ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Αδελφέ ο Θεός είδε το συμφέρον

Κυριακή, 4 Δεκεμβρίου 2016

Αδελφέ ο Θεός είδε το συμφέρον



Βαρσανουφίου και Ιωάννου
Κείμενα Διακριτικά και Ησυχαστικά
Eρωτοαποκρίσεις
οβ'
Ἀπόκρισις τοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν αἰτήσαντα εὐλογίαν, καί περί ἀπαθείας ἐρώτησις.
Ἀδελφέ, ὁ Θεός οἶδε τὸ συμφέρον. ᾿Ητοισας ἄρτον λαβεῖν παρά τῆς ἐμῆς ἀσθενείας. Καί ἐπέκεινα τῶν τεταγμένων τριῶν ἄρτων τήν ἑβδομάδα οὐκ εἰσῆλθεν εἰς τὸ κοιμητήριὸν μου. Νῦν δή κατ᾿ οἰκονομίαν τάχα Θεοῦ, ὅπερ οὐδέποτε ἀφ᾿ ἑαυτοῦ ἐποίησε, καί πρό τοῦ ἀκοῦσαι παρ᾿ ἐμοῦ ὁ γλυκύτερος τοῦ μέλιτος υἱὸς τῶν ὠδίνων μου, ὁ πάντας ἔχων (σελ. 190) ὁμοψύχους καί τήν ὠφέλειαν πάντων ἑαυτοῦ λογιζόμενος, ἀνῆλθε φέρων ἄρτον. Καί ἠδυνήθη ἀποστρέψαι λέγων, συμφέρει, καί ἐν τούτῳ κόψαι τὸ ἴδιον θέλημα, καί ἔκλασα αὐτόν καί ἔπεμψα τῇ ἀγάπῃ σου, κατακρίνων ἐμαυτόν ως ἀνάξιον οῦ ἐποίησα. Ὁ δέ κατά τήν πίστιν σου ποιήσει αὐτὸν, κἀμέ μή κατακρίνῃ.
Ἐάν ἦν δέ ὁ περί τούτου λόγος μέχρι σοῦ, καί τῶν εἰσερχομένων πρὸς σέ δύο ἀδελφῶν, συγκεχώρηταί σοι δηλῶσαι αὐτοῖς.Περί δέ τῆς ἀπαθείας τοῦτο χάρισμά ἐστι Θεοῦ καί τῷ βουλομένῳ παρέχει αὐτό. Ὁ Θεὸς δώῃ σοι χεῖρα εἰς ἄ σεαυτὸν ἐπεκτείνεις κατά φόβον καί κατά θέλη μα αὐτοῦ. Ἀμήν. Εὔξαι ὑπέρ ἐμοῦ, ἀδελφέ.


ογ' Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν ἄλλον Γέροντα Ἰωάννην.

Διατί, Πάτερ, ἐκάλεσε τὸ κελλίον αὐτοῦ κοιμητήριον ὁ Καλόγηρος;

Ἀπόκρισις

Ὅτι ἀνεπαύσατο ἀπὸ τῶν παθῶν ὅλων“ ἀπέθανε γάρ τελείως τῇ ἁμαρτίᾳ. Καί τὸ κελλίον αὐτοῦ ἐν ᾧ ἐζώγρηται, ὡς ἐν τάφῳ, διά τό ὄνομα τοῦ Ἰησοῦ, ᾽τόπος ἀναπαύσεώς ἐστιν, ἔνθα οὐ πατεῖ δαίμων, οὐδέ ὁ ἄρχων αὐτοῦ διάβολος“ ἁγιαστήριον γάρ ἐγένετο, ὅτι ἐχώρησε τὸ κατοικητήριον τοῦ Θεοῦ. Ἐν πᾶσιν οὐν δοξάσωμεν πάντες ὁμοθυμαδὸν τὸν Θεόν.

οδ' Ερώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα.

Ἐπειδή ἐν τοῖς βίοις τῶν Γερόντων γέγραπται, ὅτι ὅς μέν ἐποίει εὐχάς ἑκατόν, ὅς δέ τόσας, ὀφείλομεν καί ἡμεῖς εὐχόμενοι ἔχειν μέτρον, ἤ οὔ; Καί πῶς δεῖ ποιεῖσθαι τάς εὐχάς, ἐκτεταμένας, ἤ λέγειν τὸ Πάτερ ἡμῶν καί καθῆσθαι εἰς τὸ ἐργόχειρον; Καί ἐν τῷ ἐργάζεσθαι τί δεῖ ποιεῖν; (σελ. 192) Ὁμοίως περί τῶν ἑσπερινῶν καί τῶν νυκτερινῶν, πῶς ὀφείλει διάγειν ὁ κατά μόνας; Καί εἰ δεῖ λέγειν τάς ᾠδάς, ἤ ὔμνους;

Ἀπόκρισις

Αἱ ωραι καί αἱ ᾠδαί ἐκκλησιαστικαί εἰσι παραδόσεις, καί καλαί διά τήν συμφωνίαν παντὸς τοῦ λαοῦ' καί εἰς τά κοινόβια τὸ αὐτὸ διά τήν συμφωνίαν τοῦ πλήθους. Οἱ δέ Σκητιῶται, οὔτε ὥρας ἔχουσιν, οὔτε ῷδάς λέγουσιν' ἀλλά κατά μόνας ἐργόχειρον καί μελέτην, καί κατ᾿ ὀλίγον εὐχήν. Στήκων δέ εἰς εὐχήν ὀφείλεις παρακαλέσαι ἐλευθερωθῆναι ἀπὸ τοῦ παλαιοῦ ἀνθρώπου, ἤ λέγειν τὸ Πάτερ ἡμῶν, ἤ καί τά ἀμφότερα, καί καθῆσθαι εἰς τὸ ἐργόχειρον. Περί δέ τοῦ ἐκτείνειν τὴν εὐχήν ὅταν στήκῃς ἤ ἀδιαλείπτως εὔχῃ, κατά τόν Ἀπόστολον, οὐ χρή ἐκτεῖναι ὅταν ἐγείρῃ“ ἐν ὅλῃ γάρ ἡμέρᾳ ὁ νοῦς σου εἰς τὴν εὐχήν ἐστιν. Ἐάν δέ καθέζῃ εἰς τὸ ἐργόχειρον, χρή ἀποστηθίζειν ἤ λέγειν ιΙ’αλμούς. Ἐπί δέ τέλει ἑνὸς ἑκάστου ψαλμοῦ, εὔχεσθαι καθήμενον, ὅτι «ὁ Θεός ἐλέησόν με τὸν ταλαίπωρον». Εἰ δέ καί ὀλλῇ τοῖς λογισμοῖς ἐπιλέγειν, «ὁ Θεός σύ ὁρᾷς τήν θλῖψιν μου,βοήθησόν μοι». Ὁς οῦν ἐργάζῃ τρεῖς στίχους εἰς τὸ δίκτυον, ἔγειραι εἰς τήν εὐχήν καί κλίνας γόνυ ὁμοίως καί ἱστάμενος, ποίει τήν εἰρη μένην εὐχήν.
Περί δέ ᾿Εσπερινῶν, δώδεκα ψαλμούς λέγουσιν οἱ Σκητιῶται“ καθ᾿ ἕκαστον τέλος ἀντί δοξολογίας, Ἀλληλούϊα λέγοντες, καί ποιοῦντες μίαν εὐχήν. (σελ. 194) Ὁμοίως δέ καί τὴν νύκτα, δώδεκα ψαλμούς, καί μετά τούς ψαλμούς καθέζονται εἰς τό ἐργόχειρον“ καί εἴ τις ἀποστηθίζει, ἄλλος ἐρευνᾷ τούς ἑαυτοῦ λογισμούς καί τούς βίους τῶν Πατέρων' ὁ δέ ἀναγινώσκων πέντε ἤ ὀκτώ φύλλα λέγει καί τὸ ἐργόχειρον. Ὁ δέ ψάλλων ἤ ἀποστηθίζων, διά τῶν χειλέων ὀφείλει ψάλλειν, εἰ οὐκ ἔστι πλησίον αὐτοῦ ἄλλος καί θέλει παρατηρῆσαι, ἴνα μηδείς μάθῃ τί ποιεῖ.

οε' Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέρντα.

Περί τοῦ ὕπνου, πόσον δεῖ κοιμηθῆναι, καί πόσον ἀγρυπνῆσαι, καί πόσοις δεῖ ἀρκεῖσθαι ἱματίοις;

Ἀπόκρισις.

Περί τοῦ ὕπνου τοῦ νυκτερινοῦ, εὔχου δύο ὥρας ἀφ᾿ ἑσπέρας, λογιζόμενος αὐτάς ἀπὸ τῆς δύσεως τοῦ ἡλίου' καί δοξάσας κοιμῶ ἔξ ὥρας“ καί ἐγείρου εἰς τήν ἀγρυπνίαν, καί ποίησον τάς ἄλλας τέσσαρας ὥρας“ καί τῷ θέρει ὠσαύτως“ πλήν μετά συντομίας ἐν τῷ θέρει καί ὀλίγους Ἱ’αλμούς διά τήν σμικρότητα τῶν νυκτῶν. Καί περί τῶν ἱματίων, ὁ ἀσθενής διά τήν χαυνότητα τοῦ σώματος αὐτοῦ ὀφείλει ἔχειν χειμερινά καί θερινά. Ὁ δέ φθάσας τὸν τοῦ Ἀποστόλου λόγον πεινῆν καί διψῆν καί γυμνητεύειν, παρέρχεται τὸν χρόνον αὐτοῦ μεθ᾿ ἑνός χιτῶνος. Λοιπὸν, ἀδελφέ, μή ὑψηλοφρονήσώμεν, ἀλλά τοῖς ταπεινοῖς συναπαχθῶμεν“ καί μή γογγύσωμεν ἔχοντες' ἀνά δύο, καί τρία ἱμάτια.

ος' Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα.

Ἐπειδή εἶπάς μοι, Πάτερ, ὅτι ἔξ ὥρας ἀγρύπνει, πῶς δύναμαι γνῶναι ὅτι ἔξ ἠγρύπνησα ὥρας;



Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο από τό Βιβλίο:

Εἰ μετά ἀκριβείας μαθεῖν βούλει τάς ὥρας, κοιμηθείς ἐν μιᾷ ἡμέρᾳ διά τήν στέρησιν τοῦ σώματος, καί ἀγρυπνήσας μίαν νύκτα ἀπὸ ἑσπέρας ἕως πρωί, μάθε τί ἀποστηθίζεις στιχισμὸν. Εἰς τάς ὥρας δέ μερίσας τὸν στιχισμὸν, μανθάνεις ἀκριβῶς. Καί τὸ θέρει ποίησον οὔτως“ καί φανεραί σοι γίνονται αἱ ωραι.

οζ'

Τοῦ αὐτοῦ πρὸς τὸν μέγαν Γέροντα. Πάτερ, εὐξαι ὑπέρ ἐμοῦ ὅτι ἀσθενῶ καί ἴνα δυνηθῶ μετά χαρᾶς τήν ἀσθένειαν βαστάσαι'καί εἰπέ μοι πῶς πλύνω τούς μολυσμούς.

Ἀπόκρισις

Ἀδελφέ ποθεινότατε, χαροποιεῖς με τοῖς λόγοις σου, ὅτι μᾶλλον κατ᾿ ἐμέ, μή νοῶν τὰ λεγόμενα παρά σοῦ, εἶπας σεαυτὸν ἁμαρτωλόν ἐν ταῖς ἐρωτήσεσι' καί ὁ ἁμαρτωλός κακὸς ἐστι δοῦλος. Καί νῦν εἰπας, ὅτι ἔχεις ἀσθένειαν καί ἡ ἀσθένεια παιδεία ἐστίν ὁμολογουμένη“ ὥστε οὐν ἡ παιδεία ἐπέμφθη τῷ κακῷ δούλῳ. Εἰ οὐν ἀκηδιᾷς δέξασθαι τήν παιδείαν, παῦσαι τοῦ εἰναι κακὸς, εἰ δέ κακός εἰ, παιδεύθητι, Εἰ δέ χαίρεις παιδευόμενος, οὐκ εἰ κακός“ ὁ δέ μή ὥν κακός, ἀγαπητὸς ἐστι“ ὅν γάρ ἀγαπᾷ Κύριος παιδεύει. ΄|δε οὖν μετά ἀληθείας τίς εἰ καί ἐπίλεξαι σεαυτῷ ἑν τῶν ρηθέντών σοι. Γινώσκει δέ ὁ Θεὸς, ὅτι εἰ τῆς ἐμῆς καταφρονῶ σωτηρίας, πῶς ποιῶ τὴν δύναμίν μου ὑπέρ ὑμῶν, φοβούμενος τήν ἐντολήν.

Τούς δέ μολυσμούς εἰ θέλεις νίψασθαι, δάκρυσι νίψον, πᾶν γάρ σπίλώμα νίπτουσι καθαρίως. Βὸησον τῷ Ἰησοῦ“ βραγχιᾶσαί σου ὁ λάρυγξ' «ἐπιστάτα σῶσον ἡμᾶς ἀπολλύμεθα}». ᾽᾽Επαρον τήν τέφραν ἀπὸ τῆς καρδίας σου καί ἄψον τὸ πῦρ ὅ ὁ Κύριος ἦλθε βαλεῖν ἐπί τήν γῆν καί ἀναλίσκει ὅλα ταῦτα καί εὔριζον ἐκβάλλει σου τὸ χρυσίον καί δόκιμον τὸ χώνευτήριον' νήψεως πολλῆς χρεία.

οη' Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα.

Παρακαλῶ μαθεῖν πόθεν γίνεται ἡ χαύνώσις τοῦ σώματος καί ἡ τῆξις τῆς καρδίας καί διατί οὐχἴσταμαι εἰς μίαν δίαιταν.

Ἀπόκρισις

Ἀδελφέ, θαυμάζω καί ἐκπλήττομαι πῶς οἱ κατά κόσμον ἐπιθυμοῦντες κερδαίνειν ἤ στρατεύεσθαι καταφρονοῦσι καί ἀγρίων θηρίων καί

λῃστῶν ἐπιβούλων καί κινδύνων θαλάσσης καί αὐτοῦ τοῦ θανάτου καί οὐκ ὀλιγωροῦσι τῇ ψυχῇ διά τόν ποθούμενον πλοῦτον“ καί τοῦτο ἄδηλον ἔχοντες. Ἡμεῖς δέ οἱ ταλαίρώροι καί χαῦνοι, οἱ λαβόντες ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὅφεων καί σκορπίων καί ἐπί πᾶσαν τήν δύναμιν τοῦ ἐχθροῦ, οἱ ἀκούσαντες, ἐγώ εἰμι μή φοβεῖσθε, οἱ σαφῶς εἰδότες ὅτι οὐκ ἐν τῇ ἡμετέρᾳ δυνάμει πολεμοῦμεν, ἀλλά τῇ δυνάμει τοῦ δυναμοῦντος καί ὁπλίζοντος ἡμᾶς Θεοῦ, ὀλιγώροῦ μεν καί ἀκηδιῶμεν. Καί πόθεν τοῦτο; Ἐπειδή γάρ οὐ καθηλώθησαν αἱ σάρκες ἡμῶν ἀπὸ τοῦ φόβου αὐτοῦ καί οὐδέποτε ἐπελαθόμεθα τοῦ φαγεῖν τὸν ἄρτον ἡμῶν ἀπὸ φωνῆς τοῦ στεναγμοῦ ἡμῶν. Διά τοῦτο μετατρεπὸμεθα ἀπὸ τούτου εἰς τοῦτο καί ἀπό διαίτης εἰς δίαιαταν, ὅτι οὐκ ἐλάβομεν τελείως τὸ πῦρ, ὅ ὁ Κύριος ἦλθε βαλεῖν ἐπί τήν γῆν, ἐπεί εἶχε καταναλῶσαι καί καταφαγεῖν τάς ἀκάνθας ἀπὸ τοῦ νοητοῦ η μων χωρίου.
Ἡ χαυνότης ἡμῶν καί ἡ ἀμέλεια καί ἡ φιλοσωματία, οὐκ ἀφῶσιν ἡμᾶς ἀνανεῦσαι. Καί μαρτυρεῖ μοι ὁ Κύριος, ὅτι οἶδα ἄνθρωπον καί ωδέ ἐστιν ἐν τῷ εὐλογημένῳ κοινοβίῳ τούτῳ- ἴνα μή εἴπη τις ὅτι περί ἐμαυτοῦ λέγω καί ἔχει μέ τι μηδέν ὅντα- ὅτι ἐάν μείνῃ οὑτος ως ἐστί, μηδέν τρώγων, μηδέν πίνων, μήτε ἱμάτιον ἐνδυόμενος ἕως ἡμέρας ἐπισκοπῆς Κυρίου πρὸς αὐτὸν, (σελ. 200) οὐ μή τούτων δεηθῇ εἰς τὸν αἰῶνα' ἡ τροφή γάρ αὐτοῦ καί ἡ πόσις καί τὸ ἔνδυμα, τὸ Πνεῦ μα τὸ ἅγιόν ἐστιν.
Εἰ θέλεις οὖν ζηλῶσαι, πὸνησον, σπούδασον, φοβοῦ τὸν Θεόν καί ποιεῖ τὸ θέλημά σου“ εἶπε γάρ ὅτι θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει. Κἀγώ γάρ κἄν οὐν ῷ, ἀλά διά τήν ἐντολήν ποιῶ τὴν δύναμίν μου. Τοῦ δέ Θεοῦ ἐστι στηρίξαι καί ἐνδυναμῶσαι καί ἀγαγεῖν εἰς πᾶν ἔργον ἀγαθόν, καί φυλάξαι ἀπὸ παντὸς κακοῦ καί σῶσαι εἰς τήν αὐτοῦ βασιλείαν. Αὐτῷ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.
Εὐξαι ὑπέρ ἐμοῦ, καί παρακάλεσον τὸν Γέροντα τὸ αὐτὸ συνεύξασθαί σοι.

οθ' Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα.

Παρακαλῶ σε, Πάτερ, εἰπέ μοι πῶς κτᾶται τις ταπεινοφροσύνην, ἤ προσευχήν τελείαν; καί τί ποιῶν τις οὐ δοκεῖ ρέμβεσθαι“ καί εἰ συμφέρει ἀναγινώσκειν;

Ἀπόκρισις

Τό κτήσασθαι τελείαν ταπεινοφροσύνην, ἀδελφέ, ἐδίδαξεν ὁ Κύριος λέγων' μάθετε ἀπ᾿ ἐμοῦ ὅτι πρᾶος εἰμί καί ταπεινός τῇ καρδίᾳ, καί εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Εἰ οὐν κτήσασθαι θέλεις τελείαν ἀνάπαυσιν, μάθε τί ὑπέμεινε καί ὑπόμεινον, κόψον ἐν πᾶσι τὸ θέλημά σου' αὐτὸς γάρ εἶπε, κατῆλθον ἐκ τοῦ οὐρανοῦ ποιῆσαι οὐ τὸ θέλημά μου, ἀλλά τό θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.
Αὔτη ἐστί τελεία ταπεινοφροσύνη, τὸ βαστάσαι ὔβρεις καί ὀνειδισμούς, καί ὅσα ἔπαθεν ὁ διδάσκαλος ἡμῶν Ἰησοῦς. Εὐχή δέ τελεία ἐστί, τὸ λαλεῖν τῷ Θεῷ ἀρεμβάστως, ἐν τῷ συνάγειν ὅλους τούς λογισμούς ἀρεμβάστως μετά τῶν αἰσθητηρίων. Ὁδηγεῖ δέ εἰς τοῦτο τὸν ἄνθρωπον, τὸ ἀποθανεῖν ἀπὸ παντὸς ἀνθρώπου καί τῷ κόσμῳ καί πᾶσι τοῖς ἐν αὐτῷ. (σελ. 202) Οὐδέν δέ περισσότερον ὀφείλεις λέγειν τῷ Θεῷ ἐν τῇ εὐχῇ, εἰ μή τοῦτο“ ρῦσαί με ἀπὸ τοῦ πονηροῦ' γενηθήτω τὸ θέλημά σου ἐν ἐμοί“ ἔχειν δέ τὸν νοῦν τῷ Θεῷ παριστάμενον, καί λαλοῦντα αὐτῷ. Ἐπιγινώσκεται δέ ἡ εὐχή, ὅταν ἀπαλλάσσηται ρεμβασμοῦ καί βλέπῃ, ὅτι εὐφραίνεται ὁ νοῦς φωτισθείς ἐν Κυρίῳ' τὸ σημεῖον δέ, ὅτι ἤψατο αὐτοῦ, ὅτι οὐκ ἔτι ταράσσεται ἐάν πειράςῃ αὐτὸν ὅλος ὁ κόσμος.
Ὁ τελείως δέ προσευχόμενός ἐστιν, ὁ νεκρούμενος τῷ κόσμῳ καί τῇ ἀναπαύσει αὐτοῦ' ὁ ποιῶν δέ διά τόν Θεόν ἐπιμελῶς τὸ ἔργον αὐτοῦ, τοῦτο οὐκ ἔστι ρεμβασμὸς, ἀλλά σπουδή κατά Θεόν.

Συμφέρον δέ ἐστι τὸ ἀναγινώσκειν τούς βίους τῶν Πατέρων“ οὔτω γάρ φωτίζεται ὁ νοῦς ἐν Κυρίῳ.

π!

Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν, αἴτησις εὐχῆς περί τε ἑαυτοῦ καί τῶν σύν αὐτῶ.

Παιδία ἀγαπητά, ἀσπάζομαι ὑμᾶς ἐν Κυρίῳ' δεόμενος αὐτοῦ φυλάξαι ὑμᾶς ἀπὸ παντὸς κακοῦ, καί δοῦναι ὑμῖν ὑπομονήν ὡς τῷ Ἰώβ καί χάριν ὡς τῷ Ἰωσὴφ τήν πραότητα ὡς τῷ Μωυσῇ καί τήν ἀδρείαν ἐν τοῖς πολέμοις ὡς τοῦ Ἰησοῦ τοῦ Ναυῆ' τήν ἡγεμονίαν τῶν λογισμῶν ὡς τοῖς Κριταῖς καί τήν ὑποταγήν τῶν ἐχθρῶν ὡς τοῦ Δαβίδ καί Σολομῶντι τοῖς βασιλεῦσι“ καί τὴν ἰσχύν τῆς γῆς ὡς τοῖς Ἰσραηλίταις ἐν τῇ καταλλαγῇ αὐτοῦ τῇ πρὸς ὑμᾶς, δοθῆναι τῶν ἁμαρτιῶν ὑμῶν ἄφεσιν' τῇ ὑγιείᾳ τοῦ σώματος ὡς τῷ παραλυτικῷ. Καί σώσοι ὑμᾶς ἀπὸ κλύδωνος ὡς τὸν Πέτρον“ καί ρύσεται ὑμᾶς ἀπὸ θλίψεως ὡς τὸν Παῦλον καί τούς λοιπούς Ἀποστόλους“ καί σκεπάσει ὑμᾶς ἀπὸ παντὸς κακοῦ, ως τέκνα αὐτοῦ γνήσια“ καί δώῃ ὑμῖν τά αἰτήματα τῆς καρδίας ὑμῶν πρὸς τὸ συμφέρον τῆς ψυχῆς καί τοῦ σώματος ἐν τῷ ὀνόματι αὐτοῦ. Ἀμήν.

πα'

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν ἄλλον Γέροντα, ὥστε σαφηνίσαι

αὐτῷ περί τοῦ μέτρου τῆς ἐγκρατείας. Ἀπόκρισις Ἰωάννου. (σελ. 204)

Οἱ Πατέρες λέγουσι περί τοῦ μέτρου τῆς ἐγκρατείας, τὸ εἶναι παραμικρὸν, εἴτε ἀπὸ τοῦ φαγεῖν, εἴτε ἀπὸ τοῦ πιεῖν, τοῦτ᾽ ἔστι πεπληρωμένην τὴν κοιλίαν μὴ ἔχοντα. Καί λογίσασθαι ὀφείλει τις τὸ ἑψητόν καί τόν οἰνον“ καιρῷ δέ τοῦ χειμῶνος, οὑ πίνει τις πολύ καί πρὸς αὐτό ὀφείλει εἶναι παραμικρὸν καί ἐν τῷ ἐσθίειν ὁμοίως. Οὐκ ἔστι δέ ἐν τούτοις μόνοις τὸ μέτρον τῆς ἐγκρατείας, ἀλλά καί ἐν τῷ λαλεῖν καί ἐν τῷ κοιμηθῆναι καί ἐν τῇ περιβολῇ καί τοῖς αἰσθητηρίοις πᾶσιν. ᾿Εν τούτοις εὑρίσκεται τὸ μέτρον τῆς ἐγκρατείας.

πβ' Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν.

Εἰπέ μοι, Πάτερ, τὸ παραμικρὸν βρώματος, ἤ πόματος, ἤ κανισκίου ἤ ὀπώρας πόσον ἐστί;

Ἀπόκρισις.

Ἀπὸ ὅλης τῆς ὁλκῆς λέγω δή τοῦ ἄρτου καί τῶν ἐδεσμάτων, ἤ κανισκίου, ἤτοι ὀπώρας, ἔως παρὰ μίαν οὐγγίαν. Περί δέ τοῦ οἴνου καί τοῦ ὕδατος ἀπὸ τῶν ἀμφοτέρων παρά ἤμισυ ποτηρίου. Καί ἐάν στήκῃ μετά σοῦ, καί οὐ κοπιᾷς, τὸ εἰσάπαξ πιεῖν καλόν σοί ἐστιν“ εἰ δέ οὐ δυνατόν, ἀλλά δίς, καθάπαξ παραμικρὸν. ᾿Εν τοῖς κινήμασι δέ καί πολέμοις τῶν λογισμῶν, ἀπὸ τῆς συνηθείας δεῖ κόπτειν παραμικρὸν, τοῦτ᾽ ἔστι μίαν ὸὐγγιάν τῆς τροφῆς, καί ἤμισυ ποτηρίου τῆς ὁμάδος τοῦ πόματος“ ὥστε ὁμοῦ εἰναι παρά δύο (σελ. 206) οὐγγίας τῆς τροφῆς, καί παρά ποτήριον τοῦ πόματος. Εὔξαι ὑπέρ ἐμοῦ, ἀδελφέ.

πγ' Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν.

Πῶς τις ἐπιγινώσκει πόσον χρῄζει φαγεῖν καί πιεῖν;

Ἀπόκρισις

Ἀπὸ ὅλης τῆς ὁλκῆς, λέγω δὴ τοῦ ἄρτου καί τῶν ἐδεσμάτων, ἤ κανισκίου ἤτοι ὀπώρας, ἐκ τῆς δοκιμασίας ὅλων τῶν ἡμερῶν, δυνατόν ἐστι μαθεῖν, τί δέχεται τὸ σῶμα, βρώματος ἤ πόματος. Οἷον

πίνει τις τρία ποτήρια τῆς ἡμέρας, καί τρώγει μίαν λίτραν ἄρτου. Ἐάν ἴδῃ ὅτι ἀπαιτεῖ πλεῖον τῶν τριῶν τό σῶμα, ἐκτὸς αἰτίας ἤ κόπου περισσοτέρου ἤ ὅτι ἁλικά ἔφαγε, τοῦτό ἐστι πόλεμος. Ἐκ τῶν τριῶν οὐν ἐάν δύνηται, κρατήσει ἑνὸς ποτηρίου τὸ ἥμισυ, ἐκτὸς πολέμου' καί εἰς τήν βρῶσιν ὁμοίως ἀπὸ τῆς λίτρας μίαν οὐγγιάν.

πδ' Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν μέγαν Γέροντα.

Παρακαλοῦ μεν, ἴνα ἡμῖν εἴπῃς τό κατά δύναμιν τοῦ ἀνθρώπου πόσον ἐστί ὅ ἀπαιτεῖται ἀπό τοῦ Θεοῦ, μήποτε μίγνυται ἐν αὐτῷ ἐκ τῆς ἰδίας χαυ νότητος, καί νομίζει τις ὅτι τό κατά δύναμιν ὅλον ποιεῖ. Πῶς οὐν νοήσωμεν τό κατά δύναμιν ἀληθῶς;

Ἀπόκρισις

Δέδωκεν ὁ Θεὸς σύνεσιν τῷ ἀνθρώπῳ τοῦ διακρῖναι τά πράγματα ἐάν ῄ τις ἀπὸ κόπου ὁδοιπορίας, ἤ ἀπὸ ἄλλων ἔργων βαρυτάτών, οὐ δύναται τὴν ἰσότητα τῶν ἄλλων ἡμερῶν φυλάξαι, ἀλλά συγκαταβαίνει ὀλίγον τῷ σώματι. ᾽᾽Ηγουν τρώγει ἡμέριον ἤμισυ λίτρας ψωμίου, ἐάν διά τὸν κόπον φάγῃ ἄλλην μίαν οὐγγίαν, τήν δύναμιν αὐτοῦ ἐποίησε τοῦ φαγεῖν περισσότερον. Ἀγρυπνεῖ ἀπὸ μεσονυκτίου καθ᾿ ἡμέρας, ἐάν ἀναπαῇ ἄλλην μίαν ὥραν διά τὸν κόπον, τό κατά δύναμιν ἐποίησεν“ ὁ κόπος οὖν σημεῖόν ἐστι τοῦ ἀναπαῦσαι αὐτὸν ὀλίγον ὡς εἴρηται, καί πάλιν ἀγρυπνῆσαι τὴν συνήθη ἀγρυπνίαν. Τὸ οὖν ποιεῖν κατά δύναμίν ἐστι τὸ εἰναι παραμικρὸν, εἴτε τροφῆς, (σελ. 208) εἴτε ὑπνου. Ἐάν δέ εἴπῃς, καί πόσον ἐστί τὸ μέτρον τοῦ ὕπνου; ᾽᾽Εταξαν οἱ Πατέρες τὸ ἥμισυ τῆς νυκτὸς. Τὸ δέ τῆς τροφῆς, τὸ βλέπειν ἑαυτὸν ὅτι θέλοντα, μικρόν διά παντός λαμβάνειν.

πε' Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν ἄλλον Γέροντα. Τί δέ ὀφείλει τὸ καλῶς εἶναι, ἔχων μέτρον οἴνου, καί ἑψητοῦ καθ᾿ ἡμέραν τῷ καθ᾿ ἑαυτόν διάγοντι; Καί πῶς οἱ Πατέρες σκληροτάτῃ

ἐχρήσαντο διαίτῃ;

Καί εἰ πᾶσιν ὁ αὐτὸς κανών τῆς ἐγκρατείας ὀφείλει εἰναι ὅν εἰπάς μοι, ἤ πρός τήν κατάστασιν τοῦ ἐρωτῶντος.

Ἀπόκρισις

Περί οἴνου, τῷ ὑγιαίνοντι καί θέλοντι ἐγκρατεύεσθαι, ἀρκεῖ τὸ ἑν καθ᾿ ἡμέραν ποτήριον, μηδέν κρατοῦντι παρ᾽ αὐτὸ. Ἐάν δέ ἔχῃ πυκνάς ἀσθενείας, λάβῃ δύο ὁλόκληρα. Ὁμοίως καί περί ἑψητοῦ, ἔν ἐμβάφιον ὀφείλει ἔχειν, καί γίνεται ἀμέριμνος περί τούτου.
Περί δέ τῶν Πατέρων τὸ πῶς ἐχρήσαντο σκληροτάτῃ διαίτῃ, εὑ ρον τά σώματα αὐτῶν ὑπακούοντα. Λοιπὸν οἱ καλῶς κυβερνῶνες ἑαυτούς καί μετά διακρίσεως, πρὸς τὸ σῶμα καί τὴν ἕξιν ποιοῦσιν. Εὐξαι ὑπέρ ἐμοῦ, ἀδελφέ. Ἄ εἶπον τῇ ἀγάπῃ σου περί ἐγκρατείας, τοῖς καθ᾿ ἡμᾶς καί κατά τό μέτρον μου ἐλάλησα. Ἐάν οῦν κατορθώσώμεν τά μέσα, ἐρχόμεθα κατά προκοπήν ἐπί τά μείζονα“ ἴνα μή βαλόντες ἐπί τὸ πρῶτον βαθμίδιον τῆς κλίμακος τὸν πόδα, εὐθέως θελήσωμεν ἀνελθεῖν εἰς τό ἀνώτερον. Οἱ ἐρχόμενοι γάρ εἰς τὸ μέτρον ο εἰπεν ὁ Ἀπόστολος, δύνανται καί χορτάζεσθαι καί πεινῆν' ἐν πᾶσι γάρ μεμύηνται.

Σύ δέ οἶδας τά μέτρα σου, ἀδελφέ“ ὅταν γάρ γίνεται πόλεμος, εἶπον σοι ἐλαττῶσαι ἄλλην μίαν οὐγγίαν“ καί ἀπό τοῦ πόματος ὁμοίως.

πς'

Ὁ αὐτὸς ἀδελφός ἔτι ἠρώτησε τὸν αὐτὸν Γέροντα“ τί ἐστι τὸ κατ᾿ ἐπιθυμίαν λαβεῖν βρῶμα, ἤ τό καθ᾿ ἔξιν;

(σελ. 210) Ἀπόκρισις
Τό κατ᾿ ἐπιθυμίαν ἐστί, τὸ ἐπιποθεῖν λαβεῖν βρῶμα, οὐ διά χρείαν σώματος, ἀλλά διά γαστριμαργίαν. Ἐάν δέ ἴδῃς ὅτι δέχεται ἡ ἕξις πρὸς ὀλίγον, οἷον λάχανον περισσότερον τοῦ ὀσπριδίου οὐ κατ᾽ ἐπιθυμίαν, ἀλλά κατά ἐλαφρότητα, αὔτη ἐστίν ἡ διαφορά. Εἰσίν ἔξεις δεχόμεναι τά γλυκέα, καί ἄλλαι τά ἁλμυρά, καί ἄλλαι τό δριμέα. Καί τοῦτο οὐκ ἔστι πάθος, οὐδέ ἐπιθυμία, οὐδέ γαστριμαργία. Τὸ δέ ἐπιθυμεῖν καί ἐπιποθεῖν βρώματος, αὔτη ἐστίν ἡ ἐπιθυμία ἡ ὑπηρέτις τῆς γαστριμαργίας. Ἐάν οῦν ἀντιπράττῃς αὐτῇ καί εὐτάκτως κέχρησαι τῇ τροφῇ διά τὴν χρείαν, τοῦτο οὐκ ἔστι γαστριμαργία.
πζ' Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν.
Τί οὖν, Πάτερ, ὅτι οὐ πρόκειται μέν τό πάθος, ἐν αὐτῷ δέ τῷ καιρῷ τῆς μεταλήψεως ὑποβάλλεται. Τί ποιήσω, ἀποστῶ τῆς τροφῆς ἤ οὔ;
Ἀπόκρισις.
Εὐθέως μή ἀφίστασο, ἀλλ᾽ ἀντίπραττε τῷ λογισμῷ, μιμνησκόμενος ὅτι δυσωδία γίνεται ἡ τροφή, καί ὅτι κατακρινόμεθα ἡμεῖς τρώγοντες, ἄλλων παντελῶς ἀπεχομένων. Καί εἰ μέν ἀποστῇ μετάλαβε κατακρίνων σεαυτὸν“ ἐάν δέ ἐπιμείνῃ, ἐπικάλεσε τὸ ὄνομα τοῦ Θεοῦ εἰς βοήθειαν καί ἀναπαύῃ᾽ ἐάν δέ κατακυριεύσῃ σου, ὥστε μὴ δύνασθαι τρώγειν εὐτάκτως, τότε κόψον τήν τροφήν. Ἐάν δέ τινες συγκαθέζωνταί σοι πρὸς τὸ μή νοῆσαι αὐτούς, λάμβανε κατά μικρόν. Εἰ δέ συμβῇ σε πεινῆν, ποίησον τὴν χρείαν σου ἀπὸ τοῦ ἄρτου, ἤ ἀπὸ ἄλλου βρώματος, εἰς οἷον οὐκ ἔχεις πόλεμον.

'
Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο από τό Βιβλίο:

ΒΑΡΣΑΝΟΥΦΙΟΥ ΚΑΙ ΙΩΑΝΝΟΥ
ΚΕΙΜΕΝΑ ΔΙΑΚΡΙΤΙΚΑ ΚΑΙ ΗΣΥΧΑΣΤΙΚΑ
EΡΩΤΟΑΠΟΚΡΙΣΕΙΣ

Η  επεξεργασία σάρωσις βιβλίου (scaning) , επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Follow by Email

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Γίνεται Μέλος στο Ιστολόγιο

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |