ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Τό σημείον τής γαστριμαγίας

Κυριακή, 4 Δεκεμβρίου 2016

Τό σημείον τής γαστριμαγίας



Βαρσανουφίου και Ιωάννου
Κείμενα Διακριτικά και Ησυχαστικά
Eρωτοαποκρίσεις
πη’
Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν. Τό σημεῖον τῆς γαστριμαργίας ὁποῖόν ἐστι, σαφήνισὸν μοι.
Ἀπόκρισις
Ὅταν βλέπῃς τὸν λογισμὸν σου ἡδυνὸμενον ἐν βρώμασι, καί διώκοντα σχεδὸν τοῦ προλαμβάνειν πάντας ἤ ἑλκύσαι εἰς τὸ ἔμπροσθέν σου τὸ βρῶμα, τοῦτο γαστριμαργία ἐστί. Πρόσεχε οὖν σεαυτῷ, καί ποίησον τήν δύναμίν σου ἄγξαι σεαυτὸν τοῦ μή σπουδῆς λαβεῖν ἀπ᾿ αὐτοῦ, ἀλλ᾽ ἐν εὐταξίᾳ“ καί ὠθῆσαι μᾶλλον τὸ βρῶμα τοῦτο ἔμπροσθεν τῶν συγκαθημένων. Οὐχ χρή δέ ὥς εἰπον προφάσει τῆς γαστριμαργίας, εὐθέως παραιτεῖσθαι τοῦ μεταλαβεῖν τοῦ βρώματος“ ἀλλά δεῖ παραφυλάττεσθαι τοῦ μή ἀτάκτως χρήσασθαι τῇ μεταλήψει αὐτοῦ. Καί δίχα γάρ γαστριμαργίας γράφουσιν οἱ Πατέρες, μή ἐκτεῖναι χεῖρα ἐν τραπέζῃ ἔμπροσθεν ἄλλου, ἀπρεπές γάρ ὑπάρχει τοῦτο καί τῆς κοινῆς εὐταξίας ἀλλότριον. Ὅτε δέ τοιοῦτόν ἐστι τὸ προκείμενον βρῶμα, ὥστε μή εἰναι δῆλον τὸ μέρος ἑκάστου, ἀλλά κοινῶς αὐτό πάντας ἐσθίειν, τότε μή εἰναι δῆλον τὸ μέρος ἑκάστου, ἀλλά κοινῶς αὐτὸ πάντας ἐσθίειν, τότε οὐκ ἄτοπον λαμβάνειν τινά ἐξ αὐτοῦ μετά πάντων' ἐν εὐταξίᾳ δέ, διά τό μή ἐμπεσεῖν εἰς τήν γαστριμαργίαν, καί εἰς κατάγνωσιν.




Ἕτερον δέ σημεῖον γαστριμαργίας, τὸ πρὸ τῆς ὥρας θέλειν ἐσθίειν, ὅπερ οὐ δεῖ ποιεῖν, εἰ μή τι ἄρα πρόκειται εὔλογος αἰτία. ᾿Εν πᾶσι δέ χρεία ἐπικαλεῖσθαι τοῦ Θεοῦ τὴν βοήθειαν καί αὐτός ἡμῶν ἀντιλαμβάνεται.

πθ'

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν. Ἡ κίνησις τοῦ σώματος πόθεν γίνεται; (σελ. 214) Ἀπόκρισις

Ἡ κίνησις τοῦ σώματος γίνεται ἀπὸ ἀμελείας' καί γάρ ἡ ἀμέλεια ἁρπάζει σε λεληθότως εἰς τὸ κρίνειν, καί κατακρίνειν“ καί διά τούτων σε προδίδωσιν. Ὅτε γάρ ὁ Ἰσραήλ γνησίως ἐδούλευσε τῷ Θεῷ, ἐφύλαττεν αὐτὸν ἀπὸ τῶν ἐχθρῶν αὐτοῦ“ ὅτε δέ ἠμέλει τῆς γνησίας δουλείας, ηφιεν ὁ Θεὸς τούς ἐχθρούς πατάξαι αὐτὸν.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν. Εἰ δεῖ περί πάντων τῶν φυομένων ἐν τῇ καρδίᾳ λογισμῶν ἐπερωτᾶν τούς Γέροντας' καί εἰ δεῖ τὸν προσευχόμενον καί ψάλλοντα μετά φωνῆς τοῦτο ποιεῖν“ καί περί μνήμης ὧν τε ἔπραξέ τις, ὧν τε ἤκουσεν ἤ ἐλάλησε“ καί εἰ δεῖ γυμνάζεσθαι μετά τῶν Πατέρων;

Ἀπόκρισις

Ἀδελφέ, περί πάντων τῶν φυομένων λογισμῶν, οὐ χρή ἐρωτᾶν, παρερχόμενοι γάρ εἰσιν“ ἀλλά περί τῶν μενόντων καί πολεμούντων τὸν ἄνθρωπον. Ὁς γάρ ἄνθρωπος ὑπὸ πολλῶν ὑβριζόμενος καταφρονεῖ τῶν ὔβρεων καί γίνεται ἀμέριμνος ἁπάντων, ἐάν δέ τις κινήσῃ κατ᾿ αὐτοῦ ἤ πολεμήσῃ αὐτὸν, τότε αἰτιᾶται πρὸς τὸν ἄρχοντα, οὔτω καί τὸ πρᾶγμα τοῦτο.

(σελ. 216) Περί δέ προσευχῆς ἤ ψαλμῳδίας, οὐ μόνον διά τοῦ νοὸς, ἀλλά καί διά τῶν χειλεών χρεία' ὁ γάρ Προφήτης Δαβίδ λέγει. «Κύριε τά χείλη μου ἀνοίξεις καί τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου». Καί ὁ Ἀπόστολος δεικνύων ὅτι ζητοῦνται τά χείλη εἶπε“ «καρδίαν καί καρπὸν χειλέων» καί τά λοιπά.

Περί δέ ων εἶδες ἤ ἤκουσας ἤ ἔπραξας καί λογίζῃ αὐτά, οὐδέν κόπτει αὐτά, εἰ μή προσευχή μετά ταπεινώσεως καί κόπων καί δακρύων, ἡ μὴ ἔχουσα θέλημα. Οἱ κατορθώσαντες δέ Πατέρες, ἄνευ κόπων καί δακρύων καί ἐκκοπῆς θελήματος οὐ κατώρθωσαν.

Τό δέ γυμνάζεσθαι, ψήφισμά ἐστι καί ἰσότης“ τὸ δέ ἐρωτᾶν καί

πιστεύειν ταῖς ἀποκρίσεσι, ταπείνωσίς ἐστι καί προκοπή ἐν Κυρίῳ. Εὐξαι ὑπέρ ἐμοῦ, ἀδελφέ.

Ἄλλος τις τῶν Πατέρων ἠρώτησε τὸν αὐτὸν Γέροντα.

Πῶς τις τηρεῖ τήν καρδίαν αὐτοῦ' καί ποίῳ τρόπῳ γίνεται ὁ πόλεμος τοῦ ἐχθροῦ. Καί εἰ ὀφείλει τις ἀντιλέγειν πρὸς τὸν πολεμοῦντα“ καί περί τοῦ λογισμοῦ τῆς πορνείας, εἰ δεῖ φράξαι τήν εἴσοδον αὐτοῦ“ ἐάν δέ εἰσέλθῃ τί δεῖ ποιῆσαι. Καί περί βρώσεως εἰ οὐγγίας ὀφείλει τις κεχρῆσθαι ἤ στοχασμῷ καί φυλακῇ.

Ἀπόκρισις

Τό τηρῆσαι τήν καρδίαν ἐστί, τὸ ἔχειν νηφάλιον τὸν νοῦν καί καθαράν τοῦ πολεμουμένου. Πρῶτον δέ γίνεται ἐν καταφρονήσει ὁ λογισμὸς αὐτοῦ“ καί ὅταν βλέπῃ ὁ ἐχθρὸς τήν καταφρόνησιν, σπουδάζει εἰσενεγκεῖν τὸν πόλεμον. Καί εἰ μαθεῖν θέλεις εἰ ἐχθρός ἐστιν ἤ φίλος, βάλε εὐχήν (σελ. 218) καί ἐρώτησον αὐτὸν“ ἡμέτερος εἰ, ἤ τῶν ὑπεναντίων; Καί ἀποκρίνεταί σοι τὴν ἀλήθειαν. Ἡ προδοσία οῦν γίνεται ἀπὸ ἀμελείας' μή ἀντείπῃς δέ, τοῦτο γάρ θέλουσιν καί οὐ παύσονται“ ἀλλά πρόσελθε τῷ Κυρίῳ κατ᾿ αὐτῶν, ρίπτων ἐνώπιον αὐτοῦ τήν ἀδυναμίαν σου“ καί αὐτός δύναται οὐ μόνον ἀποστῆσαι, ἀλλά καί καταργῆσαι αὐτούς͵

Περί δέ τοῦ δαίμονος τῆς πορνείας, καλὸν μέν ἐστι πάνυ τοῦ φράξαι τὴν εἴσοδον αὐτοῦ' ἐάν δέ ἁρπάξῃ καί εἰσέλθῃ, πύκτευσον αὐτῷ, ρίπτων τήν ἀδυναμίαν σου ἐνώπιον τοῦ Θεοῦ, δεόμενος αὐτοῦ, καί ἐκβάλλει αὐτὸν.

Περί δέ ἧς εἶπας βρώσεως, ἀπὸ στοχασμοῦ καί φυλακῆς στῆσον τὸν βίον, καί εὐξαι ὑπέρ ἐμοῦ διά τήν ἀγάπην.

92' Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν.

Πόθεν βαρεῖται ἡ καρδία μου καί ἔστιν ἐν ἐμοί ὔπνος ἄμετρος καί οὐδεμία ὑπάρχει μοι κατάνυξις;

Ἀπόκρισις

Ταῦτα ἔρχονται τῷ ἡσυχάζοντι πάντως, ἴνα ἀκηδιάσας φύγῃ τὸ στάδιον καί ἀπογνῷ ἑαυτοῦ. Ἡμεῖς δέ ρίψώμεν τήν ἀδυναμίαν ἡμῶν ἐνώπιον τοῦ δυναμένου ποιῆσαι ὑπερεκπερισσοῦ ων αἰτούμεθα, ἤ νοοῦμεν, ἕως οὗ συντρίψει τάς συναγωγὰς Ἀμορραίων ἔμπροσθεν ἡμῶν“ καί μή ἐάσῃ τὸν Μαδιάμ καί τόν Ἀμαλήκ καί τούς υἱούς τῶν ἀνατολῶν ἀφανίσαι ὑμῶν τά γεννήματα. Ἀλλ᾿ ὑπομείνωμεν τῇ βοηθείᾳ τοῦ Δεσπότου ἡμῶν Θεοῦ' δυνατώτερος γάρ ἐστιν αὐτῶν καί σωθησόμεθα.

93' Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν.

Πόθεν τὴν νύκτα εἰς ἄλλα φαντάζομαι πρόσωπα, τήν δέ ἡμέραν εἰς ἄλλα πολεμοῦ μαι; Συμβαίνει δέ, ὅτι καί ἐκτός προσώπου“ καί πάλιν συμβαίνει, ως μετά ἡδύτητος καί ἐκτὸς ἡδύτητος φαντάζεσθαι.

Ἀπόκρισις.

Οἱ πολιορκοῦτες ἡμέρας, αὐτοί πολιορκοῦσι καί νυκτὸς, δεικνύοντες, ὅτι ἀκμήν ἔχουσί σε εἰς τάς χεῖρας αὐτῶν καί αὐτοί μεταμορφοῦνται εἰς ἄλλα καί ἄλλα. Τό δέ, ποτέ μέν μετά ἡδύτητος γίνεσθαι, ποτέ δέ ἐκτός ἡδύτητος, ἐκ τῆς μεταμορφώσεώς αὐτῶν ἐστίν, ὡς ἤδη εἶπον, ἴνα ἔλθῃ ὁ ἄνθρωπος εἰς ἀπορίαν καί ταραχήν. Διπλοῦς δέ ἐστιν ὁ τῆς νυκτὸς πόλεμος“ ἔστιν ἀπὸ ἡδονῶν παθεῖν αὐτόν“ καί ἔστι ἀπὸ πειρασμοῦ διαβόλου, εἰς τό ἐνέγκαι τινά εἰς ἀπόγνωσιν, ως νομίσαι αὐτὸν, μηκέτι ἔχειν σωτηρίαν.

Ὅταν οὖν συμβῇ σοι πειρασμὸς τοῦ πολέμου τούτου, ποίει ἑπτάκις ἀπὸ ἑπτά γονυκλισιῶν, τοῦτ᾽ ἔστι τεσσαράκοντα ἐννέα γονυκλισίας, λέγων κατά μίαν. «Κύριε συγχώρησὸν μοι διά τὸ ὄνομά σου τό ἅγιον». Ἐάν δέ πρόσκηται ἀσθένεια, ἤ Κυριακή, ὅτε οὐκ ἐξὸν ποιῆσαι γονυκλισίας, λέγε τὸν λόγον τοῦτον ἀντί τῶν τεσσαράκοντα ἐννέα γονυκλισιῶν,

Ἡ δέ διαφορά τῶν πειρασμῶν αὔτη ἐστί“ τὸ πειρασθῆναι ἀπὸ διαβόλου, ἀπό ἐπάρσεως γίνεται, τὸ δέ ἀπό ἡδονῶν, ἀπὸ γαστριμαργίας.

 Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν.

Ἐάν γενομένης μοι τῆς νυκτερινῆς φαντασίας, φθάσῃ τῇ ἑξῆς ἡ ἁγία Κοινωνία, τί δεῖ ποιῆσαι;

(σελ. 222) Ἀπόκρισις

Προσέλθώμεν ως τετραυματισμένοι, καί μή ὡς καταφρονοῦντες ἀλλ᾽ ὡς χρείαν ἔχοντες ἰατροῦ, καί ἰᾶται ἡμᾶς ὁ ἰασάμενος τήν αἱμορροοῦσαν. Καί ἀγαπήσωμεν πολλά, ἴνα καί πολύ ἀφεθῇ ἡμῖν. Καί ὅταν θέλῃς κοινωνεῖν, λέγε' μή εἴη μοι τά ἄγια ταῦτα, Δέσποτα, εἰς κρῖμα, ἤ εἰς κατάκριμα, ἀλλ᾽ εἰς ἁγιασμόν ψυχῆς τε καί σώματος

καί τότε πρόσελθε μετά φόβου“ καί φιλάνθρωπός ἐστιν ὁ Δεσπότης ἡμῶν, τοῦ ποιῆσαι μεθ᾿ ἡμῶν τὸ ἔλεος αὐτοῦ. Ἀμήν.

95' Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν.

Ἐπειδή εἴπας μοι, Πάτερ, ἐν τῇ ἀποκρίσει ὅτι τά ὑπὸ νύκτα συμβαίνοντα τῷ ἀνθρώπῳ, τά μέν εἰσιν ἀπὸ ἐπάρσεως, κατά πειρασμὸν τοῦ διαβόλου, τά δέ ἀπό ἡδονῶν, γαστριμαργίας ᾶρα δυνατόν τὸν διάβολον κινῆσαι τοῦτο τῷ ἀνθρώπῳ ἀπὸ φθόνου μόνον, μήτε ἐπαιρουμένου αὐτοῦ, μήτε φιληδονοῦντος; Καί πῶς τις ὀφείλει γνῶναι, ἤ φυσικῶς γίνεται αὐτῷ ἡ κίνησις ἐν τῇ νυκτί; Καί εἰ τήν φυσικήν κίνησιν ὑπομένουσιν οἱ τέλειοι, καί εἰ ὀφείλει κλίνειν γόνυ ἐν τῇ Πεντηκοστὴν ἤ οὔ;

(σελ. 224) Ἀπόκρισις

Δύναται μέν κινῆσαι ὁ διάβολος ἀπό φθόνου“ ἀλλά μή παρούσης ἐπάρσεως, ἤ ἡδονῆς, οὐ δύναται ἐπί πλεῖον. ᾿Ὀσπερ γάρ τις θέλων οἰκοδομῆσαι οἶκον, ἄν μή εὑρίσκῃ τάς ὑπαρχούσας ὔλας, εἰς μάτην κοπιᾷ, οὔτω καί ὁ διάβολος.

Τό σημεῖον δέ τῆς φυσικῆς κικήσεώς ἐστιν, ὅταν βλέπῃ τις ὅτι οὔτε ἀπὸ ἐπάρσεως, οὔτε ἀπὸ ἡδονῆς, οὔτε ἀπὸ φθόνου τοῦ διαβόλου, συμβαίνει αὐτῷ ἡ κίνησις. Τό δέ μαθεῖν ὅτι οὐκ ἔστιν ἀπὸ φθόνου, ἀλλ᾽ αἀπὸ φυσικοῦ, ὅταν πεποιθώς καί δι᾿ εὐχῶν πολλῶν κοιμηθῇ τις, ὀνομάζων τήν ἁγίαν καί ὁμοούσιον Τριάδα κατασφραγίζων ἑαυτόν καί πάθῃ τοῦτο. Οἱ δέ τέλειοι οὐ πάσχουσιν οὐδέ τοῦτο“ ἔσβεσαν γάρ καί τὸ φυσικὸν, ὅτι εὐνούχισαν ἑαυτούς πνευματικῶς διά τήν βασιλείαν τῶν οὐρανῶν, τοῦτ᾽ ἔστιν ἐνέκρωσαν τά ἑαυτῶν μέλη.

Περί δέ τοῦ κλίνειν γόνυ ἐν τῇ Πεντηκοστῇ, ἤδη ἐρρέθη σοι καί ἄλλοτε ὥστε κλίνειν ἐν τῷ σῷ κελλίῳ. Εὐξαι ὑπὲρ ἐμοῦ, ἀδελφέ.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν. Πῶς θέλω κρατῆσαι τῆς κοιλίας μου καί ἐλθεῖν εἰς ὀλιγοτροφίαν καί οὐ δύναμαι; Ἀλλά καί ἐάν λάβω παραμικρὸν, πάλιν μετ᾿ ὀλίγον ἔρχομαι εἰς τὸ πρῶτον μου μέτρον' καί εἰς τὸ πιεῖν ὁμοίως.

Ἀπόκρισις

Μνησθείη ἡ ἀγάπη σου, ἀδελφέ μου, ὅτι ὅσα ἔχων πάθη εἶπάς μοι' κἀγώ γάρ τά αὐτά πάσχω. Οὐδείς δέ ἀπαλλάσεται τούτων, εἰ μή ὁ ἐλθών εἰς τό μέτρον τοῦ λέγοντος, ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου' (σελ. 226) ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου, ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρκί μου. Ὁ τοιοῦτος διά τάχους ἔρχεται εἰς ὀλιγοτροφίαν καί ὀλιγοποσίαν“ τά γάρ δάκρυα εἰς ἄρτον γίνεται αὐτῷ“ καί λοιπόν ἔρχεται τρέφεσθαι διά τοῦ Πνεύματος. Πείσθητί μοι, ἀδελφέ, ὅτι οἶδα ἄνθρωπον, ὅν ὁ Κύριος γινώσκει, τοιούτου μέτρου. Καί καθ᾿ ἑβδομάδα ἄπαξ, ἤ δεύτερον καί πλεῖον αἰχμαλώτίζεται εἰς τήν πνευματικήν τροφήν' καί ἀπό γλυκύτητος ἐπιλανθάνεται τῆς αἰσθητῆς τροφῆς“ καί ὅταν ἔρχεται μεταλαβεῖν, ὥσπερ τις κεχορτασμένος ἤ ἠηδιασμένος, οὐ θέλει μεταλαβεῖν, μεταλαμβάνων δέ κατακρίνει ἑαυτόν λέγων, διατί πάντοτε οὐκ εἰμί οὔτως; Καί ἐπιποθεῖ τοῦ ἔτι καταλαβεῖν. Ποῦ ἐσμεν ἀδελφέ, ἀπέλθωμεν, ἀποθάνωμεν. Συγχώρησόν μοι, ὅτι μὴ εὑρίσκων εἴς τι τῶν ἐμῶν καυχᾶσθαι, εἰς ἀλλοτρίους πόνους καυχῶμαι, καί τοῦτο εἰς ἐμήν κατάκρισιν.

97' Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν.

Παρακαλῶ σε, Πάτερ, ἴνα σαφηνίσῃς μοι ,τήν δύναμιν τοῦ πράγματος. Πῶς ἔρχεταί τις εἰς ἄ εἶπας; Ἐγώ γάρ ἀγνοῶ ὁσάκις γάρ ἐπεχείρησα ὀλιγοτροφῆσαι, ἡ ἀκηδία καί ἡ ἀτονία οὐκ ἀφῆκέ με, ἕως οὐ ἦλθον εἰς τὸ πρῶτον μου μέτρον. Καί πῶς εἶπας, ὅτι ὁ ἐρχόμενος εἰς τό μέτρον τοῦ εἰπόντος, ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρκί μου, οὑτος ἔρχεται εἰς ὀλιγοδείαν; καί πῶς πρό τῆς ὀλιγοτροφίας κολλᾶται τὸ ὀστοῦν τῇ σαρκί;

Ἀπόκρισις

Ἀδελφέ, ἀναγκάζεις με λαλῆσαι τά ὑπέρ μέτρον μου“ καί φοβοῦμαι μήποτε κατακριθῶ λέγων τά ἀλλότρια κατορθώματα. Γέγραπταί ὅτι ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρκί μου“ τοῦτ᾽ ἔστιν ὅτι γίνεται τά ὀστᾶ ὅλα τοῦ ἀνθρώπου ἔν“ ἤγουν ὅλοι οἱ λογισμοί τοῦ ἀνθρώπου ἔν κατά Θεόν. Καί τότε γίνεται ἡ σάρξ ἐξακολουθοῦσα τῷ κατά Θεόν λογισμῷ καί ἐγγίνεται ἡ χαρά τοῦ Πνεύματος ἐν τῇ καρδίᾳ, τρέφουσα τήν ψυχήν καί πιαίνουσα τὸ (σελ. 228) τὸ σῶμα καί ἐνδυναμοῦσα τά ἀμφότερα καί οὐκ ἔτι ἀτονεῖ οὔτε ἀκηδιᾷ. Ἰησοῦς γάρ λοιπὸν γίνεται μεσίτης καί παριστᾷ τὸν ἄνθρωπον ἐγγύς τῶν προπυλαίων. Ὅθεν ἔφυγεν ὀδύνη, λύπη καί στεναγμὸς καί πληροῦται εἰς αὐτὸν ὁ λόγος ὁ γεγραμμένος, ὅπου ὁ θησαυρός σου, ἐκεῖ καί ἡ καρδία σου. Φέρει δέ τὸν ἄνθρωπον εἰς τό μέτρον τοῦτο, ἡ τελεία ταπείνωσις.

98' Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν μέγαν Γέροντα.

Πῶς τις ἔρχεται εἰς ἐγκράτειαν; καί πῶς γινώσκεται ἡ φυσική ἀσθένεια καί ἡ τῶν δαιμόνων, καί πόσον δεῖ ἐσθίειν;

Ἀπόκρισις

Ἀδελφέ, κατά μικρόν ξύεις ἀποκαλύψαι πράγματα κεκρυμμένα, κἀγώ μωρὸς ἔτι, νομίζω ὅτι ὅ αἰτεῖς παρ᾿ ἐμοῦ, οὐδείς δύναται διακρίναι, εἰ μή ὁ ἐρχόμενος εἰς τὸ μέτρον τοῦτο. Ζῶν γάρ ἄνθρωπος, αἴσθησιν ἔχει τῆς ψυχρότητος καί τῆς θερμότητος τῶν προσφερομένων αὐτῷ' ὁ δέ νεκρὸς οὐκ αἰσθάνεται τούτων, ἀπώλεσε γάρ τήν αἴσθησιν. Καί καθώς ἔρχεται εἰς τό μέτρον τῆς ἐπιστήμης τῶν πραγμάτων ὁ μανθάνων αὐτά, καί οἶδεν αὐτά διακρίναι, ὁ δέ μή μαθών ἐλθών εἰς αὐτά, μυριάκις ἐάν ἐρωτήσῃ τί εἰσι καί ἀκούσῃ, ἀκμήν καταλαβεῖν αὐτῶν τὴν δύναμιν οὐ δύναται, οὔτως ἐστί καί τοῦτο' ὅσον λέγεις τινί χρεία μᾶλλον τῆς πείρας.

Περί δέ τῆς ἀσθενείας, ἐάν δέχεται τὸ σῶμα τὴν καθημερινήν τροφήν καί χαυνώθῇ, τῶν δαιμόνων ἐστί“ ἐάν δέ μή, ἀσθένειά ἐστι. Τὸ δέ ἐγκρατεύεσθαί ἐστι τὸ ἐγερθῆναι παραμικρὸν ως ἔταξαν οἱ γέροντες τοῖς ὑποδεεστέροις' ὅταν δέ φθάσῃ ὁ ἄνθρωπος εἰς τὸ μέτρον τοῦ λέγοντος, οὐ γάρ αὐτοῦ τά νοήματα ἀγνοοῦμεν, οὐ δύναται αὐτὸν λαθεῖν τὸ πόσον δεῖ ἐσθίειν, (σελ. 230) γεγυμνασμένος γάρ ἐστιν. Ἀναγκάζομαι εἰπεῖν πράγματα ὑπέρ ἐμέ, καί οὐ χρεία' τάχα δέ οὐδέ ἐστιν ὁ δυνάμενος δέξασθαι καί νοῆσαι, εἰ μή σπάνιοί τινες.

Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν ἐνέγκοι σε εἰς τὴν χαράν ταύτηνἔχει γάρ φῶς ἀνεκλάλητον' τηλαυγής ἐστι καί γλυκεῖα' οὐ μνημονεύει σωματικῆς τροφῆς' τά ἄνω ζητεῖ“ τά ἄνω φρονεῖ' τά ἄνω μελετᾷ“ ὅπου ὁ Χριστὸς ἐν δεξιᾷ τοῦ Πατρός καθέζεται. Αὐτῷ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

99' Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν ἄλλον Γέροντα

Ἄρα καλόν ἐστιν Ἀββᾶ τό ὁμολογεῖν τινι τῶν ἀδελφῶν περί τῆς φαντασίας, καί βαλεῖν αὐτῷ μετάνοιαν εὔξασθαι ὑπέρ αὐτοῦ;

Ἀπόκρισις

Περί τοῦ νυκτερινοῦ φαντασμοῦ, καλόν ἐστιν εἰπεῖν τῷ δυναμένῳ ἀκοῦσαι“ βαλών δέ μετάνοιαν, ὀφείλει αἰτεῖν εὔξασθαι ὑπέρ αὐτοῦ' γραφικὸς γάρ ὁ λόγος «ἐξομολογεῖσθε ἀλλήλοις τάς ἁμαρτίας ὑμῶν, καί εὔξασθαι ὑπέρ ἀλλήλων ὅπως ἰαθῆτε».

ΣΧΟΛΙΟΝ.

Εἰπών γάρ ὁ Πατήρ καλόν ἐστι εἰπεῖν τῷ δυναμένῳ ἀκοῦσαι, ἐδήλωσε ὅτι οὐ συμφέρει πᾶσι καί τοῖς τυχοῦσι τά τοιαῦτα λαλεῖν.

ρι' 

Τῶν Πατέρων τις ἡσυχάζων ἠρώτησε τὸν αὐτὸν' Πῶς ἐστι τὸ καθίσαι ἐν τῷ κελλίῳ;

Ἀπόκρισις Τό καθίσαι ἐν τῷ κελλίῳ ἐστί, τό μνημονεύει τῶν ἰδίων ἁμαρτημάτων καί τὸ κλαίειν περί αὐτῶν καί πενθεῖν' νήφει δέ μή

αἰχμαλωτισθῆναι (σελ. 232) τὸν νοῦν“ εἰ δέ αἰχμαλώτισθῇ, ταχέως πάλιν ἀγαγεῖν αὐτὸν εἰς τὸν τόπον αὐτοῦ.

ρα'

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν. Πῶς γίνεται τὸ νόημα θηριαλώτου;

Ἀπόκρισις Τό νόημα θηριάλωτον γίνεται, ἐάν μή προλάβῃ ἄνθρωπος καί

μέμψηται ἑαυτόν“ καί τὸ δῆγμα τῶν ὀδόντων ἔχει καί τόν ἀφανισμὸν τῶν ὀνύχων. Λοιπὸν ἐμπλάστρου χρεία, τοῦτ᾽ ἔστι μετανοίας.

ργ' Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν.

Εἰ δεῖ καμμύειν τούς ὀφθαλμούς ἐν ταῖς μεθοδείαις τοῦ ἐχθροῦ“ καί ὅταν ἐπανίσταταί μοι τὸ σῶμα τί δεῖ ποιεῖν.

Ἀπόκρισις

Δεικνύει ὁ διάβολος τῷ ἀνθρώπῳ πράγματα καί αἰσθητῶς καί ἀναισθήτως. Ὁ ἀσθενής ὥν, καμμύει τούς ὀφθαλμούς ἴνα μή ἴδῃ“ ὁ δέ δυνατός καί βλέπων αὐτῶν καταφρονεῖ“ «δίκαιος γάρ ὡς λέων πέποιθεν».

(σελ. 234) Περί δέ τῆς ἐπαναστάσεως τοῦ σώματος, φεῦγε γοργῶς πρὸς τὸν Ἰησοῦν διά προσευχῆς καί ἀναπαύῃ.

“Ε ρώτη σις

Πόθεν συμβαίνει μοι μετά τήν ἐρώτησιν κατακρίνειν ἄλλον;

Ἀπόκρισις

Τό κατακρίνειν μετά τήν ἐρώτησιν ἄλλον, ὑπομένεις διά τό μή ἀποθανεῖν τὸ δικαίωμα ἀπὸ σοῦ. Κατάκρινον σεαυτόν καί ὑπάγει ἀπὸ σοῦ τὸ εἰς ἄλλους κατάκριμα.

ρε'

Ὁ αὐτὸς ὀχληθείς ὑπό ληστῶν καί πάνυ δειλιάσας, χάριτι δέ Θεοῦ σκεπασθείς ἀπό τῆς αὐτῶν βλάβης, ἀνήγγειλε τῷ αὐτοῦ Γέροντι περί τῆς δειλίας, αἰτῶν ἄμα καί εὐχήν πρὸς φυλακήν τῶν ἔμπροσθεν.

Ἀπόκρισις.

Ὁ Θεός οὐ παραδίδωσι τινά, ὁ λέγων «οὐ μή σε ἀνῶ, οὐδ᾿ οὐ μή σε ἐγκαταλείπώ», ἀλλ᾽ ἡ ἀπιστία ἡμῶν ἐστιν ἡ παραδιδοῦσα ἡμᾶς' ὅμως δέ κατά συγχώρησιν Θεοῦ ἔρχονται πειρασμοί πρὸς δοκιμήν τῆς πίστεως τῶν ἐχόντων τελείως εἰς Θεὸν τὴν ἐλπίδα. Μή περισσότεροί εἰσιν οἱ λησταί οἱ ἐρχόμενοι, τῶν ἁρμάτων καί δυνάμεών τοῦ Φαραώ; Καί φανερὸν ἐγένετο ὅτι ἑνί ρήματι καί νεύματι Κυρίου κατεποντίσθησαν ἀθρόως. Οὐ μνημονεύεις πῶς ἐτύφλωσε τούς ἐπελθόντας κατά τοῦ Ἐλισσαίου; Τίς ἐτύφλωσεν αὐτούς; Καί διά τί ὁ εἰδὼς ρύσασθαι ἀπό πειρασμοῦ εὐσεβεῖς, ταῦτα πάντα ἐποίησε καί ποιεῖ; Πῶς ἐπελαθόμεθα τῆς λεγούσης Γραφῆς. «Κύριος φυλάξοι σε ἀπὸ παντὸς κακοῦ 'φυλάξοι τήν ψυχήν σου ὁ Κύριος»; Καί πῶς εἰς λήθην (σελ. 236) παρεδώκαμεν τὸ «ὑμῶν δέ

καί οἱ τρίχες τῆς κεφαλῆς ἠριθμημέναι εἰσι, καί ὅτι στρουθίον οὐ πεσεῖται εἰς παγίδα ἄνευ τοῦ Πατρός ὑμῶν»; Οὐ πολλῷ μᾶλλον διαφέρει ἄνθρωπος στρουθίου; Ὁ τῆς δειλίας, τῆς θυγατρὸς τῆς ἀπιστίας, ποῦ ἡμᾶς κατήνεγκε! Δεινοτάτη ἐστί πάνυ' τυφλοῖ τὸν νοῦν' χαυνοῖ τήν καρδίαν“ ἀποσπᾷ ἀπὸ Θεοῦ τούς ἀνθρώπους“ ἀδελφή ἐστιν ἀπελπιστίας, ἐξορίζει τούς ἀνθρώπους ἀπό τοῦ φόβου τοῦ Θεοῦ εἰς τὴν χώραν τῆς ἀπωλείας.

Ἀδελφέ, φύγωμεν αὐτήν καί ἐξυπνίσώμεν τὸν ἐν ἡμῖν κοιμώμενον Ἰησοῦν, λέγοντες' «ἐπιστάτα σῶσον ἡμᾶς ἀπολλύμεθα» καί ἐγερθείς ἐπιτιμᾷ τῇ προσβολῇ τοῦ ἀνέμου αὐτῶν καί ἡσυχάζει' ἡμῖν δέ λέγει, ἐγώ εἰμι μὴ φοβεῖσθε. Ἀφήσώμεν τήν καλαμίνην ράβδον καί λάβωμεν τὴν ράβδον τοῦ σταυροῦ, ἐν ῄ ἐπιστηρίζονται οἱ χώλοί' ἐν ᾗ ἐγείρονται οἱ νεκροί ἐν ῄ γίνεται ἡ τοῦ Ἀποστόλου καύχησις“ ἐν ῄ ἐλυτρώθημεν ἀπὸ προδοσίαν, παραστήσαντες ἑαυτούς τῷ δι᾿ ἡμᾶς σταυρωθέντι. Αὐτός γάρ ἐν αὐτῇ ποιμαίνει ἡμᾶς τά αὐτοῦ πρόβατα καί ἐν αὐτῇ ἀπελαύνει ἀφ᾿ ἡμῶν τούς αἱμοβόρους λύκους. Αὐτῷ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

ρς'

Ὁμοίως ὁ μέγας Γέρων ἐρωτηθείς περί αὐτοῦ εἶπεν.

Ἀπόκρισις

Ἀδελφέ κοιμώμενε, ἐρεύνησον τήν χαύνην σου καρδίαν, ἤν ἐγώ θαυμάζω φοβουμένην τούς δούλους τούς ἔξω στήκοντας καί μή βλέπουσιν τούς δεσπότας αὐτῶν τούς ἔσω μένοντας. Οἱ αἰσθητοί λῃσταί δοῦλοι εἰσί τῶν νοητῶν λῃστῶν, τῶν δαιμόνων λέγω, τῶν ἐνεργούντων ἐν αὐτοῖς. Χάριν ὀφείλεις ἔχειν τοῖς ἐλθοῦσιν ἐπάνω σου λῃσταῖς, ὅτι ἐλθόντες ἐξύπνισαν τούς δεσπότας αὑτῶν τούς ἐν σοί κοιμωμένους λῃστάς, Ποῦ ἀπῆλθε μακράν ὁ Ἰησοῦς, ἴνα ἀπέλθῃς πρὸς αὐτόν καί παρακαλέσῃς αὐτὸν ἐλθεῖν εἰς βοήθειαν; Μή οὐκ ἀκούει σου τὸ οὖς τί ψάλλει σου τὸ στόμα; «Ἐγγύς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ“ θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει, καί τῆς δεήσεως αὐτῶν εἰσακούσεται καί σώσει αὐτούς». Αὐτῷ κολλήθητι, καί τούς ἔσω δεσπότας καί τούς ἔξω δούλους, καταργήσει ἀπὸ σοῦ.

Αὐτῷ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

ρζ'

Ὁ αὐτὸς ἠρώτησε τὸν ἄλλον Γέροντα. Δύο λογισμοί ὥχλησάν με περί τῶν λῃστῶν“ ὁ εἰς κατακρίνει με λέγων ὅτι τοῦ κοινοβίου ἐστίν ἄ ἔχεις, καί ἁμαρτία ἐστίν ἄν ταῦτα ἀφήσῃς αὐτούς λαβεῖν, ἀλλ᾽

ὀφείλεις κροῦσαι, καί κράξαι. Ὁ δέ ἑτερος λογισμὸς κατακρίνει με λέγων' ὅτι ὁ Κύριος εἰπε“ τῷ θέλοντί σοι λαβεῖν τὸν χιτῶνα, ἄφες αὐτῷ καί τὸ ἱμάτιον. Πῶς οὖν κελεύεις, Δέσποτα, ποιῆσαί με, ἐπεί ἀμφιβάλλω. Καί συγχώρησὸν μοι“ ὅτι τούς νοητούς λῃστάς ἀφείς εἰσέρχεσθαι καί ἐξέρχεσθαι καί συλᾶν τήν καρδίαν μου, περί τῶν αἰσθητῶν ἐρωτῶ. Εῦξαι οῦν ἴνα προηγουμένως ἐκείνους καταργήσῃ ὁ Κύριος.

Ἀπόκρισις

Εἰ οὐκ ἔχεις ἐξουσίαν τινός, μή καταφρόνει ων λαμβάνεις ἀγάπην ἀπὸ τοῦ κοινοβίου' ἐπεί κατάκρισιν ἔχεις“ ἄνθρωπος γάρ ὑπὸ ἐξουσίαν ὥν, οὐκ ἔστιν ὑπὸ ἐντολήν. Λοιπόν ἀταράχως κροῦσον καί κράξον λέγων' εὐλόγησον ὁ ἔτι ὤν καί βοήθει καί σκεπάζει σε ὁ Θεός. Περί δέ τῶν νοητῶν λῃστῶν, ὁ Κύριος καί τούτους καί ἐκείνους καταργήσει. Ἀνδρίζου καί ἴσχυε καί εὔχου ὑπέρ ἐμοῦ.

ρη'

Ὁ αὐτὸς ἀνέγνω εἰς γεροντικά, ὅτι ὀφείλει ὁ θέλων ἐν ἀληθείᾳ σωθῆναι, πρῶτον μετά τῶν ἀνθρώπων βαστάσαι ὔβρεις, ἀτιμίας, ζημίας, ἐξουδενώσεις, τάς αἰσθήσεις αὐτοῦ ἐλευθερωθῆναι, καί οὕτως ἀνελθεῖν ἐπί τήν τελείαν ἡσυχίαν, ὥσπερ καί ὁ Κύριος ἡ μῶν Ἰησοῦς Χριστὸς ἐποίησε. Ταῦτα γάρ πάντα βαστάσας, οὔτως ἦλθεν ἐπί τὸν ἅγιον σταυρὸν, ὅ ἐστι νέκρωσις σαρκός καί τῶν παθῶν, καί κατάπαυσις τελεία, ἁγία.

Καί εἶπε πρὸς ἑαυτὸν' ἐγώ ὁ ἄθλιος ἔν τούτων οὐκ ἐποίησα, ἀλλ᾽ ἀπὸ τῆς ἀσθενείας μου σκανδαλίζων ἄπαντας ἀνεχώρησα ἀπὸ τῶν ἀνθρώπων. Τάχα οῦν ὀφείλω πάλιν εἰς τὸ μέσον ἐλθεῖν τῶν ἀνθρώπων καί (σελ. 240) βοηθοῦντος τοῦ Θεοῦ ποιῆσαι ὡς εἶπον οἱ Πατέρες καί οὕτως εἰσελθεῖν εἰς τὴν ἡσυχίαν, ἴνα μή εἰς κενὸν γένηται ὁ κόπος μου; Καί ἀνήγγειλε ταῦτα τῷ Γέροντι τῷ μεγάλῳ.

Ἀπόκρισις.

Καλῶς εἶπον οἱ Πατέρες καί ἄλλως οὐκ ἔστιν“ ἀλλ᾽ ἐπειδή πολλαί γίνονται προφάσεις ἐν αἷς νομίζει ὁ ἄνθρωπος καλῶς ποιεῖν καί εὑρίσκεται βλαπτόμενος δι᾿ ἑτέρας προφάσεις, χρή ἀσφαλίζεσθαι ἑαυτὸν. Ἐφθασας γάρ καθίσαι, καί ἐάν ἔλθῃς εἰς τὸ μέσον γεννᾶταί σοι κενοδοξία“ καί τάχα οὐδέ στήκει μετά σοῦ οὗτος ὁ λογισμὸς, ἤγουν τό εἰναι ἐν τῷ μέσῳ“ καί δύο κακά γίνεται. Ἀλλ᾿ ἐάν μέμφῃ σεαυτόν ὡς μή ποιήσαντα τό ὀφειλόμενον τῇ ἀνόδῳ τοῦ σταυροῦ, λέγων, ἐν ἀγνωσίᾳ ἐκάθισα, οἶδεν ἡ μέμψις ὑβρίσαι καί ἀτιμάσαι ἑαυτήν“ καί εἶθ᾿ οὕτως ἐνεγκεῖν τόν αὐτήν δεχόμενον εἰς τὸ μέτρον τοῦ σταυροῦ ἐν ἀληθείᾳ, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.
ρθ' Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα.
Εὐξαι ὑπέρ ἐμοῦ ὅτι πάνυ θλίβομαι.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο από τό Βιβλίο:

ΒΑΡΣΑΝΟΥΦΙΟΥ ΚΑΙ ΙΩΑΝΝΟΥ
ΚΕΙΜΕΝΑ ΔΙΑΚΡΙΤΙΚΑ ΚΑΙ ΗΣΥΧΑΣΤΙΚΑ
EΡΩΤΟΑΠΟΚΡΙΣΕΙΣ

Η  επεξεργασία σάρωσις βιβλίου (scaning) , επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Follow by Email

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Γίνεται Μέλος στο Ιστολόγιο

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |