ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Παρακάλεσε τόν Θεό να μου δίνει υπομονή

Κυριακή, 4 Δεκεμβρίου 2016

Παρακάλεσε τόν Θεό να μου δίνει υπομονή



Βαρσανουφίου και Ιωάννου Κείμενα Διακριτικά και Ησυχαστικά
Eρωτοαποκρίσεις
Ἀπόκρισις
Ἀδελφέ, χαίροις ἐν Κυρίῳ. Παρακάλεσον τόν Θεόν δοῦναί μοι ὑπομονήν τελείαν' ἄρχομαι τοῦ πράγματος καί οὐκ ἄγω εἰς τέλος, ἀλλ᾿ εὐθύς παρασαλεύομαι τῆς διαγωγῆς. Καί ἐπιποθῶ ἀρχήν βαλεῖν καί ἐλθεῖν εἰς τέλος, ἀκούων τοῦ Ἀποστόλου λέγοντος περί τῆς ἀρχῆς καί τοῦ τέλους ὅτι «ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργου ἀγαθοῦ, αὐτός καί ἐπιτελέσει, ἔως τῆς ἡμέρας τοῦ Κυρίου ἡ μῶν Ἰησοῦ Χριστοῦ». Κἄν δέ ἐγὼ ὁ ἐλεεινός οὐδέν ποιῶ ἀρέσκον τῷ Θεῷ, διά τήν σοῦ κέλευσιν παρέχω γνώμην ὡς ἀδελφῷ. Λάμβανε τέσσαρα λαΐτινα, εἰ δύναται, εἰς τήν ἑβδομάδα“ καί κατά Κυριακήν διά τήν τοῦ σώματος ἀσθένειαν ἤ ροφήν ἤ ἐκζεστά. Καί ὠς ὑπολαμβάνω, καλῶς λαμβάνεις αὐτά. Εἰ δέ ἐν ἀφροσύνῃ λαλῶ, οὐκ οἶδα“ ὃς γὰρ ἑαυτόν οὐ κυβερνᾷ, πῶς δύναται κυβερνῆσαι ἄλλους; Συγχώρησόν μοι, ἀδελφέ, ὅτι ἐγώ ὤφειλον παρακαλέσαι σε διατάξασθαί μοι, ἀλλ᾿ ἀκμήν οὐκ ἀφῆκέ με ἡ ὑπερηφανία, ἤτις ρίζα πάντων τῶν κακῶν εστιν.Εὐξαι ἀδελφέ ἴνα παρέλθωμεν τό προκείμενον ἡμῖν πέραμα“ γέμει γάρ τῶν κλυδώνων καί κινδύνων, καί ὡς ἀνόητος γελῶ καί ἀδιαφορῶ. Ἀλλ᾿ ὅμως οὐ κόπτω τήν ἐλπίδα' ἐλεήμονα γάρ Δεσπότηνἔχω καί εὔσπλαγχνον. Δός μοι οὖν χεῖρα σήν διά τήν ἀγάπην, καί ἔλκε με πρός αὐτόν, καί διά σοῦ σώζει με τόν ἐλεεινόν.
Αὐτῷ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.


ρξ'

Ὁ αὐτός μή χρησάμενος τῇ ρηθείςῃ αὐτῷ διαίτῃ παρά τοῦ Γέροντος, ἠρώτησεν αὐτόν ἐκ δευτέρου τά αὐτά“ ὁ δέ ἀπεκρίνατο οὔτως.

Ἀπόκρισις

Ἀδελφέ, ἐπειδή εὑρες με κελευόμενον ὑπό τῆς σῆς ἀγάπης, τάχα διά τοῦτο ἀκυροῖς μου τούς λόγους; Καί τοῦτο οὐκ ἀπό σοῦ, ἀλλ᾿ ἡ αἰτία ὄλη παρ᾿ ἐμοῦ ἐστιν, ὅτι λόγοι μου ἄκαρποί εἰσιν. Οὐκ εἰσί γάρ ἀπό πράξεων ὶδρώτων, διά τοῦτο οὐδέ δύναμιν ἔχουσι. Τόν Θεόν παροργίζει ὁ ἐρωτῶν καί παρακούων. ᾿΄Εως σήμερον οὐκ ἔγνωμεν τάς τέχνας τῶν δαιμόνων“ ἀκαταπαύστως κηρύττει ὁ Ἀπόστολος λέγων' «οὐ γάρ αὐτοῦ τά νοήματα ἀγνοοῦμεν».

Θάρσει, ἀδελφέ μου, εἰ μή ὅτι ὁμόψυχόν μου ἔχω σε διά τήν κατά Χριστόν ἀγάπην, δοῦναι σοι ἀπόκρισιν οὐκ εἶχον. Καθώς γάρ καί προεῖπον, τοῦ μέτρου τούτου οὐκ εἰμί. Ἀλλ᾿ ἐπειδή ἐκόλλησέ με ὁ Θεός τῇ σῇ ἀγάπῃ, πάλιν ἐν ἀφροσύνῃ λαλῶ, κάτεχε τά τέσσαρα λαί'τινα εἰς τήν ἑβδομάδα ὠς εἰπόν σοι, καί κατά Κυριακήν ἤ ροφήν ἤ ἐκζεστά διά τήν ἀσθένειαν. Μή ἔχε δέ ἐν τῇ καρδίᾳ σου, ὅτι ἐντολήν σοι δέδωκα“ οὐκ ἔστιν ἐντολή ἀλλά γνώμη ἀδελφοῦ.

᾽᾽Ηνοικται τό στάδιον, δράμωμεν ἴνα καταλάβωμεν“ ἐσμέν γάρ φθαρτοί ἄνθρωποι καί μικροχρόνιοι ἐπί τῆς γῆς, ἴνα εὔρωμεν ἔλεος ἐν τῇ ὥρᾳ ἐκείνη τῇ φοβερᾷ καί φρικτῇ, ἐν Χριστῷ Ἰησοῦ τῶ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

ρξα'

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρός τόν αὐτόν, ἐμφαίνουσα τήν δύναμιν τῆς (ἐρωτήσεως).

(σελ.340)

Αδελφέ, τί ἔχω εἰπεῖν πρός ταῦτα, ὁ μηδέν παντελῶς ποιήσας; Εἰ δέ καί σύ λέγεις ὅτι ἐποίησας καί ποιεῖς, ἐγώ δέ οὐδέποτε μέμνημαι ἐμαυτόν, εἰ μή πάντοτε παροργίζοντα τόν Θεόν ἐν τοῖς ἔργοις μου. Δι᾿ ἔργα οὐν τίποτε οὐ προσδοκῶ, διά δέ τήν φιλανθρωπίαν αὐτοῦ

ἐλπίζω ὄτι σώζομαι“ ἀπέθανε γάρ ἀμαρτώλούς σῶσαι. Κάθημαι οῦν ἐπί τοῦ ὀνόματος αὐτοῦ ἔως ἔλθῃ ἀφ᾿ ἑαυτοῦ καί εἴπῃ μοι «τί θέλεις ποιήσω σοι»; ἴνα εἴπω κἀγώ μετ᾽ ἐκείνοι), «Κύριε, ἴνα ἀναβλέψω». Εἰ εἰχον γάρ καί ἐργα, φοβούμενος τήν κατάκρισιν τοῦ Φαρισαίου, οὐκ ἐτόλμων λαλῆσαι. Ἀλλ᾿ ὅμως λέγω σοι, ἀδελφέ, ὄτι ὄλη μου ἡ ζωή καί ἡ ἐλπίς εἰς αὐτόν κρέμαται' καί παρακαλῶ νυχθημερόν καθαρισθῆναι ἀπό τῶν φανερῶν καί κεκρυμμένων παθῶν.

Τί οὖν ἔχω εἰπεῖν περί κατορθωμάτων, ἀκούων ὅτι «πᾶν στόμα φραγήσεται, καί τά λοιπά», καί πάλιν, «ὁ καυχώμενος ἐν Κυρίῳ καυχάσθω»; Μακάριος δέ ὁ καθαρισθείς ἀπό τῆς ὀργῆς καί τῶν λοιπῶν παθῶν, καί φυλάξας τάς ἐντολάς πάσας καί λέγων, ὅτι «ἀχρεῖός εἰμι δοῦλος». Εἰ δέ ποιοῦμεν ἔν κατόρθωμα καί δι᾽ ἄλλο ἀπόλλομεν αὐτό, τί ὠφέλησεν ἡμᾷς τό καθ᾿ ἡμέραν οἰκοδομεῖν καί καθαιρεῖν; Εἴ τις καταφρονεῖ τῆς δόξης καί ἀτιμίας, ὁ τοιοῦτος δύναται σωθῆναι, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, αὐτῷ ἡ δόξα. Ἀμήν.

Ρξβ΄ ᾽Ερώτησις τοῦ αὐτοῦ πρός τόν αὐτόν

Πάτερ, εὐξαι ὑπέρ ἐμοῦ ὅτι κοπιῶ. Πρό τοῦ με λαβεῖν λόγον πρός σέ κἄν εἴ τι δήποτε ἐδόκουν ποιεῖν, τό κατ᾿ ἐμέ ἀκόπως ἐποίουν. ᾿Εξ ὄτου δέ ἐπέδωκάς μοι λόγον κοπιῶ καί εἰς ἀσθένειαν. Καί πρό τούτου καί περί τοῦ λόγου τούτου ἔγραψά σοι, καί αὐτός ἐλογίσω με ὑψηλοφρονοῦντα, καί περί Φαρισαίου ἔπεμψάς μοι λόγον. Κἀγώ Πάτερ οὐκ εἶπον σοι ὑψηλοφρονῶν, ἀλλά ἀπό ἀνάγκης. Δέομαί σου, ποίησον εὐχήν, ἴνα ἀποκαλύψῃ σοι ὁ Κύριος τί ἐστιν ἐν ἐμοί.

(σελ. 342) Ἀπόκρισις τοῦ μεγάλου Γέροντος.

Ἀδελφέ, ἡ θεία Γραφή λέγει' «πάντα μετά βουλῆς ποίει, καί ἄνευ βουλῆς μηδέν ποιήσῃς». Ὅτε οὐ μετὰ βουλῆς, ἀλλ᾿ ἀπό θελήματος ἰδίου ἐποίεις, οὐκ ἐκοπίας τῷ νῷ' καί γάρ οὐδείς ὁ μή χρῄζων συμβούλου, εἰ μή μόνος ὁ τήν σοφίαν κτίσας Θεός. Ὅτε δέ κατά Θεόν ἐζήτησας κόψαι τό ἴδιον θέλημα, ἐλθεῖν δέ εἰς ταπείνωσιν καί λαβεῖν τόν ἐλάχιστόν σου ἀδελφόν σύμβουλον, παρώξυνας τόν μισόκαλον δαίμονα εἰς φθόνον, τόν ἀεί φθόνον ἔχοντα πρός πάντας. Βλέπεις στρεβλότητα διαβολικήν; Ἀπ᾿ ἐμαυτοῦ οὐ διεταξάμην σοι τίποτε, καί ῄτήσω με καί συνεβούλευσά σοι ὡς ἀδελφῷ“ καί ἀκούσας ἀφῆκας, καί προσθήκην ἐποίησας. Κἀγώ σοι εἶπον τό τοῦ Φαρισαίου' καί γάρ κἀκεῖνος καυχώμενος ἔλεγεν ἄ ἔλεγε. Καί σύ ἐζήτησας πληροφορίαν, καί αὔτη οὐδέν ἄλλο ἐστί, εἰ μή ὑψηλοφροσύνη.

Πρόσχες καί βλέπεις μετά ἀκριβείας, πῶς ὄτε βάλλεις ἀρχήν, εὐθύς φέρει σοι πρόφασιν καί λύεις αὐτήν, καί πάλιν βάλλεις καί εὐθέως

λύεις καί οὐ μνημονεύεις, ὅτι «ὁ ὑπομείνας εἰς τέλος, οὑτος σωθήσεται' καί ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργου ἀγαθοῦ, αὐτός ἐπιτελέσει ἄχρι τῆς ἡμέρας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ». Εἰ ἀναπαύει σε τό ὑπό σαυτοῦ ποιεῖν καθώς ἐποίεις, ἐγώ οὐ λυποῦμαι, οὔτε γάρ Ἀββᾷς τινος θέλω γενέσθαι, οὔτε διδάσκαλος. ᾽᾽Εχω γάρ τόν ἐλέγχοντά με Ἀπόστολον λέγοντα“ «ὁ διδάσκων ἔτερον σεαυτόν οὐ διδάσκεις»;

(σελ. 344) Ἀδελφέ, τῶν σωζομένων ἐστί τό ἐντῆξαι τήν ψυχήν ὠς ἀράχνην. Λοιπόν ὑπομονῆς πολλῆς χρεία, ἔως οὐ διά θλίψεων πολλῶν εἰσέλθωμεν εἰς τήν βασιλείαν τοῦ Θεοῦ, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἀμήν.

Συγχώρησόν μοι, ἀδελφέ, καί εὐξαι ὑπέρ ἐμοῦ.

ρξγ' ᾽Ερώτησις τοῦ αὐτοῦ πρός τόν αὐτόν μέγαν Γέροντα.

Ὁ ζητήσας τό πεπλανημένον πρόβατον, Ἰησοῦ, δίδαξον καί ἡμᾶς πῶς νά ζητήσωμεν τόν ποιμένα. Πάτερ, ἔνα λόγον θέλω ἐρωτῆσαι. ᾿Επειδή γέγραπται «ζητήσατε τόν Κύριον καί κραταιώθητε, ζητήσατε τό πρόσωπον αὐτοῦ διά παντός», πῶς δύναται ἀμαρτωλός ἄνθρωπος ζητῆσαι τόν Κύριον διά παντός; Δίδαξον ἡμᾷς τόν λόγον τοῦτον διά τόν σοφίσαντά σε, ἴνα καί ἡμεῖς διά παντός ζητήσωμεν τό πρόσωπον τοῦ Κυρίου, ὅτι αὐτῷ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

Ἀπόκρισις.

Ἀδελφέ Εὐθύμιε, δέομαι τῆς ἀγάπης σου συγκοπίασόν μου τῇ δεήσει πρός τόν φιλάνθρωπον Θεόν. Καί γάρ ἡ ἀγάπη σου ῄτησέ με γράψαι σοι πῶς νὰ ζητήσωμεν τόν ποιμένα. Καί ἀπό πρώτης ἡμέρας ἔως ἄρτι δέομαι τοῦ Θεοῦ περί τῆς αἰτήσεως σου καί λέγει μοι' καθάρισόν σου τήν καρδίαν ἀπό τῶν λογισμῶν τοῦ παλαιοῦ ἀνθρώπου καί χαρίζομαί σοι τά αἰτήματά σου. Τά γάρ ἐμά δωρήματα, ἐν τοῖς καθαροῖς χωροῦνται καί δώροῦνται. Ὅσον δέ κινεῖται ἡ καρδία σου ἀπό τῆς ὀργῆς καί μνησικακίας καί τῶν ὁμοίων παθῶν τοῦ παλαιοῦ ἀνθρώπου, ἐκεῖ οὐκ εἰσελεύσεται σοφία. Εἰ ἐπιποθεῖς τὰ ἐμά χαρίσματα, τά σκεύη τοῦ ἀλλοτρίου ἔκβαλε ἀπό σοῦ καί τά ἐμά ἀφ᾿ ἑαυτῶν ἔρχονται εἰς σέ. Μή οὐκ ἤκουσας «οὐ δύναται δοῦλος δυσί κυρίοις δουλεύειν»; ᾿Εάν οῦν ἐμοί, οὐ τῷ διαβόλῳ“ ἐάν δέ τῷ διαβόλῳ, ἐμοί οὐδέποτε. (σελ. 346) Εἴ τις οὖν θέλει καταξιωθῆναι τῶν ἐμῶν χαρισμάτων, τὰ ἴχνη μου κατανοήσει“ ότι ὡς πρόβατον ἄκακον ἐδεξάμην ὄλα τά πάθη, μή ἀντιλέξας ἔν τινι. Καί ὑμῖν εἶπον ἔχειν ἀκεραιότητα ὠς αὶ περιστεραί καί ἀντί τούτων ἔχετε ἀγριότητα τῶν παθῶν. «Βλέπετε μή εἴπω ὑμῖν“ πορεύεσθε τῷ φωτί τοῦ πυρός ὑμῶν».

Ταῦτα οὖν ἀκούσας, ἐν πένθει εἰμί καί ὀδυρμῷ ἔως οὑ σπλαγχνισθῇ καί εἰς ἐμέ ἡ ἀγαθότης αὐτοῦ καί ἀπαλλάξει με τῶν δεινῶν παθῶν τοῦ παλαιοῦ ἀνθρώπου, τοῦ δέξασθαι πάντα τά ἐπερχόμενά μοι ἐν ὑπομονῇ πολλῇ. Οἶδας γάρ τί κατεργάζεται ἡ ὑπομονή“ καί ὁ Ἀπόστολος ἐμνημόνευσε περί ταύτης’

Εὐξαι οῦν, ἀδελφέ μου, ἴνα ἔλθῃ μοι. Καί διά τήν ἀγάπην ἔλεγξόν με εἴ τι παρέρχομαι, ἴνα διορθώσωμαι. Καί γάρ ἄφρων εἰμί, ἀλλά ἀγαπῶ τούς διδάσκοντας καί ἐλέγχοντάς με, εἰδώς ὅτι εἰς σωτηρίαν ψυχῆς ἔσται μοι αὐτῶν ἡ διδασκαλία. ᾽᾽Ετι δεήθητι ἴνα φύγω ἀπό τῆς πτώσεως τοῦ δικαιώματος, ὅτι πάντα θλίβομαι. Καί συγχώρησόν μοι κατὰ πάντα, ὅτι εἰς κόπον σε βάλλω πάντοτε, ἀλλά πολύν μισθόν ἔχει τό πρᾷγμα, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν' ᾧ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

Ρξὃ' ᾽Ερώτησις τοῦ αὐτοῦ πρός τόν αὐτόν μέγαν Γέροντα.

Πάτερ, τούς μέν ἐμούς κόπους, οὔς δίδωμί σοι εἰς σεαυτόν ὑπέγραψας. Καί τοῦτο οὶ σοφοί ποιοῦσιν, οὐ διά τό βαστάσαι τό βάρος τοῦ πλησίον καί μόνου, ἀλλά διά πολλούς εἰς ὠφέλειαν τῶν ψυχῶν ἡμῶν. Μάλιστα ὅτι ὡς πατήρ προτρέπεις ἡμᾶς εἰς ἐρώτησιν περί τῆς ὁδοῦ τῆς ζωῆς ἐν τῇ πολλῇ σου ζωῇ. Ἀλλά δέομαι ὄτι λιμένα καί καταφυγήν ἔπεμψέ σε ὁ Κύριος ἐμοί“ ποίησον τό ἔλεος καί παρακάλεσον τόν Δεσπότην, ἴνα ποιήσῃ μετ᾽ ἐμοῦ τό ἔλεος καί φανερώσῃ μοι μικρόν τίποτε, ότι ὡς οὐκ οἶδα ἐμπίπτω. Καί φανέρωσόν μοι ὡς ἐφανέρωσας τό πρῶτον ἴνα μετανοήσω. Καί μετὰ τοῦτο δεῖξόν μοι ὁδόν πῶς ἴνα περιπατήσω, ὄτι ἀνεδέξώ τήν ψυχήν μου.

(σελ. 348) Ἀπόκρισις

Ἀδελφέ, ὡς τῇ ἰδίᾳ μου ψυχῇ λαλῶ, ἔδησε γάρ ὁ Κύριος τήν ψυχήν σου ἐν τῇ ἐμῇ, λέγων, μή ἀποστῇς ἀπ᾽ αὐτοῦ“ ἐπεί οὐκ ἦν ἐμόν διδάξαι σε, ἀλλά μαθεῖν παρά σοῦ. Φοβοῦμαι γάρ τόν λέγοντα, ὅτι «ὁ διδάσκων ἔτερον, σεαυτόν οὐ διδάσκεις»; Καί ἐπειδή (λέγει) ὅτι ἀρκεῖ σοφῷ τό νεῦμα, καί μᾶλλον οὐκ ἤ ρκησέ (σοι), ἀλλά φανερῶς θέλεις ἀκοῦσαι' ἐάν πταίσῃ ἄφρων ἐν λόγῳ, συγγνώμην ἔχει παρά πάντων, ἄφρων γάρ ἐστι καί εἰ τι λαλεῖ οὐκ οἶδεν. Ἐάν δέ σοφός πταίσῃ, συγγνώμην οὐκ ἔχει“ σοφός γάρ ἐστι καί ἐν τῇ γνώμῃ ἔπταισεν. Οὕτως οὖν ἐάν τις τῶν ἔξω ἀδελφῶν πταίσῃ ἐν λόγῳ συγγνώμην ἔχει, ότι μετά πάντων ἐστίν ἐὰν δέ ἡμεῖς οὶ νομιζόμενοι ἔγκλειστοι καί ἡσυχασταί καί παρά τοῖς ἀνθρώποις καλοί, ποίαν ἔχομεν συγγνώμην; Καί ἐπειδή γνῶναι θέλεις φανερῶς τό πρᾷγμα, λέγω, κάθῃ ἔσω ὠς νεκρωθείς τῷ κόσμῳ.

Πῶς ὄτε ἔρχῃ εἰς συντυχίαν ἀπό τῆς ἀγάπης καί τῆς χαρᾶς

μετατρέπῃ εἰς παροξυσμόν καί μνησικακίαν καί μέμφῃ τόν πλησίον ἤ γάρ ἑαυτόν; (ἴσ. καί οὐχ ἑαυτόν;) καί οὐ λέγεις ότι ἐγώ εἰμι ὁ ἀνάξιος, ἀλλά καί ψηφίζεις σεαυτόν; Γινομένης γάρ προφάσεως λέγεις, εἰπέ ότι ἐγώ εἰπον, καί ἀκούουσιν ἡδέως Τί ἔχεις σεαυτόν, ότι ἡδέως δέχονται τόν λόγον σου, ὡς Ἠλίαν τόν προφήτην; Μέμψαι σεαυτόν' καί πάντα τά γινόμενά σοι μάθε ὄτι ἐκτός τοῦ θελήματος τοῦ Θεοῦ οὐ γίνζονται), εἴτε ἀνάπαυσις πρός εὐχαριστίαν, εἴτε θλῖψις πρός ὑπομονήν. Ποῦ ἐστιν ὁ γεγραμμένος λόγος, ὅτι «ἀνέχεσθαι καί τοῦ δέροντος ἡμᾶς εἰς τήν ὄψιν» καί τά λοιπά; Διά τοῦτο μακράν ἐσμεν ἀπό τοῦ Θεοῦ.

Κἄν οῦν τήν ὁδόν θελήσῃς μαθεῖν αὔτη ἐστί, τό ἔχειν τόν δέροντα ὠς τόν θάλποντα' καί τόν ἀτιμάζοντα ὠς τόν δοξάζοντα' καί τόν ὑβρίζοντα ὠς τόν (σελ. 350) τιμῶντα' καί τόν θλίβοντα ὠς τόν ἀναπαύοντα. Κἄν κατά λήθην, ἤ κατά προαίρεσιν μή δώσωσί σοι τήν συνήθειαν, ἴνα μή θλιβῇς, ἀλλά μᾷλλον λέγε, ὅτι εἰ ἦν θελη μα Θεοῦ, εἰχον ἐλθεῖν. Καί ὄτε ἔρχωνται, ἴνα μετά ὶλαροῦ προσώπου δέξῃ χαίρων“ (ἴσ. λέγων) ὅτι ἀνάξιον ὄντα ἠλέησέ με ὁ Κύριος, κατά τόν Δανιήλ, ὄς ὄτε ἐπεσκέψατο αὐτόν ὁ Κύριος, τοῦτο μόνον ἔλεγεν' «ἐμνήσθη γάρ μου ὁ Θεός», ἡγούμενος ἑαυτόν ἀνάξιον. Καί ἀπόθου τό δικαίωμα' ὅτι ἐάν εἴπῃς τίποτε, λέγεις' καλῶς εἰπον' καί ἐάν ἐπινοήσῃς, λέγεις“ καλῶς ἐπενόησα. Καλῶς, καλῶς. Τοῦτο τό καλῶς διά τί οὐ νοοῦμεν ἐν τῷ μή θλῖψαί τινα μήτε ἐν λόγῳ μήτε ἐν ἔργῳ, καί ὁ Θεός συνέρχεται ἡμῖν κατά πάντα;

᾿Επύκτευες φανερῶσαι τόν λογισμόν τοῖς ἀδελφοῖς τοῦ πληρῶσαι το θέλημά σου, ὅτι ἐάν μή σήμερον γένηται τό ἔργον' καί ἔπληξας τόν λογισμόν τῶν νεωτέρων, λεγόντων, ὅτι τί εἰσιν ἄλλα ἡμέραι δύο, ὅτι οὐ βαστάζει ὁ γέρων; Εἰπέ μοι, τό ὄντως ἐγένετο ἔργον; Εἰς τούς οὐρανούς ἀνῆλθες; Ἀλλ᾿ ἀπλῶς ἔπληξες ἀκαίρως ἀπό τοῦ διαβόλου, ἀδελφέ.

Ἀπό τῆς ἄρτι ἀφήσωμεν τούς νεκρούς, θάψαι τούς ἑαυτῶν νεκρούς, καί εὐαγγελισώμεθα τήν βασιλείαν τοῦ Θεοῦ, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ῷ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

ρξε'

᾽Ερώτησις τοῦ αὐτοῦ πρός τόν αὐτόν μέγαν Γέροντα ὡς ἐν προσευχῇ.

Ζωή τῶν ἀπεγνωσμένων μή παρίδῃς με, ὅτι εἰς ἀπόγνωσιν κεῖμαι' ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ καί συνετιεῖ νηπίους. ᾿Εδήλωσάς μοι, ᾿Ἀγιε, ὄτι καθάρισον σεαυτόν καί ἔκβαλε ἀπό σοῦ τόν παλαιόν ἄνθρωπον. Μή ὁ πηλός ἑαυτόν δύναται καθαρίσαι; ᾽᾽Η ἡ οἰκοδομή δύναται ἑαυτήν κοσμῆσαι, εἰ μή ὁ κτίσας αὐτήν κοσμήσῃ; ᾽᾽Η τό κεράμιον τό κτισθέν ὑπό τοῦ κεραμέως δύναται ἑαυτό ὀπτῆσαι, ἐάν μή ὁ πλάσας βάλῃ εἰς τό πῦρ, καί δοκιμάσῃ εἰ εὔχρηστόν ἐστι; Καί αὐτός, ᾿Ἀγιε, εἰ θέλεις σῶσαι τό πλάσμα σου, πέμψον τό θεῖον σου πῦρ, ἴνα ὀπτήσῃ τό (σελ. 352) κεράμιον τό ὑπό σοῦ πλασθέν, ἴνα

δέξηται τό παρά σοῦ ἔλαιον, καί μή ρεύσῃ“ ὄτι σοῦ ἐστιν ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

Ἀπόκρισις

Ἀδελφέ, μή ἀναγκάσῃς με λαλῆσαι τόν θέλοντα ἡσυχίαν καί σιωπήν ἀσπάσασθαι. Τοίνυν στήριξον πρός Κύριον τήν καρδίαν σου, καί καρτέρησον μή σαλευόμενος. Καί γάρ ὁ φθονήσας τῷ Ἀδάμ ἀπ᾿ ἀρχῆς καί ἐκβαλών τοῦ παραδείσου, φθονεῖ εἰς τήν ἐν Χριστῷ ὁμόνοιαν ἡμῶν. Ἀλλ᾿ ὁ εἰπών ὄτι «ἐθεώρουν τόν σατανᾷν ὠς ἀστραπήν πεσόντα ἐκ τοῦ οὐρανοῦ», καταργήσαι αὐτόν ἀφ᾿ ἡμῶν, καί διαρρήξοι αὐτοῦ τά δίκτυα. Σύ οὖν μή τεχνασθῇς ἀπ᾿ αὐτοῦ ἔν τινι, τοῦ σαλευθῆναι ἀπό τοῦ τόπου σου“ καί γάρ οὔτω καί τόν Μάλχον ἐτεχνάσατο. Πικραίνεται γάρ πρός ἡμᾶς τήν μέμψιν φέρωμεν διαπαντός, ὄτι αὔτη ἐστίν ἡ νίκη Καί περί τοῦ ἐνθυμηθῆναι ἀπελθεῖν εἰς τήν ἔρημον, εἶπον οὶ Πατέρες ὄτι τρία κεφάλαιά εἰσι, καί εἴ τις αὐτά φυλάττει, δύναται οἰκῆσαι καί ἀναμέσον τῶν ἀνθρώπων, καί εἰς τάς ἐρήμους, καί ὅπου δ᾽ ἄν ῇ. Τό μέμψασθαι ἑαυτόν, καί τό βαλεῖν ὀπίσω τό θέλημα, καί τό βαλεῖν ἑαυτόν ὑποκάτω πάσης κτίσεώς' ἴνα ἀπ᾽ ἀλλήλων ἐστί, βλέπει γάρ ἀκριβῶς τήν γραφήν πληρουμένην εἰς ἡμᾶς, ὅτι «ἀδελφός ὑπ᾿ ἀδελφοῦ βοηθούμενος, ὠς πόλις ὀχυρά καί τετειχισμένη». Μή δώῃ αὐτῷ ὁ Κύριος πληρῶσαι τό ἴδιον θέλημα εἰς ἡμᾶς, ἀλλά συντρίψοι αὐτόν κατά τόν ἀληθῆ λόγον «ὑπό τούς πόδας ἡ μῶν ἐν τάχει».

Σύ οὖν μή διστάσῃς, ἐλπίζω γάρ ὅτι εἰς μίαν θήκην βληθησόμεθα, ὡς ἤδη προεῖπόν σοι, ὁμοῦ εἰς δύο. Καί ὁ Θεός εἰς τοῦτο συνῆξεν ἡμᾷς, ὠφεληθῆναι ἀπ᾽ ἀλλήλων. Καί οὑτοι οὶ πειρασμοί τύποι γίνονται εἰς ὠφέλειαν καί στερέωσιν τῶν πολλῶν. ᾿Ησύχασον οῦν ἀδλεφέ καί εὐξαι, ἴνα περάσωμεν τό πέραμα τοῦτο, ἴνα μή ματαίως ἀναλώσωμεν ἡμῶν τάς ἡμέρας“ καί γάρ ἤγγισεν ὁ καιρός καί μαίνεται ὁ ἐχθρός. Οὐκ ἐματαίωσεν οὖν ὁ Θεός τόν κόπον σου, μή γένοιτο! Ἀλλ᾿ αὐτός «ὁ θέλων πάντας ἀνθρώπους σωθῆναι καί εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν», (σελ. 354) θέλει σε εἰσελθεῖν εἰς τελειότητα. Εἶπε γάρ τοῖς Ἀποστόλοις «τότε εἴπατε ὄτι ἀχρεῖοι δοῦλοί ἐσμεν». Καί οὕτως ἑαυτούς κρατήσωμεν, καί ποεῖ μεθ᾿ ἡμῶν τό ἔλεος, διά τό ὄνομα αὐτοῦ τό ἐπικληθέν ἐφ᾿ ἡμᾶς. Αὐτῷ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

ρξς'

Δυσπιστίας σπαρείσης ἐν τῷ λογισμῷ τοῦ ἐρωτῶντος Γέροντος εἰς τόν αὐτόν μέγαν Γέροντα φθόνῳ τοῦ διαβόλου διά τήν ὠφέλειαν τῶν αὐτοῦ ἀποκρίσεων, ἐκεῖνος τά τῆς καρδίας αὐτοῦ γνούς, ἐδήλωσεν αὐτῷ ταῦτα.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο από τό Βιβλίο:

ΒΑΡΣΑΝΟΥΦΙΟΥ ΚΑΙ ΙΩΑΝΝΟΥ
ΚΕΙΜΕΝΑ ΔΙΑΚΡΙΤΙΚΑ ΚΑΙ ΗΣΥΧΑΣΤΙΚΑ
EΡΩΤΟΑΠΟΚΡΙΣΕΙΣ

Η  επεξεργασία σάρωσις βιβλίου (scaning) , επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Follow by Email

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Γίνεται Μέλος στο Ιστολόγιο

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |