ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Δεσπότης Χριστός ο πάντα δυνάμενος

Κυριακή, 4 Δεκεμβρίου 2016

Δεσπότης Χριστός ο πάντα δυνάμενος



Βαρσανουφίου και Ιωάννου
Κείμενα Διακριτικά και Ησυχαστικά
Eρωτοαποκρίσεις
Ἀπόκρισις


Ἀδελφέ ἀγαπητέ, εἰ ὁ Δεσπότης Χριστός ὁ πάντα δυνάμενος, ὁ Κύριος τοῦ οὐρανοῦ καί τῆς γῆς, ἔλεγε τῷ προσελθόντι αὐτῷ κατά τήν πίστιν σου γενηθήτω σοι, ἐγώ ὁ πτωχός καί πένης τί ἔχω εἰπεῖν;
Ἀλλ᾿ ὁ Θεός τῶν εὐλογιῶν, εὐλογήσοι σε ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ, καί πάσῃ χάριτι δικαιοσύνης καί ποιήσοι σε συμμέτοχον τῆς λαμπρότητος τῶν ἁγίων, κληρονόμον τῆς βασιλείας, ἐλευθερούμενον ἀπό τῶν παθῶν τῆς ἀτιμίας, εὐχαῖς καί πρεσβείαις πάντων τῶν ἁγίων. Ἀμήν.Περί δέ ῶν ῇτοισας, ὁπότε οὔτω πληροφορῇ, φορῶ αὐτά τρεῖς ἡμέρας καί πέμπω σοι αὐτά, ὅταν ἀγιάζωνται διά τῆς πρός Θεόν συντυχίας τῆς διά τῶν ἁγίων προσευχῶν“ δι᾽ ἧς καί σύ εὖξαι ὑπέρ ἐμοῦ, παρακαλούμενος.


ρκδ' Τοῦ αὐτοῦ πρός τόν αὐτόν μέγαν Γέροντα.

Πῶς Πάτερ ἐπιγινώσκων ἐν τῷ κελλίῳ, εἰ κόπῳ τό θέλημά μου“ ὁμοίως δέ καί ὤν μετά τῶν ἀνθρώπων. Καί τί ἐστι θέλημα σαρκικόν καί θέλη μα τό ἐκ τῶν δαιμόνων κεκαλυμμένον τῷ ἀγαθῷ καί τό τοῦ Θεοῦ θέλη μα;

Ἀπόκρισις

Τό κόψαι τό θέλη μα ἐν τῷ κελλίῳ καθήμενόν ἐστι, τό καταφρονῆσαι τῆς σαρκικῆς ἀναπαύσεώς κατά πάντα. Τό δέ θέλημα τῆς σαρκός ἐστι, τό ποιῆσαι ἀνάπαυσιν αὐτῆς εἰς οὶονδήποτε πρᾷγμα. Εἰ οὐ ποιεῖς τήν ἀνάπαυσιν αὐτῆς, κόπτεις τό θέλημά σου καθήμενος ἐν τῷ κελλίῳ σου. Τό δέ κόψαι τό θέλημα ὄντα μετά τῶν ἀνθρώπων, τό ἀποθανεῖν ἀπ᾽ αὐτῶν ἐστι καί εἰναι μετ᾽ αὐτῶν ὡς μή όντα. Τό δέ θέλημα τό κατά Θεόν ἐστι τό κόψαι τό θέλημα τῆς σαρκός κατά τόν Ἀπόστολον. Τό δέ θέλημα τό ἀπό τῶν δαιμόνων, (σελ. 274) τό δικαίω μά ἐστι, καί τό πιστεύειν ἑαυτῷ καί τότε παγιδεύεται.

Εὐξαι ὑπέρ ἐμοῦ, ἀδελφέ, καί συγχώρησόν μοι.

ρκε' Τοῦ αὐτοῦ πρός τόν αὐτόν μέγαν Γέροντα.

Ποίαν δεῖ καθ᾽ ἡμέραν ἑμαυτῷ διοικῆσαι τροφήν.

Ἀπόκρισις

Τό διοικῆσαι τήν καθ᾽ ἡμέραν τροφήν εἰς τό κελλίον καθώς ἡρώτησας, εἰς μέριμναν βάλλει σε καί πόλεμον, ἀλλ᾽ ὡς κατευοδοῖ ὁ

Θεός, δίαγε“ «ὃς γὰρ πορεύεται ἀπλῶς, πορεύεται πεποιθώς».

ρκς' Τοῦ αὐτοῦ πρός αὐτόν,

Ἄρα καλόν ἐστι τό ἀδολεσχεῖν με εἰς τό, Κύριε Ἰησοῦ ἐλέησόν με, ἤ μᾶλλον ἀποστηθίζειν ἐκ τῆς θείας Γραφῆς καί στιχολογεῖν Ἱ’αλμούς;

Ἀπόκρισις

Τά ἀμφότερα δεῖ ποιεῖν, ὀλίγον οὔτως καί ὀλίγον οὔτως“ γέγραπται γάρ, «ταῦτα ἔδει ποιεῖν, κἀκεῖνα ἀφιέναι».

ρΚζ᾽ Τοῦ αὐτοῦ πρός αὐτόν

Ὅτε ψάλλω, ὀφείλω καθ᾽ ἕκαστον ιΙ’αλμόν τό Πάτερ ἡμῶν λέγειν, ἡ ἐν καιρῷ τό Πάτερ ἡμῶν, καί τά λοιπά εἰς δεήσεις ἀναλίσκειν;

Ἀπόκρισις

Τό ἀπαξ εἰπεῖν τό Πάτερ ἡμῶν, καί ἀπαξ δεήσεις τό αὐτό ἐστι.

ρκη' Τοῦ αὐτοῦ πρός τόν αὐτόν μέγαν Γέροντα.

Εἰ δεῖ ἐπί τέλει τῆς ἑσπερινῆς ἡ νυκτερινῆς δοξολογίας μνημονεύειν τῆς εἰρήνης τῶν ἁγίων ᾽Εκκλησιῶν, τοῦ βασιλέως, τῶν ἀρχόντων, τῶν λαῶν καί πτωχῶν καί χηρῶν καί ὅσα τοιαῦτα. Κἀν ὁ αἰτηθείς οἶδεν ἑαυτόν ἐμπαθῆ, ὀφείλει εὔξασθαι.

Ἀπόκρισις

Καλόν ἐστι μνημονεύειν ἐν τῇ εὐχῇ τῆς εἰρήνης τῶν ἁγίων ᾽Εκκλησιῶν, καί τῶν ἄλλων ἑπομένων, ἀλλ᾽ ὡς ἀνάξιον καί μή ἔχοντα δύναμιν εἰς τοῦτο“ ἀποστολικόν γάρ ἐστι παράγγελμα, καί ὑπέρ τοῦ αἰτοῦντος καλόν ἐστιν εὔξασθαι. Ἔστι γάρ εὐαγγελικός, καί

ἀποστολικός ὁ λόγος, παντί τῷ αἰτοῦντί σε δός' καί τό, εὔξασθε ὑπέρ ἀλλήλων όπως ἰαθῆτε' καί πάλιν, καθώς θέλετε ἴνα ποιῶσιν ὑμῖν οὶ ἄνθρωποι, καί ὑμεῖς ὁμοίως ποιεῖτε αὐτοῖς. Καί ὑπέρ Ἀποστόλων ηὔχοντό τινες“ ὁ οὐν ἀμελῶν τῆς ἐντολῆς, ἑαυτόν κατακρίνει“ ὥστε οῦν δυνάμενος μή δυνάμενος, ἀναγκάζω ἐμαυτόν διά τήν ἐντολήν.

ρκθ'

Τοῦ μεγάλου Γέροντος πρός τόν αὐτόν καί τούς συνόντας αὐτῷ ἀδελφούς, αἰτήσαντας τήν ἐκ τῆς εὐχῆς βοήθειαν κατά τῶν ἐχθρῶν“ καί ὥστε εἰπεῖν αὐτοῖς τόν βίον τοῦ ἄλλου Γέροτος, Ἀββᾷ Ἰωάννου.

Ἀπόκρισις

Χαίρετε ἐν Κυρίῳ, παιδία ποθεινότατα καί προσφιλέστατα. Ὁ Κύριος πληρώσοι ὑμῶν τά αἰτήματα ἐν πολλοῖς ἀγαθοῖς, καί ἀσθενήσοι ἐν ὑμῖν τό τόξον τῶν δυνατῶν, καί ὑμεῖς περιζώσοισθε δύναμιν. Θαυμάζω εἰ θέλετε τήν ὠφέλειαν τῶν ψυχῶν ὑμῶν ὡς ἐγώ θέλω, καί παρακαλῶ τόν Θεόν νύκτα καί ἡμέραν περί τῆς ὑμῶν σωτηρίας. Οὐκ εἶπον οὐ θέλετε, ἀλλ᾽ ὅτι οὐκ οἴδατε' ἀπεντεῦθεν γάρ, φανεροί εἰσιν αὶ τάξεις καί οὶ βαθμοί καί τά (σελ. 278) μέτρα“ καί ποῦ ἔσται ἡ κληρονομία. Καί καθώς ἀνθρωπος λαμπρός κατά τόν κόσμον καί πεπειραμένος ἐν ταῖς τοῦ βίου τούτου πραγματείαις, καί γινώσκων τήν μεγαλειότητα καί ὑπεροχήν καί τάς τιμάς τῶν στρατιωτῶν, πυκτεύει στρατεῦσαι ἐν μεγαλειότητι τά τέκνα αὐτοῦ, αὐτά δέ ὡς ἀπειρα ἀμεριμνοῦσι, τάχα δέ μή γινώσκοντα τάς τιμάς τῶν μεγάλων στρατιωτῶν, ἐπιποθοῦσιν εἰναι τεχνῖται τῶν χειροτεχνῶν, οὔτως εἰμί πρός ὑμᾶς. Ἀλλά συγχώρήσατέ μοι, ὡς γάρ ἀνθρωπος παραφρονῶν ἐλάλησα. ᾽Ελθών γάρ εἰς ἐμαυτόν, ἐμνήσθην, ότι γῆ εἰμι καί σποδός, πάντων τῶν κακῶν θύλαξ, ἐπένθησα. Τί ἐλάλησα καί εἶπα; Τί ἐκαυχήσατο γῆ καί σποδός; Ἀλλ᾽ όμως ἐπειδή ἔφθασα εἰπεῖν ότι ἐπιποθῶ τήν σωτηρίαν ὑμῶν καί παντός ἀγαθοῦ πρόξενος ὑμῖν θέλω γενέσθαι, ἐάν τοῦτο δυνηθῶ, ποιῶ τήν δύναμίν μου.

Περί δέ τῆς διαγωγῆς τοῦ ὁμοψύχου τέκνου, εὐλογημένου καί ταπεινοῦ ὑπηκόου, τοῦ κατά πάντα ἀρνησαμένου ἔως θανάτου τὰ θελήματα αὐτοῦ πάντα, τί ἔχω εἰπεῖν, Εἶπεν ὁ Κύριος“ «ὁ ἑωρακώς ἐμέ ἑώρακε τόν Πατέρα». Καί περί τοῦ μαθητοῦ εἶπεν“ ότι δύναται κατά τόν διδάσκαλον αὐτοῦ. Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.

Συγχωρήσατέ μοι, καί εὔξασθε ὑπέρ ἐμοῦ.

ρλ' Τοῦ αὐτοῦ πρός τόν αὐτόν μέγαν Γέροντα.

Αἴτησις περί τῆς ὑγείας τοῦ Ἀββᾷ, χρονίσαντος ἐν τῇ ἀσθενείᾳ. Καί περί τῶν ψυχικῶν παθῶν. Καί εἰ δεῖ τόν πλησίον οἰκοῦντα γέροντα ἐπισκέπτεσθαι“ καί πόθεν τό σῶμα κακῶς συγκέρασται.

Ἀπόκρισις

Χαίροις, ἀδελφέ, ἐν Κυρίῳ. Περί τῆς ὑγείας τοῦ υἱοῦ μου, ἡδύναντό τινες τῶν ἐνταῦθα ἀγίων δεηθῆναι τοῦ Θεοῦ, καθώς καί αὐτόν ἐπληροφόρησα, ἴνα ποιήσῃ αὐτόν μή ἀσθενῆσαι μηδεμίαν ἡμέραν καί ἐγίνετο οὔτως“ ἀλλ᾽ οὐκ εἶχεν ἔχειν καρπούς ὑπομονῆς. Οὐκ οἶδεν αὐτός τί ὑπέμεινα; Ἀρρωστίας, πυρετούς, θλίψεις, ἔως οὑ ἦλθον εἰς τόν λιμένα τοῦτον τῆς εὐδίας. Πολλά ὠφέλησεν αὐτόν ἡ ἀσθένεια εἰς τήν ὑπομονήν καί τήν εὐχαριστίαν.

(σελ. 280) Περί δέ τῶν παθῶν, δουλαγωγῆσαι ὀφείλει τις τό σῶμα αὐτοῦ ἐν τῇ ἐνδείᾳ καί θλίψει κατά τό δυνατόν.

Τό ἐπισκέπτεσθαι τόν ἀδελφόν, καλόν ἐστι, τό δέ ἀργολογῆσαι, σαπρόν ἐστι“ εἰς δοκιμήν φέρει σε τό πρᾷγμα. ᾽Επίσκεψαι τόν πλησίον καί φύλαξαι τοῦ μή ἀργολογῆσαι, ἀλλά κατά τάς συντυχίας τῶν ἁγίων Πατέρων' οὶον, πῶς ἔχεις Ἀββᾷ; Καί τό λοιπόν, εἰπέ ἡμῖν λόγον ζωῆς, πῶς εὑρίσκομεν τήν ὁδόν τοῦ Θεοῦ' εὐξαι ὑπέρ ἐμοῦ, ὅτι πολλάς ἔχω ἁμαρτίας, καί τά ὅμοια τούτοις καί εὐχήν καί ἀναχώρησον ἀπ᾽ αὐτοῦ μετ᾿ εἰρήνης.

Τό βάρος τοῦ σώματός σου κακῶς συγκεκέρασται ἐκ τῆς χαυνότητός σου καί τοῦ βάρους τῶν δαιμόνων. ᾽Ενδυναμώσοι σε ὁ Θεός πρός αὐτούς τοῦ νομίμως ἀθλῆσαι καί νικῆσαι καί στεφανωθῆναι, ἐν Χριστῷ Ἰησοῦ, τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καί τό κράτος εἰς τούς αἰῶνας. Ἀμήν.

Εὐξαι ὑπέρ ἐμοῦ, ἀδελφέ.

ρλα'

Τοῦ αὐτοῦ μεγάλου Γέροντος πρός τόν αὐτόν.

Ἀπόκρισις

Ἀδελφέ, σύ εἶπας ὅτι ἀσθενῶ ψυχῇ καί σώματι“ καί διατί οὐχ ὡμολόγησας, ότι ὑγιαίνεις τῷ θελήματί σου, Περί ψυχῆς καί σώματος οὐκ οἶδας, τί σοι συμφέρει' περί δέ τοῦ θελήματος, οὐδέ

μύριοι μηχανικοί οἴδασι κατά σέ͵ Οὐκ οἶδας ὅτι ἀεί δάκνω σε ἀπαξ καί ἀπαξ; Εἰ δύνασαι βαστάσαι, βάστασον“ ἐγὼ γάρ ὡς ἀφρων λαλῶ. ᾽Επειδή οῦν ἀφρων εἰμί, καί αὐτός αὐτό λέγεις“ τό γάρ εἰπεῖν οὐκ οἶδα τί συμφέρει μοι, τοῦτό ἐστιν. ᾿Ο Κύριος δώῃ ὑμῖν σύνεσιν ἐν πᾶσι.

Συγχώρησόν μοι καί εὐξαι ὑπέρ ἐμοῦ.

ρλβ' Τοῦ αὐτοῦ πρός τόν αὐτόν μέγαν. ᾽Ερώτησις καί αἴτησις περί εὐχῆς.

Δεόμαί σου τίμιε Πάτερ, φανέρωσόν μοι περί τοῦ θελήματος (σελ. 282) τοῦ καλοῦ καί τοῦ κακοῦ τί ἐστι, ἴνα μή ὡς ἔτυχε παρέλθω τούς ἁγίους λόγους σου καί συγχώρησόν μοι καί εὐξαι ὑπέρ ἐμοῦ, ἴνα ρυσθῶ ἐκ τοῦ διαβόλου καί τῆς αὐτοῦ ταραχῆς.

Ἀπόκρισις

Ἀδελφέ, πᾷσα ἀνάπαυσις σαρκός βδέλυγμα τῷ Θεῷ ἐστιν. Αὐτός γάρ εἰπε, στενή καί τεθλιμμένη ἐστίν ἡ ὁδός ἡ ἀπάγουσα εἰς τήν ζωήν. Ὁ οὐν ἐπιλεγόμενος αὐτήν τοῦτο καλόν θέλημά ἐστι' καί ὁ κρατῶν αὐτήν, ἐπιλέγεται εἰς πᾶν πρᾷγμα ἑαυτῷ θλῖψιν ἑκουσίως κατά τήν δύναμιν. Οὐκ οἶδας τί λέγει ὁ Ἀπόστολος; «ὑποπιάζω μου τό σῶμα καί δουλαγωγῶ». Βλέπεις ότι καί μή θέλοντος τοῦ σώματος ὁ θεῖος ἀνήρ ἑκουσίως ἐδουλαγώγει; Ὁ ἔχων τό καλόν τοῦτο θέλη μα τῆς σωτηρίας, εἰς οὶονδήποτε πρᾷγμα τῶν χρειῶν αὐτοῦ συμμίσγει μικράν θλῖψιν. Οἷόν τι λέγω, εὑρίσκω κοιμηθῆναι ἐπάνω πλουμακίων, θλίψω ἐμαυτόν μικρόν, εἴ γε θλῖψίς ἐστι, καί κοιμηθῶ ἐπάνω κροκιδίων διά τήν ἀσθένειαν τοῦ σώματος, αἰσχυνόμενος ὄτι ἀλλοι χαμευνοῦσιν“ ἀλλοι ἐπάνω προσκεφαλαδίων ἀχύρων, καθώς καί ὁ ἐν ἁγίοις Ἀρσένιος καί ἀλλοι πολλοί' ἄλλοι δέ ἀκάνθας ἔβαλλον ἐπί τήν κεφαλήν αὐτῶν, ἐπιλεγόμενοι τήν θλῖψιν. Εὑρίσκώ ἐγγύς τά ὔδατα, τά μαγειρεῖα ἔχοντα ἀνάπαυσιν; Ὁς ἐργάτης ὀφείλω ἐπιλέξασθαι μακρότερα, ἴνα κινήσω μου τό σῶμα εἰς μικράν θλῖψιν. Εὑρίσκω φαγεῖν καλῶς καί καθαρόν ἀρτον; Ὀφείλω το δευτερεῖον ἐπιλέξασθαι διά τό θλιβῆναι μικρόν, μνημονεύων τῶν μή παντελῶς γευσαμένων τῶν ὄψων, μάλιστα τοῦ Δεσπότου ἡμῶν Ἰησοῦ γευσαμένου πικρίας καί ὄξους δι᾽ ἐμέ“ τοῦτό ἐστι τό κατά Θεόν θέλημα.

Τό δέ κατά σάρκα, πᾷσαν ἔχει ἀνάπαυσιν εἰς πάντα τά ἐναντία. Οὐκ οἶδας τί λέγομεν; «Κλεῖσον ταχέως τήν θύραν, ἴνα μή ἀνεμισθῶ ἡ βραχῶ. Βλέψον, ἀδελφέ, ἐκάπνισας τό ἑψητόν καί οὐ δύναμαι αὐτό φαγεῖν» καί τά λοιπά“ τοῦτό ἐστι τό κακόν θέλημα. Κόψον αὐτό καί σώζῃ“ εἰ δέ ἡττᾷσαι, κατάπεμψαι σεαυτόν καί δικαίωσον τόν πλησίον.
Ἀδελφέ ὀκνηρέ, πληροφορήθητι ἐν Κυρίῳ, ὅτι ἐτάκη ὠς ἀράχνη ἡ
ψυχή μου. Κόπος ἐστί τό σωθῆναι' καί πῶς πλανᾷταί τις, νομίζων κατά πάντα ἀναπαυόμενος σωθῆναι; ᾽Εάν συγκοπιάσῃς μικρόν, δέομαι τοῦ Θεοῦ τοῦ δοῦναί (σελ. 284) σοι τήν αἴτησίν σου. Καί ὄταν μνημονεύῃς αὐτοῦ καί τῶν ἁγίων αὐτοῦ, ἀφίσταται ἀπό σοῦ ὁ διάβολος καί ἡ ταραχή αὐτοῦ. ᾽Εάν εἴπω ὅτι οὐκ εὔχομαι, ἴνα ἐνισχύσῃ ὑμᾶς ὁ Κύριος καί ἐνδυναμώσῃ εἰς πᾶν ἔργον ἀγαθόν, ψεύδομαι. Ἀλλά βιαστῶν ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ“ ἐάν μή βιασώμεθα ἡμᾶς αὐτούς μικρόν, πῶς ἔχομεν σωθῆναι; ᾽᾽Η πῶς δύναται ἡ δέησις τῶν ἁγίων πολλά ἰσχύειν, ἐάν μή ῇ ἐνεργουμένη; Εὐξαι ὑπέρ ἐμοῦ.
ρλγ'

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο από τό Βιβλίο:

ΒΑΡΣΑΝΟΥΦΙΟΥ ΚΑΙ ΙΩΑΝΝΟΥ
ΚΕΙΜΕΝΑ ΔΙΑΚΡΙΤΙΚΑ ΚΑΙ ΗΣΥΧΑΣΤΙΚΑ
EΡΩΤΟΑΠΟΚΡΙΣΕΙΣ

Η  επεξεργασία σάρωσις βιβλίου (scaning) , επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Follow by Email

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Γίνεται Μέλος στο Ιστολόγιο

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |