ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ο Θεός τού Ουρανού και Γής

Κυριακή, 4 Δεκεμβρίου 2016

Ο Θεός τού Ουρανού και Γής



Βαρσανουφίου και Ιωάννου
Κείμενα Διακριτικά και Ησυχαστικά
Eρωτοαποκρίσεις
Ἀπόκρισις
Ὁ Θεὸς τοῦ οὐρανοῦ καί τῆς γῆς δώῃ ὑμῖν, διά τῶν εὐχῶν τῶν ἁγίων αὐτοῦ, τά αἰτήματα, ἄ αἰτῶ αὐτὸν ὑμῖν παρασχεῖν. Ἐπειδή οῦν ἀκοῦσαι θέλετε καί χαρῆναι, ὑμεῖς ἐστε οἱ ἀναγκάζοντές με εἰπεῖν, ἴνα ἐν ἐμοί πληρωθῇ τὸ «ἐγενόμην ἄφρων, ἡμεῖς με ἠναγκάσατε». ᾿Εγώ καί πρό τοῦ αἰτήσασθαί με, διά τήν κατακαιομένην ως σφοδροτάτου πυρός φλόγα ἀγάπην τοῦ Χριστοῦ ἐν ἐμοί, τοῦ εἰπόντος «ζήτησον τὸν πλησίον σου ὡς σεαυτὸν» ἀπὸ τῆς καύσεως, καί τοῦ ζέειν τῷ πνεύματι, οὐ παύομαι νύκτα καί ἡμέραν δεόμενος τοῦ Θεοῦ, ποιῆσαι ὑμᾶς θεοφόρους καί οἰκῆσαι ἐν ὑμῖν καί ἐμπεριπατῆσαι, καί καταπέμψαι τὸ Πνεῦ μα τὸ ἅγιον ὑμῖν, τὸ Πνεῦμα τῆς ἀληθείας, ἴνα ὅταν ἔλθῃ διδάξῃ ὑμᾶς τά πάντα καί ὁδηγήσῃ ὑμᾶς ἐν ἀληθείᾳ, τοῦ γενέσθαι κληρονόμους τῶν αἰωνίων ἀγαθῶν, ἄ ὀφθαλμός οὐκ εἶδε καί οὐς οὐκ  ἤκουσε, καί ἐπί καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Καί ἐγενόμην πρὸς ὑμᾶς ὡς πατήρ σπουδάζων στρατεῦσαι τά τέκνα τῷ βασιλεῖ, ἐν στρατείαις λαμπραῖς, αὐτῶν ἀμεριμνούντων. Δώῃ δέ ὁ Θεὸς ὑμῖν τήν καῦσιν τῆς ἀγάπης ταύτης. Πληροφορήσει γάρ ὑμῶν ὁ Κύριος, ὅτι εἰς τὸν ἔβδομον οὐρανόν ἀναφέρει τούς ἀνθρώπους τούς ἔχοντας αὐτήν, καθώς τινες ἤδη μετά παρρησίας ἀνέρχονται καί εὐλογοῦνται, εἴτε ἐν σώμαται, οὐκ οἶδα“ εἴτε ἐκτὸς τοῦ σώματος, οὐκ οἶδα, ὁ Θεὸς γάρ ἐστιν ὁ εἰδώς.



Καί ἴνα μάθητε τὴν ἀρχήν τῆς ὁδοῦ τῆς χαρᾶς ταύτης, ἀκούσατε. Πρῶτον ἔρχεται τῷ ἀνθρώπῳ τὸ Πνεῦμα τό ἅγιον, διδάσκον αὐτὸν τά πάντα, καί πῶς δεῖ ταπεινοφρονεῖν, ἄ οὐ δύνασθε ἄρτι ἀκοῦσαι. Εἶτα ὁδηγούμενος τῇ πρώτῃ καύσει ἐκείνῃ, ἀνέρχεται εἰς τὸν οὐρανὸν τὸν πρῶτον, καί μετά ταῦτα εἰς τὸν δεύτερον, καί κατά πρόβασιν ἕως τοῦ ἑβδόμου, κἀκεῖ ἐστι θεωρῆσαι ἄρρητα πράγματα καί φοβερά, ἄ οὐδείς δύναται ἀκοῦσαι, εἰ μή οἱ ἐρχόμενοι εἰς τὸ μέτρον τοῦτο, οὐ ὁ Κύριος καταξιώσοι ὑμᾶς. Οἱ ἀποθνῄσκοντες τελείως τῷ κόσμῳ δι᾿ ὑπομονῆς καί θλίψεώς πολλῶν, δύνανται εἰς τοῦτο ἐλθεῖν.

Ὁ ἀδελφέ ἀγαπητέ, ὁ Κύριος σταυρόν ὑπέμεινε καί σύ οὐ χαίρεις ἐν τοῖς θλίψεσιν, ὧν ἡ ὑπομονή εἰς τήν βασιλείαν τῶν οὐρανῶν; Καλῶς δέ εἴπας ὅτι θλίβῃ' οὐκ οἶδας ὅτι ὅταν τις αἰτῇ τούς Πατέρας εὔξασθαι ὑπέρ αὐτοῦ ἤ τὸν Θεὸν δοῦναι βοήθειαν αὐτῷ, τότε πληθύνονται αὐτῷ αἱ θλίψεις καί οἱ (σελ. 244) πειρασμοί πρός τήν αὐτοῦ δοκιμήν; Μή οὖν ζητήςῃς σωματικήν ἀνάπαυσιν, ἐάν μή δώῃ

σοι αὐτήν ὁ Κύριος βδελυκτή γάρ ἐνώπιον Κυρίου ἀνάπαυσις σαρκός Καί ὁ Κύριος εἶπεν ἐν τῳ κόσμῳ θλῖψιν ἔξετέ.

Ὁ Κύριος βοηθήσοι σοι κατά πάντα. Εῦξαι ὑπέρ ἐμοῦ.

!

ρι

Ὁ αὑτός ὑποπτεύσας τόν θάνατον τοῦ αὑτοῦ μεγάλου Γέροντος ἐγγύς εἶναι καί λυπηθείς ἕνεκεν τῆς ἰδίας σωτηρίας καί παντός τοῦ κοινοβίου, ἐγνώρισε τοῦτο τῷ αὐτῷ μεγάλῳ Γέροντι, ὅς καί δηλοῖ αὐτῷ ταῦτα.

Ἀπόκρισις

Ἀδελφέ ποθεινότατε, κινηθείς κατά θείαν ἀγάπην, ἐλάλησας ρήματα ταπεινώσεως, ἐλκύοντα εἰς συμπάθειαν καί τούς ἀνελεήμονας ἀνθρώπους πρός ἄνθρωπον ἀμαρτωλόν καί ἐλάχιστον. Καί τί ἔχω σοι εἰπεῖν ἀνθρώπος μή ἔχων συμπάθειαν μηδέ εὐσπλαγχνίαν; Συνέχομαι ἐκ τῶν λόγων σου καί τί δώσω σοι οὐκ ἔχων εἰ εἶχον τίποτε εἶχόν σε εἰπεῖν:

Οὑκ ἀφῶ ὑμἀς τέως εἰς ταῦτα τὰ ἔτη, οὐδὲ εἰς τόν καιρόν τοῦτον ὀρφανούς. Ἀλλ᾽ ἰδού μενῶ μεθ᾽ ὑμῶν, προστάξει Θεοῦ, τοῦ πρός τό συμφέρον ποιοῦντος τά πάντα πρός σωτηρίαν τῶν ψυχῶν η μων τῶν δούλων αὐτοῦ οὐ δι᾽ ἐμέ, ἀλλὰ δι᾽ ὑμᾶς τούς ταῦτα αἰτήσαντας, ἰνα καρποφορήσητε τῷ Θεῷ δι᾿ ἐμοῦ, προσφερόμενοι τήν ὑμῶν σωτηρίαν. Κἀγώ ε᾽|᾽πώ᾽ ἰδού ἐγώ καί τά παιδία ἅ μοι ἔδωκας, φύλαξον αὑτά ἐν τῷ ὀνόματί σου' σκέπασον αὑτούς τῇ δεξιᾷ σου. Ὁδήγησον ἡμᾶς ἐπί λιμένα θελή ματός σου καί γράψον τά ὀνόματα αὐτῶν ἐν τῇ βίβλῳ. Δός αὑτοῖς τόν ἀρραβῶνα τῆς ζωῆς, χαροποιῶν αὐτούς καί λέγων' «μή φοβοῦ τό μικρόν ποίμνιον“ εὑδόκησε γάρ ὁ Πατήρ ὑμῶν δοῦναι ὑμῖν τήν βασιλείαν». Καί εὑξαι’ |να δώῃ μοι εἰπεῖν. Πάτερ, δός μοι ἰνα ὅπου εἰμί ἐγώ, ῶσι καί τά ἐμά τέκνα. Πείσθητί μοι, ἀδελφέ, ότι τό πνεῦμα πρόθυμόν ἐστιν εἰπεῖν τῷ ἐμῷ Δεσπότῃ, χαίροντι ἐπί

τῇ αἰτήσει τῶν δούλων αὐτοῦ“ Δέσποτα, ἡ συνεισένεγκέ μοι τά τέκνα μου εἰς τήν βασιλείαν σου, ἡ κἀμέ ἐξάλειψον ἐκ τῆς βίβλου σου Ἡ δέ ἀσθένειά μου καί ἡ ἀμέλεια κωλύει με (σελ. 246) ἔχειν τοιαύτην παρρησίαν' ἀλλ᾽ όμως τό ἔλεος αὐτοῦ μέγα ἐστίν. ᾽Εχοντές οὐν τοιοῦτον Δεσπότην παρακληθῶμεν, πιστεύοντες ότι πάντως ποιεῖ τό ἔλεος αὐτοῦ μεθ᾽ ἡμῶν. Οὐκ ἔχει ὁ Θεός παριδεῖν τόν κόπον τῆς ἀσκήσεως τῶν Πατέρων ἡμῶν τῶν κοιμηθέντών καί τῶν νῦν ζώντων, ἀλλ᾽ ε᾽|᾽πῃ᾽ φείσομαι τοῦ τόπου τούτου δι᾽ ἐμέ καί τούς δουλεύοντά μοι γνησίως ἐν αὐτῷ. ᾿Εγώ γάρ πιστεύω ἀδιστάκτως, ὅτι εἰσί τινες ἐν τῷ τόπῳ τούτῳ δυνάμενοι δυσωπῆσαι τόν Θεόν ὑπέρ μυριάδων ἀνθρώπων καί οὐκ ἀθετοῦνται' θέλημα γὰρ αὐτῶν ποιήσει Κύριος καί αἰτῆσαι ἔχουσιν, ἰνα οἱ ὀφθαλμοί Κυρίου, ῶσιν ἐπί τόν τόπον τοῦτον. Αὶ γάρ προσευχαί αὐτῶν ἀνέρχονται πρός αὐτόν, ὡς ἀστραπαί ἀστράπτουσαι καί ὡς ἀκτῖνες ἡλίου, ἐν αἰς εὐφραίνεται ὁ Πατήρ καί χαίρει ὁ Ὑἰός καί ἀγάλλεται τό Πνεῦ μα τό ἅγιον.

Ἑαυτοῖς οῦν προσέχωμεν μόνον, ἀδελφέ, τῷ Θεῷ γάρ μέλλει περί τοῦ τόπου τούτου' κατάπαυσις γὰρ ἐγένετο τῶν δούλων αὐτοῦ καί ἐν αὐτοῖς πληροῦται τό «φωνή ἀγαλλιάσεως καί σωτηρίας ἐν σκηναῖς δικαίων». Λοιπόν τῆς δεξιᾶς Κυρίου ἐστί τό ποιῆσαι δύναμιν“ τό δοῦναι ἡμῖν ἰσχύν, τό χαρίσασθαι ἡμῖν ἐξαξολουθῆσαι τοῖς ἴχνεσι τῶν Πατέρων ἡμῶν, τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ, τοῖς διωγμοῖς, τοῖς παθήμασιν, όσα ἐγένετο αὐτοῖς ὑπό τοῦ ἐχθροῦ καί αἰσθητῶς καί νοητῶς' ἐάν γάρ μή κτησώμεθά τι τοῦ βίου αὐτῶν, πῶς ἐσόμεθα τέκνα αὐτῶν, τοῦ Κυρίου λέγοντος «εἰ τέκνα Ἀβραάμ ἧτε, τά ἔργα Ἀβραάμ ἐποιῆτε ἀν»; ᾽Εάν μή συμπάσχομεν αὐτοῖς κατά τήν δύναμιν τῆς ἀσθενείας ἡμῶν, πῶς συνδοξασθῶμεν αὐτοῖς ἐν τῇ ὥρᾳ ἐκείνῃ; ᾽Εάν μή συναποθάνωμέν αὐτοῖς κόπτοντες τό θέλημα, πῶς συνεγερθῶμεν αὐτοῖς, προσδοκῶντες ἀκοῦσαι, τό «δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τήν ἡτοιμασμένην ὑμῖν βασιλείαν» καί τά λοιπά;

Ἀδελφέ, εἰ τά αἰτήματα ἡμῶν ἔδωκεν ἡμῖν ὁ Θεός ᾽|΄να ἔχωμεν τούς Πατέρας ἡμῶν ὁδηγοῦντας ἡμἀς, πρόσχωμεν, μή ἡ ὀκνηρία ἡμῶν ἡ ἡ χαυνότης ἡ (σελ. 248) ἡ ραθυμία ἡ ἡ ἀπιστία ἡμῶν χωρίσῃ ἡμἀς ἀπ᾽ αὐτῶν. Φησί γάρ «εἰ δέ ὁ ἄπιστος χωρίζεται χωριζέσθω. Μνημονεύσωμεν τοῦ εἰπόντος ότι ὁ ὑπομείνας εἰς τέλος οὑτος σωθήσεται». Εὐξώμέθα τῷ Θεῷ ἀδιαλείπτως, τοῦ μή χωρισθῆναι ἐνός τῶν ἁγίων Πατέρων ἡμῶν, μήτε ἐν τῷ αἰῶνι τούτῳ μήτε ἐν τῷ μέλλοντι. Μή ἀφήσωμεν τό φῶς καί ζητήσωμεν τό σκότος“ μή φθονήσωμεν ἡμῖν αὐτοῖς καί ἀγαπήσωμεν τόν θάνατον' μή ἀντί εὐλογιῶν δεξώμεθα τάς κατάρας' μή παροργίσώμεν τόν Χριστόν θεραπεύοντες τόν ἐχθρόν“ νήψώμεν, γρηγορήσωμεν, όξυποδήσώμεν, ἔτοιμοι γενώμεθα, ἐξυπνήσωμεν ἐκ τοῦ βαθυτάτου ὑπνου.

Νοήσωμεν τί ἡμῖν ἐχαρίσατο ὁ Θεός, οὐ τό εἶναι ἡμᾶς ὑπό τούς πόδας τῶν ἁγίων, ἀλλά καί τέκνα καί συγκληρονόμους. Μακαρία ἡ ψυχή ἡ γευσαμένη τούτων' μακαρία ἡ ψυχή ἡ τρωθεῖσα εἰς τήν τοιαύτην ἀγάπην' μακαρία ἡ ψυχή ἡ κολληθεῖσα τούτοις' μακαρία ἡ ψυχή ἡ τελειωθεῖσα ἐν τούτοις“ ἐκδέχεται γάρ αὐτήν ἡ χαρά καί ἡ ἀγαλλίασις καί ἡ μισθαποδοσία ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν“ εἰς

δόξαν Πατρός καί Ὑὶοῦ καί ἁγίου Πνεύματος. Ἀμήν.

Εῦξαι ὑπέρ ἐμοῦ, ἀδελφέ.

|

ρια

Αἴτησις εὐχῆς τοῦ αὐτοῦ πρός τόν αὐτόν μέγαν Γέροντα, ὶ΄να χαρίσηται αὐτῷ ὁ Θεός προκοπήν.

Ἀπόκρισις

Ἀδελφέ, παρακάλεσον τήν ἀγαθότητα τοῦ πάντας ἀνθρώπους θέλοντος σωθῆναι καί εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, τοῦ δοῦναί σοι γρήγορσιν πνευματικήν, τήν ἀνάπτουσαν τό πνευματικόν πῦρ, ό ὁ Κύριος ἡλθε βαλεῖν ἐπί τήν γῆν, ὁ Δεσπότης οὐρανοῦ καί γῆς͵ Καί συμπαρακαλῶ κἀγώ κατά τήν δύναμίν μου, ἰνα χαρίσηται αὐτήν ὁ Θεός, ὁ παρέχων πᾶσι τοῖς πόνῳ καί πόθῳ αἰτοῦσι χάριν. Καί ἐλθοῦσα ὁδηγήσοι σε ἐν τῇ ἀληθείᾳ“ φωτίζει γάρ ὀφθαλμούς“ ἀνορθοῖ τόν νοῦν' ἐξορίζει τόν ὑπνον τῆς χαυνότητος καί τῆς ἀμελείας“ στιλβοῖ τά ἰωθέντα ἐν τῷ χώματι τῆς ραθυμίας ὅπλα“ λαμπρύνει τά (σελ. 250) ρυπωθέντα ὶμάτια ἐν τῇ αἰσχμαλωσίᾳ τῶν βαρβάρων καί ποιεῖ τοῦ μισῆσαι τά βδελύγματα τῶν θνησιμαίων αὐτῶν, καί ποθῆσαι τοῦ ἐμφορηθῆναι τῆς πνευματικῆς θυσίας τῆς τυθείσης διά τοῦ μεγάλου ἡμῶν Ἀρχιερέως, περί ἧς ἤκουσεν ὁ προφήτης, ότι καθαίρει ἁμαρτίας καί ἀφαιρεῖ ἀνομίας. Τοῖς πενθοῦσι χαρίζεται, τοῖς ταπεινοῖς δωρεῖται“ ἐν τοῖς ἀξίοις ἀποτίθεται καί ζωήν αἰώνιον δι᾽ αὐτῆς κληρονομοῦσιν' ἐν ὀνόματι Πατρός, Ὑὶοῦ καί ἁγίου Πνεύματος. Ἀμήν.

Εῦξαι ὑπέρ ἐμοῦ, ἀδελφέ.

ριβ'

Ὁ αὐτός ἠρώτησε τόν αὐτόν μέγαν Γέροντα εὔξασθαι ὑπέρ αὐτοῦ, ὅπως καταξιωθῇ τῇ νεκρώσει τοῦ Ἰησοῦ ἑαυτόν κατορθῶσαι.

Ἀπόκρισις

Πἀν αἴτημα ἀγαθόν, χαίρων αἰτῶ τόν Θεόν παρασχεῖν ὑμῖν. Καί πιστεύω ότι παρέχει, οὐ ψεύδεται ὁ λέγων, «αἰτεῖτε καί δοθήσεται ὑμῖν»΄ ὁ Θεός οὐν παράσχοι τά αἰτήματα ὑμῶν. Ἀμήν. Ὀμως μή ἀμεριμνήσῃς εἰς τό καί αὐτός κοπιάσαι μικρόν' καί γάρ οὶ θέλοντες ἀρχάς παρά τοῦ βασιλέως, κἀν ἔχωσι πολλύς προϊσταμένους, ὑπομένουσι καί αὐτοί θλίψεις καί κινδύνους καί πόνους ἔως ἀν

ἐπιτύχωσιν. Οὕτως οὖν καί αὐτός συνεισένεγκε μικρόν πόνον, ὶ΄να εὔρῃς τό μέγα ἔλεος“ «πολλά γάρ ἰσχύει δέησις τοῦ δικαίου ἐνεργουμένη».

Εἰπέ τῷ ἀδελφῷ τῷ μετά σοῦ, τῷ ἀγαπητῷ ἐν Κυρίῳ, τῷ ἀεί σε παιδεύοντι κἀκεῖ σοι παρέχοντι ἔλεος μέγα' μή ραθυμήσῃ παιδεύων' «ὅν γάρ ἀγαπᾷ Κύριος παιδεύει».

Ἀσπάζομαι πάντας ὑμᾶς ἐν Κυρίῳ, καί παρακαλῶ εὔξασθε ὑπέρ ἐμοῦ διά τήν ἀγάπην.

ριγ'

Ὁ αύτός παρεκάλεσε τόν μέγαν Γέροντα εὔξασθαι ὑπέρ αὐτοῦ τοῦ ἐξελθεῖν ἀπό τοῦ παλαιοῦ ἀνθρώπου.

Ἀπόκρισις

Ἄκουσον, ἀδελφέ ἀγαπητέ, καί δός τήν καρδίαν σου φυλάξαι τά λαλούμενά σοι θεῖα ρήματα, οὐκ ἐξ ἀνθρώπου, ἀλλ᾽ ἐκ Πνεύματος ἁγίου. Ὁ Ἰησοῦς ἰατρός ἐστι τῶν ψυχῶν καί τῶν σωμάτων. Εἰ τραῦμα ἔχεις, εἰσάγω σε πρός αὐτόν καί δέομαι αὐτοῦ θεραπεῦσαι σε, ἄν καί σύ θελήσῃς΄ δοτήρ γάρ ἐστι πάντων τῶν ἀγαθῶν δωρημάτων“ παρέχει δέ σοι οὐ μόνον τά αἰτήματά σου, ἀλλ᾽ ὑπερεκπερισσοῦ ῶν αἰτεῖς. Ὑὶός Θεοῦ καί φῶς καί δύναμίς ἐστιν ὁ Ἰησοῦς, ὁ ἐκ τῆς ἁγίας Παρθένου σαρκωθείς Μαρίας, ός ἐπί γῆς ὤφθη καί τοῖς ἀνθρώποις συνανεστράφη. Καί ἑαυτόν προσήνεγκε θυσίαν ζῶσαν εὐάρεστον τῷ Θεῷ καί Πατρί ἡμῶν, τοῦ κατασκευάσαι ἡμἀς ἑαυτῷ λαόν περιούσιον, ζηλωτήν καλῶν ἔργων, βασίλειον ἱεράτευμα, ἔθνος ἀγιον. Ο ταῦτα δι᾽ ἡμἀς ὑπομείνας, ὑπογραμμόν ἡμῖν κατέλιπεν ὑπομονῆς καί χαίρει όταν αἰτῶμεν αὐτόν. Αἰτῶ αὐτόν φωτίσαι σου τήν καρδίαν συγκοπίασον καί ὶ΄δρώσον καί αὐτός. Λέγει γάρ ὁ Ὑὶός τοῦ Θεοῦ“ «δεῦτε πρός με πάντες οὶ κοπιῶντες καί πεφορτισμένοι, κἀγώ ἀναπαύσω ὑμᾶς». Προσέρχομαι οὐν αὐτῷ ὑπέρ σοῦ μετά ἀναιδείας πολλῆς, ἐάν μή καί σύ προσέρχῃ, αἰσχύνη ἐστί μεγάλη. Ἰησοῦς οὐδένα ἀποβάλλεται“ καί γάρ τῇ ἐνδεκάτῃ ὤρᾳ ἐμισθώσατο ἐργάτας εἰς τόν ἑαυτοῦ ἀμεπελῶνα. Κολλήθητι αὐτῷ καί ποίησον μικρόν κόπον, ὶ΄να ἀπολάβῃς τόν μισθόν τοῖς ἀπασιν ἴσως. Ἄνθρωπος γέγονεν ὁ Ὑὶός τοῦ Θεοῦ διά σέ, γενοῦ καί σύ δι᾿ αὐτόν θεός. Νοῦν σοί ἔδωκεν ὁ Θεός, αὐτόν αὐτῷ δός εἰς τόν οὐρανόν, τά ἀνω ζητῶν, τὰ ἄνω φρονῶν, όπου αὐτός τυγχάνει. ᾽Εκεῖ γάρ δυσωπῷ ὶ΄να φθάσῃς, σύν πᾶσι τοῖς ἀγαπῶσι τό ὄνομα αὐτοῦ' τούτῳ γάρ τῷ τρόπῳ ἐλευθεροῦταί τις τοῦ παλαιοῦ ἀνθρώπου.

(σελ. 254) Ο Ἰησοῦς εἶπε τοῖς Ἀποστόλοις' ὑμεῖς ἐστε τό ἀλας τῆς γῆς“ γῆν τό σῶμα ἐκάλεσε“ φησί γὰρ γῆ εἰ, καί εἰς γῆν ἀπελεύσῃ. Γενοῦ σεαυτῷ ἀλας ἀλίζον καί ἀναξηραῖνον τάς σηπεδόνας καί τούς

σκώληκας, τοῦτ᾽ ἔστι τούς κακούς λογισμούς“ καί εἰ τοῦτο ποιήσεις, συγκοπιῶ καί (συναλίζω) σοι, ἵνα μή ὀζέσωσι καί ἀηδίσωσιν ἀλλήλους. Σώθῆναι ἡμἀς θέλει ὁ Θεός καί Σωτήρ ἡμῶν, ἀλλ᾿ ἡμῶν ἐστι τό βοἀν ἀδιαλείπτως' σῶσόν με Κύριε, καί σώζει σε. Καί γάρ ἐβόησαν τινές καί εἰσῆλθον εἰς τόν λιμένα τοῦ θελήματος αὐτοῦ, εἰς ὃν ἐλπίζω σε εἰσελθεῖν, ἐάν δώσῃς μοι χεῖρα κατά τό δυνατόν. Νόησον τά ρηθέντα καί ἀκολουθήσας, φθάνεις κατά τόν εἰπόντα, οὔτω τρέχετε ὶ΄να καταλάβητε.

Εὔχου ὑπέρ ἐμοῦ, ἵνα μή κατακριθῶ λαλῶν καί μή ποιῶν.

ριδ'

Ἐρώτησις τοῦ αὐτοῦ πρός τόν αὐτόν μέγαν Γέροντα. Περί διαφόρων λογισμῶν καί περί τῆς ἀκριβείας τῆς ὁδοῦ τοῦ Θεοῦ.

Ἀπόκρισις

Ὅλα ἀ ἔγραψας αἰτῶν τόν Θεόν διά τῆς ἐμῆς εὐτελείας, ἀδελφέ λήθαργε, εἰς ἑν συντείνει, τό ἐλευθερωθῆναι τοῦ παλαιοῦ ἀνθρώπου, καί εὑρεθῆναι τῶ ἀγιασμῷ τῆς ψυχῆς καί τοῦ σώματος, καί σωθῆναι μετά τῶν ἁγίων εἰς τήν τοῦ Θεοῦ βασιλείαν. Τοῦτο γάρ ἐστιν ό εἰπόν σοι μέτρον τοῦ ἀπαλλαγῆναι, καί καθαρισθῆναι ἀπό τοῦ παλαιοῦ ἀνθρώπου. Ὑπερεκπερισσοῦ δέ ῶν αἰτεῖς αἰτῶ τόν Θεόν ἐγώ, συνεχόμενος τῇ ἀγάπῃ, τοῦ παρασχεῖν σοι. Καί ἐάν μή ἐμποδίσῃς διά τήν χαυνότητά σου καί ἀμέλειαν, θαυμάσια ἔχεις καί δοξάσαι τόν Θεόν, πῶς καταλλάσσει σε ἀπό τοῦ μή εἰναι εἰς τό εἶναι. Ο Θεός συγχώρήσοι σοι ἀ ἡμαρτες, καί τοῖς μετὰ ταῦτα ἑτοιμάσοι σοι συγχώρησιν.

Περί δέ τῶν νυκτερινῶν φαντασιῶν, κατά φθόνον πειράζει σε ὁ διάβολος, διότι μετανοεῖς τῷ Θεῷ, θέλων χλευάσαι σε, ὅτι οὐδέν ῶφελεῖ ἡ πάντα (σελ. 256) ἰσχύουσα μετάνοια. Ἀλλά σύ μή ἐνδώσῃς᾽ καί γάρ πολλήν ἔχεις βοήθειαν, δι᾽ εὐχῶν τῶν ἁγίων. Σπουδήν ἐστιν ἐάν συναρπαγῇς ἐν λόγῳ, ἡ ἔργῳ εἴς τινα ἀμαρτήσας, ὶ΄να ἀπέλθῃς καί βάλῃς μετάνοιαν αὐτῷ καί βλέπων ὁ Θεός σκεπάζει σε ἀπό τῶν ἐχθρῶν σου.

Περί δέ τῶν βιωμάτων, μή πάνυ φροντίσώμεν τοῦ σώματος, συμβαίνει γάρ εἰναι τοῦτο πόλεμον τῶν δαιμόνων, ίνα βάλωσιν ἡμᾶς εἰς μέριμναν, καί ἐν ταύτῃ ἀδολεσχοῦντες, ἀφήσωμεν τά προκείμενα ἡμῖν ἀγαθά.

Περί δέ τῆς ἀκριβείας τῆς ὁδοῦ τοῦ Θεοῦ, οὐ χρή εἰπεῖν ἀρτι, ἵνα μή εἰς ἀπόγνωσιν φέρω σε͵ Ἀλλά πίστευσον ὅτι δωρεάν σέ σώζει ὁ Θεός δι᾽ εὐχῶν τῶν ἀγίων' δύνανται γάρ αὐτόν δυσωπῆσαι.

Εὐξαι ὑπέρ ἐμοῦ, ἀδελφέ.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο από τό Βιβλίο:

ΒΑΡΣΑΝΟΥΦΙΟΥ ΚΑΙ ΙΩΑΝΝΟΥ
ΚΕΙΜΕΝΑ ΔΙΑΚΡΙΤΙΚΑ ΚΑΙ ΗΣΥΧΑΣΤΙΚΑ
EΡΩΤΟΑΠΟΚΡΙΣΕΙΣ

Η  επεξεργασία σάρωσις βιβλίου (scaning) , επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Follow by Email

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Γίνεται Μέλος στο Ιστολόγιο

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |