ οἶδα  μὲν  ὅτι  πτωχότερα  τὰ  ἡμέτερα  ὑμῖν  φαίνεται σήμερον. Ὁ γὰρ πενιχρᾶς  ἀπολαύων  τραπέζης διηνεκῶς,  ἂν εὐπορωτέρας μεταξύ που τινὸς  ἐπιτύχῃ,  εἶτα  πρὸς τὴν  ἑαυτοῦ  πάλιν  ἐπανέλθῃ,  μᾶλλον  αὐτῆς  κατόψεται  τὴν πενίαν. Οὐ μὴν διὰ τοῦτο ὀκνηρότερον ἀποδύσομαι. Ἴστε γὰρ, Παύλῳ μαθητευθέντες, καὶ χορτάζεσθαι καὶ πεινᾷν, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι, καὶ τοὺς πλουσίους θαυμάζειν, καὶ τοὺς πένητας  μὴ διαπτύειν.  Καὶ καθάπερ οἱ φίλοινοι  καὶ οἱ φιλοπόται ἀσπάζονται μὲν τὸν ἀμείνω οἶνον, οὐ μὴν δὲ τοῦ καταδεεστέρου καταφρονοῦσιν· οὕτω δὴ καὶ ὑμεῖς περὶ τὴν  τῶν  θείων  λογίων  ἀκρόασιν μεμηνότες,  ἀποδέχεσθε μὲν τοὺς σοφωτέρους  τῶν  διδασκάλων,  καὶ τοῖς  εὐτελεστέροις  δὲ οὐ τὴν  τυχοῦσαν  παρέχετε σπουδὴν   καὶ   προθυμίαν.   Οἱ  μὲν   γὰρ   χαῦνοι   καὶ   διαλελυμένοι,   καὶ   πρὸς   τὴν πολυτελεστέραν  ναυτιῶσι  τράπεζαν· οἱ δὲ διεγηγερμένοι  καὶ νήφοντες,  καὶ πεινῶντες καὶ  διψῶντες   τὴν  δικαιοσύνην,   καὶ  πρὸς  τὴν  πενεστέραν  μετὰ  πολλῆς   τρέχουσι προθυμίας. Καὶ ὅτι οὐ κολακεία τὰ ῥήματα, ἀπὸ τῆς πρώην ὑμῖν διαλέξεως  γενομένης τοῦτο ἐδείξατε μάλιστα. Ἐπειδὴ γὰρ πολλοὺς περὶ γάμων λόγους ἐποιούμεθα πρὸς ὑμᾶς, δεικνύντες   ὅτι  μοιχεία  τις  ἀπηρτισμένη   τὸ  ἐκβάλλειν   γυναῖκας,     ἐκβεβλημένας λαμβάνειν,   ζώντων    ἔτι   τῶν   προτέρων   ἀνδρῶν,   καὶ   τὸν   τοῦ   Χριστοῦ  νόμον ἀναγινώσκοντες τὸν λέγοντα, ὅτι Ὃ ἀπολελυμένην  γαμήσας μοιχᾶται, καὶ ὁ ἀπολύων γυναῖκα, παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι, πολλοὺς εἶδον κάτω κύπτοντας,  τὸ πρόσωπον τύπτοντας,  καὶ οὐδὲ ἀνανεῦσαι δυναμένους·  τότε δὴ καὶ εἰς τὸν οὐρανὸν ἀναβλέψας εἶπον· Εὐλογητὸς ὁ Θεὸς, ὅτι οὐκ εἰς νεκρὰς ἀκοὰς ἐνηχοῦμεν, ἀλλ'  ἐπιλαμβάνεται  τῆς διανοίας  τῶν  ἀκουόντων  τὰ λεγόμενα  μετὰ πολλῆς  τῆς σφοδρότητος.  Ἄμεινον  μὲν  γὰρ μηδ'  ὅλως  ἁμαρτεῖν·  οὐ μικρὸν  δὲ εἰς  σωτηρίας λόγον,  κατοδυνηθῆναι,   καὶ  καταγνῶναι  τὸν  ἁμαρτάνοντα   τῆς  ἑαυτοῦ  ψυχῆς,  καὶ μαστίξαι   τὸ   συνειδὸς   μετὰ   πολλῆς   τῆς   ἀκριβείας·      γὰρ   τοιαύτη   κατάγνωσις δικαιοσύνης  ἐστὶ μέρος, καὶ ὅλως  ἐπὶ τὸ μηκέτι ἁμαρτάνειν  ἄγουσα. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος λυπήσας τοὺς ἡμαρτηκότας ἔχαιρεν, οὐχ ὅτι ἐλύπησεν, ἀλλ' ὅτι τῇ λύπῃ διώρθωσεν. Ἐχάρην γὰρ, φησὶν, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ' ὅτι ἐλυπήθητε εἰς μετάνοιαν· ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται. Εἴτε γὰρ ὑπὲρ τῶν  οἰκείων,  εἴτε  ὑπὲρ τῶν  ἀλλοτρίων  τότε  ἁμαρτημάτων  ἠλγήσατε,  μυρίων  εἴητε ἐπαίνων  ἄξιοι. Ὅτε γὰρ ὑπὲρ τῶν  ἀλλοτρίων  ἀλγήσει  τις, ἀποστολικὰ  ἀποδείκνυται σπλάγχνα, καὶ τὸν ἅγιον ἐκεῖνον μιμεῖται τὸν λέγοντα· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Ὅτε δὲ ὑπὲρ τῶν οἰκείων δηχθῇ, τήν τε ἐπὶ τοῖς ἤδη τολμηθεῖσι κόλασιν ἔσβεσε, καὶ πρὸς τὰ μέλλοντα  ἑαυτὸν ἀσφαλέστερον διὰ τῆς λύπης  ταύτης  ἐποίησε.  ∆ιὰ  ταῦτα  κἀγὼ  κύπτοντας  ὁρῶν,  καὶ  στενάζοντας,  καὶ  τὸ πρόσωπον τύπτοντας, ἔχαιρον τὸν ἀπὸ τῆς λύπης ταύτης ἐννοῶν καρπόν. ∆ιὰ τοῦτο καὶ σήμερον περὶ τῆς αὐτῆς ὑμῖν ὑποθέσεως διαλέξομαι· ὥστε τοὺς βουλομένους εἰς γάμον ἐλθεῖν, πολλὴν ὑπὲρ τοῦ πράγματος τούτου ποιεῖσθαι πρόνοιαν. Εἰ γὰρ οἰκίας ὠνεῖσθαι μέλλοντες  καὶ  οἰκέτας,  περιεργαζόμεθα  καὶ  πολυπραγμονοῦμεν τούς  τε  πωλοῦντας, τούς τε ἔμπροσθεν κτησαμένους, αὐτῶν  τῶν  πωλουμένων τῶν  μὲν τὴν  κατασκευὴν, τῶν  δὲ  καὶ  τὴν  τοῦ  σώματος  ἕξιν,  καὶ  τὴν  τῆς  ψυχῆς  προαίρεσιν· πολλῷ  μᾶλλον γυναῖκας  μέλλοντας  ἄγεσθαι, πρόνοιαν  τοσαύτην  καὶ πολλῷ  πλείονα  ἐπιδείκνυσθαι χρή.  Οἰκίαν  μὲν  γὰρ  φαύλην   οὖσαν  ἀποδόσθαι  πάλιν  ἔξεστι,  καὶ  οἰκέτην  σκαιὸν φανέντα  ἀποδοῦναι  τῷ πεπρακότι  πάλιν  ἀφίεται·  γυναῖκα  δὲ λαμβάνοντα  ἀποδοῦναι πάλιν τοῖς ἐκδεδωκόσιν οὐκ ἔνι, ἀλλὰ ἀνάγκη πᾶσα διὰ τέλους ἔνδον ἔχειν, ἢ πονηρὰν οὖσαν ἐκβάλλοντα,  μοιχείᾳ ἁλίσκεσθαι κατὰ τοὺς τοῦ Θεοῦ νόμους. Ὅταν οὖν μέλλῃς λαμβάνειν γυναῖκα, μὴ τοὺς ἔξωθεν ἀναγίνωσκε νόμους μόνον, ἀλλὰ καὶ πρὸ ἐκείνων, τοὺς παρ' ἡμῖν κειμένους· κατὰ γὰρ τούτους, οὐ κατ' ἐκείνους σοι μέλλει κρίνειν κατὰ τὴν  ἡμέραν  ἐκείνην     Θεός· κἀκεῖνοι  μὲν  παροφθέντες,   εἰς  χρήματα  τὴν  ζημίαν πολλάκις  ἤνεγκαν,  οὗτοι  δὲ  τοῦτο  παθόντες  τῇ  ψυχῇ  τὰς  ἀπαραιτήτους  ἐπάγουσι τιμωρίας καὶ τὸ πῦρ ἐκεῖνο τὸ ἄσβεστον.
Read More ->>

21. Ού θέλω ὑμάς ἀγνοείν, ἀδελφοὶ, ότι οἱ Πατέρες ἡμών πάντες ὑπὸ τὴν νεφέλην ήσαν

0 σχόλια

patrologia

Ιωάννης Χρυσόστομος

Ελληνική Πατρολογία Τόμος 51

21. Εις το αποστολικον ρητον ού θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον.

αʹ. Οἱ ναῦται τοῦτο μάλιστα φιλοῦσι τοῦ πελάγους τὸ μέρος, ὅπερ ἂν λιμέσι πυκνοῖς καὶ νήσοις διειλημμένον ᾖ. Τὸ μὲν γὰρ ἀλίμενον πέλαγος, κἂν γαλήνην ἔχῃ, πολὺν  παρέχει  τοῖς  πλέουσι τὸν  τρόμον· ἔνθα  δὲ ἂν ὦσιν  ὅρμοι, καὶ ἀκταὶ, καὶ αἰγιαλοὶ  πανταχόθεν  ἐκτεταμένοι,  μετὰ πολλῆς  πλέουσι τῆς ἀσφαλείας. Κἂν γὰρ βραχὺ  διεγερθεῖσαν  τὴν  θάλασσαν  ἴδωσι,  δι'  ὀλίγου  τὴν  καταφυγὴν   ἔχοντες, ταχίστην καὶ εὔκολον τῶν  ἐπικειμένων  κακῶν ἀπαλλαγὴν  εὕρασθαι δύναιντ'  ἄν. ∆ιὰ δὴ ταῦτα, οὐχ ὅταν πλησίον λιμένος ἐλαύνωσι μόνον, ἀλλὰ κἂν πόῤῥωθεν ὦσι, πολλὴν καὶ ἀπὸ τῆς ὄψεως ταύτης παράκλησιν δέχονται. Οὐ γὰρ ὡς ἔτυχεν αὐτῶν τὰς ψυχὰς ἀνακτᾶσθαι πέφυκε καὶ ὄρους κορυφὴ φαινομένη πόῤῥωθεν, καὶ καπνὸς ἀναθρώσκων, καὶ προβάτων ποίμνια παρὰ τὴν ὑπώρειαν νεμόμενα.
Ἐπειδὰν  δὲ  καὶ  εἰς  αὐτὸ  τοῦ  λιμένος   τὸ  στόμα  ἔλθωσιν,  ὁλόκληρον καρποῦνται τὴν εὐφροσύνην. Τότε γὰρ καὶ κώπην ἀποτίθενται, καὶ τὰ σώματα ὑπὸ τῆς ἅλμης τεταριχευμένα ποτίμοις περικλύζουσιν ὕδασι, καὶ εἰς τὸν αἰγιαλὸν ἐξελθόντες, καὶ τῇ γῇ μικρὸν ὁμιλήσαντες γυμνοῖς τοῖς σώμασι, πᾶσαν τὴν ἀπὸ τῆς ναυτιλίας   ἀποτίθενται   ταλαιπωρίαν.   Ὥσπερ  οὖν   ἐκεῖνοι   τοῦτο   μάλιστα   τῆς θαλάσσης ἀσπάζονται τὸ μέρος διὰ τὰς πυκνὰς  ταύτας  καὶ συνεχεῖς  ἀναπαύσεις· οὕτω   δὴ   καὶ   ἐγὼ   ταύτην   μάλιστα   φιλῶ   τὴν   ὥραν,   οὐκ   ἐπειδὴ   χειμῶνος ἀπηλλάγμεθα,  οὐδὲ  ἐπειδὴ  θέρους ἀπολαύομεν,  ζεφύρου  λιγυρὰ  πνέοντος,  ἀλλ' ἐπειδὴ τοὺς πνευματικοὺς λιμένας ἔχομεν συνεχῶς διαδεχομένους ἡμᾶς, τῶν ἁγίων μαρτύρων  λέγω  τὰς πανηγύρεις.  Οὐ γὰρ οὕτως  οἱ λιμένες  πλωτῆρας,  ὡς αἱ τῶν ἁγίων τούτων ἑορταὶ τοὺς πιστοὺς ἀνακτᾶσθαι πεφύκασιν. Ἐκείνους μὲν γὰρ θαλαττίων κυμάτων ἐμβολῆς καὶ ἐρεσίας μακρᾶς ἀπαλλάττουσι λιμένες· τοὺς δ' εἰς πανήγυριν  μαρτύρων  ἀπαντῶντας   πνευμάτων  πονηρῶν  καὶ   ἀκαθάρτων, λογισμῶν  ἀτόπων,  πολλῆς  τῆς  ἐν  ψυχῇ  γινομένης  ζάλης,    τῶν  ἁγίων  μνήμη τούτων ἐξαρπάζειν εἴωθε. Κἂν ἐκ τῶν πολιτικῶν, κἂν ἐκ τῶν οἰκιακῶν πραγμάτων ἀθυμίαν  τινὰ  ἐπισυρόμενος εἰσέλθῃ, πᾶσαν αὐτὴν  ἀποθέμενος, οὕτως ἄπεισι, καὶ ῥᾴων  γίνεται  καὶ κουφότερος, οὐχὶ  κώπην  ἀποτιθέμενος,  οὐδὲ οἰάκων ἐξανιστάμενος, ἀλλὰ τὸ δυσβάστακτον καὶ ποικίλον  τῆς βιωτικῆς  λύπης  φορτίον διαλύων,  καὶ πολλὴν  τῇ ψυχῇ δεχόμενος  τὴν εὐφροσύνην. Καὶ τούτων  ἁπάντων μάρτυρες ὑμεῖς, οἱ τοῖς ἄθλοις τοῦ μακαρίου Βαρλαὰμ χθὲς ἐντρυφήσαντες, καὶ μετὰ πολλῆς  τῆς  ἀδείας  εἰς  τὸν  ἐκείνου  σκιρτήσαντες  λιμένα,  καὶ  τὴν  ἅλμην  τῶν βιωτικῶν   φροντίδων   ἀπολουσάμενοι,   καὶ   κοῦφοι   οἴκαδε   ἀπὸ   τῶν   ἐκείνου διηγημάτων ἀναχωρήσαντες.
Ἀλλ' ἰδοὺ καὶ ἑτέρων μαρτύρων προσελαύνει πάλιν πανήγυρις. Ἕως ἂν οὖν εἰς  τὸν  ἐκείνων  λιμένα  φθάσωμεν,  φέρε  δὴ  μιμησώμεθα  τοὺς  πλωτῆρας·  καὶ καθάπερ ἐκεῖνοι τὸ πέλαγος πλέοντες ᾄδουσι, τῇ ᾠδῇ τὸν πόνον παραμυθούμενοι· οὕτω   δὴ  καὶ  ἡμεῖς,  ἕως   εἰς  τὸν   ἐκείνων   φθάσωμεν   λιμένα,   λόγους   τινὰς πνευματικοὺς  πρὸς ἀλλήλους κινήσωμεν, τὸν μακάριον Παῦλον τῆς καλῆς ταύτης ὁμιλίας ἡγεμόνα ποιησάμενοι, καὶ ἥνπερ ἂν αὐτὸς κελεύῃ, ταύτην ἑπόμενοι. Ποίαν οὖν ἕπεσθαι κελεύει; Τὴν διὰ τῆς ἐρήμου, καὶ τῶν ἐκεῖ συμβάντων θαυμάτων ὁδόν. Καὶ γὰρ ἠκούσατε σήμερον αὐτοῦ βοῶντος, καὶ λέγοντος· Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν  ἀδελφοὶ, ὅτι οἱ πατέρες ἡμῶν  πάντες ὑπὸ τὴν νεφέλην  ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον,  καὶ πάντες  εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο, παὶ πάντες  τὸ αὐτὸ βρῶμα πνευματικὸν  ἔφαγον,  καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν  ἔπιον. Ἔπινον γὰρ ἐκ πνευματικῆς  ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Ἀλλ' οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν  εὐδόκησεν ὁ Θεός· κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ. Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν· μηδὲ εἰδωλολάτρας γίνεσθαι, καθώς τινες αὐτῶν, ὥσπερ γέγραπται· Ἐκάθισεν ὁ λαὸς φαγεῖν, καὶ ἀνέστησαν τοῦ παίζειν. Μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσον ἐν μιᾷ ἡμέρᾳ, εἰκοσιτρεῖς χιλιάδες. Μηδὲ ἐκπειράζωμεν  τὸν  Χριστὸν, καθώς  τινες  αὐτῶν  ἐπείρασαν, καὶ  ὑπὸ  τῶν  ὄφεων ἀπώλοντο. Μηδὲ γογγύζωμεν, καθώς τινες αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ. Καὶ δοκεῖ μὲν εἶναι σαφῆ τὰ λεγόμενα, παρέχει δέ τινα διαπόρησιν οὐ τὴν  τυχοῦσαν  τοῖς προσέχουσι. Καὶ γὰρ ἄξιον ζητῆσαι πρῶτον,  τίνος  ἕνεκεν  τὰς παλαιὰς  αὐτὸς  ἐμνημόνευσεν  ἱστορίας, ἐκ  ποίας  ἀκολουθίας  περὶ  εἰδωλοθύτων διαλεγόμενος εἰς ταύτην ἐνέπεσε τὴν διήγησιν, τὰ ἐπὶ τῆς ἐρήμου φέρων εἰς μέσον. Οὐ γὰρ ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν, ὁ μακάριος ἐκεῖνος φθέγγεται, ἀλλὰ μετὰ πολλῆς τῆς ἀκολουθίας   καὶ  ἀκριβῆ  διατηρῶν   πανταχοῦ   τῶν   ὑπ'  αὐτοῦ  λεγομένων   τὴν συμφωνίαν. Τίνος οὖν ἕνεκεν, καὶ πόθεν εἰς ταύτην ἐνέπεσε τὴν ἱστορίαν; Ἐπετίμα τοῖς  ἁπλῶς  καὶ  ἀνεξετάστως  εἰς  τὰ  εἴδωλα  εἰσιοῦσι, καὶ  μιαρᾶς ἀπογευομένοις τραπέζης, καὶ εἰδωλοθύτων  ἁπτομένοις· καὶ δείξας, ὅτι διπλῆν ἀπὸ τοῦ πράγματος ὑπομένουσι βλάβην, τούς τε ἀσθενεῖς πλήττοντες,  καὶ αὐτοὶ κοινωνοὶ  δαιμόνων γινόμενοι, καὶ καταστείλας αὐτῶν ἱκανῶς τὰ φρονήματα διὰ τῶν ἔμπροσθεν εἰρημένων, καὶ παιδεύσας, ὅτι δεῖ τὸν πιστὸν μὴ τὸ ἑαυτοῦ βλέπειν μόνον, ἀλλὰ καὶ τὸ τῶν πολλῶν, βουλόμενος αὐτοῖς ἐπιτεῖναι τὸν φόβον, παλαιῶν αὐτοὺς ἀναμιμνήσκει  διηγημάτων.  Ἐπειδὴ  γὰρ  ἐκεῖνοι  μέγα  ἐφρόνουν,  ὡς  πιστοὶ,  καὶ πλάνης ἀπαλλαγέντες, καὶ γνώσεως καταξιωθέντες, καὶ τῶν ἀποῤῥήτων κοινωνήσαντες  μυστηρίων, καὶ πρὸς βασιλείαν οὐρανῶν κληθέντες, δεῖξαι θέλων, ὅτι τούτων ὄφελος οὐδὲν, ἂν μὴ πολιτεία προσῇ συμφωνοῦσα τῇ τοσαύτῃ χάριτι, ἐκ παλαιᾶς αὐτοὺς παιδεύει ἱστορίας.
Read More ->>

22. ∆εί δὲ καὶ αἱρέσεις είναι ἐν ὑμίν, ίνα οἱ δόκιμοι φανεροὶ γένωνται.

0 σχόλια

patrologia

Ιωάννης Χρυσόστομος

Ελληνική Πατρολογία Τόμος 51



22.Εις το αποστολικον ρητον τὸ λέγον· "∆εῖ δὲ καὶ αἱρέσεις εἶναι ἐν ὑμῖν, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται."



αʹ. Ἱκανῶς πρώην ἡμῖν διεθερμάνθη τὸ πνευματικὸν τοῦτο θέατρον, ὅτε τὴν Ἱερουσαλὴμ εἰσήγαγον ὑμῖν τῷ λόγῳ θρηνοῦσαν, καὶ τὰς οἰκείας ἐξαγγέλλουσαν  συμφοράς. Καὶ γὰρ  εἶδον  ὑμῶν  τοὺς  ὀφθαλμοὺς  τότε  ὠδίνοντας  πηγὰς ἀφιέναι   δακρύων·  εἶδον,  ἐξ  ὧν  ἔπασχον,  τὴν  ἑκάστου  διάνοιαν   ὀλοφυρμῶν γέμουσαν  καὶ  συγκεχυμένην.  ∆ιὸ καὶ ταχέως  αἰσθόμενος  συνέστειλα  τὴν τραγῳδίαν, ἥρπασα ἐκ τοῦ μέσου τὸν λόγον, ὥστε τὸν θρῆνον ἐκεῖνον τῆς ἑκάστου καρδίας ἐκρήγνυσθαι μέλλοντα προκατασχεῖν. Ψυχὴ γὰρ πένθει κατασχεθεῖσα, οὔτε εἰπεῖν, οὔτε ἀκοῦσαί τι δύναιτ' ἂν ὑγιές. Τίνος οὖν ἕνεκεν ἐκείνων ὑμᾶς ἀνέμνησα νῦν; Ὅτι καὶ τὰ σήμερον ῥηθήσεσθαι μέλλοντα συγγενῆ τῶν τότε εἰρημένων ἐστίν. Ὥσπερ γὰρ ἐκεῖνα τὴν ἐν τῷ βίῳ ῥᾳθυμίαν ἡμῶν ἀνέστελλε, καὶ τὴν ὀλιγωρίαν τὴν περὶ τὰ πρακτέα διώρθου, οὕτω δὴ τὰ ῥηθησόμενα νῦν  περὶ τὴν  τῶν  δογμάτων ἀκριβῆ παρατήρησιν ἀσφαλεστέρους ἡμᾶς ἐργάσασθαι δύναιτ' ἄν· ὥστε ἐξ ἁπάντων ἀπηρτισμένους εἶναι, εἰς ἄνδρα τέλειον,  εἰς μέτρον ἡλικίας  φθάνοντας  κατὰ τὸν θεῖον Ἀπόστολον. Τότε τὸ σῶμα ὑμῖν ἐθεραπεύσαμεν, νῦν τὴν κεφαλὴν  ἰατρεύομεν· τότε διὰ τῶν Ἱερεμίου λόγων, νῦν διὰ τῶν τοῦ Παύλου ῥημάτων. Τίνα οὖν ἐστι τὰ Παύλου ῥήματα, ἃ σήμερον ἡμῖν ἐξεργάσασθαι πρόκειται; ∆εῖ δὲ καὶ αἱρέσεις εἶναι, φησὶν, ἐν ὑμῖν, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται  ἐν ὑμῖν. Οὐ μικρὸν τὸ ζητούμενον. Εἰ γὰρ συμβουλεύων τοῦτό φησιν ὁ Παῦλος, καὶ δεῖ αἱρέσεις εἶναι, ἀναίτιοι οἱ τὰς αἱρέσεις εἰσάγοντες. Ἀλλ' οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν· οὐ γὰρ συμβουλεύοντος τὸ ῥῆμά ἐστιν, ἀλλὰ τὸ μέλλον προλέγοντος. Ὥσπερ γὰρ ἰατρὸς, ὁρῶν τὸν κάμνοντα ἀδηφαγίᾳ καὶ  μέθῃ  προσέχοντα  καὶ  ἑτέροις  κεκωλυμένοις,  φησὶν  ὅτι  τὴν  ἀταξίαν  ταύτην  δεῖ πυρετὸν  τεκεῖν,  οὐχὶ  νομοθετῶν,  οὐδὲ συμβουλεύων,  ἀλλ' ἐκ τῶν  παρόντων  τὸ μέλλον  μετὰ σκέψεως προλέγων· καὶ γεωργὸς  πάλιν,  ἢ κυβερνήτης ὁρῶν νεφῶν συνδρομὰς καὶ βροντὰς καταῤῥηγνυμένας  μετὰ ἀστραπῶν, φησὶν ὅτι δεῖ τὰ νέφη ταῦτα τεκεῖν ὑετὸν καὶ ὄμβρον σφοδρὸν, οὐδὲ οὗτος παραινῶν, ἀλλὰ τὸ ἐσόμενον προαναφωνῶν·  οὕτω καὶ Παῦλος τὸ, ∆εῖ, τέθεικε. Πολλάκις γοῦν καὶ ἡμεῖς ὁρῶντες ἀνθρώπους ἀλλήλοις συῤῥηγνυμένους καὶ χαλεπαῖς ἑαυτοὺς πλύνοντας λοιδορίαις, λέγομεν, ∆εῖ συμπληγάδας γενέσθαι τούτους καὶ φυλακίζεσθαι, οὐ συμβουλεύοντες οὐδὲ  ἡμεῖς,  οὐδὲ  παραινοῦντες  ἐκείνοις,  (πῶς  γάρ;) ἀλλ'  ἀπὸ  τοῦ  παρόντος  τὸ μέλλον στοχαζόμενοι. Οὕτω δὴ καὶ ὁ Παῦλος οὐχὶ συμβουλεύων ταῦτά φησιν, ὅτι ∆εῖ καὶ αἱρέσεις ἐν ὑμῖν  εἶναι,  ἀλλὰ  προαναφωνῶν  καὶ προφητεύων  τὸ μέλλον ἔσεσθαι Ὅτι γὰρ  οὐ  συμβουλεύει  αἱρέσεις εἶναι,  αὐτός  ἐστιν  ὁ λέγων,  ὅτι  Κἂν ἄγγελος ὑμᾶς εὐαγγελίζηται  παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω. Αὐτός ἐστιν ὁ τὴν περιτομὴν, ἐπειδὴ παρὰ καιρὸν παρελαμβάνετο, καὶ ἐθόλου τὸ καθαρὸν τοῦ κηρύγματος,   ἐκβάλλων   καὶ   λέγων,   Ἐὰν  περιτέμνησθε,   Χριστὸς  ὑμᾶς   οὐδὲν ὠφελήσει. Πῶς  οὖν,  φησὶ,  καὶ  αἰτίαν  προσέθηκεν  εἰπὼν,  Ἵνα  οἱ  δόκιμοι  φανεροὶ γένωνται; Τὸ, Ἵνα, πολλαχοῦ ἐν ταῖς Γραφαῖς οὐκ ἔστιν αἰτιολογίας, ἀλλὰ τῆς τῶν πραγμάτων ἐκβάσεως. Οἷον, ἦλθεν ὁ Χριστὸς, καὶ τὸν τυφλὸν  ἀναβλέψαι ἐποίησε· κἀκεῖνος  μὲν αὐτὸν προσεκύνησεν· οἱ δὲ Ἰουδαῖοι, τούτου θεραπευθέντος, πάντα ἐποίουν, ὥστε συσκιάσαι τὸ θαῦμα, καὶ τὸν Χριστὸν ἤλαυνον. Τότε τοίνυν φησίν· Εἰς κρῖμα ἐγὼ  ἦλθον  εἰς  τὸν  κόσμον τοῦτον,  ἵνα  οἱ μὴ βλέποντες  βλέπωσι,  καὶ  οἱ βλέποντες τυφλοὶ γένωνται. Ἆρα οὖν διὰ τοῦτο ἦλθεν, ἵνα ἐκεῖνοι τυφλοὶ γένωνται; Οὐ διὰ τοῦτο ἦλθε, τοῦτο δὲ ἐξέβη, καὶ τὴν ἔκβασιν ἐν σχήματι αἰτιολογίας τέθεικε. Πάλιν,  νόμος  ἐδόθη,  ἵνα   κωλύσῃ  τὴν  τῶν   ἁμαρτημάτων   φορὰν,  ἵνα ἐπιεικεστέρους ποιήσῃ τοὺς δεχομένους. Ἀλλὰ τοὐναντίον ἐξέβη παρὰ τὴν ῥᾳθυμίαν ἐκείνων· ηὔξησαν γὰρ τὰ ἁμαρτήματα· καὶ φησὶν ὁ Παῦλος, Νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα· καὶ μὴν οὐ διὰ τοῦτο ἐπεισῆλθεν, ἀλλ' ἵνα ἐλαττώσῃ τὸ παράπτωμα. Τοῦτο δὲ ἐξέβη παρὰ τὴν ἀγνωμοσύνην τῶν δεξαμένων αὐτόν. Οὕτω δὴ καὶ ἐνταῦθα, τὸ, Ἵνα, οὐχὶ αἰτιολογίας ἐστὶν, ἀλλὰ ἐκβάσεως. Ὅτι γὰρ ἄλλη τίς ἐστιν  αἰτία  τῶν  αἱρέσεων,  καὶ  οὐ  διὰ  τοῦτο  ἐγένοντο  αἱρέσεις, ἵνα  οἱ  δόκιμοι φανεροὶ  γένωνται,  ἀλλ' ἑτέρωθεν  ἔλαβον  τὰς  προφάσεις, ἄκουσον τοῦ  Χριστοῦ δῆλον τοῦτο ποιοῦντος ἡμῖν· Ὡμοιώθη, φησὶν, ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ· καὶ ἐν τῷ καθεύδειν τοὺς ἀνθρώπους, ἦλθεν ἐχθρὸς ἄνθρωπος, καὶ ἔσπειρε τὰ ζιζάνια. Ὁρᾷς, ὅτι διὰ τοῦτο αἱρέσεις, ἐπειδὴ ἐκαθεύδησαν   οἱ  ἄνθρωποι,   ἐπειδὴ   ἐῤῥᾳθύμησαν;  ἐπειδὴ   οὐ  προσέσχον  μετὰ ἀκριβείας  τοῖς  λεγομένοις;  Ἵν'  οὖν  μὴ  λέγῃ  τις,  Τίνος  ἕνεκεν  συνεχώρησεν  ὁ Χριστός; φησὶν ὁ Παῦλος, ὅτι Οὐδέν σε βλάπτει ἡ συγχώρησις αὕτη· ἐὰν ᾖς δόκιμος, φανερώτερος  ἔσῃ  μᾶλλον.  Οὐ γάρ  ἐστιν  ἴσον,  μηδενὸς  ὑποσκελίζοντος,  μηδὲ ἀπατῶντος, ἐπὶ τῆς ὀρθῆς στῆναι πίστεως, καὶ μυρίων προσρηγνυμένων κυμάτων, ἄσειστον  καὶ  ἀπερίτρεπτον   μεῖναι.  Καθάπερ  οὖν  τὰ  δένδρα  αἱ  τῶν   ἀνέμων προσβολαὶ πάντοθεν  ῥιπίζουσαι ἰσχυρότερα ποιοῦσιν, ἂν ᾖ καλῶς ἐῤῥιζωμένα καὶ μετὰ ἀκριβείας· οὕτω δὴ καὶ τὰς ψυχὰς τὰς πεπηγυίας  ἐν τῷ θεμελίῳ  τῆς ὀρθῆς πίστεως, ὅσαι ἂν προσβάλωσιν αἱρέσεις, οὐ περιτρέπουσιν, ἀλλὰ καὶ ἰσχυροτέρας ποιοῦσι. Τί οὖν πρὸς τοὺς ἀσθενοῦντας, φησὶ, καὶ περιτρεπομένους καὶ ὑποσκελιζομένους ῥᾳδίως; Οὐδὲ ἐκεῖνοι παρὰ τὴν τῆς αἱρέσεως προσβολὴν, ἀλλὰ παρὰ τὴν οἰκείαν ἀσθένειαν τοῦτο πάσχουσιν. Ἀσθένειαν δὲ οὐ φυσικὴν λέγω, ἀλλὰ τὴν  ἐκ προαιρέσεως, τὴν  καὶ ἐκγλημάτων  ἀξίαν  καὶ ὑπὸ κόλασιν  καὶ τιμωρίαν κειμένην, ἣν καὶ ἡμεῖς κύριοι διορθῶσαι. ∆ιὸ κατορθοῦντές τε ἐπαινούμεθα, καὶ μὴ κατορθοῦντες κολαζόμεθα.
Read More ->>

23. Είς τό Επίστευσα διό ελάλησα και περί ελεημοσύνης

0 σχόλια

patrologia

Ιωάννης Χρυσόστομος

Ελληνική Πατρολογία Τόμος 51

23.Εις την αποστολικην ρησιν τὴν λέγουσαν, "Ἔχοντες δὲ τὸ αὐτὸ πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον·" καὶ εἰς τὸ, "Ἐπίστευσα, διὸ ἐλάλησα," καὶ περὶ ἐλεημοσύνης.

αʹ. Οἱ σοφώτατοι τῶν ἰατρῶν ἐπειδὰν ἴδωσιν ἕλκος σιδήρου δεόμενον, ἐπάγουσι μὲν τὴν τομὴν, ἐπάγουσι δὲ οὐκ ἀναλγήτως,  οὐδὲ ἀσυμπαθῶς, ἀλλὰ καὶ ἀλγοῦσι καὶ χαίρουσιν αὐτῶν οὐχ ἧττον τῶν τεμνομένων· καὶ ἀλγοῦσι μὲν διὰ τὴν ἐκ τῆς πληγῆς γινομένην   ὀδύνην,  χαίρουσι  δὲ  διὰ  τὴν  ἐξ αὐτῆς  τικτομένην  ὑγίειαν.  Τοῦτο καὶ  ὁ Παῦλος  ἐποίησεν     σοφὸς   τῶν   ψυχῶν   ἰατρός.   Κορινθίοις   γάρ  ποτε   δεομένοις ἐπιτιμήσεως   σφοδροτέρας  ἐπιτιμήσας,   καὶ  ἥσθη  καὶ  ἐλυπήθη·   ἐλυπήθη   μὲν,  ὅτι ὠδύνησεν,  ἥσθη δὲ, ὅτι ὠφέλησε.  Καὶ ἀμφότερα  ταῦτα  δηλῶν,  ἔλεγεν· Ὥστε εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ προτέρᾳ ἐπιστολῇ, οὐ  μεταμέλομαι, εἰ καὶ μετεμελόμην. ∆ιὰ  τί   μετεμέλου;   διὰ   τί   δὲ   πάλιν   οὐ   μεταμέλῃ;   Μετεμελόμην,   ἐπειδὴ σφοδρότερον ἔπληξα· οὐ μεταμέλομαι, ἐπειδὴ διώρθωσα. Καὶ ἵνα μάθῃς ὅτι διὰ τοῦτο, ἄκουσον τῶν ἑξῆς· Βλέπω γὰρ, ὅτι ἡ ἐπιστολὴ ἐκείνη, εἰ καὶ πρὸς ὥραν, ἐλύπησεν ὑμᾶς· νῦν  χαίρω, οὐχ ὅτι ἐλυπήθητε,  ἀλλ' ὅτι ἐλυπήθητε  εἰς μετάνοιαν.  Εἰ καὶ πρὸς ὥραν ἐλύπησα ὑμᾶς, τὸ λυπητήριον  πρόσκαιρον, φησὶ, τὸ δὲ ὠφέλιμον  διηνεκές.  ∆ότε δὴ κἀμοὶ ταῦτα τὰ ῥήματα, παρακαλῶ, πρὸς τὴν ἀγάπην τὴν ὑμετέραν εἰπεῖν· ὥστε εἰ καὶ ἐλύπησα ὑμᾶς ἐπὶ τῇ προτέρᾳ παραινέσει, οὐ μεταμέλομαι, εἰ καὶ μετεμελόμην· βλέπω γὰρ, ὅτι ἡ παραίνεσις ἐκείνη καὶ ἡ συμβουλὴ, εἰ καὶ πρὸς ὥραν ὑμᾶς ἐλύπησεν, ἀλλ' ἡμᾶς μειζόνως ηὔφρανεν,  Οὐχ ὅτι ἐλυπήθητε,  ἀλλ' ὅτι ἐλυπήθητε  εἰς μετάνοιαν. Ἰδοὺ  γὰρ  αὐτὸ  τοῦτο  τὸ  κατὰ  Θεὸν λυπηθῆναι   ὑμᾶς  πόσην  κατειργάσατο  ἐν  ὑμῖν σπουδήν; Λαμπρότερος ἡμῖν σήμερον ὁ σύλλογος, φαιδρότερον τὸ θέατρον, πλείων τῶν ἀδελφῶν ὁ χορός. Αὕτη ἡ σπουδὴ τῆς λύπης ἐκείνης καρπός. ∆ιὰ τοῦτο, ὅσον ὠδυνήθην τότε,  τοσοῦτον  νῦν  χαίρω,  ὁρῶν  τὴν  ἄμπελον  ἡμῖν  τὴν  πνευματικὴν   τῷ  καρπῷ βριθομένην.  Εἰ γὰρ  ἐπὶ  τῶν  ἐδεσμάτων  τῶν  αἰσθητῶν  φέρει  τινὰ  φιλοτιμίαν   καὶ εὐφροσύνην   τῷ  καλοῦντι   τῶν   δαιτυμόνων   τὸ  πλῆθος,   πολλῷ   μᾶλλον   ἐπὶ  τῶν ἐδεσμάτων   τῶν   πνευματικῶν  τοῦτο   γένοιτ'  ἄν·  καίτοι   γε  ἐκεῖ  τὸ  πλῆθος   τῶν κεκλημένων  μᾶλλον ἀναλίσκει τὰ παρακείμενα, καὶ δαπάνην ἐργάζεται πλείω· ἐνταῦθα δὲ  τοὐναντίον,   οὐ  μόνον  οὐκ  ἀναλίσκει   τὸ  πλῆθος  τῶν  κεκλημένων,   ἀλλὰ  καὶ πλεονάζει τὴν τράπεζαν· εἰ δὲ ἐκεῖ ἡ δαπάνη ἡδονὴν ἐργάζεται, πολλῷ μᾶλλον ἐνταῦθα πρόσοδος τοῦτο  ἐργάσεται· καὶ γὰρ τοιαύτη  τῶν  πνευματικῶν ἡ φύσις, εἰς πολλοὺς διανεμομένη, μᾶλλον αὔξεται. Ἐπεὶ οὖν πλήρης ἡμῖν ἡ τράπεζα, προσδοκῶ καὶ τὴν τοῦ Πνεύματος χάριν  ἐνηχῆσαι  ἡμῶν  τῇ διανοίᾳ.  Ὅταν γὰρ ἴδῃ πολλοὺς  παρόντας,  τότε δαψιλεστέραν  παρατίθεται  τὴν  ἑστίασιν·  οὐκ  ἐπειδὴ  τῶν  ὀλίγων  καταφρονεῖ,  ἀλλ' ἐπειδὴ τῆς τῶν πολλῶν  ἐφίεται σωτηρίας. ∆ιὰ τοῦτο καὶ τὸν Παῦλον παρατρέχοντα τὰς ἄλλας  πόλεις,  ἐν Κορίνθῳ μένειν  ἐκέλευσε φανεὶς  ὁ Χριστὸς, καὶ εἰπών· Μὴ φοβοῦ, ἀλλὰ λάλει, καὶ μὴ σιωπήσῃς, διότι λαὸς πολύς ἐστί μοι ἐν τῇ πόλει ταύτῃ. Εἰ γὰρ ὑπὲρ ἑνὸς  προβάτου  ὄρη καὶ νάπας  καὶ  τὴν  ἄβατον  ἔπεισι χώραν  ὁ ποιμὴν,  ὅταν  πολλὰ πρόβατα μέλλῃ ῥᾳθυμίας καὶ πλάνης ἀπάγειν, πῶς οὐ πολλὴν ἐπιδείξεται σπουδήν; Ὅτι γὰρ  οὐδὲ  τῶν  ὀλίγων  καταφρονεῖ,  ἄκουσον  αὐτοῦ  λέγοντος·  Οὐκ ἔστι θέλημα  τοῦ Πατρός μου, ἵνα ἀπόληται ἐν τῶν μικρῶν τούτων. Οὔτε οὖν ἡ ὀλιγότης, φησὶν, οὔτε ἡ  εὐτέλεια ὑπεριδεῖν αὐτὸν πείθει τῆς σωτηρίας ἡμῶν.
Read More ->>

24.Είς τήν ρήσιν : Εχοντες δὲ τὸ αὐτὸ Πνεύμα τής πίστεως, κατὰ τὸ γεγραμμένον·

0 σχόλια

patrologia
Ιωάννης Χρυσόστομος
Ελληνική Πατρολογία Τόμος 51
24.Πάλιν εις την αυτην ρησιν "Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον·" καὶ διὰ τί κοινῇ πάντες ἀπολαμβάνουσι τὰ ἀγαθὰ, καὶ περὶ ἐλεημοσύνης.

αʹ. Τῇ προτέρᾳ συνάξει καὶ τῇ πρὸ ἐκείνης  μίαν τοῦ Ἀποστόλου ῥῆσιν ἀπολαβόντες, εἰς τὴν ἐξήγησιν ταύτης ἅπαντα τὸν λόγον ἀνηλώσαμεν· καὶ τήμερον δὲ τῇ  αὐτῇ  ταύτῃ  πάλιν  ἐνδιατρίψαι   σπουδάζομεν·  ποιοῦμεν  δὲ  τοῦτο  ἐπίτηδες  πρὸς ὠφέλειαν  τῆς ὑμετέρας ἀγάπης, οὐ πρὸς ἐπίδειξιν  τὴν ἡμετέραν. Οὐ γὰρ ἵνα γόνιμόν τινα  καὶ  πολύνουν  ἐμαυτὸν  ἀποφήνω,  ἀλλ'  ἵνα  καὶ  τὴν  Παύλου σοφίαν  ὑμῖν  ἐκκαλύψω, καὶ τὴν ὑμετέραν διεγείρω προθυμίαν, οὕτω μεταχειρίζω τὸν λόγον. Τό τε γὰρ βάθος τῆς ἐκείνου  συνέσεως φαίνεται  μειζόνως,  ὅταν ἐκ μιᾶς ῥήσεως τοσούτους ἡμῖν   τίκτῃ   ποταμοὺς   νοημάτων·  ὑμεῖς   τε  μαθόντες,   ὅτι   καὶ   ἀπὸ  μιᾶς   λέξεως ἀποστολικῆς  ἄφατον  ἔστι καρπώσασθαι φιλοσοφίας  πλοῦτον,  οὐ παραδραμεῖσθε τὰς Ἐπιστολὰς   ἁπλῶς,   ἀλλὰ   προαχθήσεσθε,   ταῖς   ἐλπίσι   ταύταις   τρεφόμενοι,    τῶν ἐγκειμένων  ῥήσεων ἑκάστην μετὰ πολλῆς  περιεργάζεσθαι  τῆς σπουδῆς. Εἰ γὰρ μία  λέξις   τριῶν   ἡμερῶν   διάλεξιν   ἡμῖν   ἔτεκε,  πόσον  ἡμῖν   ἀναβλύσει   θησαυρὸν ὁλόκληρος περικοπὴ μετὰ ἀκριβείας θεωρουμένη; Μὴ τοίνυν  ἀποκάμωμεν,  ἕως ἂν τὸ πᾶν  ἀποτρυγήσωμεν.   Εἰ  γὰρ  οἱ  μέταλλα   διορύττοντες   χρυσίου,  ὅσον  ἂν  ἐκεῖθεν κενώσωσι πλοῦτον, οὐ πρότερον ἀφίστανται, ἕως ἂν τὸ πᾶν ἀνέλωνται  χρυσίον· πολλῷ μᾶλλον  ἡμᾶς μείζονι προθυμίᾳ κεχρῆσθαι δεῖ καὶ σπουδῇ περὶ τὴν τῶν θείων  λογίων ἔρευναν. Καὶ γὰρ καὶ ἡμεῖς χρυσίον ὀρύττομεν,  οὐκ αἰσθητὸν, ἀλλὰ πνευματικόν·  οὐ γὰρ μέταλλα γῆς, ἀλλὰ μέταλλα τοῦ Πνεύματος ἐργαζόμεθα.Αἱ γὰρ ἐπιστολαὶ τοῦ Παύλου τοῦ Πνεύματός εἰσι μέταλλα  καὶ πηγαί· μέταλλα μὲν, ὅτι χρυσίου παντὸς  τιμιώτερον  ἡμῖν παρέχουσι πλοῦτον·  πηγαὶ δὲ, ὅτι οὐδέποτε ἐπιλείπουσιν· ἀλλ' ὅσον ἂν κενώσῃς ἐκεῖθεν, τοσοῦτον καὶ πολλῷ πλέον ἐπιῤῥεῖ πάλιν. Καὶ τούτου γένοιτ' ἂν ἀπόδειξις σαφὴς ὁ χρόνος ὁ παρελθὼν ἅπας. Ἐξ οὗ γοῦν Παῦλος ἐγένετο, πεντακόσια λοιπὸν  ἔτη παρῆλθε· καὶ τοῦτον  ἅπαντα τὸν χρόνον  πολλοὶ  μὲν συγγραφεῖς, πολλοὶ  δὲ διδάσκαλοι καὶ ἐξηγηταὶ πολλὰ πολλάκις  ἐκεῖθεν ἐξήντλησαν, καὶ τὸν ἀποκείμενον  οὐκ ἐκένωσαν  πλοῦτον.  Οὐ γὰρ αἰσθητὸς ὁ θησαυρός· διὰ τοῦτο οὐκ ἀναλίσκεται  τῇ τῶν  ὀρυττόντων  πολυχειρίᾳ,  ἀλλ' αὔξεται καὶ πλεονάζει.  Καὶ τί λέγω  τοὺς ἔμπροσθεν; Πόσοι μεθ' ἡμᾶς ἐροῦσι καὶ μετ' ἐκείνους  ἕτεροι πάλιν,  καὶ οὐ παύσεται πηγάζων  ὁ πλοῦτος, οὐδὲ ἐπιλείψει  ταύτῃ τὰ μέταλλα; πνευματικὰ  γάρ ἐστι, καὶ οὐ πέφυκε δαπανᾶσθαί ποτε. Τίς οὖν ἐστιν ἡ ῥῆσις ἡ ἀποστολικὴ, περὶ ἧς καὶ πρώην πρὸς τὴν ὑμετέραν ἀγάπην διελέχθημεν; Ἔχοντες δὲ τὸ αὐτὸ Πνεῦμα τῆς πίστεως, κατὰ τὸ γεγραμμένον· Ἐπίστευσα, διὸ ἐλάλησα.
Read More ->>

25.Εις το αποστολικον ρητον, Ὄφελον ἀνείχεσθέ μου μικρὸν τή ἀφροσύνῃ.

0 σχόλια

patrologia

Ιωάννης Χρυσόστομος
Ελληνική Πατρολογία Τόμος 51
25.Εις το αποστολικον ρητον, Ὄφελον ἀνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ.

αʹ. Ἅπαντας  μὲν φιλῶ  τοὺς ἁγίους, μάλιστα δὲ τὸν μακάριον Παῦλον, τὸ σκεῦος τῆς ἐκλογῆς, τὴν σάλ πιγγα τὴν οὐράνιον, τὸν νυμφαγωγὸν  τοῦ Χριστοῦ. Τοῦτο δὲ εἶπον, καὶ ὃν περὶ αὐτὸν ἔρωτα ἔχω, εἰς μέσον ἐξήνεγκα, ἵνα καὶ ὑμᾶς κοινωνοὺς ποιήσω τοῦ φίλτρου. Οἱ μὲν γὰρ τὸν σωματικὸν ἔρωτα ἐρῶντες εἰκότως αἰσχύνονται ὁμολογεῖν, ἅτε καὶ ἑαυτοὺς κατ αισχύνοντες, καὶ τοὺς ἀκούοντας βλάπτοντες· οἱ δὲ τὸν πνευματικὸν, μηδέποτε ὁμολογοῦντες παυέσθω σαν· καὶ γὰρ καὶ  ἑαυτοὺς  καὶ  τοὺς  ἀκούοντας  ὠφε  λοῦσι  διὰ  τῆς  καλῆς  ταύτης  ὁμολογίας. Ἐκεῖνος μὲν γὰρ ὁ ἔρως ἔγκλημα,  οὗτος δὲ ἐγκώμιον·  ἐκεῖνος  μὲν πάθος ψυχῆς διαβεβλημένον ἐστὶν, οὗτος δὲ εὐφρο σύνη ψυχῆς, καὶ ἀγαλλίαμα, καὶ κόσμος ἄριστος· ἐκεῖνος εἰσάγει πόλεμον  εἰς τὴν τῶν  ἐρώντων  διά νοιαν,  οὗτος καὶ τὸν ὄντα πόλεμον ἐκβάλλει, καὶ ἐν εἰρήνῃ πολλῇ τοὺς ἐρῶντας καθίστησι. Κἀκεῖθεν μὲν οὐδὲν ὄφελος γίνεται, ἀλλὰ καὶ πολλὴ ζημία χρημά των καὶ δαπάνη τις ἀνόητος, καὶ ζωῆς ἀνατροπὴ, καὶ οἰκιῶν ὁλόκληροι διαφθοραί· ἐντεῦθενδὲ πολὺς ὁ πλοῦτος τῶν κατορθωμάτων, πολλὴ ἡ περιουσία τῆς ἀρετῆς. Πρὸς δὲ τοῖς εἰρημένοις, οἱ μὲν σωμά των εὐμόρφων ἐρῶντες, καὶ πρὸς τὰς λαμπρὰς τῶν ὄψεων κεχηνότες, ἂν ὦσιν αἰσχροὶ καὶ δυσειδεῖς, οὐδὲν ἐκ τῆς ἐκείνων ἐπιθυμίας εἰς ἀπαλλαγὴν τῆς οἰκείας κερδαίνουσιν ἀμορφίας, ἀλλὰ καὶ αἰσχρότεροι κρίνονται καὶ εἰδεχθέστεροι· ἐπὶ δὲ τοῦ ἔρωτος τού του τοὐναντίον ἅπαν. Ὁ γὰρ ψυχῆς ἁγίας ἐρῶν, καὶ εὐμόρφου, καὶ λαμπρᾶς, καὶ περικαλλοῦς, κἂν αὐτὸς αἰσχρὸς ᾖ καὶ δυσειδὴς, κἂν ἁπάντων   ἀνθρώπων   αἴσχιστος,  ἐμμένων   τῷ  ἔρωτι  τῶν   ἁγίων,   ταχέως   ἔσται τοιοῦτος, οἷος ὁ ἐρώμενος. Καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ Θεοῦ φιλανθρωπίας  ἔργον, τὸ σῶμα μὲν ἄμορφον καὶ πεπηρωμένον  μὴ δύνασθαι διορθοῦν, ψυχὴν  δὲ αἰσχρὰν καὶ δυσειδῆ δύνασθαι λαμπρὰν  καὶ  περικαλλῆ  ποιεῖν.  Ἀπὸ γὰρ τῆς  εὐμορφίας  τῆς  ἐκεί  νου  οὐδὲν  ἂν γένοιτο κέρδος· ἀπὸ δὲ τοῦ κάλλους τοῦ ταύτης τοσαῦτα ἔξεστι καρπώσασθαι ἀγαθὰ,ὅσα εἰκὸς κεκτῆσθαι τὸν ἐραστὴν ἔχοντα τὸν Θεόν. Περὶ ταύτης τῆς εὐμορφίας καὶ ὁ ∆αυῒδ ἐν ψαλμοῖς ᾄδων, Ἄκουσον, φησὶ, θύγατερ, καὶ ἴδε, καὶ κλῖ νον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βα σιλεὺς τοῦ  κάλλους  σου· κάλλος  ἐνταῦθα  λέγων  τὸ  κατὰ  ψυχὴν,  ὅπερ δι'  ἀρετῆς  καὶ εὐλαβείας συν ίσταται.
Read More ->>

26. Προς τους οὐκ εἰς δέον χρωμένους τώ ἀποστολικώ ῥητώ τώ λέγοντι

0 σχόλια

patrologia

Ιωάννης Χρυσόστομος

Ελληνική Πατρολογία Τόμος 51

26. Προς τους Οὐκ εἰς δέον χρωμένους τῷ ἀποστολικῷ ῥητῷ τῷ λέγοντι, "Εἴτε προφάσει, εἴτε ἀληθείᾳ Χριστὸς καταγγέλλεται" καὶ περὶ ταπεινοφροσύνης.
αʹ. Τοῦ Φαρισαίου καὶ τοῦ τελώνου μνημονεύσαντες πρώην, καὶ ἅρματα δύο τῷ λόγῳ ζεύξαντες ἐξ ἀρετῆς καὶ κακίας, ἑκάτερον ἐδείξαμεν, ὅσον μὲν τῆς ταπεινοφροσύνης  τὸ κέρδος, ὅσον δὲ τῆς ἀπονοίας  τὸ βλάβος. Αὕτη μὲν γὰρ καὶ δικαιοσύνῃ συμβεβλημένη καὶ νηστείαις καὶ δεκάταις, ὑστέρησεν· ἐκείνη δὲ καὶ μετὰ ἁμαρτίας  ζευχθεῖσα προέλαβε τὸ τοῦ  Φαρισαίου ζεῦγος, καίτοι  καὶ  τὸν  ἡνίοχον ἔχουσα φαῦλον. Τί γὰρ τελώνου  χεῖρον; Ἀλλ' ὅμως ἐπειδὴ συνέτριψεν αὐτοῦ τὴν ψυχὴν,  καὶ  ἁμαρτωλὸν  ἑαυτὸν  ἐκάλεσεν,  ὅπερ ἦν,  ὑπερέβη  τὸν  Φαρισαῖον καὶ νηστείας ἔχοντα εἰπεῖν καὶ δεκάτας, καὶ κακίας πάσης ἀπηλλαγμένον. Τίνος ἕνεκεν, καὶ διὰ τί; Ὅτι εἰ καὶ πλεονεξίας καὶ ἁρπαγῆς ἀπήλλακτο, τὴν μητέρα τῶν κακῶν πάντων κενοδοξίαν τε καὶ ἀπόνοιαν εἶχεν ἐῤῥιζωμένην ἐπὶ τῆς ψυχῆς. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος παρακαλεῖ καὶ λέγει· Ἕκαστος τὸ ἑαυτοῦ ἔργον δοκιμαζέτω, καὶ τότε εἰς ἑαυτὸν τὸ καύχημα ἕξει, καὶ οὐκ εἰς τὸν ἕτερον. Ἐκεῖνος  δὲ  τῆς  οἰκουμένης  ἁπάσης  παρῆλθεν  εἰς  μέσον  κατήγορος,  καὶ πάντων  τῶν  ὄντων  ἀνθρώπων  ἑαυτὸν  ἔφησεν  εἶναι  βελτίω.  Καίτοι καὶ εἰ δέκα μόνον, καὶ εἰ πέντε, καὶ εἰ δύο, καὶ εἰ ἑνὸς ἑαυτὸν προὔθηκεν, οὐδὲ τοῦτο ἀνεκτὸν ἦν· νυνὶ δὲ οὐχὶ προὔθηκεν ἑαυτὸν μόνον τῆς οἰκουμένης, ἀλλὰ καὶ κατηγόρησεν ἁπάντων.  ∆ιὰ τοῦτο ὑστέρησε κατὰ τὸν δρόμον. Καὶ καθάπερ ναῦς μυρία διαδραμοῦσα κύματα, καὶ πολλοὺς ἐκφυγοῦσα χειμῶνας, εἶτα ἐν αὐτῷ τῷ στόματι τοῦ  λιμένος   σκοπέλῳ  τινὶ   προσαράξασα πάντα   τὸν  ἐναποκείμενον   ἀπόλλυσι θησαυρόν· οὕτω δὴ καὶ ὁ Φαρισαῖοις οὗτος, τοὺς πόνους τῆς νηστείας ὑπομείνας καὶ τῆς ἄλλης ἀρετῆς ἁπάσης, ἐπειδὴ γλώττης  οὐκ ἐκράτησεν, ἐν αὐτῷ τῷ λιμένι  τὸ φορτικὸν  ναυάγιον  ὑπέμεινε.  Τὸ γὰρ  ἐξ  εὐχῆς,  ὅθεν  κερδαίνειν  ἔδει,  τοσαῦτα βλαβέντα μᾶλλον ἀπελθεῖν, οὐδὲν ἕτερόν ἐστιν, ἢ ἐν λιμένι ναυάγιον ὑπομεῖναι.
Read More ->>

27.Εις το Χήρα καταλεγέσθω μὴ ἐλάττων ἐτῶν ἑξήκοντα γεγονυία

0 σχόλια

patrologia

Ιωάννης Χρυσόστομος

Ελληνική Πατρολογία Τόμος 51


27.Εις το "Χήρα καταλεγέσθω μὴ ἐλάττων ἐτῶν ἑξήκοντα γεγονυῖα·" καὶ περὶ παίδων ἀνατροφῆς, καὶ περὶ ἐλεημοσύνης.

αʹ. Εἰς καιρὸν ἡ τοῦ Πνεύματος ᾠκονόμησε χάρις ταύτην τῆς ἀποστολικῆς ἐπιστολῆς ἀναγνωσθῆναι  τὴν περικοπὴν, ἣν ἠκούσατε σήμερον· ἔχει γάρ τινα πρὸς τὰ πρώην εἰρημένα συγγένειαν καὶ ἀκολουθίαν πολλὴν, εἰ καὶ μὴ ἐν τοῖς ῥήμασιν, ἀλλ'  ἐν  τοῖς  νοήμασι.  Τὸ μὲν  γὰρ  πρώην  ἀναγνωσθὲν  τοῦτο  ἦν·  Περὶ δὲ  τῶν κεκοιμημένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί· καὶ πολλὰ περὶ ἀναστάσεως ἐλέχθη τότε, τὸ γενναίως  τὰ τοιαῦτα  φέρειν  πάθη, καὶ εὐχαριστεῖν  τῷ λαμβάνοντι  τοὺς προσήκοντας ἡμῖν Θεῷ. Σήμερον τὸ ἀναγνωσθὲν τοῦτό ἐστι· Χήρα καταλεγέσθω μὴ ἐλάττων ἐτῶν ἑξήκοντα γεγονυῖα. Ἐπεὶ οὖν ἀπὸ θανάτου χηρεία γίνεται, καὶ τοῦτο μάλιστά ἐστι τὸ τὴν ὀδύνην  ἐπιτεῖνον,  καὶ διεγεῖρον  τὸ πένθος, μεμνημένοι  τῶν πρώην  εἰρημένων,  ἃ τοὺς πενθοῦντας  παρακαλοῦντες  εἰρήκαμεν, καὶ ταῦτα μετὰ πάσης ὑποδεξάμενοι τῆς σπουδῆς μετ' ἐκείνων εἰς τὰ ταμιεῖα τῆς διανοίας ἀπόθεσθε. Τὸ γὰρ  τῆς  χηρείας  ὄνομα  δοκεῖ  μὲν  εἶναι  συμφορᾶς ὄνομα,  οὐκ ἔστι δὲ, ἀλλ' ἀξίωμα, καὶ τιμὴ, καὶ δόξα μεγίστη· οὐκ ὄνειδος, ἀλλὰ στέφανος. Εἰ γὰρ  καὶ  ἄνδρα  οὐκ  ἔχει  συνοικοῦντα  ἡ χήρα, ἀλλὰ  τὸν  Χριστὸν ἔχει συνοικοῦντα,  τὸν  πάντα  ἀποκρουόμενον  τὰ  ἐπιόντα  δεινά.  Ἀρκεῖ  γὰρ  ἐν  ταῖς ἐπιούσαις ἐπηρείαις τῆς χήρας, εἰσελθεῖν καὶ γόνυ κλῖναι, καὶ στενάξαι πικρὸν, καὶ δάκρυα προχεῖν, καὶ πᾶσαν ἀποκρούσασθαι τῶν ἐπηρεαζόντων  τὴν ἐπιβουλήν· τὰ γὰρ ὅπλα τῆς χήρας τοιαῦτα, δάκρυα, καὶ στεναγμοὶ, καὶ εὐχαὶ διηνεκεῖς· διὰ τούτων οὐκ ἀνθρωπίνην  ἐπήρειαν  μόνον,  ἀλλὰ  καὶ δαιμονικὰς  ἐφόδους ἀποκρούσασθαι δύναται. Ἡ χήρα τῶν μὲν βιωτικῶν  ἀπήλλακται πραγμάτων, πρὸς δὲ τὸν  οὐρανὸν ὁδεύει λοιπόν·  καὶ ἣν περὶ τὸν  ἄνδρα ἐπεδείκνυτο  σπουδὴν καὶ θεραπείαν, ταύτην εἰς τὰ πνευματικὰ πράγματα ἀναλῶσαι δυνήσεται. Εἰ δὲ λέγοις,ὅτι τὸ παλαιὸν συμφορὰ ἦν τὸ πρᾶγμα, ἐκεῖνο ἂν εἴποιμι, ὅτι καὶ ὁ θάνατος κατάρα ἦν· ἀλλὰ γέγονε τιμὴ καὶ ἀξίωμα τοῖς γενναίως αὐτὸν φέρουσιν ἐπιόντα. Οὕτω γοῦν οἱ μάρτυρες στεφανοῦνται· τὸν αὐτὸν τρόπον καὶ ἡ χήρα πρὸς ἀξίωμα μέτεισι μέγα.
Read More ->>
 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Follow by Email

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Γίνεται Μέλος στο Ιστολόγιο

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |