ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Βαρσανουφίου και Ιωάννου Κείμενα Διακριτικά και Ησυχαστικά

Κυριακή, 4 Δεκεμβρίου 2016

Βαρσανουφίου και Ιωάννου Κείμενα Διακριτικά και Ησυχαστικά



Βαρσανουφίου και Ιωάννου Κείμενα Διακριτικά και Ησυχαστικά
Eρωτοαποκρίσεις
Τόμος  Α΄ Προίμιον

Συγγραφέν ὑπό τοῦ Ἀγίου Νικοδήμου τοῦ Ἀγιορείτου Μερική διήγησις περί τοῦ βίου τῶν ὁσίων καί ἱερῶν συγγραφέων τῆς βίβλου, Βαρσανουφίου καί’Ιωάννου.
Φωστῆρε δύο κατά ταὐτόν, σήμερον διά τῆς Τυπογραφίας ἐν τῷ τῆς Οἰκουμένης ἀνατέλλουσι στερεώματι, Βαρσανούφιος καί Ἰωάννης, τῆς ἀσκήσεως οἱ κανόνες, τῆς ἡσυχίας οἱ ἐπιστήμονες, οἱ λύχνοι τῆς διακρίσεως, τῆς προοράσεως οἱ ἀκοίμητοι ὀφθαλμοί, τῶν ἀρετῶν τά ταμιεῖα, τοῦ ἁγίου Πνεύματος τά δοχεῖα καί τῆς παρούσης θεοσόφου καί Ἱ’υχωφελεστάτης Βίβλου, οἱ θεοφόροι ἀληθῶς καί χριστοφόροι καί πνευματοφόροι Συγγραφεῖς καί Πατέρες καί Ἀρχιτέκτονες.
Οἰ φωστῆρες δέ οῦτοι, νοητοί ὄντες, καί λόγον ζωῆς ἐπέχοντες, κατά τόν Ἀπόστολον, οὐκ ἔχουσι τὰ τῶν αἰσθητῶν φωστήρων πάθη καί ἰδιώματα' ὅχι' ἐπειδή αὐτοί δέν βασιλεύουσί ποτε ὡσάν οἱ φαινόμενοι φωστῆρες, οὔτε ἐκλείπουσι διότι καταυγαζόμενοι ἀπό τάς ἀκτινοβόλους ἀστραπάς τῆς τρισηλίου θεαρχίας, ἀβασίλευτον καί ἀνέκλειπτον ἔχουσι τό νοητόν φῶς. Καί τοῦτο βεβαιοῖ ἡ βασίλειος τῆς Ἐκκλησίας φωνή, ὁ μέγας, λέγω, καί οῦρανοφάντωρ Βασίλειος, οὕτω λέγων παρά Ἰωσήφ τῷ Βρυεννίῳ, Τόμῳ β',  131. «Ἄθλον ἀρετῆς Θεόν γενέσθαι, καί τῷ ἀκραιφνεστάτῳ φωτί καταστράπτεσθαι 32 τῆς ἡμέρας ἐκείνης Ὑἰόν γενόμενον, ἡ οὐ διακόπτεται ζόφῳ' ἀλλος γὰρ ταύτην ποιεῖ ἥλιος ὁ τὸ ἀληθινόν φῶς ἀπαστράπτων, ὅς ἐπειδάν ἀπαξ ἐπιφαύςῃ ἡμῖν, οὐκ ἔτι ἐν δυσμαῖς κρύπτεται' ἀλλά πάντα τῇ φωτιστικῇ αὐτοῦ δυνάμει περιπτυξάμενος, διηνεκές καί ἀδιάδοχον τό φῶς τοῖς ἀξίοις ἐμποιεῖ, καί αὐτούς τούς μετέχοντας τοῦ φωτός ἐκείνου, ἄλλους ἡλίους ἀπεργαζόμενος».


Οἰ φωστῆρες οῦτοι δέν εἶναι ἀλλος μέγας, καί ἀλλος ἐλάσσων, καθώς εἶναι ὁ ἥλιος καί ἡ σελήνη, οἱ αἰσθητοί φωστῆρες τοῦ στερεώματος ἀλλ᾽ εἶναι ἰσοι τῶ μεγέθει, ἷσοι ταῖς ἐνεργείαις, ἰσοι τῆ πνευματικῇ δυνάμει καί ἶσοι τῇ λαμπρότητι τούς ίσους γάρ ἀγῶνας τῆς ἀσκήσεως διανύσαντες καί τὴν ἡσυχίαν ἀκρως καί οἱ δύο ποθήσαντες, πρεπόντως καί τῶν ἴσων χαρισμάτων τοῦ ἁγίου Πνεύματος ἠξιώθησαν“ ἐξαιρέτως δέ καί μάλιστα τοῦ προφητικοῦ“ τούτην μόνην ἔχοντες διαφοράν, ὅτι ὁ μέν θεῖος Βαρσανούφιος, ἅγιος καί μέγας Γέρων ἐπονομάζεται, ὁ δέ ὅσιος Ἰωάννης, ἀλλος Γέρων ἐπικαλεῖται.

Ἐπειδή δέ ὁ πανδαμάτωρ χρόνος καί λήθης βυθοῖς τά καλά παραπέμπων, κατέκρυψεν ὡσάν ὑποκάτω εἰς ὁρίζοντα τούς θεολαμπεῖς φωστῆρας τούτους, μέ τό νά μήν ἀφῆκεν εἰς ἡ μἄς κανένα ὑπόμνημα, διαλαμβάνον περί τῆς ζωῆς καί πολιτείας αὐτῶν. Τούτου χάριν ἡ ἐμή ἀδυναμία ἐκ τῆς ἰδίας αὐτῶν ταύτης βίβλου ἐσπούδασε νά συνάξῃ μερικά τινα, καί ταῦτα νά παραθέσῃ εἰς τούς φιλολόγους καί ποθοῦντας μαθεῖν, ποίας ἀρετάς οἱ τρισμακάριοι οὗτοι κατορθώσαντες, ἔφθασαν εἰς τήν ἀκροτάτην καί ἐνδεχομένην τοῖς βροτοῖς τελειότητα' ὅπερ γάρ τῷ ἁγίῳ Γρηγορίῳ τῷ Θεολόγῳ συνέβη, τοῦτο καί εἰς τούς Ὁσίους ἠκολούθησε τούτους' καί καθώς ὁ μετὰ ταῦτα συνώνυμος Γρηγόριος, οὐκ ἐξ ἄλλων τινῶν, ἀλλ᾽ ἐξ αὐτῶν τῶν τοῦ ἁγίου Γρηγορίου λόγων τήν βιογραφίαν ἐκείνου συνέγραψεν, οὕτω κἀγώ ἐξ αὐτῶν ων εἶπον οἱ Ὀσιοι οὗτοι, ίχνη τινά τῆς βιογραφίας αὐτῶν συνέλεξα,

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο από τό Βιβλίο:

ΒΑΡΣΑΝΟΥΦΙΟΥ ΚΑΙ ΙΩΑΝΝΟΥ 
ΚΕΙΜΕΝΑ ΔΙΑΚΡΙΤΙΚΑ ΚΑΙ ΗΣΥΧΑΣΤΙΚΑ
EΡΩΤΟΑΠΟΚΡΙΣΕΙΣ

Η  επεξεργασία σάρωσις βιβλίου (scaning) , επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Follow by Email

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Γίνεται Μέλος στο Ιστολόγιο

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |