ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Είδησις πρός τούς Αναγνώστες τήν Βίβλον ταύτην

Κυριακή, 4 Δεκεμβρίου 2016

Είδησις πρός τούς Αναγνώστες τήν Βίβλον ταύτην



Βαρσανουφίου και Ιωάννου
Κείμενα Διακριτικά και Ησυχαστικά
Eρωτοαποκρίσεις

ΕΙΔΗΣΙΣ ΠΡΟΣ ΤΟΥΣ ΑΝΑΓΙΓΝΩΣΚΟΝΤΑΣ ΤΗΝ ΒΙΒΛΟΝ ΤΑὙΤΗΝ

Παλαιοῦ τινος ἁγίου ἀνδρός ἁνωνύμου, τοῦ τάς ἐρωταποκρίσεις ταύτας γραφῇ παραδεδωκότος.
Παρακαλοῦ μεν τούς ἐντυγχάνοντας ταύτῃ τῇ Βίβλῳ, μετ᾿ εὐλαβείας καί πίστεως τά ἐν αὐτῇ γεγραμμένα δέχεσθαι, καί μᾶλλον εἰς μίμησιν βίου καί πράξεων ἀγαθῶν τῶν ταῦτα εἰρηκότων, χάριτι Χριστοῦ σπουδάζειν ἐλθεῖν“ τὸν γάρ ἑαυτῶν βίον ἐν πολλῷ τῷ χρόνῳ, κατά Θεόν δι᾿ ὑπομονῆς καί πίστεως ἐξασκήσαντες, καί, κατά τὸν ἅγιον Ἀπόστολον, νομίμως ἀγωνισάμενοι καί κατά πάντα τῇ ὁδῷ τῶν ἁγίων Πατέρων ἀκολουθήσαντες, ἄξιοι γεγόνασι τῶν τηλικούτων παρά Θεοῦ χαρισμάτων. Μέλποντες δέ ἐντυγχάνειν τοῖς γεγραμμένοις ἐν ταύτῃ τῇ Βίβλῳ, εἰδέναι ὀφείλομεν, ὅτι, τά μέν πρὸς ἀναχωρητάς ἐρρέθη, τά δέ τοῖς ἐν Κοινοβίοις“ ἄλλα δέ, τοῖς ἐν συμφωνίᾳ“ ἔτερα δέ ἱερεῦσι καί φιλοχρίστοις λαϊκοῖς Καί τά μέν νεωτέροις, ἤτοι ἀρχαρίοις, τά δέ προβεβηκόσιν ἤδη καί γεγυμνασμένοις τήν ἔξιν“ καί ἄλλα, τοῖς εἰς τελείωσιν τῆς ἀρετῆς ἐγγίζουσι, καθώς ἑκάστῳ ἤρμοζεν ἀκοῦσαι. Οὐ γάρ τά αὐτά τοῖς πᾶσιν ἁρμόττει διδάγματα' ὥσπερ γάρ ἐπί τῆς σωματικῆς ἡλικίας, ἄλλα τά βρώματα τοῦ γαλακτοτροφουμένου καί ἄλλα τοῦ ἠβῶντος καί τοῦ προβεβηκότος ἔτερα' οὔτω καί ἐπί τῆς πραγματικῆς ἡλικίας. Πολλάκις δέ καί πρός τήν ἀσθένειαν τοῦ λογισμοῦ τοῦ ἐρωτῶντος ἀπεκρίνοντο, οἰκονομικῶς συγκαταβαίνοντες, ἴνα μή εἰς ἀπόγνωσιν  πέσῃ ὁ ἐρωτήσας“ καθώς καί ἐν τοῖς βίοις τῶν Γερόντων εὑρίσκομεν“ καί οὐ χρή ως κανόνα καθολικὸν δέχεσθαι τὰ οὕτω συγκαταβατικῶς πρός τινας, διά τὴν ἀσθένειαν αὐτῶν, εἰρημένα, ἀλλ᾽ εὐθέως διακρίνειν ὅτι πρὸς τὸν ἐρωτήσαντα πάντως καί ἡ ἀπόκρισις παρά τῶν ἁγίων ἁρμοδίώς ἐρρέθη. Συμβαίνει γάρ καί τόν τοιοῦτον ἀνανήψαντά ποτε εὐχαῖς ἁγίων ἐλθεῖν εἰς κατάστασιν πρέπουσαν μοναχοῖς, καί τότε ἀκοῦσαι πάλιν τὰ αὐτῷ συμφέροντα.


Παρακαλῶ δέ ὑμᾶς ἐν Κυρίῳ, ἴνα καί τῆς ἐμῆς ταπεινώσεως μνημονεύητε ἐν ταῖς ὁσίαις ὑμῶν προσευχαῖς, τοῦ ταύτας τὰς Ἀποκρίσεις διά τῆς τοῦ Θεοῦ βοηθείας ταύτῃ τῇ γραφῇ παραδεδωκότος, εἰς ὠφέλειαν τῶν ταύτας ἐν φόβῳ Θεοῦ ἀναγινωσκόντων, ὅπως μή εἰς κρίμα μοι γένωνται οἱ λόγοι τῶν ἁγίων ἀλλά σκεπασθῶ διά τῶν εὐχῶν αὐτῶν τε καί ὑμῶν, νῦν καί εἰς ἡμέραν κρίσεως. Ἀμήν.
Α'. ΑΠΟΚΡΙΣΕΙΣ

ΠΡΟΣ ΤΟΝ ΑΒΒΑ ΙΩΑΝΝΗΝ ΤΗΣ ΜΗΡΟΣΑΒΗΣ

α'

Ἀπόκρισις τοῦ μεγάλου Γέροντος εἴτουν τοῦ Βαρσανουφίου πρὸς τὸν ἀπὸ Μηρωσάβης Ἀββᾶν Ἰωάννην, αἰτήσαντα ἐλθεῖν καί οἰκῆσαι παρ᾿ αὐτοῖς ἐν τῷ κοινοβίῳ.

Γέγραπται ἐν τῷ Ἀποστόλῳ, ὅτι «ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργου ἀγαθοῦ, αὐτός καί τελειώσει ἔως τῆς ἡμέρας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ». Καί πάλιν ὁ Δεσπότης ἡμῶν εἶπε τῷ προσελθόντι αὐτῷ. «Εἴ τις οὐκ ἀποτάσσεται πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καί τῷ γένει, ἔτι δέ μή μισεῖ καί τήν ἑαυτοῦ ψυχήν, οὐ δύναταί μου εἶναι μαθητής». Δυνατὸν δέ ἐστι τῷ Θεῷ πληροφορῆσαι ἐφ᾿ ἡμᾶς τὸν λόγον. Ὅτι «ἰδού δή τί καλὸν καί τερπνόν, ἀλλ᾿ ἤ τό κατοικεῖν ἀδελφούς ἐπί τὸ αὐτὸν»; Εὔχομαι δέ ἴνα φθάσῃς τὸ μέτρον τὸ γεγραμμένον ἐν ταῖς Πράξεσιν' ὅτι ὅσοι εἶχον κτήματα, ἐπώλουν καί φέροντες τὸ τίμημα τῶν πιπρασκομένων, ἐτίθουν πρὸς τοῖς ποσί τῶν Ἀποστόλων.

Καί εἰδώς σου τήν προθυμίαν, κατά Θεόν οὖσαν,  εἶπον  τῷ ἀγαπητῷ υἱῷ ἡμῶν Σερίδῳ, τῷ μετά Θεόν σκεπάσαντι ἡμᾶς ἀπὸ τῶν ἀνθρώπων“ ἐλπίζομεν δέ εἰς τὸν Θεόν, ὅτι καί σέ μεθ᾿ ἡμῶν σκεπάζει ὅτι δέξαι τὸν ἀδελφόν Ἰωάννην μετά ἀγάπης πολλῆς, καί μή διακριθῇ ὅλως. Πρό γάρ δύο ἐτῶν  54 ἀπεκάλυψέ μοι ὁ Θεός, ὅτι μέλλει ἤξειν ἐνταῦθα' καί ὅτι πολλοί τῶν ἀδελφῶν

μέλλουσι συνιέναι πρὸς ἡμᾶς. Καί ἐγώ ἐτήρησα τήν ἀποκάλυψιν, ἕως οὐ μάθω τί ποιεῖ ὁ Κύριος. Ὁς οὐν ἐπληρώθη ὁ καιρός, κἀγώ ἐφανέρωσα ὑμῖν.

Καί ἐπειδή ἐλογίσω, ὅτι ἐξ ὧν φορῶ παρέχω σοι, ἰδού ἐπί τοῦ ἀδελφοῦ ἐπῆρα τό κουκούλιόν μου ἀπὸ τῆς κεφαλῆς μου, καί ἔπεμψά σοι αὐτὸ δι᾿ αὐτοῦ, εἰπών“ δός αὐτῷ καί φέρε σοι ἀντ᾿ αὐτοῦ ἄλλο. Κράτει οὖν τοῦτο ἕως τῆς τελευτῆς σου“ μέλλει γάρ σκεπάσειν σε ἀπὸ πολλῶν κακῶν καί πειρασμῶν. Μή δέσῃς οὖν αὐτὸ τινι“ ἔστι γάρ εὐλογία Θεοῦ ἐκ τῶν χειρῶν μου. Καί σπούδασον τοῦ τελειῶσαί σου τὸ ἔργον, καί εὐλυτῶσαι ἀπὸ παντὸς πράγματος, ὡς ἡμεῖς εὐλυτώσαμεν, καί κάθου μεθ᾿ ἡμῶν μετά ἀμεριμνίας σχολάζων τῷ Θεῶ.

Κἀγώ Σέριδος λέγω σοι πρᾶγμα θαυμαστὸν' ως γάρ ἐλάλησεν ταῦτα ὁ Γέρων, ἐλογισάμην ἐν ἐμαυτῷ. Πῶς ἔχώ κρατῆσαι τοῦ γράψαι ταῦτα; Εἰ ἤθελεν ὁ Γέρων, εἶχον ἐνεγκεῖν ὧδε τὸ μέλαν καί τό χαρτίον, καί ἀκοῦσαι ἕνα λόγον καί γράψαι. Καί αὐτὸς ἔγνω ἄ ἐλογισάμην, καί ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς πῦρ, καί εἰπέ μοι“ ὔπαγε γράψον, μή φοβηθῇς' ἐάν εἴπω σοι μυρίους  56 λόγους φράψαι, οὔτε περισσόν, οὔτε παρά, ἕως ἑνός γράμματος ἀφῇ σε τὸ Πνεῦμα τοῦ Θεοῦ γράψαι αὐτὸ, οὔτε ἐάν σύ θέλῃς' ἀλλ᾽ ὁδηγεῖ τὴν χεῖρά σου πῶς αὐτά γράψεις μετά ἀκολουθίας.

β!

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν, προμηνύουσα αὐτῷ τάς διαφόρως ἐσομένας αὐτῷ θλίψεις, καί τήν σωματικήν ἀσθένειαν καί τήν ἐκ τούτων τῆς ψυχῆς προκοπήν.

Εἰπέ τῷ ἀδελφῷ Ἰωάννη, Στερέώσόν σου τήν καρδίαν ως στερεάν πέτραν. Πέτραν δέ λέγω τὴν νοητήν, πρὸς τὸ δύνασθαι ἀκοῦσαι ἄ μέλλω λέγειν. Πρόσεχε οὐν σεαυτῷ, μήποτε ἀκούσας τοῦτο ἐπαρθῇς ἐν τῇ καρδίᾳ σου, καί ἐκπέσῃς τῆς πνευματικῆς ἐπαγγελίας“ πολλούς γάρ ἀπώλεσεν ἡ τύφώσις καί τῶν θσασάντων εἰς μέτρον. Ἀλλ᾿ ἑτοίμασον σεαυτὸν εἰς εὐχαριστίαν ἐν πᾶσιν, ἀκούσας τοῦ ἁγίου Ἀποστόλου λέγοντος «ἐν παντί εὐχαριστεῖτε». Εἴτε οὖν ἐν θλίψεσιν, εἴτε ἐν ἀνάγκαις ἤ στενοχωρίαις, εἴτε ἐν ἀσθενείαις καί κόποις σωματικοῖς, ἐν πᾶσι τοῖς ἐπερχομένοις σοι εὐχαρίστησον τῷ Θεῷ. Ἐλπίζω γάρ ὅτι καί σύ ἔχεις ἐλθεῖν εἰς κατάπαυσιν αὐτοῦ' «διά πολλῶν γάρ θλίψεων δεῖ ἡμᾶς ἐλθεῖν εἰς τήν βασιλείαν τοῦ Θεοῦ».

Μή οὖν διστάσῃς τῇ ψυχῇ σου καί μή ἐκλυθῇς τήν καρδίαν σου ἔν τινι. Ἀλλά μιμνήσκου τοῦ Ἀποστολικοῦ λόγου «ὅτι εἰ καί ὁ ἔξω ἄνθρωπος ἡμῶν φθείρεται, ἀλλ᾽ ὁ ἔσω ἀνακαινοῦται ἡμέραν ἐξ ἡμέρας». Ἐάν οὖν μή ὑπομένῃς τά πάθη, ἐλθεῖν εἰς τὸν σταυρὸν οὐ δύνασαι' ἐάν δέ βαστάσῃς ἐν πρώτοις τά πάθη, εἰσέρχῃ εἰς τὸν λιμένα τῆς αὐτοῦ καταπαύσεως, καί ἡσυχάζεις λοιπὸν   ἐν πολλῇ ἀμεριμνίᾳ, ἔχων τήν ψυχήν ἐστερεωμένην καί κεκολλη μένην τῷ Κυρίῳ διά παντὸς, ἐν πίστει φρουρουμένην, ἐν ἐλπίδι χαίρουσαν, ἐν ἀγάπῃ εὐφραινομένην, ἐν τῇ ἁγίᾳ καί ὁμοουσίῳ Τριάδι φυλαττομένην. Καί τότε πληρωθήσεται περί σοῦ τὸ εἰρη μένον'

«εὐφρανθήτωσαν οἱ οὐρανοί, καί ἀγαλλιάσθω ἡ γῆ». Αὐτή γάρ ἐστιν ἡ ἀμέριμνος ζωή τοῦ ἀνθρώπου τοῦ Θεοῦ' χαίρει γάρ ὁ Πατήρ καί ὁ Ὑἱὸς καί τὸ ἅγιον Πνεῦμα ἐπί τῇ σωτηρίᾳ τῆς ψυχῆς σου, ἀγαπητέ μου ἀδελφέ.

γ'

Ἀπόκρισις τοῦ ἄλλου Γέροντος πρὸς τὸν αὐτὸν αἰτήσαντα αὐτῷ συντυχεῖν.

Εἰπέ τῷ ἀδελφῷ“ συγχώρησὸν μοι διά τόν Κύριον, ὅτι ἐπιθυμῶ σε ἰδεῖν, ἀλλά διά τήν τῶν ἄλλων συνείδησιν, οὐχ εὑρίσκω ἐλευθερίαν' συγχαίρω δέ τῇ ἀγάπῃ σου ἐπί ταῖς πεμπομέναις σοι παρὰ τοῦ ἁγίου Γέροντος εὐλογίας, καί μακάριος εἰ τούτων ἀξιώθείς.

ὃ!

Πειρασμοῦ κινηθέντος τοῖς μοναχοῖς τοῦ τόπου ἔνθα διῆγεν ὁ Ἀββᾶς Ἰωάννης, πρίν ἐλθεῖν εἰς τὸ κοινόβιον, καί μελλούσης κινεῖσθαι ἐπει ταραχῆς ὄντος αὐτοῦ ἐκεῖ, τοῦτο προθεώρήσας ὁ μέγας Γέρων τῷ πνεύματι, γράφει αὐτῷ ταῦτα.

Γράψον τῷ ἀδελφῷ Ἰωάννῃ“ ἰδού πέμπω σοι τρεῖς μαρτυρίας ἀπό τῆς τοῦ Θεοῦ δυνάμεώς καί ἀπό τῶν Γραφῶν τοῦ ἁγίου Πνεύματος, ἐν αἷς ἐξυπνίζω σου τὸν νοῦν εἰς ἐγρήγορσιν Θεοῦ καί εἰς νοήματα τοῦ ἁγίου Πνεύματος, εἰς τό γνῶναί σε τά περί τοῦ ἐνεστῶτος καιροῦ τί ἐστι. Πρώτη μαρτυρία αὔτη ἐστίν. Εἶπεν ὁ Θεὸς διά τοῦ ἁγίου Προφήτου Ἡσαΐου“ «βάδιζε λαός μου εἴσελθε εἰς τὸ ταμιεῖόν σου, ἀπόκλεισον τὴν θύραν σου, ἀποκρύβηθι μικρὸν ὅσον ὅσον ἔως ἀν παρέλθῃ ἡ ὀργή Κυρίου». Ἡ δέ δευτέρα μαρτυρία αὔτη ἐστίν' «ἐξέλθετε ἐκ μέσου αὐτῶν καί ἀφορίσθητε, καί ἀκαθάρτου μή ἄπτεσθαι, λέγει Κύριος, κἀγώ εἰσδέξομαι ὑμᾶς, καί ἔσομαι ὑμῖν εἰς Πατέρα, καί ὑμεῖς ἔσεσθέ μοι εἰς υἱούς καί θυγατέρας, λέγει Κύριος Παντοκράτωρ». Τρίτη μαρτυρία' «βλέπετε πῶς περιπατεῖτε μή ὡς ἄσοφοι, ἀλλ᾽ ὡς σοφοί, ἐξαγοραζὸμενοι τὸν καιρὸν ὅτι αἱ ἡμέραι πονηραί εἰσιν».

᾿Εγώ δέ λέγω σοι, τρέχε πρός τά προκείμενά σοι, καί τελείωσὸν σου τὸ ἔργον ταχέως, μεμνημένος τοῦ Κυρίου σου λέγοντος' «οὐδείς βαλών τήν χεῖρα αὐτοῦ ἐπ᾿ ἄροτρον καί στραφείς εἰς τά ὀπίσω, εὔθετός ἐστιν εἰς τήν βασιλείαν τῶν οὐρανῶν» ἐγώ γάρ βλέπω τὸν ἡσύχιόν σου βίον, τὸν μένοντά σε ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡ μῶν, ᾧ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

ε'

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν Ἀββᾶ λυπηθέντα ὅτι ἐχρόνισεν ἐλθεῖν ὁ Ἀββᾶς Ἰωάννης, καί ἐκ τούτου νομίσαντα ὅτι οὐκ ἔρχεται.

Μή ἀθυμήσῃς, τέκνον, μηδέ λυπηθῇς περί τοῦ ἀδελφοῦ ἡμῶν' καί γάρ εἰ καί ἄπεστι τῷ σώματι, ἀλλά πάρεστι τῷ πνεύματι, καί σύν ἡμῖν ἐστι διά παντὸς. Ὁμὸψυχος γάρ ἡμῶν ἐστι, καί οὐδέν αὐτὸν χωρίζει ἀπό  62 τῆς ἡμῶν ἀγάπης, ἀπὸ τοῦ νῦν καί ἕως τοῦ αἰῶνος.

ς’
Ἐπιστολή τοῦ αὐτοῦ μεγάλου Γέροντος γραφεῖσα πρὸς τὸν Ἀββᾶν Ἰωάννην, ποιοῦντα ἐν τῇ αὐτοῦ χώρᾳ τινάς χρείας τῷ κοινοβίῳ, καί ὀχλού μενον ὑπὸ σωματικοῦ πολέμου.
Γράψον τῷ ἀδελφῷ, ὡς ἔτι εἶ ἔξω ποιῶν τὸν κόπον σου κατά τήν δύναμίν σου διά τόν Θεόν καί διά τάς ψυχάς τῶν ἀδελφῶν Θ μᾶλλον δέ διά τήν ἡ μῶν καί σοῦ ἀνάπαυσιν καί ἡσυχίαν - ἐάν γάρ ἀναπαυθῶσιν οἱ ἀδελφοί καί σκεπασθῶσι δι᾿ ἡμῶν, καί ἡμεῖς δι᾿ αὐτῶν εὑρίσκομεν τελείαν ἡσυχίαν' καί πληροῦται ἐφ᾿ ἡμᾶς ὁ λόγος ὁ γεγραμμένος. «Ἀδελφὸς ὑπ᾿ ἀδελφοῦ βοηθούμενος ως πόλις ὀχυρά καί τετειχισμένη» κόψον τάς σχέσεις ὅλας καί τάς προφάσεις ἄς ἔχεις ἔως εἰ ἔξω, καί μή ἐάσης πρόφασιν μηδέ σχέσιν μετά τινος ἔλκουσάν σε εἰς τά ὀπίσω“ ἐάν γάρ μή οὔτως, οὐχ ἡσυχάζεις ἐν τελείᾳ ἡσυχίᾳ“ οὕτω γάρ καί ἡμεῖς ἐποιήσαμεν. Ταῦτα οὖν ποιῶν, τελείως ἐλπίζω ὅτι ἡσυχάζεις“ καί γάρ μεθ᾿ ἡμῶν γίνεταί σου ὁ κλῆρος καί τὸ μέρος μεθ᾿ ἡ μῶν εἰς τὸν αἰῶνα.
Μηδείς μάθῃ τέως τά γραφόμενά σοι. Ποιῶν οὖν τὸν κόπον, ἐάν κατευοδοθῇ τὸ πρᾶγμα ἔμποσθέν σου, εὐχαρίστησον τῷ Θεῷ καί εὔχου αὐτῷ' τοῦτο γάρ ἐστι τὸ «ἐν παντί εὐχαριστεῖτε». Καί μή ἀμελήσωμεν ἀποδοῦναι τήν εὐχαριστίαν τῷ Θεῷ, καθώς ἐκεῖνος περί οῦ εἶπας ποτέ τήν παραβολήν. Ὅτι ἀπήρχετο εὔξασθαι εἰς τήν Ἐκκλησίαν οἰκονομηθῆναι τροφήν, καί ἀπήντησεν  64 αὐτῷ τις ποτε λέγων, ὅτι ἀρίστησον σήμερον μετ᾽ ἐμοῦ, καί ὑπαγε εὔξου“ καί εἶπεν οὐχ ὑπάγω, τοῦτο γάρ ἀπηρχὸμην αἰτήσασθαι παρά τοῦ Θεοῦ. Ἀλλ᾽ ἡμεῖς, ἐἀν εὔρωμεν, ἐάν μή εὔρωμεν, τήν εὐχήν καί τήν εὐχαριστίαν ἀποδώσωμεν τῷ Θεῷ.
Βλέπε δέ τοῦ βαστάσαι τήν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματί σου διαπαντός.
ς'
Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν μέλλοντα ἀπέρχεσθαι μετά τῶν ἀδελφῶν συλλέξαι ἐργόχειρον, καί φοβηθέντα τὴν ἐρημίαν τῶν τόπων. Καί ὑπὸμνησις τοῦ νήφειν αὐτὸν πρὸς τὸν παρενοχλοῦντα αὐτῷ σωματικὸν πόλεμον. Καί ἐπαγγελία τῆς τοῦ Θεοῦ συνεργείας πρός τήν σπουδαζομένην αὐτῷ πρὸς αὐτούς ἀναχώρησιν.
Εἰπέ τῷ διά τοῦ ἄνωθεν θείου νεύματος κληθέντι πρὸς ἡμᾶς οἰκῆσαι, οὐ μόνον ἐν τῷ νῦν αἰῶνι, ἀλλά καί ἐν τῷ μέλλοντι, ἀδελφῷ ἡμῶν γνησίῳ καί ὁμοψύχῳ Ἰωάννῃ. Εἶπεν ὁ δεσπότης ἡ μῶν Χριστός τοῖς ἑαυτοῦ μαθηταῖς: «Οὐχί δύο στρουθία ἀσσαρίου πωλεῖται; Καί ἔν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπί τῆς γῆς, ἄνευ τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς; Ὑμῶν δέ καί αἱ τρίχες τῆς κεφαλῆς ἠριθμημέναι εἰσί. Μή οὖν φοβηθῆτε, πολλῶν στρουθίων διαφέρετε  66 ὑμεῖς“ πᾶς ὅς τις ὁμολογήσει ἐν ἐμοί ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγώ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς».

Πρόσεχε οῦν σεαυτῷ νηφαλέως θεῖναι τὸν Θεὸν ἔμποσθέν σου διά παντός, ἴνα καί περί σοῦ πληρωθῇ ὁ προφητικὸς λόγος“ «προωρώμην τὸν Κύριον ἐνώπιόν μου διά παντός, ὅτι ἐκ δεξιῶν μου ἐστιν, ἴνα μή σαλευθῶ». Ἐκτεινον οῦν τάς χείράς σου ἐξ ὅλης σου τῆς ψυχῆς ἐπί τά προκείμενά σοι“ καί ἐν τούτοις μελέτησον διά παντὸς ὅπως ἀκούσῃς τῆς φωνῆς τοῦ Θεοῦ πρὸς σέ λεγούσης. «Ἰδού ἀποστέλλω τὸν Ἄγγελόν μου πρὸ προσώπου σου, ὅς κατασκευάσει τήν ὁδόν σου ἔμπροσθέν σου».
ηι'
Ὁ αὐτὸς ἱκανῶς κοπωθείς καί μή εὑρών ἐργόχειρον ἐλυπεῖτο καί ἐθαύμαζε, πῶς κατά τόν λόγον τοῦ Γέροντος «οὐκ ἐπέμφθη ὁ Ἄγγελος πρὸ προσώπου αὐτοῦ», μή εἰδὼς ὅτι τοῦτο ἐρρέθη αὐτῷ πρός τὴν εὐλογίαν τῆς ἀναχωρήσεως. Καί διά τοῦτο γράφει αὐτῷ ὁ Γέρων ταῦτα. Γράψον τῷ ἀδελφῷ“ ὅσον ἐστί τὸ πλοῖον ἐν τῇ θαλάσσῃ, ἐκδέχεται κινδύνους καί προσβολήν ἀνέμων. Ἐάν δέ φθάσῃ εἰς τὸν τῆς ἡσυχίας λιμένα καί τόν τῆς εἰρήνης, οὐκ ἔτι ἔχει φόβον κινδύνων κάι θλίψεων καί προσβολῶν ἀνέμων, ἀλλ᾽ ἐν γαλήνῃ ἔσται. Οὔτω καί ἡ ἀγάπη σου ὅσον εἰ μετά τῶν ἀνθρώπων, προσδὸκησον θλίψεις καί κινδύνους καί προσβολήν τῶν νοητῶν ἀνέμων, ὅταν δέ φθάσῃς εἰς τά ἡτοιμασμένα σοι, τότε ἄφοβος ἔσῃ.
Περί δέ οὐ προεῖπον, ὅτι εἶπεν ὁ Δεσπότης ἡ μῶν «ὅτι ἰδού ἀποστελῶ τὸν Ἄγγελόν μου πρὸ προσώπου σου», ἐπέμφθη. Περί δέ τοῦ μή εὑρεῖν ἐργόχειρον, εἶπεν ὁ Θεός ἐν τῷ μωσαϊκῷ βιβλίῳ“ «διά τοῦτο ἐκύκλωσέ σε καί ἐπαίδευσέ σε καί ἐλιμογχὸνησέ ἐν τῇ ἐρήμῳ ἐκείνῃ τῇ φοβερᾷ, γνῶναι τά ἐν τῇ καρδίᾳ σου». Νὸησον τά λεγόμενά σοι παρ᾿ ἐμοῦ καί ἑδραίως κάμε καί ἀδιστάκτως, ἀγαπητέ ἀδελφέ.
θ'
Ἐπιστολή τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς αὐτὸν ἀπελθόντα εἰς ἀπόκρισιν τοῦ κοινοβίου, καί διά τό πολλήν εὑρεῖν θλῖψιν ὀλιγώρήσαντα

Γράψον, τέκνον, τῷ ἀδελφῷ ἡμῶν Ἰωάννῃ ἀσπασμὸν ἐν Κυρίῳ, ἐξ ἐμοῦ καί σοῦ καί τοῦ ἀδελφοῦ ἡμῶν Ἰωάννου καί εἰπέ αὐτῷ“ μὴ ἐκκακήσῃς ἐν ταῖς θλίψεσι καί τοῖς σωματικοῖς πόνοις, οὔς ὑπομένεις καί κοπιᾶς δι᾿ ἡμᾶς καί διά τό ἡμῶν κοινόβιον' ἔστι γάρ καί τοῦτο τοῦ θεῖναι τήν ἑαυτοῦ ψυχήν ὑπέρ τῶν ἀδελφῶν, καί ἐλπίζω ὅτι πολύς ὁ μισθὸς τοῦ κόπου τούτου. Καί ως κατέστησεν ὁ Θεὸς τὸν Ἰωσήφ θρέψαι τούς ἀδελφούς αὐτοῦ ἐν λιμῷ ἐν Αἰγύπτῳ, οὔτω καί σέ κατέστησε βοηθῆσαι τῷ κοινοβίῳ μετά τοῦ τέκνου ἡμῶν Σερίδου' κἀγώ σοι λέγω τὸν ἀποστολικόν λόγον τὸν πρὸς Τιμόθεον' «σύ οῦν τέκνον ἐνδυναμώθητι χάριτι Πνεύματος ἁγίου».
Βλέπω γάρ σου τὴν ἡσυχίαν πῶς μέλλει ἔρχεσθαι καί συγχαίρω σοι ἐν Κυρίῳ“ ὅσον γάρ ἔξω διάγεις, θλῖψιν καί κόπον σωματικὸν μέλλεις εὑρίσκειν ὅταν δέ φθάσῃς εἰς τὸν τῆς ἡσυχίας λιμένα, ἀνάπαυσιν καί εἰρήνην εὑρίσκεις ἀψευδής γάρ ἐστιν ὁ Δεσπότης ἡμῶν ὁ λέγων“ «ὅτι δώσω αὐτοῖς ἐν τῷ νῦν αἰῶνι ἑκατονταπλασίονα, καί ἐν τῷ μέλλοντι ζωήν αἰώνιον».
Προθύμως οῦν κοπίασον, ἀδελφέ, ὅπως εὔρης, πλείονα τήν ἀγάπην καί τὴν ἀνάπαυσιν. Πρὸ τοῦ γάρ φθάσαι τὸ πλοῖον τὸν λιμένα, κρούεται καί χειμάζεται ἀπὸ τῶν κυμάτων καί τῶν κλυδώνων“ ἐάν δέ φθάσῃ εὑρίσκεται λοιπὸν εἰς πολλήν γαλήνην. Νόησον τά λεγόμενα καί φύλαξον.
«Δώῃ γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσιν».
Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν, λίθου πεσόντος κατά τοῦ ποδὸς αὐτοῦ καί πολλήν αὐτῷ κινήσαντος ὀδύνην καί ἀθυμίαν.
Ἀγαπητῷ ἀδελφῷ Ἰωάννην ἐν Κυρίῳ χαίρειν. Κατά τὸν κόπον τοῦ σώματός σου τὸν δι᾿ ἡμᾶς καί τὸ σύντριμμα τοῦ ποδὸς σου διά τόν Θεόν, ἐμπλῆσαι ὁ Δεσπότης Θεὸς τὴν ψυχήν σου, ἀγαπητέ μου, τῶν ἐπουρανίων ἀγαθῶν ἑκατονταπλασίονα. Κατανόησον τά γραφόμενα παρ᾿ ἐμοῦ, ἀδελφέ, καί κρύψον παρά σεαυτῷ“ ἀκουτιεῖ γάρ σε χαρμονήν ἐπουράνιον, δεσποτικήν, θεϊκήν. Ἐν ὀνόματι γάρ τῆς ἁγίας Τριάδος, εὑρίσκω ὅτι συγκληρονόμος εἰ τῶν ἐμῶν χαρισμάτων, τῶν παρά Θεοῦ δοθέντων μοι' καί κατά πρόσβασιν προσδοκῶ ὅτι ταχέως φθάνεις' ἔστι γάρ ὁ διά κόπων κατά Θεόν φθάνων εἰς τήν αὐτοῦ κατάπαυσιν“ ἔστι πάλιν ὁ διά ταπείνωσιν φθάνων εἰς αὐτήν.  70 Ἐλπίζω δέ ὅτι κατ᾽ ἀμφότερα ἔξεις, ἐν τῷ ἀποθανεῖν τήν ὀργήν σου, πνιγέντος τοῦ θυμοῦ ἀπὸ τῆς καρδίας σου καί τότε πληροῦται εἰς σέ ὁ γεγραμμένος λὸγος' «ἴδε τήν ταπείνωσίν μου καί τὸν κόπον μου καί ἄφες πάσας τάς ἁμαρτίας μου».

Καί ἐπειδή εἶπον ὅτι κατά πρόσβασιν φθάνεις, κατανόησον τά Εὐαγγέλια, πῶς καί ποσάκις δέδωκεν ὁ Χριστὸς τά χαρίσματα τοῖς μαθηταῖς περί ἰάσεων καί ἐκβάσεων δαιμόνων, τήν δέ τελειότητα ἴσ. δέδωκε περί ἀφέσεως ἁμαρτιῶν, εἰπών αὐτοῖς“ «ων ἀφῆτε τάς ἁμαρτίας ἀφέωνται». Ἐάν οὖν διά τὸν κόπον σου τὸν διά τὸν Θεὸν ἀφήσῃ σοι τάς ἁμαρτίας σου, ἰδού τὸ μέτρον ὅ θέλω σε καταλαβεῖν. Ἐάν δέ δυσνόητα ρήματα ἐν τῇ ἐπιστολῇ ἀναγνῷς, ἐρώτησον τὸν ὁμόψυχὸν σου Σέριδον, υἱὸν δέ ἐμοῦ ἀγαπητόν, καί διά τῆς τοῦ Θεοῦ χάριτος φράσσει σοι τά δυσνόητα. Ἐδεήθην γάρ τοῦ Θεοῦ ὑπέρ αὐτοῦ καί περί τούτου.

Σύ οῦν ἄνθρωπε τοῦ Θεοῦ, ἀκαταπαύστως τρέχε τήν ὁδόν τήν ἡτοιμασμένην, ὅπως μετά χαρᾶς φθάσῃς, ὅν ἐφθάσαμεν τοῦ Χριστοῦ λιμένα καί ἀκούσῃς τῆς φωνῆς τῆς πεπληρωμένης χαρᾶς καί ζωῆς καί φωτὸς καί ἀγαλλιάσεως, λεγούσης πρὸς σέ' «εὐ δοῦλε ἀγαθέ καί πιστέ, ἐπί ὀλίγα ἧς πιστὸς, ἐπί πολλῶν σε καταστήσω, εἴσελθε εἰς τήν χαράν τοῦ Κυρίου σου».

Χαίροις ἐν Κυρίῳ, χαίροις ἐν Κυρίῳ, χαίροις ἐν Κυρίῳ' ὁ Κύριος φυλάξοι τήν ψυχήν σου καί τὸ σῶμά σου ἀπὸ παντὸς κακοῦ καί παντός ἐναντιώματος διαβολικοῦ καί φαντασίας πάνυ θορυβώδους' ὁ Κύριος ἔσται σοι φῶς, σκέπη σου, ὁδός σου, ἰσχύς σου, στέφανός σου ἀγαλλιάσεως καί ἀντίληψις αἰωνία. Πρόσεχε σεαυτῷ, γέγραπται γάρ“ «τά ἐκπορευόμενα διά τῶν χειλέων Θμου οὐ μή ἀθετήσωὓ».
ια'
Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς αὐτὸν, παραινοῦσα αὐτὸν διά παντὸς μνημονεύειν τῶν αὐτῷ γραφομένων, εἰς ὠφέλειαν αὐτοῦ καί στηριγμὸν τῆς αὐτοῦ καρδίας.

Εἶπεν ὁ Σολομών περί τῶν γονέων αὐτοῦ' «οἴτινες καί ἐδίδασκόν με καί ἔλεγον' ἐρειδέτω ὁ λόγος ἡμῶν ἐν τῇ καρδίᾳ σου». Οὔτω κἀγώ σοι λέγω, ἀδελφέ' ἐρειδέτώσαν οἱ λόγοι μου ἐν τῇ καρδίᾳ σου. Καί μελέτησον πάντα τά γραφόμενά σοι παρ᾿ ἐμοῦ διαπαντός, καθώς εἶπεν ὁ Θεός διά στόματος Μωσέως' «ἄφαψαι αὐτά εἰς τήν δεξιάν σου χεῖρα, καί ἔσται ἀσάλευτα πρὸ ὀφθαλμῶν σου διὰ παντός“ καί μελέτησον αὐτά κοιταζόμενος καί ἀνιστάμενος καί περιπατῶν ἐν τῇ ὁδῷ καί κοιταζόμενος ἐν οἴκῳ». Δεῖξον οὐν τά αὐτά ἐν τελειότητι ἔργων καί ὁ Θεός μου ἔσται μετά σοῦ εἰς τούς αἰῶνας. Ἀμήν.
ιβ'
Ὁ αὐτὸς ἐπέταξεν ἀδελφῷ ἔργον, καί ὡς οὐκ ἐποίησεν αὐτὸ γοργῶς, ἐπετίμησεν αὐτῷ. Καί πρὸς τοῦτο ἐδήλωσεν αὐτῷ ὁ Γέρων ταῦτα.
Εἰπέ τῷ ἀδελφῷ Ἰωάννῃ“ ὁ καιρὸς οὑτος ἁπαλὸς ἐστι καί πολλῷ
κόπῳ εὑρίσκεις εἰς τὸν νοῦν καιρὸν ἄνθρωπον ἔχοντα στερεάν καρδίαν. Ἀλλά κράτησον τὸν λόγον τοῦ ἁγίου Ἀποστόλου λέγοντος' «ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον ἐν πάσῃ μακροθυμίᾳ καί διδαχῇ».
ιγ'
Οἰκοδομῆς γενομένης ἐν τῷ κοινοβίῳ, αὐτὸς ὡς ἔμπειρος ἐχάραξε τά μέτρα τοῦ ἔργου. Καί λάθρᾳ αὐτοῦ τινές τῶν ἀδελφῶν ὡς καλόν τι νομίζοντες ποιεῖν προσέθηκαν αὐτοῖς, καί μικρόν τι παρέβλεψαν, καί ταραχθέντες αὐτοῦ καί ὀλιγωρήσαντος ἐξ αὐτῶν, δηλοῖ αὐτῷ ὁ Γέρων ταῦτα.

Εἰπέ τῷ ὁμονοοῦντι ἡ μῶν ἀδελφῷ ᾿|ώάννῃ᾽ πολλά τά γραφόμενά σοι παρ᾿ ἐμοῦ διά χειρὸς τοῦ γνησίου καί ἀγαπητοῦ τέκνου ἡμῶν, τοῦ ἐξ ὅλης τῆς ἑαυτοῦ ψυχῆς ἀγαπῶντος ἡμᾶς τούς τρεῖς ἐξίσου ἐν τελείᾳ ἀγάπῃ. Καί ταῦτα πάντα οὐκ ἐξ ἰδίου θελήματος γράφω, ἀλλ᾽ ἐκ κελεύσεως τοῦ ἁγίου Πνεύματος“ ὅλα δέ πρὸς διόρθωσιν καί ὠφέλειαν ψυχῆς, καί συνειδήσεως τοῦ ἔσω ἀνθρώπου' πρὸς δέ θλῖψιν καί παιδείαν σώματος καί συντριβήν καρδίας σου.
 Πρῶτον πρόσεχε ἀπὸ τοῦ πνεύματος τῆς ἀκηδίας“ γεννᾶ γάρ πᾶν κακὸν καί ποικίλον πρᾶγμα. Ἐάν γάρ γράφω σοι οὔς ὑπέμεινα πειρασμούς, ἔτι λέγω σοι οὐ βαστάζουσι τά ὦτά σου, ἀλλά τάχα οὐδέ ἄλλου τινός εἰς τὸν καιρὸν τοῦτον. Ἐλπίζω δέ ὅτι φθάνεις, καί οὐ μόνον ἀλλά καί αὐτοψεῖ ἰδεῖν αὐτούς ἔχεις, καί λυτρωθῆναι ἀπ᾿ αὐτῶν χάριτι Χριστοῦ διά πίστεως.
Διατί ἐκλύεται ἡ καρδία σου ἀπὸ ὀλιγωρίας, ἀπὸ τῶν τοῦ Χριστοῦ προβάτων; ᾽᾽Η οὐκ οἶδας οἴαν κεφαλαλγίαν ὑπομένει ὁ καλὸς διδάσκαλος ἀπὸ τῶν παιδίων, ἕως οὐ εὐδοκιμήσωσι; Καί τοῦτο ὅτι ἤκουσας παρ᾿ ἐμοῦ τὸν ἀποστολικόν λόγον' «ὅτι ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον ἐν πάσῃ μακροθυμίᾳ καί διδαχῇ».
Ἄκουσον καί πρόσχες ἄ λέγω σοι“ ἡ μακροθυμία γεννήτριά ἐστιν ὅλων τῶν ἀγαθῶν. Κατανόησον τὸν Μωσέα ἐκλεξάμενον ἑαυτῷ «συγκακουχεῖσθαι τῷ λαῷ τοῦ Θεοῦ, ἤ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν». Ὅταν οὖν ταράσςῃ σε ὁ λογισμός ἀπό τοῦ δαίμονος πρός τινα ἄνθρωπον, εἰπέ τῷ λογισμῷ μετά μακροθυμίας“ ὑπετάγην ἐγὼ τῷ Θεῷ ἴνα δουλαγωγήσώ ἄλλους; Καί παύεται ἀπὸ σοῦ. Ἐδραίως καί κραταιῶς δράμε μνημονεύων μου τῶν λόγων, μᾶλλον δέ τοῦ Κυρίου, ὅπως καί σύ καταλάβῃς ἡμᾶς, ἐν Χριστῷ Ἰησοῦ, τῷ Κυρίῳ ἡμῶν. Γένοιτο, γένοιτο.
Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν, ὅτι βαρέως ἤνεγκεν ἀκούσας, ὅτι τις τῶν ἀδελφῶν, ως εὐτελίζών αὐτὸν ἔλεγε' τίς γάρ ἐστιν οὗτος, ἤ πόθεν, ὅτι αὐτὸς θλίβεται;
Εἰπέ τῷ ἀδελφῷ' καθώς ἐδικάζετο Μιχαήλ περί τοῦ σώματος Μωσέως, οὔτως ἀγωνίζομαι ὑπὲρ σοῦ ἕως οὐ ἀπαλλαγῇς ἀπὸ τοῦ παλαιοῦ ἀνθρώπου. Ἐγόγγυζον γάρ οἱ Ἰουδαῖοι περί τοῦ Σωτῆρος λέγοντες“ «οὐχ οὑτὸς ἐστιν ὁ υἱὸς Ἰωσήφ; Οὐχί τήν μητέρα καί τούς ἀδελφούς γνωρίζομεν;». Ταῦτα κατανόησον καί ὑπόμεινον ἕως τέλους.
ιε'
Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν οὔπω καθαρεύσαντα τῆς αὐτῆς ἀθυμίας.

Εἰπέ τῷ ἀδελφῷ' ἐμνήσθην τῆς προφητείας τοῦ ἁγίου Ἱερεμίου τοῦ προφήτου λέγοντος' «τίς δώσει τῇ κεφαλῇ μου ὔδωρ καί τοῖς ὀφθαλμοῖς μου πηγήν δακρύων, καί κλαύσομαι τὸν λαὸν τοῦτον ἡμέρας καί νυκτός»; Προσεδόκων γάρ σε τὴν στερεάν τροφήν διαθρέψαι, καί βλέπω σε πάλιν χρῄζοντα τοῦ γάλακτος. Βλέπε, τί γέγραπται“ «καί ἀπό τῶν κρυφίων μου καθάρισόν με». Βλέπε, μή κλέψωσί σε οἱ πονηροί δράκοντες, καί ἐμβάλωσιν εἰς σέ τὸν ἰὸν αὑτῶν' ἔστι γάρ θανάσιμος. Οὐδείς γάρ ποτε διορθοῦται διά κακοῦ τὸ ἀγαθόν, ἡττᾶται γάρ τῷ κακῷ, ἀλλά διά τοῦ ἀγαθοῦ διορθοῦται τὸ κακὸν.
Ἰδού οῦν στήκεις εἰς τὸ στάδιον, θηριομαχῆσαι ὀφείλεις, κατά τόν Ἀπόστολον, ἐν Ἐφέσῳ“ νικήσας γάρ τά θηρία ἐκαυχᾶτο. Εἰς τήν ζάλην ἐβλήθης τῆς θαλάσσης ὑπομεῖναι κινδύνους πολλούς, καί συναθλῆσαι πρός τήν τρικυμίαν τῶν κυμάτων. Καί οὔτω νικήσας βοηθοῦντος τοῦ Θεοῦ, συνέρχῃ ἡμῖν εἰς τὸν τῆς γαλήνης λιμένα, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ω ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.
ις'
Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν μέλλοντα ταράσσεσθαι πρός τούς ἀδελφούς ἐπί τῷ γενομένῳ ἀφανισμῷ τῶν πλίνθων ἐκ τῆς βροχῆς“ τοῦτο γάρ ἐπέγραψε τῇ αὐτῷ ραθυμίᾳ. Προβλέπών δέ, ὅτι καί τῷ Ἀββᾶ μέλλει περί τούτου μέμφεσθαι, προασφαλίζεται αὐτόν καί ἐξυπνίζει πρὸς ἀσφάλειαν τῶν λογισμῶν, ὑπομιμνήσκων καί τῆς γνησίας ἀγάπης, ἤν πρὸς αὐτὸν ὁ Ἀββᾶς κέκτηται, ἴνα τῇ τοιαύτῃ μνήμῃ τὸν ἐναντίον ἀπώσηται λογισμὸν.
Ποίησον ἀγάπην, τέκνον, καί τάχυνον τοῦ ἐνεγκεῖν χαρτίον καί μέλαν, ἄφες τὴν ἀπόκρισιν δι᾿ ἤν ἀνῇλθες, καί γράψον τῷ ἀδελφῷ Ἰωάννῃ πρῶτον ἀσπασμὸν ἐξ ἐμοῦ“ ἐνεργεῖται γάρ τοῦ ταράξαι ἄλλους καί ταραχθῆναι ὑπ᾽ ἄλλων, καί εἰπέ αὐτῷ' χαίροις ἐν Κυρίῳ, ἀδελφέ μου. Εἰ πολλά τά κύματα τῆς θαλάσσης, οὐκ ἔστιν ὁ ἐξυπνίζών τὸν Ἰησοῦν, ἴνα ἐπιτιμήσῃ τοῖς ἀνέμοις καί τῇ θαλάσσῃ καί γένηται γαλήνη τοῦ συνιέναι καί προσκυνῆσαι τῷ Ἰησοῦ; Εἰ πάντα μάταια καί πρόσκαιρα, τί δι᾿ αὐτῶν ἐνεργεῖται ἡμῶν ἡ καρδία, τοῦ λήθην λαβεῖν περί τοῦ εὐαγγελικοῦ λόγου, ὅτι «τί ὠφεληθῇ ἄνθρωπος ἐάν τὸν κόσμον ὅλον κερδίσῃ τήν δέν ψυχήν αὐτοῦ ζημιωθῇ»;
Μάθε, ἀδελφέ μου, ὅτι ἐάν τις θλίβῃ τινά, εἴτε ἔργῳ, εἴτε λόγῳ, ὔστερον αὐτὸς θλίβεται ἑκατονταπλασίονα. Καί πολλάκις ἐγράφησαν ἐξ ἐμοῦ τά τῆς Γραφῆς ρη ματα τοῦ Κυρίου, τὸ μακροθυμεῖν ἐν πᾶσι, καί προσέχειν τοῦ μή εἰναι μεμιγμένον σου τὸ θέλημα τινί͵ Ἀλλ᾿ ἐάν πέμψῃς μοι τήν ἐρώτησιν μετά τοῦ ἀγαπητοῦ μου υἱοῦ Σερίδου, τοῦ ἀεί θλιβομένου ἐν τῷ βλέπειν σε θλιβόμενον, σπούδασον ἀκριβεύσασθαι μετά τῶν λογισμῶν σου, μήποτε ἐμβάλωσι θανάσιμον ἰὸν εἰς τήν καρδίαν σου τοῦ πλανηθῆναί σε, νομίζοντα κάμηλον τὸν κώνωπα, καί τὸ βιζάκιον λίθον“ καί εὑρίσκεται ὁ ἄνθρωπος ἔχων τὴν δοκὸν καί προσέχων τῷ κάρφει. Ὁς τῇ ψυχῇ μου ἔγραψά σοι' οἶδα γάρ ότι χαρῆναι ἔχει ἡ καρδία σου εἰς ταῦτα. «᾽᾽Ελεγξον γάρ φησι, σοφὸν» καί τά ἑξῆς. Καί οἶδα πῶς ἔχω σε ἐν τῇ τοῦ Χριστοῦ ἀγάπη, ἀδελφέ.
Ἐλπίζω ὅτι ἐγγύς εἶ τοῦ ἀμεριμνῆσαι λοιπὸν ἀπό τῶν γηίνων πραγμάτων καί εὑρεθῆναι εἰς τήν τῶν Πατέρων πνευματικήν ἐργασίαν“ οὐ μή γάρ καταισχύνῃ με ὁ Κύριός μου Χριστὸς, δεόμενον αὐτοῦ ἡμέρας καί νυκτὸς περί σοῦ.
ιζ.
Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα. Οἶδα, Πάτερ, ὅτι ταῦτα γίνεταί μοι διά τάς ἁμαρτίας μου“ καί ὅτι ἄφρων εἰμί καί αἴτιος κακῶν. Ὁ δέ φέρων με εἰς ταύτην τὴν θλῖψιν, ὁ Ἀββᾶς ἐστιν, ὅτι ἀμελεῖ καί παραβλέπει τά πράγματα, καί ἀφανίζονται ἐκ τῆς αἰτίας αὐτοῦ, καί οὐ βαστάζω. Τί δέ ποιήσω ὅτι ἀποκρίνομαι πρός τούς λογισμούς καί οὐ λαμβάνω δύναμιν; Καί συγχώρησὸν μοι, ὅτι ἄπαξ ἐλάλησα. Ἐπί δέ τῷ δευτέρῳ οὐ προσθήσω' θαυμάζω δέ πῶς ἐψύγη ἐκείνη ἡ θερότης τῆς ἀγάπης ἧς εἰχον πρὸς [τὸν Ἀββᾶν καί] τούς ἀδελφούς, καί εὔχου ὑπὲρ ἐμοῦ διά τόν Κύριον.
Ἀπόκρισις
Ἀδελφέ, μιμνήσκων ὅτι εἶπε τοῖς μαθηταῖς αὐτοῦ ὁ Κύριος' ὅτι καί «ὑμεῖς ἀνόητοι ἐστέ», ἔγραψά σοι λέγων ἀκριβεῦσαι μετά τῶν λογισμῶν σου. Εἰ ἐπὸνησας τοῦ ἀκριβεύσασθαι, μαθεῖν εἰχες, ὅτι τὴν δύναμιν ων ἀρτίως μοι ἔγραψας, προέγραψά σοι ἐγώ καί οὐκ ἦν μοι χρεία τοῦ γράψαι, ἀλλ᾽ ὅμως προσθήσω σοι πρός τάς ἐπερωτήσεις. Πρῶτον δέ ἐλέγχω σε: Εἶπας γάρ σεαυτὸν ἁμαρτωλόν, καί ἐν τοῖς ἔργοις οὐκ ἔχεις σεαυτόν οὕτως ὁ γάρ ἔχων ὅτι ἁμαρτωλὸς ἐστι καί αἴτιος κακῶν, οὐκ ἀντιλέγει τινί, οὐ μάχεται, οὐκ ὀργίζεται κατά τινος, ἀλλ᾽ ἔχει ὅλους βελτίους' καί εἰ χλευάουσί σε  82 οἱ λογισμοί οὕτως ἔχειν, πῶς κινοῦσί σου τήν καρδίαν κατά τῶν βελτιόντων σου; Πρὸσχες, ἀδελφέ“ οὐκ ἔστιν ἀλήθεια, ἀκμήν γάρ οὐκ ἐφθάσαμεν ἔχειν ἑαυτούς ἁμαρτωλούς.
Εἴ τις ἀγαπᾶ τὸν ἐλέγχοντα αὐτὸν, σοφὸς ἐστι. Εἴ τις δέ ἀγαπᾶ καί οὐ ποιεῖ ἄ ἀκούει παρ᾿ αὐτοῦ, μᾶλλον τοῦτο μῖσός ἐστιν. Εἰ ἁμαρτωλός εἶ, τί μέμφῃ τὸν πλησίον καί αἰτιᾶσαι αὐτὸν, ὅτι δι᾿ αὐτοῦ γίνεταί σοι ἡ θλῖψις; Οὐκ οἶδας ὅτι ἑκαστος πειράζεται ὑπὸ τῆς ἰδίας συνειδήσεως, καί τοῦτο τίκτει αὐτῷ τήν θλῖψιν; Καί τοῦτό ἐστιν ὅ ἔγραψά σοι περί τῶν ἀδελφῶν, ὅτι μή δείξώσί σοι κάμηλον τὸν κώνωπα κ. λ. π. Εὔξαι δέ μᾶλλον ἴνα συμμέτοχος ῇ ἀεί εἰς τὸν φόβον τοῦ Θεοῦ.
Ὅτι δέ εἶπας σεαυτὸν ἄφρονα, μή χλευασθῇς, ἀλλ᾽ ἐρεύνησον καί εὑρήσεις ὅτι οὐκ ἔχεις οὔτως“ εἰ γάρ κατέχεις οὔτως, οὐδέ ὀργισθῆναι ὀφείλεις, μή δυνάμενος διακρῖναι, ἤ καλῶς, ἤ κακῶς ἐγένετο τὸ πρᾶγμα. Ὁ γάρ ἄφρων μωρὸς ἀκούει' καί ὁ ἄφρων καί μωρὸς ἑρμηνεύεται ἄναλος“ καί ὁ ἄναλος, πῶς ἄλλους ἀρτύει καί ἁλίζει; Βλέπε, ἀδελφέ, ὅτι χλευαζόμενοι λαλοῦμεν στόματι μόνον καί τά ἔργα δεικνύουσιν.

Ὅτε ἀποκρινόμεθα πρός τούς λογισμούς, οὐ λαμβάνομεν δύναμιν, ἐπειδή πρῶτον δεχόμεθα τὸ κατακρῖναι τὸν πλησίον καί ἐκνευροῦται ἡμῶν ἡ δύναμις τοῦ πνεύματος καί αἰτιώμεθα τὸν ἀδελφὸν ἡμῶν, αὐτοί αἴτιοι ὅντες. Ἐάν ἔχῃς ὅτι τοῦ ἐλεοῦντος Θεοῦ ἐστι τὸ πᾶν, καί οὔτε τοῦ θέλοντος, οὔτε τοῦ τρέχοντος, τί οὐ κατανοεῖς καί ἀγαπᾶς τὸν ἀδελφόν σου ἐν τελείᾳ ἀγάπῃ; Πόσοι γάρ ἤθελον ἡμᾶς τούς γέροντας καί ἔτρεχον, καί οὐκ ἐδόθη αὐτοῖς! Καί καθημένου αὐτοῦ ἔπεμψεν ἡμᾶς πρὸς αὐτὸν ὁ Θεός, καί τέκνον γνήσιον ἡμῶν αὐτὸν ἐποίησε' τήν ἔσω γάρ προαίρεσιν ἀγαπᾶ ὁ Θεός.
 Τὸ δέ εἰπεῖν ἄπαξ ἐλάλησα, καί τά λοιπά, ἐάν πυκτεύῃς τοῦ κτήσασθαι, μακάριος εἶ' οὐ γάρ πᾶσι δέδοται. Καί περί τῶν λοιπῶν λογισμῶν, ἀνάθου εἰς τὸν θεόν πάντα λογισμὸν, λέγων' ὁ Θεὸς οἶδε τὸ συμφέρον καί ἀναπαύῃ καί κατά μικρόν ἔρχεταί σοι δύναμις τοῦ ὑπενεγκεῖν. Καί μὴ παντελῶς κόψῃς τό λαλῆσαι' κἄν δέ λαλήσῃς καί μή εἰσάκουσθῇς μηδέ εὔρης χάριν ἐν τῷ λόγῳ περί σου, μή λυπηθῇς, ὠφελῆσαι γάρ μᾶλλον.
Περί δέ ων θαυμάζεις, ἡ τελεία ἀγάπη ἄπτωτός ἐστι, καί ὁ κτώμενος αὐτήν μένει ἐν τῇ θερμότητι, κατακλειόμενος τῇ ἀγάπῃ πρὸς τὸν
Θεόν καί πρὸς τὸν πλησίον.
Περί δέ ων ἐσχάτως ἔγραψας δεήσεων, ὀφείλεις ἀρκεσθῆναι ῇ ἔγραψά σοι λέξει' ὅτι νύκτα καί ἡμέραν εὔχομαι περί σοῦ ἀδιαλείπτως πρὸς τὸν Θεόν. Ἐκ περισσοῦ οὐν καί τοῦτο ἔγραψας. Ε᾽χεις οὖν παρ᾽ ἐμοῦ τροφήν κατά Θεόν ἐπί πολύν χρόνον“ καρτέρησον καί ὑπόμεινον τὸν Κύριον, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν. σ
ιη'
Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν ἐρωτήσαντα πόθεν ἐστίν ἡ θερμότης καί ἡ ψυχρότης, καί ἡ σκληροκαρδία, καί περί τοῦ σωματικοῦ πολέμου.
Περί τῆς θέρμης καί τῆς ψυχρότητος, δῆλόν ἐστι, ὅτι ὁ Κύριος πῦρ ὠνομάσθη, θερμαῖνον καί ἐμπυρίζον καρδίαν καί νεφρούς. Ἐάν οὔτω, καί ὁ διάβολος ψυχρὸς ἐστι, καί ἀπ᾿ αὐτοῦ ἡ ψυχρότης ὅλη. Εἰ μή γὰρ οὕτως εἶχε, πῶς λέγει, ὅτι τότε ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν; Τό δέ τότε τί ἐστιν, εἰ μή ἐν τοῖς καιροῖς τοῦ ἀντιδίκου; Ἐάν οῦν αἰσθανώμεθα ψυχρείας, ἐπικαλεσώμεθα τὸν Θεόν, καί ἐρχόμενος θερμαίνει ἡ μῶν τήν καρδίαν εἰς τήν τελείαν αὐτοῦ ἀγάπην, οὐ μόνον πρὸς αὐτὸν, ἀλλά καί πρὸς τὸν πλησίον“ καί ἀπό προσώπου τῆς θέρμης αὐτοῦ ἐξορίζεται ἡ τοῦ μισοκάλου ψυχρεία. Εἰ γάρ ἐξήρανε τὴν πηγήν τῶν δακρύων τῆς καρδίας σου, ὔγρανέ σου  86 τήν ὑπό γαστέρα. Ἀλλ᾿ ἑστίασον τὸν Κύριον ἐν τῷ σῷ οἴκῳ, καί ταύτην ξηρανεῖ, καί τὴν πηγήν τῶν δακρύων καθαρίζει πρός τήν ρύσιν τοῦ ὕδατος τοῦ νοητοῦ.
Ὁ θέλων ἐλθεῖν εἰς τὸν φόβον τοῦ Θεοῦ, δι᾿ ὑπομονῆς ἔρχεται“ φησί γάρ“ «ὑπομένων ὑπέμεινα τὸν Κύριον καί προσέσχε μοι, καί εἰσήκουςε τῆς δεήσεώς μου». Καί τί; «Καί ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας, καί ἀπό πηλοῦ ἰλύος». Ἀπὸ δέ τοῦ τοιούτου λάκκου λογίζεται καί ἡ σκληροκαρδία. Ὅπερ οὖν ποθεῖς, κτῆσθαι, καί σώζῃ ἐν Κυρίῳ.

ιθ'
Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν ἐρωτήσαντα περί μακροθυμίας.
Εἰπέ τῷ ἀδελφῷ“ ἔγραψά σοι περί τῆς μακροθυμίας. Καί νῦν λέγω σοι“ εἶπεν ὁ δεσπότης ἡμῶν Θεὸς τοῖς ἑαυτοῦ μαθηταῖς' «ἰδού δέδωκα ὑμῖν τήν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὅφεων καί σκορπίων, καί ἐπί πᾶσαν τήν δύναμιν τοῦ ἐχθροῦ καί οὐδέν ὑμᾶς οὐ μή ἀδικήσῃ». Γενοῦ οὖν ὡς ὁ Ἰώβ ἐκπίνων μυκτηρισμὸν ἴσα ποτῷ' ταῦτα ποίησον καί εἰς ταῦτα μελέτησον διά παντὸς.
κ'
Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν ἐρωτήσαντα εἰ ἔδωκεν ὁ Θεός ἐξουσίαν πατεῖν ἐπάνω ὅφεών καί σκορπίων, πῶς κινοῦ μαι;
Τίς λαβών ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὅφεων καί σκορπίων, ἀδικεῖται ἔτι ὑπ᾿ αὐτῶν, ἤ κατακυριεύεται; Ἐρεύνησον οὖν τὴν καρδίαν σου ἀπὸ παντὸς πράγματος, καί εἰ δύναται κινῆσαι τήν καρδίαν σου, κἄν ροπήν, μάθε ὅτι ἀκμήν μακράν εἶ τοῦ λαβεῖν κατά τούτων ἐξουσίαν, καί μή ἀμελήσῃς εἰς ἑαυτὸν, μήποτε προκαταλάβῃ σε ὁ καιρός. Ἀλλ᾿ εἴ τι ἐάν ἴδῃς πρᾶγμα γινόμενον Θ τί λέγω περί τῶν τοῦ κόσμου ὅτι παρερχόμενα εἰσίν, ἀλλά περί φοβερῶν πραγμάτων, εἴτε ἐν οὐρανῷ, εἴτε ἐν τῇ γῇ - πρὸθου τὸν  88 Θεόν καί τήν κρίσιν πρὸ ὀφθαλμῶν σου, καί ὅτι ὀλίγον καιρόν ἔχομεν ἐν τῷ κόσμῳ ποιῆσαι. Καί ἀνάπαυσιν τήν πραότητα εἰς τήν καρδίαν σου, μιμνησκόμενος τοῦ προβάτου καί ἀμνοῦ ἀκάκου Χριστοῦ, πόσα ὑπέμεινεν ἀνεύθυνος ὥν, ὔβρεις, δαρμούς καί τά λοιπά. Ἡ μεῖς δέ καί ὅτι ὑπεύθυνοι ἐσμέν, τί κινούμεθα πρὸς τὸν πλησίον μηδέν παρ᾿ αὐτοῦ παθόντες; Μνήσθητι ὅτι ἡ ἀγάπη οὐ περπερεύεται, ἀλλά μακροθυμεῖ καί τά λοιπά' καί εὖξαι τοῦ φθάσαι εἰς τά προκείμενά σοι, ἴνα μή εἰς κενὸν ἔσται σου ὁ κόπος. Κολλήθητι οῦν ἀδιστάκτως τῷ ἡμᾶς ἀγαπήσαντι Χριστῷ.
Αὐτῷ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.
κα'
Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν ἐνθυμηθέντα μηδενί ἐπιτάξαι τίποτε, ἀλλ᾽ ἑαυτῷ ὁρίσαι φανερὸν πρᾶγμα, ἴνα αὐτοῦ καί μόνου φροντίζῃ.
Ἀδελφέ, ὅσον πλεονάζω τοῦ γράψαί σοι, τοσοῦτον σπούδασον κατανοῆσαι τά παρ᾿ ἐμοῦ γραφόμενά σοι, καί μή ἀκυρώσῃς αὐτά' λαλοῦνται γάρ ἐν συνέσει καί καταστάσει ψυχῆς. Οἶδας, ἀδελφέ, ὅτι εἴ τις οὐ βαστάζει ὔβρεις, οὐ βλέπει τήν δόξαν“ καί εἴ τις οὐκ ἀποτίθεται τὴν χολήν, οὐ γεύεται τῆς γλυκύτητος. Ἐδόθης εἰς τὸ μέσον τῶν ἀδελφῶν καί τῶν πραγμάτων πυρωθῆναι καί δοκιμασθῆναι“ ἐάν γάρ [μή] διά πυρός οὐ δοκιμάζεται τὸ  90 χρυσίον. Μηδέν παντελῶς σεαυτῷ διατάξῃς, ἐπεί εἰς πόλεμον καί μέριμναν ἔρχῃ. Ἀλλά τά κατά καιρόν δοκιμάζων κατά φόβον Θεοῦ καί μηδέν ὅλως κατ᾿ ἐρίθειαν, ἀλλά ποιῶν σου τήν δύναμιν ἀλλότριον εἰναι τῆς ὀργῆς καί τύπος γινόμενος ὠφέλιμος πᾶσι, μή κρίνων τινά, μηδέ κατακρίνων, ἀλλά νουθετῶν ως ἀδελφούς γνησίους. Καί μᾶλλον ἀγάπησον τούς σέ πειράζοντάς κἀγώ γάρ πολλάκις ἠγάπων τούς πειράζοντάς με. Ἐάν γάρ συνιῶμεν, οἱ τοιοῦτοι φέρουσιν ἡμᾶς εἰς προκοπήν.
Μηδέν οῦν σεαυτῷ διατάξῃς, γενοῦ ὑπήκοος καί ταπεινός καί καθ᾿ ἑκάστην ἡμέραν σεαυτὸν ἀπαίτει“ καί γάρ ὁ προφήτης σημαίνων τὸ καθ᾿ ἡμέραν ἔ“λεγε «καί εἶπα, νῦν ἠρξάμην». Καί Μωὔσῆς' καί νῦν Ἰσραήλ. Τὸ οὐν νῦν καί σύ κράτει. Εἰ δέ καί γίνεταί σοι ἀνάγκη προστάξαι τινί, δοκίμασόν σου τὸν λογισμὸν, εἰ κατά κίνησιν μέλλει ἐξελθεῖν. Κἄν οὐ δοκῇ σοι ὠφέλιμος εἰναι κρύψου αὐτὸν ὑπὸ τήν γλῶσσαν, μεμνημένος εὐθύς τοῦ εἰπόντος“ «τί ὠφεληθήσεται ἄνθρωπος ἐάν τὸν κόσμον ὅλον κερδίσῃ, τήν δέ ψυχήν αὐτοῦ ζημιώθῇ»; Τοῦτο δέ μάθε, ἀδελφέ μου“ ὅτι πᾶς λογισμός μή προηγουμένως τήν γαλήνην τῆς ταπεινώσεως ἔχων, κατά Θεόν οὐκ ἔστιν, ἀλλά φανερῶς τῶν ἀριστερῶν ἐστιν. Ὁ γάρ Κύριος ἡμῶν μετά γαληνότητος ἔρχεται, ὅλα δέ τά τοῦ ἀντιδίκου μετά ταραχῆς καί κινήσεως. Κἄν δοκῶσιν ἐνδύεσθαι ἔνδυμα προβάτων, ὅτι ἔσωθεν εἰσί λύκοι ἄρπαγες, ἀπὸ τῆς ταραχῆς αὐτῶν φανεροῦνται' φησί γάρ «ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς». Δῴη ἡμῖν πᾶσιν ὁ Θεός συνιέναι τοῦ μή πλανηθῆναι εἰς τάς δικαιοσύνας αὐτῶν' «πάντα γάρ γυμνά αὐτῷ καί τετραχηλισμένα».
Σύ οὐν, ἀγαπητέ, πᾶν τὸ κατευοδούμενον ἐν ταῖς χερσί σου ποίησον,
προτιθείς τὸν φόβον τοῦ Θεοῦ πρὸ ὀφθαλμῶν σου καί εὐχαριστῶν αὐτῷ“ αὐτοῦ γάρ ἐστιν ἡ δόξα καί ἡ τιμή εἰς τούς αἰῶνας. Ἀμήν.
κβ'
Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν, παραψυχήν ἔχουσα καί ἀνακαλουμένη αὐτὸν εἰς πνευματικήν εὐφροσύνην ἐκ τῆς διαφόρως συμβάσης αὐτῷ ἀθυμίας.
Γράψον τῷ ἀδελφῷ Ἰωάννῃ προσηγορίαν πνευματικήν εὐφραίνουσαν τήν αὐτοῦ καρδίαν ἐν Χριστῷ Ἰησοῦ, τῷ Κυρίῳ ἡμῶν καί εἰπέ αὐτῷ. Ἐπειδή καθώς ἐπιποθεῖ ἡ ἔλαφος ἐπί τάς πηγάς τῶν ὑδάτων, οὔτως ἐπιποθεῖς ἡμᾶς, ἀλλ᾽ οὐχ ὡς ἡμεῖς σέ, οὔτω μή στέγων, καθώς εἶπεν ὁ θειότατος Ἀπόστολος Παῦλος, ἔγραψα τῇ ὑμετέρᾳ ἀγάπῃ ταῦτα, τά παρ ᾿ἐμοῦ εἰρημένα, μᾶλλον δέ παρά τοῦ Θεοῦ. Καρποφορήσοι ἡ ἄμπελός σου σταφυλήν πατουμένην, καί ποιοῦσαν οἰνον πνευματικόν, εὐφραίνοντα ψυχήν τεθλιμμένην καί εὐφορήσοι ἡ χώρα σου καλὸν σπέρμα, ὡς τὸ σπαρέν εἰς τήν καλήν γῆν, καί ποιῆσαν ἔν ἑκατόν, ἔν ἑξήκοντα, ἕν τριάκοντα. Καί θερμανθείη τὸ πνευματικόν πῦρ ἐν τῇ καρδίᾳ σοι διά παντός, ὅ εἶπεν ὁ δεσπότης ἡμῶν Χριστὸς, «πῦρ ἦλθον βαλεῖν ἐπί τήν γῆν». Καί βραβευθείη ἡ τοῦ Κυρίου εἰρήνη ἐν τῇ σῇ καρδίᾳ, κατά τόν Ἀποστολικὸν λόγον, καί ὑψωθείη σου ὁ φοίνιξ ἐν τοῖς αὐτοῦ λευκάδοις», κατά τόν Δαβίδ τὸν λέγοντα“ «δίκαιος ως φοίνιξ ἀνθήσει». Καί καθαρισθείης ἀπὸ τῆς ὀργῆς καί τοῦ θυμοῦ τῶν δεινῶν παθῶν ὥς οἱ τέλειοι ἄγιοι, παρ᾽ οἷς οὐδόλως φαίνεται ἡ τούτων κίνησις, οὐδέ πρὸς ροπήν. Καταξιώσαι δέ ὁ Κύριος τήν ψυχήν σου αὐλισθῆναι ἐν τῇ ἀκακίᾳ καί πραότητι, ως εἰναι σε θρέμμα Χριστοῦ, πρόβατον ἄκακον. Καταλάβοις δέ τά ἴχνη ἡμῶν ὡς ἰχνηλάτης φρόνιμος“ φθάσαις δέ τὸν κανόνα ἡμῶν ὡς κληρονόμος καλός τῶν ἐμῶν χαρισμάτων. Ἰδέτωσαν δέ σου οἱ ὀφθαλμοί τὸν Θεὸν ως καθαρὸς τῇ καρδίᾳ. Εἴης δέ μακρόθυμος ἐν ταῖς θλίψεσιν, ως καταντήσας εἰς τήν δεσποτικήν παραγγελίαν τήν λέγουσαν «ἐν τῷ κόσμῳ θλῖψιν ἔξετε, ἀλλά θαρσεῖτε, ἐγώ νενίκηκα τὸν κόσμον». Φθάσαις δέ τήν ἀήττητον ἀγάπην τήν εἰσφέρουσαν τούς αὐτήν κεκτημένους εἰς τάς βασιλικάς αὐλάς, καί ἀδελφούς ποιήσασαν τοῦ Χριστοῦ. Εἰ οὐν συμπάσχεις τῷ Χριστῷ, ἴνα συνδοξασθῇς αὐτῷ,  94 εἰ συναποθνῄσκεις αὐτῷ, ἴνα συνεγερθῇς αὐτῷ, μή ἀμελήσῃς τοῦ προκειμένου ἔμπροσθέν σου θησαυροῦ' ἀκμήν γάρ οὐ κατέλαβες τήν δύναμιν αὐτοῦ τί ἐστιν. Ὅταν δέ φθάσῃς τὴν τελείαν ἡσυχίαν, τότε γνώσῃ αὐτόν, καί θαυμάσῃς τήν τοῦ Χριστοῦ δωρεάν“ πῶς ἀνεξιχνίαστοι αἱ ὁδοί αὐτοῦ.

Ταῦτα γάρ μετά τῶν ἀνθρώπων ὥν, οὐ δύνασαι καταλαβεῖν, ἀλλ᾽ ὅταν καθήσῃς ἀμέριμνος ὡς καί ἡμεῖς, τότε καταλαμβάνεις τά εἰρημένα. Δέομαι γάρ τοῦ Θεοῦ νύκτα καί ἡμέραν, ἴνα ὅπου ἐσμέν ὁμοθυμαδόν, μεθ᾿ ἡμῶν ῇς ἐν τῇ χαρᾶ τῶν ἁγίων τῇ ἀνεκλαλήτῳ καί ἐν τῷ φωτί τῷ αἰωνίῳ, ὅπως εὔρῃς τήν σήν μερίδα εἰς τήν ἐπαγγελίαν τήν ἐπηγγελμένην τοῖς ἁγίοις. «Ὀπου ὀφθαλμός οὐκ εἶδεν, οὐδέ οὐς οὐκ ἤκουσεν, οὐδέ ἐπί καρδίαν ἀνθρώπου ἀνέβη,ἄ ἡτοίμασε ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν».
᾽᾽Ερρωσο ἐν Κυρίῳ' χαίροις. Ἀμήν.
κγ' Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα.
Παρακαλῶ σε, Πάτερ, καί διδάσκαλε μή ὀργισθῆναι μοι ἐφ᾿ οἷς πταίω, καί δοῦναί μοι κανόνα πῶς δεῖ χρήσασθαι ἐν τῇ ψαλμῳδίᾳ καί νηστείᾳ καί προσευχῇ“ καί εἰ δεῖ διαφοράν ἔχειν ἡμερῶν.
Ἀπόκρισις
Ἀδελφέ, εἰ προσέχεις τοῖς λόγοις τῶν αἰτήσεών σου, κατανοῆσαι εἶχες συνέσεως δύναμιν. "Εχων με Πατέρα καί διδάσκαλον, διά τί καί ὀργίλον; Ὁ γάρ Πατήρ οἰκτίρμων ἐστί μὴ ἔχων ὅλως ὀργήν. Καί ὁ διδάσκαλος μακρόθυμὸς ἐστι καί ἀλλότριος ὀργῆς τυγχάνει.
Περί δέ οὐ ἠρώτησας κανόνος, διά πολλῶν κλαδίων πλεονάζει εἰσελθεῖν διά τῆς στενῆς πύλης εἰς τήν ζωήν τήν αἰώνιον. Ἰδού ἐν συντόμῳ λέγει σοι ὁ Χριστός, πῶς δεῖ εἰσελθεῖν. Ἄφες τούς τῶν ἀνθρώπων κανόνας, καί ἄκουσον τοῦ λέγοντος' «ὁ ὑπομείνας εἰς τέλος, οὑτος σωθήσεται». Ἐάν οὖν μή ἔχῃ  96 ἄνθρωπος ὑπομονήν, οὐκ εἰσελεύσεται εἰς τήν ζωήν. Μή οὖν θελήσῃς διαταγήν, οὐ γάρ θέλω σε ὑπὸ νόμον εἰναι, ἀλλ᾽ ὑπὸ χάριν' φησί γάρ «δικαίῳ νόμος οὐ κεῖται»΄ θέλομεν δέ σε εἰναι μετά τῶν δικαίων.
Διάκρισιν κράτει, ως κυβερνήτης πρός τούς ἀνέμους τὸ σκάφος κυβερνῶν. Καί ὅτε ἀσθενεῖς πρὸς αὐτό, ποίησον ἐν πᾶσιν οἷς ἔγραψα, καί ὅτε ὑγιαίνεις πρὸς αὐτὸ. Ἐπεί καί ὅτε ἀσθενεῖ τὸ σῶμα, οὐ κατά τὸ εἰωθὸς δέχεται τροφήν“ οὐκ οὖν ἤργησε καί ἐν τούτῳ ὁ κανών.
Καί περί τῶν ἡμερῶν, ἔχε αὐτάς ἴσας, ἁγίας, καλάς“ πάντα οὖν συνετῶς πράττει καί ἀποβαίνει σοι εἰς ζωήν, ἐν Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ω ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.
κβ'
Ἀμφιβολίας γενομένης μεταξύ τοῦ Ἀββᾶ καί αὐτοῦ περί γράμματος καί ἑκάστου αὐτῶν ἀγωνιζομένου μακροθυμῆσαι, ἔπεμψεν αὐτοῖς ὁ Γέρων τὴν ἀπόκρισιν ταύτην, δεικνύων ὅτι οὐκ ἦν καθαρά ταραχῆς αὐτῶν ἡ μακροθυμία, ἴνα πάντοτε νήφωσι πρὸς τὸ τελείως ἀτάραχον.
Τέκνον ἀγαπητόν, μή νομίσῃς ὅτι ἀφ᾿ ἑαυτῶν ἐπέγνωτε τὸ χθεσινὸν κεφάλαιον τὸ εἰς τήν ἐπιστολήν τήν πρός Θεσσαλονικεῖς Παύλου τοῦ Ἀποστόλου' ἀλλ᾽ ἐγώ εἰδώς τὸ πέρπερον τῆς ὑπομονῆς ὑμῶν, ὅτι μετ᾿ ὀργῆς ἐστι μεμιγμένον, ἐδεήθην ὑπὲρ ὑμῶν τοῦ Θεοῦ, ὅπως ἄν γνῶτε αὐτὸ τὸ κεφάλαιον“ εἰς αὐτὸ γάρ κεῖται ὅλη ἡ δύναμις τῶνἐπιστολῶν τῶν παρ᾿ ἐμοῦ διά σοῦ γραφεισῶν τῷ ἀδελφῷ Ἰωάννῃ. Οὐ μόνον δέ, ἀλλά καί προσέχετε οἱς μέλλετε σήμερον ἀναγνῶναι κεφαλαίοις“ λέγω δή τοῦ Ἀποστόλου Παύλου, καί τοῦ ἁγίου Εὐαγγελίου ὅτι ἐκείνην ἔχουσι τήν δύναμιν. Καί ἀνέγνωτε αὐτά τρίτον, ἀνακρίνοντες τήν τῶν λόγων δύναμιν, ὠφελείας ψυχικῆς χάριν“ πάνυ γάρ βαστάζω καί φροντίζω ὑμῶν κατά Θεόν. Συγκοπιάσατε οὖν μοι καί συναθλήσατε κόψαι ἀφ᾽ ὑμῶν τήν ὀργήν καί τὸν θυμὸν“  100 ἀγῶνος γάρ χρεία συμβοηθοῦντος τοῦ Θεοῦ.
Εἰσί δέ τά κεφάλαια ταῦτα ἐκ τῆς πρὸς Θεσσαλονικεῖς πρώτης“ ἀπὸ τοῦ' «ἐρωτῶμεν δέ ὑμᾶς, ἀδελφοί, εἰδέναι τούς κοπιῶντας ἐν ὑμῖν καί προϊσταμένους ὑμῶν ἐν Κυρίῳ», ἕως τοῦ τέλους τῆς Ἐπιστολῆς. Ὁς ἐκ τῆς πρὸς Κορινθίους πρώτης, ἀπὸ τοῦ' «περί δέ τῶν πνευματικῶν οὐ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, οἴδατε ὅτε ἧτε ἔθνη», ἕως τοῦ' «ἀλλά ἐν Ἐκκλησίᾳ θέλω πέντε λόγους ἐν τῷ νοΐ μου λαλῆσαι, ἴνα καί ἄλλους κατηχήσω, ἤ μυρίους λόγους ἐν γλώσσῃ». ᾿Εκ τοῦ κατά Ματθαῖον Εὐαγγελίου, ἀπὸ τοῦ' «ἐξελθὼν ὁ Ἰησοῦς εἶδε πολύν ὅχλον καί εὐσπλαγχνίσθη ἐπ᾿ αὐτούς, καί ἐθεράπευσε τούς ἀρρώστους αὐτῶν», ἕως τοῦ' «οἱ δέ ἐν τῷ πλοίῳ ὅντες προσεκύνησαν αὐτῷ λέγοντες, ἀληθῶς Θεοῦ Ὑἱὸς εἶ».
κε'
Απόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτόν, καί πρὸς τὸν Ἀββᾶν, βουλόμενον ἐφάπαξ σφίγξαι τὸν κανόνα κατά τῶν ἀδελφῶν.
Καί σοί λέγω, τέκνον καί τῷ ἀδελφῷ, προεγράφη ὑμῖν περί τῆς μακροθυμίας“ καί νῦν λέγω ὅτι «ἀμέλγησον γάλα καί ἔσται βούτυρον, ἐάν σφίγξῃς χεῖρα εἰς μαζὸν ἐξέρχεται αἷμα». Καί πάλιν ὁ ἅγιος Παῦλος λέγει, «ἐγενόμην τοῖς Ἰουδαίοις ως Ἰουδαῖος, ἴνα Ἰουδαίους κερδήσω» καί τά ἑξῆς. ᾿Ὑστερον λέγει“ «τοῖς πᾶσι γέγονα τά πάντα, ἴνα πάντως τινάς σώσω». Εἴ τις γάρ θέλει ἀνακλάσαι δένδρου, ἤ ἄμπελον, κατά πρόσβασιν ἀνακλᾶ καί οὐ κλᾶται' ἐάν δέ ἐφάπαξ ἑλκύσῃ σφοδρῶς, κλᾶται εὐθύς τὸ πρᾶγμα.
Νόησον τὸ λεγό μενον.
κς'
Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς αὐτὸν, ἐκφάναντα τινά, περί ων αὐτῷ παρήγγειλε μηδενί εἰπεῖν, καί διά τοῦτο πειρασμῷ περιπεσόντα. Καί περί τελείας μακροθυμίας.
 Εἰπέ τῷ ἀδελφῷ“ «γέγραπται, εἴ τις πνεῦμα Θεοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ». Πρόσεχε πόθεν σοι γέγονεν ἡ διχοστασία τῆς συνοχῆς τῆς θλίψεως τῶν λογισμῶν τούτων, εἰ μὴ ἀπὸ τῆς γεγονυίας προδοσίας τῆς παραβάσεως τῆς ἐμῆς ἐντολῆς. Πολλάκις γάρ ἐνετειλάμην σοι μηδενί λέγειν τὸ μυστήριον, καί εὐφημήσας αὐτὸ πολλοῖς. Μήτι ἐγώ εἰμι ὁ Χριστὸς, ὅτι ὅτε ἐνετείλατο μηδενί εἰπεῖν, τότε τοῖς ὄχλοις καί πᾶσιν ὑπερευφήμησαν τὸν λόγον; Ἀλλ᾿ ὅμως τοῦ μή πλῆξαι τὸν πλησίον, αὔτη ἐστίν ἡ ὁδὸς τοῦ Χριστοῦ, τοῦ ἐν πολλῇ πραότητι καί ἐπιεικείᾳ ἐλθόντος εἰς σωτηρίαν ἀνθρώπων. Ἐάν γάρ μή γένηται ως ψιχίον ὁ ἄνθρωπος, οἰκῆσαι μετά ἀνθρώπων οὐ δύναται.
Βλέπε δέ ὅτι εἶπεν ὁ Χριστός τοῖς ἑαυτοῦ μαθηταῖς. «Οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ᾽ ἐγώ ἐξελεξάμην ὑμᾶς». Εἰ οὖν ἡ κλῆσις τῆς ἀγάπης σου πρὸς ἡμᾶς ἐκ Θεοῦ καί οὐκ ἐξ ἀνθρώπων ἐστίν, κοπίασον μεγάλην ὑπομονήν κτήσασθαι“ ἐγράφη γάρ σοι τά πάλαι γεγραμμένα «ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τάς ψυχάς ὑμῶν». Βάλε οῦν ἀρχήν πάλιν εἰς τήρησιν καί φυλακήν τῶν παρ᾿ ἐμοῦ σοι λεγομένων' οὐ γάρ ἐστι καιρὸς τοῦ φανερῶσαι ἄρτι. [Εὐθύμει] οὖν ἐν Κυρίῳ.
κζ'

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν λυπούμενον ὅτι ἐχρόνισε γράψαι αὐτῷ, καί ἐκ τούτου νομίζοντα, ὅτι ἀπέβαλεν αὐτὸν τῆς μνήμης.
Γράψον διά χρόνου τῷ ἀδελφῷ, πρῶτον χαράν καί εὐφροσύνην καί ἀσπασμὸν ἐν Κυρίῳ, καί εἰπέ αὐτῷ: Μή νομίσῃς, ἀγαπητέ μου, ὅτι εἰς λήθην παρέδωκά σου τήν μνήμην ἀπὸ τῆς καρδίας μου καί τήν ἀναβολήν τοῦ γράψαι σοι, ἀλλά προσέχων τῇ σῇ ἀναστροφῇ, ἐμακροθύμησα ἕως τοῦ νῦν. Τοῦτο δέ πληροφορήθητι, ὅτι καθώς οὐκ ἐπιλανθάνεται ὁ Θεός ἡμῶν τοῦ ἐλεῆσαι τὸν κόσμον, οὐδέ ἐγὼ τῆς ἀγάπης σου, δεόμενος νύκτα καί ἡμέραν τοῦ Θεοῦ ὑπέρ τῆς σωτηρίας τῆς ψυχῆς σου, ὅπως φθάσῃς εἰς ἄ προέγραψά σοι μέτρα. Καί τοῦτο μάθε, ὅτι ὅτε ὐπάγεις εἰς διακονίαν τοῦ κοινοβίου,  102 πάντως ὑπάγει μετά σοῦ ἡ καρδία μου, συνευδοκοῦντος τοῦ Θεοῦ.
᾿Εν μηδενί οῦν ὀλιγωρήσῃς ἀδελφέ μου“ ἐλπίζω γάρ ὅτι φθάνουσί σε πάντα ἄ ἔγραψά σοι“ οὐ γάρ ψεύδεται ὁ Θεὸς“ «ὁ ὑπομείνας εἰς τέλος, οὑτος σωθήσεται». Νόησον τί εἰπον καί τί ἀπὸκειταί σοι' «διά πολλῶν γάρ θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τήν βασιλείαν τῶν οὐρανῶν». Χαῖρε ἐν Κυρίῳ' πάλιν λέγω χαῖρε. Μηδείς οῦν μάθῃ τὸ μυστήριον' γέγραπται γάρ καί ἐφάνη αὐτοῖς ωσεί λῆρος τά ρήματα ταῦτα» ἐάν γάρ μὴ ἔχῃ τις καρδίαν στερεάν, βαστάσαι οὐ δύναται.
κη'
Ἐνεθυμήθη ὁρίσαι ἑαυτῷ μή ἐξελθεῖν εἰς τάς νηστείας πούποτε' καί ἀπηγόρευσεν αὐτῷ ὁ Γέρων τοῦτο, ἴνα μή τῆς κατά Θεόν χρείας ἀπαιτούσης αὐτὸν ἐξελθεῖν θλίβηται ως παραβαίνων τὸν ὅρον.
Εἰπέ τῷ ἀδελφῷ' οὐκ ἤκουσας παρ᾿ ἐμοῦ ὅτι ὅπου δ᾽ ἄν ἀπέλθῃς καί εἴ τι ἄν ποιήσῃς κατά Θεόν, ἡ καρδία μου μετά σοῦ ὑπάγει; Καί νῦν ἀδελφέ, καθώς προήκουσας, μηδέν σεαυτῷ διορίσῃς΄ ἀλλά ἀνάγκης γενομένης ἐάν ἐκβαίνῃς οὐχ εὑρίσκεις θλῖψιν τῷ λογισμῷ. Κατανοήσον οὐν τήν δύναμιν τῶν παρ᾽ ἐμοῦ σοι γραφομένων καί οὕτω ποίησον καί ἀναπαύῃ.
Εἴη σοι εἰρήνη παρ᾿ ἐμοῦ, μᾶλλον δέ παρά τοῦ Θεοῦ.

κθ'
Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν, βεβαιοῦσα τήν αὐτοῦ πίστιν εἰς τά αὐτῷ ἐπηγγελμένα“ καί ἐκ τῆς τοιαύτης πληροφορίας πρὸς μείζονα αὐτὸν ἄγουσα προθυμίαν.

  Εἰπέ τῷ ἀδελφῷ“ ἡ ἀνάπαυσις καί πᾶν δόμα ἀγαθόν καί πᾶν χάρισμα θεϊκὸν, διά πίστεως ἔρχεται τῷ ἀνθρώπῳ. Μή οὖν ἀναίσθητος ῇς τῆς καθ᾿ ἑκάστην ἡμέραν ἐπελθούσης ἐπί σέ δυνάμεώς παρά τοῦ Θεοῦ διά τῆς ἐμῆς ταπεινώσεώς. Καί μάθε ὅτι οὐ μικρῶς ἐθαυμαστώθη ἡ ἔλευσίς σου πρὸς ἡμᾶς. Τρέχε οὖν πρός τά προκείμενά σοι ἴνα καταλάβῃς΄ καί μιμνήσκου διαπαντός ὅθεν ἐρρύσατό σε ὁ Θεός. Καί δὸς αὐτῷ εὐχαριστίαν εἰς πάντα, δεόμενος ἴνα πληρώςῃ μετά σοῦ τὸ ἔλεος αὐτοῦ ἕως τέλους. Ἀμήν.
λ'
Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν ἐρωτήσαντα, εἰ ὀφείλει συμπλεῦσαι τοῖς ἀδελφοῖς διά τό ἐργόχειρον εἰς Αἴγυπτον' εὐλαβεῖτο γάρ ὅτι καί αὐτός καί οἱ ἀδελφοί ἄπειροι ἦσαν τῆς θαλάσσης καί τῶν τόπων.
Εἰπέ τῷ ἀδελφῷ' ὅσον ἔξω εἶ, κοπιάσαι ἔχεις διά τὸν Θεὸν, μετά τῶν ἀδελφῶν. Πρόθου οῦν τάς τοῦ Ἀποστόλου θλίψεις πρὸ τῶν ὀφθαλμῶν σου“ «ὁ γάρ ὑπομείνας εἰς τέλος οὑτος σωθήσεται», ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ω ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο από τό Βιβλίο:

ΒΑΡΣΑΝΟΥΦΙΟΥ ΚΑΙ ΙΩΑΝΝΟΥ
ΚΕΙΜΕΝΑ ΔΙΑΚΡΙΤΙΚΑ ΚΑΙ ΗΣΥΧΑΣΤΙΚΑ
EΡΩΤΟΑΠΟΚΡΙΣΕΙΣ

Η  επεξεργασία σάρωσις  επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Follow by Email

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Γίνεται Μέλος στο Ιστολόγιο

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |