ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Αποκρίσεις πρός δύο αρρώστους αδελφούς

Κυριακή, 4 Δεκεμβρίου 2016

Αποκρίσεις πρός δύο αρρώστους αδελφούς



Βαρσανουφίου και Ιωάννου
Κείμενα Διακριτικά και Ησυχαστικά
Eρωτοαποκρίσεις
Δ' ΑΠΟΚΡΙΣΕΙΣ ΠΡΟΣ ΔΥΟ ΑΡΡΩΣΤΟὙΣ
ΑΔΕΛΦΟὙΣ ΤΟὙ ΚΟΙΝΟΒΙΟὙ.
ρμβ'
Ἀδελφός οἰκῶν ἐν κοινοβίῳ ἡρώτησε τόν μέγαν Γέροντα περί τῶν ἰδίων λογισμῶν.
Ἀπόκρισις  Ἀνόητος εἶ, διά τοῦτο κυριέυουσί σου λογισμοί, μάλιστα δέ τό δικαίωμα. Ὁ Κύριος θέλει ἴνα ἔχῃς πάντα ἄνθρωπον διαφέροντά σου, περί τοῦ φαγεῖν καί πιεῖν καί οἱουδήποτε πράγματος, ὑποτάγηθι αὐτῷ. Ἐάν δέ ῇ πρᾷγμα βαρύ, γενοῦ γνώμης τοῦ Ἀββᾷ. Καί εἴ τι λέγει σοι ποίησον.Καί περί ψαλμῳδίας καί ἀγρυπνίας εἴ τι λέγει σοι ποίησον καί ὄλα γίνεταί σοι εἰς σωτηρίαν ψυχῆς. Καί ἐάν συκοφαντήσῃ σε χαῖρε, συμφέρει γάρ σοι πάνυ' καί ἐάν θλίψῃ σε, ὑπόμεινον' «ὁ γάρ ὑπομείνας εἰς τέλος οὑτος σωθήσεται». ᾿Επί πᾷσι δέ εὐχαρίστησον τῷ Θεῷ' ἡ γάρ εὐχαριστία πρεσβεύει ὑπέρ τῆς ἀδυναμίας πρός τόν Θεόν. ᾿Εν πᾷσι δέ ἀεί κατάκρινε σεαυτόν ἀμαρτάνοντα καί σφαλλόμενον καί οὐ κατακρίνει σε ὁ Θεός. Ταπεινώθητι ἐν πᾶσι καί εὑρίσκεις τήν παρά Θεοῦ χάριν.
᾿Εάν μάθῃς ταῦτα, βοηθεῖ σοι ὁ Θεός εὑρεῖν δύναμιν. Τοῦτο γάρ θέλημα αὐτοῦ ἐστιν, ἴνα πᾶς ἄνθρωπος σωθῇ καί εἰς ἐπίγνωσιν ἀληθείας ἔλθῃ.


ρμγ

Τοῦ αὐτοῦ μεγάλου Γέροντος πρός τόν αὐτόν.

Ἀπόκρισις

Ἀδελφέ, μή βάλῃς σεαυτόν διακρῖναι τούς ἐρχομένους σοι λογισμούς καί γάρ οὐκ ἔστι τοῦ μέτρου σου' καί ταράσσουσί σε ὡς θέλουσι τόν μή γινώσκοντα τήν μεθοδείαν αὐτῶν. Ἀλλ᾿ ἐάν ταράσσωσί σε, εἰπέ

αὐτοίς“ ἐγώ οὐκ οἶδα τίνες ἐστέ' ὁ γινώσκων Θεός, μή ἐάσῃ ὑμᾷς πλανῆσαί με. Καί ρίψον ἐνώπιον Θεοῦ τήν ἀδυναμίαν σου, λέγων“ Κύριε, ἐν ταῖς χερσί σού εἰμι βοήθησόν μοι καί ἐξελοῦ με ἐκ τῶν χειρῶν αὐτῶν. Τόν δέ βραδύνοντα λογισμόν καί πολεμοῦντά σε εἰπέ τῷ Ἀββᾷ σου καί διά τοῦ Θεοῦ θεραπεύει σε͵

Καί περί ἐργοχείρου, εἴ τι ἀκούεις ποίησον καί σώζῃ ἐν ὀνόματι τοῦ Θεοῦ. Περί τῶν Ἱ’αλμῶν, μή ἀφῇς τό μάθημα, ἐνέργεια γάρ ἐστι καί πύκτευσον τοῦ ἀποστηθίζειν' ὠφελεῖσαι γάρ πάνυ. Περί δέ τοῦ ἀκοῦσαι τά ὑπέρ τήν δύναμίν σου, μή ζητήσῃς ἔχεις γάρ μαθήματα τέως κατά τά μέτρα σου τά ὠφελοῦντά σε.

ρμδ'

Τοῦ αὐτοῦ μεγάλου Γέροντος πρός τόν αὐτόν.

Ἀπόκρισις

Μή χλευασθῇς ἀφελῇ, (ἤτοι ἀνοήτως) οὐκ ἔνι πιστεῦσαι τοῖς ἐχθροῖς σου' ἐὰν γάρ ἀμεριμνήσῃς καί ἀμελήσῃς ἔρχονται πάλιν' ὁ στρατιώτης γάρ ἐν καιρῷ εἰρήνης μελετᾷ τά τοῦ πολέμου. Βλέπε ὅτι ὁ Κύριος εἶπε τῶ ὄφει, αὐτός σου τηρήσει κεφαλήν καί σύ τηρήσεις αὐτοῦ πτέρναν. ΄Εως οὐν ἐσχάτης ἀναπνοῆς, οὐκ ὀφείλει ἀμεριμνῆσαι ἄνθρωπος. Πρόσεχε οῦν σεαυτῷ, ἀδελφέ, ἀπό τῆς ὀργῆς καί τῆς κενοδοξίας καί τοῦ ὕπνου καί τῶν λοιπῶν παθῶν, εἰδώς ὅτι ὁ ἐχθρός οὐ κοιμᾷται οὐδ᾿ ἀμελεῖ.

(σελ. 304) Ἀδελφέ, εἰ θέλεις σωθῆναι, κτῆσαι ταπείνωσιν, ὑπακοήν καί ὑποταγήν ἑκούσιον. Καί ὄταν ἀκούῃς τίποτε παρά τοῦ Γέροντος, εἴ τι ἄν ἡ, εἰπέ αὐτῶ μετά ταπεινώσεως εὐξαι ὑπέρ ἐμοῦ, Πάτερ, ὄπως δώῃ μοι ὁ Θεός σύνεσιν καί γρήγορσιν ἴνα μή θλίψω σε.

Ταῦτα φύλαξον καί σώζῃ.

ρμε'

Ὁ αὐτός ἀδελφός ἀσθενείᾳ περιπεσών καί ὑποπτεύων ἀποθανεῖν, ῇτησε μετά ταπεινώσεως πολλῆς τόν αὐτόν μέγαν Γέροντα περί ἀφέσεως ἀμαρτιῶν“ καί περί ὑπομονῆς τῆς ἐν τῇ νόσῳ ἔως τέλους. Καί ἀπεκρίνατο αὐτῷ οὔτως.

Μή λυπηθῇς, ἀδελφέ' ὁ γάρ ἐκτός ἀμαρτιῶν θάνατος, οὐκ ἔστι θάνατος, ἀλλά μετάβασις ἀπό θλίψεως εἰς ἀνάπαυσιν' ἀπό σκότους εἰς τό ἀνεκλάλητον φῶς καί εἰς τήν ζωήν τήν αἰώνιον. Καί λέγει δέ

σοι ὁ Θεός ὁ μέγας Βασιλεύς, ἀφέωνταί σοι πᾷσαι αὶ ἁμαρτίαι σου, (σελ. 306) προηγουμένως διά τῶν εὐχῶν καί δεήσεων τῶν ἁγίων καί διά τήν σήν εἰς αὐτόν πίστιν, δώῃ σοι τήν ὑπομονήν ἔως τέλους.

ρμς- Τοῦ αὐτοῦ πρός τόν αὐτόν μέγαν Γέροντα.

Δέσποτά μου, Πάτερ, ἐν ταῖς χερσίν εἰμι τοῦ Θεοῦ καί ταῖς σαῖς. Ποίησον οὖν τό ἔλεός σου ἔως τέλους μετ᾿ ἐμοῦ καί τάχυνον τοῦ ἀπολύσαι με παρατιθέμενός με τῷ Δεσπότῃ μου Χριστῷ' καί ὁδηγῶν ταῖς ἀγίαις σου εὐχαῖς καί παραπέμπων τόν ἀέρα καί τήν ὁδόν ταύτην ἤν οὐ γινώσκω.

Ἀπόκρισις

Θεῷ τῷ καταξιώσαντι ὑπεραποθανεῖν ἡμῶν, τῷ Δεσπότῃ τοῦ οὐρανοῦ καί τῆς γῆς καί πάσης πνοῆς, παρατίθημί σε, ἀδελφέ, τοῦ καταπραύναι ἔμπροσθέν σου τόν φόβον τοῦ θανάτου καί τοῦ ἐνεμπόδιστου ποιῆσαι τήν ἀνάβασιν τῆς ψυχῆς σου καί μετά παρρησίας προσκυνῆσαι τήν ἁγίαν Τριάδαν, τοῦτ᾽ ἔστιν ἡλευθερώμένον' φοβούμενον δέ καί τρέμοντα κατά τούς Ἀγγέλους καί τοῦ ἀναπαῦσαί σε μετά τῶν ἁγίων αὐτοῦ.

ρμζ'

Ἄλλος ἀδελφός ἀσθενήσας, φθίσει περιπεσών, καί πάνυ κινδυνεύων, παρεκάλεσε τόν αὐτόν μέγαν Γέροντα εὔξασθαι ὑπέρ αὐτοῦ καί αἰτῆσαι αὐτῷ ἄφεσιν ἁμαρτιῶν.

Ἀπόκρισις

Μή φοβηθῇς, ἀδελφέ, ἀλλά μᾷλλον χαρῇ ἡ ψυχή σου, καί εὐφρανθῇ ἐν Κυρίῳ. Καί πίστευσόν μοι μετά ἀληθείας ὄτι ἰδού συνεχώρησεν ὁ Θεός ὄλας σου τάς ἁμαρτίας κατά τήν αἴτησίν σου, ἀπό παιδός μέχρι (σελ. 308) τοῦ δεῦρο. Εὐλογητός ὁ θελήσας Θεός, ὅτι συνεχώρεσέ σοι ὄλας. Μή οὖν λυπηθῇς οὐδέν κακόν ἔχεις' πόνος ἐστί καί παύεται.

ρμη'

Πάλιν αὐτοῦ βαρηθέντος ἐπί πλεῖον παρεκάλεσαν τινές ἀδελφοί τόν

ἄλλον γέροντα ἑρμηνεῦσαι αὐτοῖς τήν πρό ταύτης ἀπόκρισιν“ ἤ περί ζωῆς εἰπεν ὁ Γέρων' ἤ περί θανάτου.

Ἀπόκρισις

Περί θανάτου ἐστί“ δύναται δέ αἰτῆσαι αὐτῷ ζωήν, ἐάν πληροφορηθῇ ὑπό Θεοῦ.

ρμθ'

Ταῦτα ἀκούσαντες παρεκάλεσαν τόν μέγαν Γέροντα αἰτῆσαι αὐτῷ ζωήν.

Ἀπόκρισις

Ὁ Θεός μου ὁ ἀγαθός καί εὔσπλαγχνος, ἔτι καί ἔτι ἐμπλῆσοι ὑμᾶς τῆς χαρᾶς τοῦ ἁγίου Πνεύματος. Ἀμήν. Περί δέ τοῦ ἀδελφοῦ ἀρκεῖ αὐτῷ εἴ τι κατηξιώθη λαβεῖν, ὅτι ἄφνω πλούσιος ἐγένετο, καί ἐκ δούλου ἐλεύθερος' ἀλλ᾿ εὐλογητός ὁ εὐδοκήσας καί προσδεξάμενος τήν παράκλησιν Θεός. Μηδέν οῦν εἴπητε τῷ ἀδελφῷ, ἴνα μή λυπηθῇ“ ἀλλ᾽ ὑμεῖς φυλάξατε τό μυστήριον“ οὐ γάρ ἐστιν αὐτῷ θάνατος, ἀλλά μετάβασις ἀπό θανάτου εἰς ζωήν τήν αἰώνιον, καί ἐκ θλίψεως εἰς ἀνάπαυσιν.

'

ρν Πάλιν τοῦ ἀδελφοῦ βαρηθέντος, καί πάνυ κάμνοντος, παρεκάλεσαν

αὐτόν τόν μέγαν Γέροντα ποιῆσαι τόν Θεόν αἰτηθέντα ὑπ᾿ αὐτοῦ μετὰ τοῦ ἀδελφοῦ τάχιον τό ἔλεος.

Ἀπόκρισις τοῦ μελάγου Γέροντος. Διά τοῦτο ἔμεινεν ἐν τῷ κόπῳ, ἴνα μή μείνῃ καθ᾿ ἑαυτήν ἡ γενομένη περί αὐτοῦ δέησις' καί ὁ Θεός τό συμφέρον αὐτῷ καί ἐποίησε καί

ποιεῖ, εὐχαῖς ἀγίων. Ἀμήν.

Καί μετά τήν ἀπόκρισιν ταύτην ἐτελειώθη ἐν εἰρήνῃ ὁ ἀδελφός.

Ε' ΑΠΟΚΡΙΣΕΙΣ ΠΡΟΣ

ΤΟΝ ΑΒΒΑ ΕὙΘὙΜΙΟ

ρνα'

Γέρων τις Ἀββᾷς Εὐθύμιος ἡσυχάζων ἔπεμψε τήν εὐχήν ταύτην πρός τόν αὐτόν μέγαν Γέροντα, ἴνα δι᾿ αὐτοῦ ὁ Θεός ποιήσηται τήν πρός αὐτόν ἀπόκρισιν πρός τόν ἐρωτήσεις τάς ἐν τῇ εὐχῇ.

( “Ε ρώτη σις)

Ζωοδότα, ἡ ὁδός τῶν ἐν σκότει, φώτισον καί ἡμᾶς τούς ἐν τῇ ὁμίχλῃ, αὐτός γάρ εἶπας, ᾿Ἀγιε“ «αἰτεῖτε καί λήψεσθε, κρούετε καί ἀνοιγήσεται ὑμῖν». Καί ἐπειδή θέλεις καί εἰς ἡμᾶς θύραν ἀνοῖξαι σωτηρίας, τάχυνον“ ἐνήρξω γάρ. Εἰ μή γάρ ἤθελες ἡ μᾷς σῶσαι, οὐκ ἄν ἡμῖν ἐδήλωσας, τά παρ᾿ ἡμῖν μέν ἀδύνατα, παρά σοί δέ τῷ Θεῷ δυνατά.

᾿Εδήλώσας ἡμῖν, ᾿Ἀγιε, καθάρισον σεαυτόν ἐὰν θέλῃς ἴνα ἔρχωμαι' κἀγώ εἰπον, ᾿Ἀγιε, ὁ πηλός καθαρίσαι ἑαυτόν οὐ δύναται. Καί πάλιν εἶπας ἡμῖν, Δέσποτα' ὁ θέλων μου καταξιωθῆναι τῶν δωρεῶν, κατανοησάτω τά ἴχνη μου ἐν πᾶσι. Καί πῶς δύναται κατανοῆσαι ὁ ἀπό γενέσεώς τυφλός γεγενημένος, ἐάν μή ἀνοιχθῶσιν αὐτοῦ οὶ ὀφθαλμοί; Ὁ τυφλός ζητεῖ χειραγωγόν, ἴνα πως εὔρῃ τήν μικράν διακονίαν αὑτοῦ. Καί γάρ Τιμαῖος ὁ Βαρτιμαίου υὶός, ἐκάθητο παρά τήν ὁδόν, αἰτῶν ἐλεημοσύνην καί ὄτε ἤκουσεν ὅτι τό φῶς τῆς δικαιοσύνης διά τῆς ὁδοῦ ἐκείνης διέρχεται, ἀνέκραξε λέγων' «υὶέ Δαβίδ ἐλέησόν με. Καί ὄτε ἐσπλαγχνίσθη ἡ ἀγαθότης σου καί προσεκαλέσω αὐτόν καί εἶπας, τίς θέλεις ποιήσω σοι, Ὁ δέ εἶπε“ ραββουνί, ἴνα ἀναβλέψω». Εὐθέως ἡ ἀγαθότης σου (σελ. 316) εἶπεν' ἀνάβλεψον καί ἀνέβλεψε, καί εἶδε τά ἴχνη σου καί ἡκολούθησέ σοι.

Κἀγώ θέλω ἀνακράξαι καί ἐπιτιμᾷ μοι ὁ ἀεί θέλων σκοτίσαι τούς ὀφθαλμούς τῶν βλεπόντων. Εἰ θέλει ἡ ἀγαθότης σου προσκαλέσασθαι καί ἐμέ καί εἰπεῖν“ τί θέλεις ποιήσω σοι; κράξω κἀγώ κατ᾿ αὐτόν“ Κύριε ἴνα ἀνοιγῶσι μου οὶ ὀφθαλμοί. Καί γάρ ὁ λεπρός εἰ ἠδύνατο ἑαυτόν καθαρίσαι, οὐκ ἄν ἔκραξε, Κύριε, ἐάν θέλῃς δύνασί με καθαρίσαι, ἀλλ᾿ ἐκαθάριζεν ἑαυτόν. Κἀγώ κατ᾿ αὐτόν κράζω' δός κἀμοί τήν αὐτήν ἀγίαν φωνήν, «θέλω, καθαρίσθητι» καί εὐθέως ἀπέρχεται ἀπ᾿ ἐμοῦ ἡ λέπρα' καί ἀναβλέψας καί καθαρισθείς, τότε κατανοήσω τὰ ἴχνη σου, τοῦ βαδίσαι κατ᾿ ὄπισθέν σου' ὅτι σύ εἰ ἡ ὁδός τῶν πεπλανημένων.

Καί τόν πατέρα παρακαλῶ' ναί, Πάτερ, δεήθητι τοῦ Δεσπότου ἡμῶν

Χριστοῦ, ἴνα ἀνοίξῃ μου τούς ἀδελφούς, ὄτι σέ ἔχω τόν χειραγωγόν τόν προσάγοντά με τῷ Δεσπότῃ Ἰησοῦ, ὅτι αὐτῷ, ἐστιν ἡ δόξα σύν τῷ Πατρί καί τῷ ἁγίῳ Πνεύματι, εἰς τούς αἰῶνας. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο από τό Βιβλίο:

ΒΑΡΣΑΝΟΥΦΙΟΥ ΚΑΙ ΙΩΑΝΝΟΥ
ΚΕΙΜΕΝΑ ΔΙΑΚΡΙΤΙΚΑ ΚΑΙ ΗΣΥΧΑΣΤΙΚΑ
EΡΩΤΟΑΠΟΚΡΙΣΕΙΣ

Η  επεξεργασία σάρωσις βιβλίου (scaning) , επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Follow by Email

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Γίνεται Μέλος στο Ιστολόγιο

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |