ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ευλογία Πνευματική

Κυριακή, 4 Δεκεμβρίου 2016

Ευλογία Πνευματική



Βαρσανουφίου και Ιωάννου
Κείμενα Διακριτικά και Ησυχαστικά
Eρωτοαποκρίσεις
Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρός τόν αὐτόν καί τούς συνοικοῦντας αὐτῷ.
Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός ὁ Θεός ἡμῶν, εὐλογῆσαι ὑμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ, καί πάσῃ χάριτι δικαιοσύνης. Αὐτός δέ μαρτυρεῖ πῶς θέλω τήν ἀνάπαυσιν παντός ἀνθρώπου, μάλιστα ὑμῶν“ καί ὡς ὁμοψύχοις λαλῶ ὑμῖν θέλουσι τήν ὁδόν, ἣν ἐβαδίσαμεν στερούμενοι, θλιβόμενοι ἑκουσίως ὁδεῦσαι διά τό ὄνομα αὐτοῦ.
Ἀδελφοί, οὐ μνημονεύω, ὄτι εὑρόντες τελείαν ἀνάπαυσιν, ἡρπάσαμεν αὐτήν, ἀλλὰ πάντως συμμίσγομεν πάντοθεν μικράν στένωσιν καί θλῖψιν, φοβούμενοι τόν λέγοντα“ «ἀπέλαβες τά ἀγαθά σου ἐν τῇ ζωῇ σου“ καί ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡ μᾷς εἰσελθεῖν εἰς τήν βασιλείαν τοῦ Θεοῦ». Καί τοῦτο ὅτι πολλά χρή ματα ἦλθεν εἰς τάς χεῖρας ἡμῶν' καί αὐτός οἶδε πῶς μετά πτωχείας ἐζήσαμεν, διά τόν πτωχεύσαντα δι᾽ ἡμῶν. Οὐ καλόν τό ἀναπαῆναι ἐν πᾶσιν“ ὁ γάρ θέλων τοῦτο, ἑαυτῷ ζῇ καί οὐ τῷ Θεῷ' θέλημα γάρ οὐ δύναται κόψαι ὁ τοιοῦτος.
Εὔχεσθε ὑπέρ ἐμοῦ, ἀδελφοί.


ρλδ' ᾽Ερώτησις. Τοῦ αὐτοῦ πρός τόν αὐτόν μέγαν Γέροντα.

Εἰπέ μοι, Ἀββᾷ μου, περί τήν πρωΐαν ἔως ὤρας περίπου δευτέρας πάσχω ὑπό λογισμῶν καί οὐκ οἶδα πόθεν τοῦτο πάσχω. Πάλιν εἰπέ μοι τοῦτο' πῶς δύναται δαίμων τό πρόσωπον τῆς γυναικός, ἤ τινος ἄλλου (σελ. 286) ζώγραφῆσαι ἐν τῇ διανοίᾳ μου“ ἐν αὐτῷ γάρ τῷ λογισμῷ ἐστι καί τό πρόσωπον, καί οὐ διῃρημένως ὁ λογισμός γίνεται καί τό πρόσωπον“ ἀλλ᾽ ἅμα ὁ λογισμός, ἀμα τό πρόσωπον. Καί τί ποιήσω εἰς τό ἐλευθερωθῆναι.

ρλε' Ἀπόκρισις

Ἀδελφέ, ὄταν ἀργῇ τις, σχολάζει τοῖς ἐρχομένοις πρός αὐτόν λογισμοῖς' ὅταν δέ ἐργάζηται, οὐ σχολάζει τοῦ δέξασθαι αὐτούς Ὅρθρισον οὖν καί κράτει τό μυλάριον, καί ἀλήθει τό σιτάριόν σου ἀρτους τροφῆς“ ἐάν δέ ὁ ἀντίδικός σου προλάβῃ, ζιζάνια ἀντί σίτου ἀλήθεις ἐν αὐτῷ.

Περί δέ τοῦ ἄλλου, ἀδελφέ, ἐν τοῖς ζωγράφοις τά ζωγραφούμενα πρόσωπα, σύν τοῖς βάμμασιν ἐγγίνονται' ἐάν δέ προγραφῇ τό σανίδιον, οὐκ ἔτι βάμματα οὐδέ πρόσωπα δέχεται τά ἐπιτελούμενα εἰς ἑν. Τό δέ ἐλευθερωθῆναί ἐστι, τό προγράψαι σου τήν σανίδα. Πυκτεύσωμεν τοῦ ποιῆσαι τήν δύναμιν ἡμῶν καί συναντιλαμβάνεται ἡμῖν ὁ Θεός“ αὐτῷ ἡ δόξα. Ἀμήν.

Εὔξαι ὑπέρ ἐμοῦ καί συγχώρησόν μοι διά τόν Κύριον.

ρλς'

Τοῦ αὐτοῦ πρός τόν αὐτόν μέγαν Γέρντα δέησις καί ὶκεσία περί τῶν ἀρμοζόντων τῇ ψυχῇ ἀγαθῶν.

Ἀπόκρισις

Χαίρω ἐν Κυρίῳ, καί χαίρει ἐν ἐμοί ὁ Κύριος, ὄταν αἰτῶμαι ὑπό τῶν τέκνων μου αἰτήσεις ἀγαθάς' τοῦτ᾽ ἔστι περί σωτηρίας ψυχῆς, καί ζωῆς αἰωνίου. Ἀγαλλιάσθω οὖν καί τό πνεῦμά σου, ἀδελφέ, καί γάρ ἐστράτευσά σε ὑπεροχῆς στρατείαν, τοῦ εἶναί σε ἀδιαλείπτως ἐν τῷ ταμείῳ τῶν ἀνεκλαλήτων ἀγαθῶν' καί εἰ ἐν ταύτῃ. Λοιπόν βλέπε τοῦ κτήσασθαι λαμπρά᾿ Ιμάτια κατά τό ἀξίωμα τῆς στρατείας, ἴνα μή ἐκπέσῃς ἀπ᾽ αὐτῆς, καί (σελ. 288) σοφήν καρδίαν τεταπεινωμένην καί πρόσωπον εὐκατάστατον, ἀπεχόμενον πάσης κινήσεως ὀργῆς καί ταραχῆς' τοιούτων γάρ χρῄζει ὁ τόπος ὑπηρετῶν, ἀπεχομένων τῶν παθῶν καί ἐνδεδυμένων ἐνδύματα γάμου, ἴνα μή ἐκβληθῶσιν ἔξω μετ᾽ αἰσχύνης μεγάλης.

Ἰδού οῦν ἐστρατεύθης, μή ἀποβάλῃς αὐτήν, ἐκ σοῦ γάρ ἐστιν. Εἰσήνεγκά σε, μή ἐξέλθῃς“ ἀφώρισά σε ἀπό τῶν ἀριστερῶν, μή συναναμίγνυσο αὐτοῖς' εὐλόγησα, μή ζητήσῃς τήν κατάραν“ ἐζήτησα δέ στρατεῦσαί σε καί ἐν ἄλλοις ἀνεκλαλήτοις ἀχράντοις καί καθαροῖς ταμιείοις τοῦ Πνεύματος“ καί εἶπε μή εἶναι τέως καιρόν. Ἀλλ᾽ ὅταν σπουδάσῃ ποιῆσαι ὡς τήν δεξιάν τήν ἀριστεράν, καί τόν παλαιόν, κοινόν ἀνθρώπον πρός ὑποδοχήν τοῦ Ἀγίου καί προσκυνητοῦ Πνεύματος, τότε λαμβάνει τό Πνεῦμα καί διδάσκει

αὐτόν πάντα, καί ὁδηγεῖ καί εἰσφέρει αὐτόν εἰς τὰς τοιαύτας σκηνάς, εἰς ἄς ὀλίγοι εἰσέρχονται, δία τήν ταπείνωσιν αὐτῶν καί ὑπακοήν, πραότητά τε καί ὑπομονήν. Μή οὖν ἀργήσῃς, ἀλλ᾽ ἔργασαι“ μή τήν βρῶσιν τήν ἀπολλυμένην, ἀλλά τήν μένουσαν εἰς ζωήν αἰώνιον, ἐν Χριστῷ Ἰησοῦ, τῷ Κυρίῳ ἡμῶν“ ἐν ᾧ ἔρρώσο διά παντός, εὐλογημένε.

ρλς'

Ὁ αὐτός παρεκάλεσε τόν αὐτόν μέγαν Γέροντα, εὔξασθαι ὑπέρ αὐτοῦ, καί δηλωθῆναι αὐτῷ πῶς τις ἀξιοῦται καθαρᾷς καί πνευματικῆς ζωῆς.

Ἀπόκρισις

Ἀδελφέ ἀγαπητέ, ἐν Κυρίῳ“ ἔδωκεν ἡμῖν ὁ Θεός βαδίσαι εὐκόλως εἰς τήν ὁδόν τῶν θελημάτων αὐτοῦ, τήν ἀπάγουσαν εἰς ζωήν αἰώνιον“ καί λέγω τί ἐστι καί πῶς δυνάμεθα καταλαβεῖν αὐτήν, ἴνα οὔτως ἐπιτύχωμεν (σελ. 290) ὅλων τῶν αἰωνίων ἀγαθῶν. ᾽Επειδή ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός εἶπεν «αἰτεῖτε καί δοθήσεται“ ζητεῖτε καί εὑρήσετε κρούετε καί ἀνοιγήσεται ὑμῖν», δεήθητι αὐτοῦ τοῦ ἀγαθοῦ Θεοῦ, ἴνα πέμψῃ ὑμῖν τό Πνεῦμα τό ἅγιον τό Παράκλητον, καί ἐλθόν διδάσκει ὑμᾷς περί πάντων καί τά μυστήρια ὄλα ἀποκαλύπτει ὑμῖν“ ὑπό τούτου ζήτησον ὁδηγηθῆναι. Οὐκ ἀφῇ πλάνην ἡ ρεμβασμόν ἐν τῇ καρδίᾳ οὐκ ἀφῇ ἀκηδίαν οὐδέ νυσταγμόν ἐν τῇ διανοίᾳ“ φωτίζει ὀφθαλμούς' στηρίζει καρδίαν“ ὑψοῖ τόν νοῦν“ τούτῳ κολλήθητι“ τούτῳ πίστευσον“ τοῦτον ἀγάπησον. Σοφίζει γάρ τούς ἄφρονας, γλυκαίνει διάνοιαν, δύναμιν παρέχει, σεμνότητα καί χαράν καί δικαιοσύνην, μακροθυμίαν τε καί πραότητα, ἀγάπην καί εἰρήνην διδάσκει καί χαρίζεται. Ε᾽χεις οῦν τήν στερεάν Πέτραν, μή ὀλιγορήσῃς οὶ ἄνεμοι γάρ καί οὶ ὄμβροι καί ποταμοί οὐκ ἰσχύσουσι καταβαλεῖν τήν ἐπ᾽ αὐτῆς οἰκοδομηθεῖσαν οἰκοδομήν. ᾽᾽Εχεις τόν μέγαν κυβερνήτην, τόν ἐπιτιμῶντα τοῖς ἀνέμοις καί τῇ θαλάσσῃ καί ἡσυχάζουσι καί φυλάττεται μή ναυαγοῦσα ἡ ναῦς. ᾽᾽Εχεις τόν διδάσκαλον τόν ἀγαθόν, νομοθετοῦντα ἐπιλαθέσθαι τῶν εἰς τά ὀπίσω καί ἐπεκτείνεσθαι εἰς τὰ ἔμπροσθεν. Ἰδού θησαυρός ἄσυλος, ἰδού ἀκατάβλητος πύργος. Τί οὐν ψηφίζεις με; Καί οὐ δύναμαι ἐλθεῖν εἰς ταῦτα, ἐάν μή νικήσω τήν ὀργήν καί πνίξω τόν θυμόν καί κτήσωμαι κατάστασιν γαληνότητος, ἐν ἡ ἀναπαύεται το Θεῖον.

Ἀφήσωμεν οῦν τήν πανουργίαν, καί ἀναλάβωμεν ἀκεραιότητα“ βαθουργήσωμεν καί ποιήσωμεν εὐφροσύνης οἰνον“ ἴνα μεθυσθέντες ἐπιλαθώμεθα τῶν θλίψεων καί ὀδυνῶν τῶν κατεχουσῶν ἡμᾶς εἰς ἀπώλειαν ψυχῆς. Ἀδελφέ, θέλημά ἐστι τοῦ Δεσπότου ἡμῶν ἴνα σωθῶμεν' διατί ἡμεῖς οὐ θέλομεν; Εὐξαι οῦν πάντοτε ἐκτενῶς ἴνα ἔλθῃ ἡμῖν ἡ χάρις τοῦ Πνεύματος“ ἐμπλησθέντες γάρ οὶ πατέρες, ἐκολλήθησαν αὐτῷ ἐν τελείᾳ ἀγάπῃ κράζοντες' «τίς ἡμᾷς χωρίσει

ἀπό τῆς ἀγάπης τοῦ Χριστοῦ»; Καί εἶπον, οὐδέν.

Ἀγαπήσωμεν οῦν, ἴν᾽ ἀγαπηθῶμεν“ προσέλθωμεν ἐν ὅλῃ καρδίᾳ, ἴνα προσδεχθῶμεν' λίαν ταπεινωθῶμεν, ἴνα ὑψώσῃ ἡμᾷς“ κλαύσωμεν, ἴνα γελάσωμεν' λυπηθῶμεν, ἴνα χαρῶμεν“ πενθήσωμεν, ἴνα παρακληθῶμεν“ παρακαλέσωμεν ἐλθεῖν ἡμῖν τό Πνεῦμα, ἴνα ὁδηγήσῃ ἡμᾶς ἐν ἀληθείᾳ ὄλη. Οὐ ψεύδεται γάρ ὁ λέγων“ «αἰτεῖτε καί λαμβάνετε». Ὁ Κύριος συνέλθῃ ἡμῖν ἐν πᾶσι κατά τό ἔλεος αὐτοῦ, εἰς τό μαθεῖν ἡμᾷς τίνες ἐσμέν, καί τί χρῄζομεν, ἤ τί θέλομεν.

Αὐτῷ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

ρλη'

Ὁ αὐτός κόψας τήν τῶν πολλῶν συντυχίαν, ἐζήτησε συντυχεῖν τινι, καί ἡρώτησε τόν αὐτόν μέγαν Γέροντα' ἐπειδή ἔχω σχέσιν ἀγάπης μετά τινος ἀδελφοῦ καί θέλει μοι συντυχεῖν, συντύχω αὐτῷ ἡ οὐ;

Ἀπόκρισις

Εἰ ὄλώς ἔχεις σχέσιν ἀγάπης πρός τινα, τί ἔχεις τόν λογισμόν περί τῶν ἄλλων; ὅτι μέσον οὐ συντυχγάνεις αὐτοῖς; ἤ τί;

Μάθε ποῦ εἶ τέως. Καί ἐὰν θέλῃς, μεμφόμενος σεαυτόν σύντυχε“ Εὐξαι ὑπέρ ἐμοῦ.

ρλθ'

Τίς ποτε τῶν Πατέρων πρεσβύτερος, πολλά καμών ἐν ταῖς ἐρήμοις, εἰτα ἐλθών ἡσυχάσαι ἐν τῷ κοινοβίῳ, ἡρώτησε τόν ἄλλον Γέροντα πῶς δεῖ ἄρξασθαι τῆς ἡσυχίας.

Ἀπόκρισις Ἰωάννου.

Ἰωάννης ὁ Βαπτιστής εἶπε τῷ Δεσπότῃ ἡμῶν Χριστῷ τῷ Θεῷ'ἐγώ χρείαν ἔχω ὑπό σοῦ βαπτισθῆναι, καί σύ ἔρχῃ πρός με; Ὅμως καλῶς ἐποίησεν ἡ ἀγάπη σου, διά ταπεινώσεως παιδεύουσα ἡμᾷς, ἴνα κἄν οὔτως αἰσχυνθῶμεν καί εἴπωμεν ἡμῶν τά πάθη «χωρίς γάρ πάσης ἀντιλογίας τό ἔλαττον ὑπό τοῦ κρείττονος εὐλογεῖται». Σύ οὐν ὀφείλεις με θεραπεῦσαι. Σύ γάρ καί πρεσβύτερος εἰ, ὶερεύς τοῦ Θεοῦ πνευματικός, ὄστις καλούμενος ἐλαίῳ ἀλεῖψαι τούς κακουμένους καί θεραπεύων αὐτούς ἀπό τῆς σωματικῆς ἀσθενείας, συμμίσγεις τῇ

ἀλείψει καί ἄφεσιν ἁμαρτιῶν. ᾿Εγώ οὖν ὁ μή ψηφισθείς εἰς κλῆρον διά τήν ἀναξιότητά μου καί ὅτι τό ἄνθος τῶν τριχῶν μου τῶν λευκῶν οὐκ ἐκώλυσε τά νεωτερικά μου ἐνθυμήματα, πῶς δύναμαι τῷ μείζονί μου (σελ. 294) συμβουλεῦσαι, Εἰ γάρ ἦν κατ᾿ ἐμέ ὁ ἐρωτῶν με ἄνθρωπος, οὐκ ἡφιέ με ἡ φλυαρία μου ἡσυχάσαι τοῦ μή ἀποκρίνασθαι αὐτῶ, ἀκατάσχετον γάρ ἔχω τήν γλῶτταν. Καί εἶχον εἰπεῖν αὐτῶ ότι παῖς ἀπό τῶν μικρῶν μαθημάτων προκόπτει ἐπί τὰ μείζονα. Μή οὐκ εἰχεν εἰπεῖν πάντως ναί; Καί ἐπειδή εἴ τι λογίζομαι εἶχον εἰπεῖν αὐτῶ, ἔλεγον αὐτῷ' οὐκοῦν καί σύ ἡσύχασον τάς πέντε ἡμέρας καί συντύγχανε τὰς δύο καί ἐάν ἡ κατά Θεόν τό κάθισμά σου, τοῦτ᾽ ἔστιν ἐάν γινώσκῃς τί ἐστίν ὃ θέλεις καθήμενος, οὐκ ἐμπίπτεις εἰς τάς χεῖρας τοῦ δαίμονος τῆς κενοδοξίας. Ὁ γινώσκων γάρ τί εἰσῆλθε ποιῆσαι εἰς τήν πόλιν αὐτό θέλει καί οὐκ ἐκκλίνει τήν καρδίαν αὐτοῦ, (ἐ)πεί ἐκπίπτει τοῦ ζητουμένου πράγματος.

Συγχώρησόν μοι Ἀββᾷ, ὄτι πρός σέ οὐκ ἔχω ἄλλο τι εἰπεῖν, ἀλλ᾽ εὐξαι ὑπέρ ἐμοῦ διά τόν Κύριον' οὔτε γάρ ἔργον ἔχω οὔτε λόγον͵

'

ρμ ᾽Ερώτησις τοῦ αὐτοῦ πρός τόν αὐτόν.

᾽Επειδή δίδοντός μου τῷ σώματι καί ὑπέρ τήν χρείαν οὐχ ὑπουργεῖ εἰς τήν λειτουργίαν“ καί πάλιν ἔλαττον δοῦναι φοβοῦμαι μή ταχέως καταπέςῆ, τί ὀφείλω περί τούτου ποιῆσαι;

Καί περί τῆς ἁγίας Κοινωνίας, ἐπειδή καθ᾽ ἡμέραν θέλω κοινωνεῖν, εἰς βάρος μοί ἐστι τό ἀνέρχεσθαι πρός με τόν ἀμαρτωλόν τήν ἁγίαν Κοινωνίαν ἡ ὀφείλω κατέρχεσθαι καί κοινωνεῖν;

Καί πῶς πάλιν σώζεται τά τῆς ἡσυχίας;

Ἀπόκρισις

Προεῖπον τῇ ἀγάπῃ σου, Ἀββᾷ, τούς λόγους Ἰωάννου πρός τόν Σωτῆρα“ καί πάλιν προσέθηκας τοῦ γράψαι μοι τῷ ἄφρονι καί ἰδιώτῃ; Εἰ οὖν Ἰωάννην ὕστερον οὐκ ἀντέλεξεν, ἐγώ τίς εἰμι ὁ ἐξουδενωμένος ἀντιλέγειν; Λέγω σοι οῦν τήν ἀλήθειαν, ὅτι οὐδέν εἰμι καί οὐδέν οἶδα“ ἀλλά διά τήν ὑπακοήν, εἴ τι ἔχω ἐν τῇ καρδίᾳ μου λέγω“ οὐ λέγω δέ ὅτι πάντως οὔτως ἐστίν, ἀλλ᾽ ὡς ἔχω λέγω͵

Οὐκ ἀπαιτεῖ ὁ Θεός παρά τοῦ ἀσθενοῦντος λειτουργίαν σωματικήν, ἀλλά πνευματικήν, τοῦτ᾽ ἔστι τήν εὐχήν' φησί γάρ ἀδιαλείπτως προσεύχεσθε. Περί (σελ. 296) δέ τῆς διαίτης τοῦ σώματος, εἰ ὅταν λάβῃ τήν ὶκανήν τροφήν οὐ δύναται λειτουργῆσαι, ἐάν δέ μή λάβῃ φοβούμεθα τήν ἀσθένειαν, κράτει τήν μεσότητα' μήτε ἄνω ἄνω, μήτε κάτω κάτω. Καί πληροῦται ἡ γραφή ἡ λέγουσα“ «μή ἐκκλίνῃς εἰς τά δεξιά, ἡ εἰς τά ἀριστερά». Ἀλλά δός τῷ σώματι τήν χρείαν αὐτοῦ

παραμικρόν. Αὔτη γάρ ἡ ὁδός ἐστι τῶν Πατέρων, τό μήτε σπαταλᾷν, μήτε βαρηθῆναι ἐν τῇ πολιτείᾳ.

Περί δέ τοῦ ἔρχεσθαι τήν ἁγίαν Κοινωνίαν, ὁπότε κατά καταφρόνησιν οὐ γίνεται, ἀλλά κατά ἀσθένειαν, οὐκ ἔστι κατάκρισις“ καί γάρ ὁ ἀρχιατρός πρός τούς πάνυ κάμνοντας, καί κακῶς ἔχοντας δι᾽ ἑαυτοῦ ὑπάγει, ὡς ἤδη πρός ἡμᾶς τούς ἀμαρτώλούς καί κακῶς ἔχοντας, ἀφ᾽ ἑαυτοῦ ἦλθεν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός.

Συγχώρησον, Πάτερ, ὄτι ὑποτασσόμενος ἐλάλησα ὁ ἀνάξιος.

ρμα' ᾽Ερώτησις τοῦ αὐτοῦ πρός τόν αὐτόν.

᾽Επειδή χήρα ἀδικουμένη ἀπέστειλεν παρακαλοῦσα, ἴνα γράψω τῷ δομεστίκῳ βοηθῆσαι αὐτῇ, ἔχω περί τούτου δύο λογισμούς. Ὁ εὶς λέγει, ὅτι εἰς νέκρωσιν ἧλθον ῶδε καί ἀν γράψω αὐτῇ παραβαίνω τήν σύνταξιν τῆς νεκρώσεως' ἐάν δέ μή γράψω, παραβαίνω τήν ἐντολήν τήν λέγουσαν βοηθῆσαι τοῖς δεομένοις. Ποίησον ἀγάπην, Πάτερ, καί εἰπέ μοι τί ποιήσω;

Ἀπόκρισις

Εἰ ῇς νεκρός καί ἡλθε χήρα ἀδικουμένη, ἡδύνου αὐτῇ βοηθῆσαι; Ἐάν δέ ταύτῃ βοηθήσῃς καί ἄλλη ἔλθη, παριδεῖν ἔχεις αὐτήν καί παραβῆναι τότε τήν ἐντολήν; Ὁ νεκρός οὐ φροντίζει τινός τοιούτου' κἄν γογγύσωσι κατὰ σοῦ, οὐδέν σε τοῦτο ἀδικεῖ.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο από τό Βιβλίο:

ΒΑΡΣΑΝΟΥΦΙΟΥ ΚΑΙ ΙΩΑΝΝΟΥ
ΚΕΙΜΕΝΑ ΔΙΑΚΡΙΤΙΚΑ ΚΑΙ ΗΣΥΧΑΣΤΙΚΑ
EΡΩΤΟΑΠΟΚΡΙΣΕΙΣ

Η  επεξεργασία σάρωσις βιβλίου (scaning) , επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Follow by Email

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Γίνεται Μέλος στο Ιστολόγιο

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |