ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Η γάρ δοκιμή υπομονήν εργάζεται

Κυριακή, 4 Δεκεμβρίου 2016

Η γάρ δοκιμή υπομονήν εργάζεται



Βαρσανουφίου και Ιωάννου
Κείμενα Διακριτικά και Ησυχαστικά
Eρωτοαποκρίσεις
λα'
Πολλά περιελθόντων αὐτῶν ἐν Αἰγύπτῳ πρίν εὑρεῖν ἐργόχειρον, και πολλήν διαφόρως ὑπομεινάντων θλῖψιν καί διαστροφήν, καί ἐντεῦθεν ὀλογώρίας αὐτῷ συμβάσης, προθεώρήσας ὁ Γέρων ταῦτα τῷ πνεύματι, προετοιμάζει αὐτῷ ἀπόκρισιν ἔχουσαν οὔτω.
Γράψον, τέκνον, τά λεγόμενα παρ᾿ ἐμοῦ, μᾶλλον δέ παρά τοῦ Θεοῦ, καί ἑτοίμασον αὐτά τῷ ἀδελφῷ Ἰωάννῃ. Πρῶτον ἀσπασμὸν ἐν Κυρίῳ' μετά ταῦτα εἰπέ αὐτῷ“ ὅτι ὀλιγωρεῖς ἐν ταῖς θλίψεσιν ὡς ἄνθρωπος σαρκικός, μή ἀκούσας ὅτι πρόκεινταί σοι θλίψεις, ὡς καί τὸ πνεῦμα εἶπε τῷ Παύλῳ. Καί λοιπὸν παρεκάλει τούς ὅντας μετ᾿ αὐτοῦ ἐν τῷ πλοίῳ χαίρειν. (σελ. 106) Οὐκ οἶδας ὅτι πολλαί εἰσιν αἱ θλίψεις τῶν δικαίων, καί ἐν αὐταῖς δοκιμάζονται ὡς ἐν πυρί χρυσίον; Εἰ μέν δίκαιοι ἐσμέν, δοκιμασθῶμεν ἐν ταῖς θλίψεσιν' εἰ δέ πάλιν ἁμαρτωλοί, ως ἄξιοι αὐτῶν ὑπομείνωμεν' ἡ γάρ δοκιμή ὑπομονήν ἐργάζεται.


Λάβωμεν κατά νοῦν τούς ἐξ ἀρχῆς Ἀγίους πάντας καί ἴδωμεν τί ὑπέμειναν, καί ἀγαθοποιοῦντες, καί ἀγαθολαλοῦντες, καί ἀληθείᾳ ὅλῃ στήκοντες, μισούμενι καί θλιβόμενοι ἦσαν ἀπὸ τῶν ἀνθρώπων ἕως τῆς τελευτῆς αὐτῶν, καί ὑπερηύχοντο τῶν ἐχθρῶν καί τῶν ἐπηρεαζόντων αὐτούς, κατά τήν τοῦ Σωτῆρος φωνήν. Μή οὖν καί σύ κατά τόν σεμνόν Ἰωσήφ ἐπράθης, καί αἱ χεῖρές σου ἐν τῷ κοφίνῳ ἐδούλευσαν καί εἰς λάκκους δύο καταβέβηκας; ᾽᾽Η κατά τόν Μωσέα, ἀπὸ παιδός καί μέχρι γήρως ἐκακουκήθης; Τί ὑπέμεινας νώθρέ; ᾽᾽Η ως Δαβίδ, διωκόμενος ἀπὸ Σαούλ καί τοῦ ἰδίου υἱοῦ, ἐπένθει ὑπέρ αὐτῶν θανόντων; ᾽᾽Η κατά τόν Ἰωνᾶν ἐρρίφης εἰς τὴν θάλασσαν;

Λήθαργε καί ἀγαπητέ, τί ἐκλύεταί σου ὁ λογισμός; Μή φοβηθῇς καί δειλανθῇς ως ἄνανδρος, μήποτε ὑστερηθῇς ἀπὸ τῶν τοῦ Θεοῦ ἐπαγγελιῶν“ μή πτοηθῇς ως ἄπιστος, ἀλλά θαρσοποίησον τούς ὀλιγοπίστους σου λογισμούς. Ἀγάπησον τάς θλίψεις ἐν πᾶσι, ἴνα γένῃ υἱός δόκιμος τῶν ἁγίων. Μιμνήσκου τῆς ὑπομονῆς Ἰώβ καί τῶν καθεξῆς καί ζήλώσον ἐλθεῖν εἰς τά ἴχνη αὐτῶν. Μιμνήσκου ων ὑπέμεινε Παῦλος κινδύνων καί θλίψεων καί δεσμῶν καί λιμῶν καί ἄλλων κακῶν πλήθους, καί εἰπέ τῇ μικροψυχίᾳ΄ ἀλλότριός σου εἰμί. Μιμνήσκου γράψαντός σοι“ ἐάν κατευοδοθῇ τὸ πρᾶγμα ἔμπροσθέν σου, ἐάν μή, εὐχαρίστησον τῷ Θεῷ. Κατανόησον τά πράγματα, ὅτι φθαρτά καί παρερχόμενα εἰσιν“ ἡ δέ κατά Θεόν ὑπομονή σώζει τὸν κτησάμενον αὐτήν.

Ἰδού πυκτεύεις ἐνεγκεῖν ἐργόχειρον καί ἐργάσασθαι. Ἴνα οῦν δείξω σοι τὸν ἀποστολικκόν λόγον, ὅτι οὔτε τοῦ θέλοντος, οὔτε τοῦ τρέχοντος, ἀλλά τοῦ ἐλεοῦντος Θεοῦ, ἰδού πέμπει ἡμῖν ὁ Θεός ἀνθρώπους ἔχοντας τὴν χρείαν τοῦ κόσμου, οὔς δεξάμενοι μή εἴπητε ὅτι ἐλάλησα δι᾿ αὐτούς τίποτε, μήποτε λάβωσι κενοδοξίαν. Ἀγαπήσατε αὐτούς ὡς ἀδελφούς γνησίους, καί ποιήσατε τὸν λογισμὸν ὑμῶν ἀναπαῦσαι τὸν λογισμόν αὐτῶν' τοῦ κόσμου γάρ καταφρονοῦσι, σῶσαι τάς ψυχάς αὐτῶν θέλοντες. Καί ὁ Θεός δι᾿ ἐμοῦ - κατά πρόγνωσιν γράφω - ἄγει αὐτούς ὧδε πρὸς ὑμᾶς, ἴνα μάθητε ὅτι πάνυ κατεφρόνησαν.

(σελ. 108) Σύ οῦν ἀδελφέ, κρατούμενος τῇ ἐμῇ χειρί, περιπάτει εἰς

τήν στενήν καί τεθλιμμένην ὁδόν τήν ἀπάγουσαν εἰς ζωήν αἰώνιον, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡ μῶν, ῷ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

λβ'

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν, ἐρωτήσαντα εἰ ὀφείλει καθ᾿ ἑαυτὸν τρώγειν, καί τήν Τετράδα καί Παρασκευήν μή ἐξιέναι εἰς τήν ἁγίαν Κοινωνίαν“ καί εἰ χρή αὐτὸν ἀποκόψει τῆς φροντίδος τῶν ἔργων' καί ἐάν συμβῇ αὐτὸν εἰς τὸ ἡσυχάζειν ἀσθενῆσαι, εἰ δεῖ χρήσασθαι θεραπείᾳ τινί καί ὥστε δοθῆναι αὐτῷ ἐντολάς εἰς σωτηρίαν.

Οὐ θέλω τήν ἀγάπην σου ἀγνοεῖν περί τῆς γινομένης μετά σοῦ εὐεργεσίας παρά τοῦ φιλανθρώπου Θεοῦ. Καί γάρ ἰδού αἱ ὠδῖνες ἔφθασαν“ καί ἤρξατο ὁ Ἰησοῦς ποιῆσαι μετά σοῦ καί εἰσενεγκεῖν σε κατά τάξιν εἰς τήν εὐλογημένην αὐτοῦ ἡσυχίαν καί εἰς τήν ἀνεπαίσχυντον ὑπομονήν. Κἄν οῦν ἀτονία ἤ ἄλλη ἀσθένεια παρακολουθήσῃ σοι, ὅλην τὴν ἐλπίδα σου βάλε ἐπί τὸν σὸν δεσπότην καί ἀναπαύῃ“ καί γάρ ἐλπίζω εἰς τὸν Θεόν μου, ὅτι οὐ μακράν εἶ τῆς ὁδοῦ τοῦ Θεοῦ.

Περί δέ τοῦ καθ᾿ ἑαυτὸν φαγεῖν ἐν τῷ κελλίῳ σου, συμφέρει σοι καί ὠφελεῖ. Προφάσεως δέ γενομένης τοῦ καί μετά τῶν ἀδελφῶν φαγεῖν, μή διστάσῃς μηδέ δυσχεράνῃς καί κατά μικρόν σύστελλε σεαυτὸν. Τήν δέ κοινωνίαν ὅσον εἰσέρχῃ καί ἐξέρχῃ, μή κωλύσῃς“ σκάνδαλον γάρ ἔχει ἄλλοις τὸ πρᾶγμα. Καί πρόσχες πῶς ποιεῖς σου τὸ κάθισμα κατά ταπείνωσιν καί φόβον Θεοῦ καί ἀγάπην πρὸς πάντας ἀνυποκρίτως καί οἰκοδομεῖς τὴν οἰκίαν σου ἐπί τήν στερεάν καί ἀσάλευτον πέτραν“ φησί γάρ, «ἡ δέ πέτρα ἦν ὁ Χριστὸς».

Περί δέ ἄλλων ἐντολῶν τινων οὐ χρεία ἄρτι' ἀρκοῦν ἐγράφη σοι ἐξ ἐμοῦ' ἔχουσι γάρ ἱκανότητα ἀγαγεῖν ἀπὸ ἀρχαρίου ἄνθρωπον εἰς τέλειον. Μελέτησον αὐτά καί μιμνήσκου καί μή ἐπιλάθῃ“ ὅλην γάρ ἐχουσι τήν βιβλιοθήκην.

(σελ. 110) ᾽᾽Ερρωσο ἐν Κυρίῳ διαπαντός ταπεινοφρονῶν, ἐν λόγοις καί ἔργοις καί κινήμασι.

λγ'

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν, ὅτι ὁ κατά σάρκα αὐτοῦ ἀδελφός διασκεπτὸμενος εἰς τὸν μονήρη βίον ἀναχωρῆσαι, ἠρώτησε δι᾿ αὐτοῦ τὸν Γέροντα περί τούτου.

Εἶπεν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός“ «οὐδείς ἔρχεται πρός με, εἰ μή ὁ Πατύρ ὁ οὐράνιος ἑλκύσῃ αὐτὸν' κἀγώ ἐγείρώ αὐτὸν τῇ ἐσχάτῃ

ἡμέρᾳ καί ἐμφανίσω αὐτῷ ἐμαυτὸν. Βλέπετε ὅτι αἱ χῶραι λευκαί εἰσι πρὸς θερισμὸν, καί ὁ θερίζων μισθὸν λαμβάνει καί συνάγει καρπὸν εἰς ζωήν αἰώνιον, ἴνα ὁ θερίζων χαίρῃ καί ὁ σπείρων“ ἐν τούτῳ γάρ ὁ λόγος ὁ ἀληθινὸς ἐστιν, ὅτι ἄλλος ὁ σπείρων καί ἄλλος ὁ θερίζων».

Ἀδελφέ, οὐδείς θέλων εἰσελθεῖν εἰς πόλιν κοιμᾶται“ καί οὐδείς θέλων ἐργάσασθαι, βλέπων τὸν ἥλιον ραθυμεῖ“ καί οὐδείς θέλων φιλακαλῆσαι τὸν ἀγρὸν αὐτοῦ ἀμελεῖ“ ὁ γάρ θέλων εἰς πόλιν εἰσελθεῖν ὀξυποδήσει πρό τοῦ ὀψίσαι καί ὁ βλέπων τὸν ἥλιον ἐξελεύσεται εἰς ἐργασίαν μετά γοργότητος, μήποτε ἐμποδισθῇ' καί ὁ θέλων τὸν ἀγρὸν αὐτοῦ φιλοκαλῆσαι, σπουδάσει πρό τοῦ διαφθαρῆναι ἀπό ἐρυσίβης.

Ὁ ἔχων ὠτα ἀκούειν ἀκουέτω.

λδ'

Πάλιν ἐκ δευτέρου ἐλθόντος τοῦ ἀδελφοῦ πρὸς αὐτὸν, ἐθλίβετο διά τήν αὐτοῦ σωτηρίαν“ καί ὑπεμίμνησκεν αὐτὸν τῆς προτέρας αὐτοῦ ὑποσχέσεως' αὐτὸς δέ ῇττησε σημεῖον αὐτῷ δοθῆναι περί τούτου παρά τοῦ Γέροντος καί ἐδήλωσεν ὁ Γέρων ταῦτα.

(σελ. 112) Περί δέ τοῦ ἀδελφοῦ σου οὐ εἶπας, ἡ ἀπιστία πολεμεῖ αὐτῷ, καί αὔτη ἐστίν ἡ φαρισαϊκή αἴρεσις, πρὸς οὔς εἶπεν ὁ Κύριος «ὅτι ἡ γενεά αὔτη σημεῖον ἐπιζητεῖ, καί σημεῖον οὐ δοθήσεται αὐτῇ». Οὐκ ἔχω εἰπεῖν αὐτῷ, ἀλλά καθώς λέγει ὁ Ἀπόστολος, «τά ἀρχαῖα παρῆλθεν ἰδού γέγονε τά πάντα καινά»“ καί τὸ «νῦν Ἰσραήλ»“ καί τὸ «οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου»“ καί τό «σήμερον ἐάν τῆς φωνῆς αὐτοῦ ἀκούσητε μὴ σκληρύνητε τάς καρδίας ἡμῶν».

Ὁ ἔχων ὠτα ἀκούειν ἀκουέτω.

Εὐξαι ὑπέρ ἐμοῦ.

λε'

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν ἐρωτήσαντα περί ἀδελφῶν ἀσθενούντων τῷ σώματι καί περί ἄλλων ἀσθενούντων τῷ λογισμῷ' εἰ ὀφείλει αὐτούς παρ᾿ ἑαυτῷ προσλαβέσθαι' καί εἰ δεῖ εἰπεῖν τῷ Ἀββᾶ κουφίσαι μικρόν τούς ἀρχαρίους ἐκ τῆς ἀγρυπνίας“ καί περί τῆς χρονίας αὐτοῦ σιωπῆς.

Ἀδελφέ, ἡ ἀπόκρισις τῶν τριῶν λογισμῶν μία ἐστί“ μή ἀναγκάσῃς τὴν προαίρεσιν, ἀλλ᾽ ἐπ᾿ ἐλπίδι σπεῖρον“ καί γάρ ὁ Κύριος ἡ μῶν, οὐκ

ἠνάγκασε τινά, ἀλλ᾽ εὐηγγελίσατο' καί εἴ τις ἤθελεν ἤκουσεν.

Οἶδα ὅτι οἶδας ὅτι οὐκ ἀμελῶ, οὐδέ καταφρονῶ τῆς σῆς ἀγάπης,

ἀλλά ἡ ἀνοχή πρὸς τὸ συμφέρον γίνεται. Καί γάρ ὅταν εὐχώμεθα καί μακροθυμεῖ ὁ Θεὸς τοῦ ἀκοῦσαι, τὸ συμφέρον ποιεῖ, ἴνα μάθωμεν τήν μακροθυμίαν καί μή ἐκκακῶμεν, λέγοντες, ὅτι ηὐξάμεθα καί οὐκ εισηκουσθη μεν ὁ Θεὸς γάρ οἶδε τί συμφέρει τῷ ἀνθρώπῳ.

(σελ. 114) Χαίροις ἐν Κυρίῳ, ἀδελφέ μου, καί ἀμερίμνησον ἀπὸ παντὸς, καί εὐξαι ὑπέρ ἐμοῦ, ἀγαπητέ μου ὁμόψυχε.

λςΙ

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν ἐπιτρέπουσα αὐτῷ ἄρξασθαι τῆς ἡσυχίας ἐν πάσῃ ἀμεριμνίᾳ καί πρὸς τὸν ἐπελθόντα αὐτῷ λογισμόν, ὅτι ἐσχάτη ὥρα ἐστί' καί ὅτι συντυχών τινι τῶν Πατέρων ἐπί πολλήν ὥραν, ἐλογίζετο εἰ ἄρα καλῶς ἐποίησεν, ἤ οὔ.

Ἀδελφέ, ἄκουσον παρ᾿ ἐμοῦ τοῦ ἀγαπῶντός σε ἐν Χριστῷ Ἰησοῦ. Περί μέν τοῦ κελλίου, εἶπεν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς: « ᾽Ερχεται ὥρα καί νῦν ἐστιν, ὅταν ἀκούσωσιν οἱ νεκροί τῆς φωνῆς τοῦ Ὑἱοῦ τοῦ Θεοῦ καί οἱ ἀκούσαντες ζήσονται“ ὥσπερ γάρ ὁ Πατήρ ἔχει ζωήν ἐν ἑαυτῷ, οὔτως ἔδωκε καί τῷ υἱῷ ζωήν ἔχειν ἐν ἑαυτῷ». Κἀγώ σοι λέγω ὁ καιρὸς τοῦ εἰσελθεῖν σε σύν Θεῷ πάρεστι“ κατάστησὸν σου τὸ νέον κελλίον καί εἴσελθε ἔχων τὸν Θεόν ὁδηγόν. Καί ὅτε καθέζῃ μή μεριμνήσῃς τίποτε' καί γάρ ἡ χρεία τῶν πραγμάτων καί ἡ δοκιμασία καλεῖ ἑαυτὸν. Περί δέ τοῦ σπαρέντος λογισμοῦ ἀργὸς ἐστι, παρεισφέρων κενοδοξίαν' τίς γάρ οὐκ ἔγνω ὅτι ἐν ἐσχάτῃ ὥρᾳ ἐσμέν;

Περί δέ τῆς λαλιᾶς ὅταν βλέπῃς σεαυτὸν σχεδὸν θεολογοῦντα, μάθε ὅτι ἡ σιωπή θαυμαστοτέρα καί ἐνδοξοτέρα ἐστίν αὐτῆς' τίποτε οῦν περισσόν οὐ χρήζεις ἴνα γράψω' ἀπὸ γάρ ἄλφα ἔως ὠμέγα σοί ἔγραψα, καθώς ἐπίσταται ἡ σή ἀγάπη. Παρατίθεμαί σε οὖν τῷ Θεῷ αὐτοῦ γάρ ἐστιν ἡ βοήθεια καί τὸ ἔλεος. Ἀμήν.

λς᾽

(σελ. 116) Κοσμικός τις φιλόχριστος ἔπεμψεν ἐρωτῶν τὸν Ἀββᾶν Ἰωάννην περί πράγματος, καί ἔδωκεν αὐτῷ ἀπόκρισιν“ καί μεταμεληθείς ἐδήλωσε τῷ αὐτῷ μεγάλῳ Γέροντι, λέγων' συγχώρησὸν μοι ὅτι μεθύω καί οὐκ οἶδα τί ποιῶ

Πολλάκις λέγω σοι, ἄφες τούς νεκρούς θάψαι τούς ἑαυτῶν νεκρούς, καί μᾶλλον οὐκ ἀηδίζῃ τῆς αὐτῶν ἀκμήν δυσωδίας; Βλέπε τί λέγεις“ οὐ γάρ οἶδας τί λέγεις' ὁ γάρ μεθύων μυκτηρίζεται ὑπὸ τῶν

ἀνθρώπων, δέρεται, καταφρονεῖται“ οὐ ψηφίζει ἑαυτόν, οὐ παρέχει γνώμας, οὐ διδάσκει ἄλλους, οὐ συμβουλεύει περί τινων' οὐ διακρίνει ὅτι τοῦτο καλὸν ἤ τοῦτο κακὸν. Εἰ τῷ στόματι λέγεις καί ἄλλα δεικνύεις ἐν τοῖς ἔργοις, ἐν ἀγνωσίᾳ λαλεῖς. Μή ὑπνώσῃς, μήποτε ἐξαίφνης ἔλθῃ εἰς τά ὦτά σου, ἰδού ὁ νυμφίος, ἐξέλθετε εἰς ἀπάντησιν αὐτοῦ' καί ποῦ λέγεις τότε ἀσχολοῦ μαι.

Ἐποίησέ σε ἀμέριμνον, καί οὐ θέλεις; Ἡρέ σου τὴν φροντίδα, καί σεαυτόν περιπλέκεις; Ἀνέπαυσέ σε, καί θέλεις μοχθῆσαι; Οὐ μένει σε χρόνος τοῦ πενθῆσαι καί κλαῦσαί σου τάς ἁμαρτίας. Μιμνήσκου ὅτι εἰπέ σοι περί τῆς θύρας ὅτι κλείεται' γὸργευσαι ἴνα μή ἔξω μείνῃς μετά τῶν μωρῶν παρθένων' μετάβηθι τῷ λογισμῷ ἀπό τοῦ ματαίου κόσμου τούτου εἰς ἄλλον αἰῶνα. Ἄφες τά γήινα καί ζήτησον τά οὐράνια' ἐγκατάλειψον τά φθαρτά, καί εὑρίσκεις τά ἄφθαρτα' φεῦγε τῇ διανοίᾳ ἀπό τῶν προσκαίρων, καί ἀπαντᾷς εἰς τά αἰώνια“ ἀπόθανε τελείως, ἴνα ζήσῃς τελείως, ἐν Χριστῷ Ἰησοῦ, τῷ Κυρίῳ ἡμῶν“ ᾧ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

λη'

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν, ἐπιθυμοῦντα συχνῶς δέχεσθαι παρ᾿ αὐτοῦ ἀπόκρισιν εἰς βοήθειαν καί σωτηρίαν ψυχῆς, καί ζητοῦντα μαθεῖν, εἰ δεῖ συντυγχάνειν τινί τῶν ἀδελφῶν, ἤ λογισμὸν παρ᾿ αὐτῶν ἐρωτᾶσθαι.

Ἐπειδή οἶδα τίνι παρεθέμην σε, καί οἴαν τροφήν παρέθηκά σοι, ἐάν συνιῇς οὐ πυκνάζώ τοῦ γράφειν σοι' ῷ γάρ παρεθέμην σε, καί πρό τοῦ αἰτῆσαι αὐτὸν, οἶδεν ων χρείαν ἔχεις. ᾿Ο(ς) οὖν ἤκουσας ἀμερίμνει τό γάρ ἀμεριμνῆσαι ἀπὸ παντὸς’ πράγματος, ποιεῖ σε προσεγγίσαι τῇ πόλει“ καί τὸ μή ψηφισθῆναι ἐν ἀνθρώποις, ποιεῖ σε οἰκῆσαι τήν πόλιν“ καί τὸ ἀποθανεῖν ἀπὸ παντὸς ἀνθρώπου, ποιεῖ σε κληρονομῆσαι τὴν πόλιν καί τούς θησαυρούς.

Καί ἐπειδή πολλάκις ἀεί θέλεις τὸν αὐτὸν λόγον ἀκούειν περί συντυχίας, ἤ περί λογισμοῦ ἀδελφῶν, χρείας γενομένης, ἐγώ σοι λέγω τί δεῖ ποιῆσαι' σύ οῦν μηδέν φροντίσῃς, εἰ μή τὸ ἀνῦσαι τήν ὁδοιπορίαν.

Ἀσπάζομαί σου τήν ἀγάπην ἀδιαλείπτως. Καί ἀπὸ τοῦ σβεσθῆναι κατά μικρὸν ἀπὸ σοῦ τὴν δεινοτάτης ὀργῆς κίνησιν ἔστι σοι μαθεῖν.

Εἰρἠνη σοι ἔσται, ἀδελφέ μου καί ἀγαπητέ Ἰώάννη.

λθ'

(σελ. 120) Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν,

βουληθέντα κόψαι τήν συντυχίαν καί τοῦ ἰδίου ὑπηρέτου, διά τό ρηθέν αὐτῷ, ὅτι τὸ ἀμεριμνῆσαι ποιεῖ σε προσεγγίσαι τῇ πόλει“ καί πρὸς τὸν αὐτ(οῦ) λογισμὸν ἀναζητοῦντα τάς αἰτίας τῶν διαφόρων ἐπανισταμένων αὐτῷ πειρασμῶν.

Εἰπέ τῷ ἀδελφῷ' ἔκδεξαι ἄλλο μικρὸν. Καί γάρ οὐκ ἔστι καιρός“ καί γάρ ἐγώ φροντίζω σου περισσότερόν σου, μᾶλλον δέ ὁ Θεὸς.

Ἀδελφέ Ἰωάννη, μηδέν φοβηθῇς ἀπὸ τῶν ἐπαναστάντων πειρασμῶν πρὸς δοκιμασίαν σήν“ οὐ γάρ παραδίδωσί σε ὁ Θεὸς. Ὅταν οὖν ἔλθῃ σοι τίποτε τοιοῦτον, μή καοπιάσῃς ἐρευνᾶν πράγματα, ἀλλά κράζε τό ὄνομα Ἰησοῦ, λέγων' «Ἰησοῦ, βοήσει μοι» καί ἐπακούει, ἐγγύς γάρ ἐστι τῶν ἐπικαλουμένων αὐτὸν. Μή ὀλιγοψυχήσῃς, ἀλλά δράμε προθύμως καί καταλαμβάνεις“ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡ μῶν, ᾧ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

'

μ

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα“ εἰ ὀφείλει διδάξαι τὸν ἴδιον ὑπηρέτην τήν σειράν καί περί τινος ἀδελφοῦ ἐρωτήσαντος περί τῶν ἰδίων λογισμῶν οὐ σαφῶς, ἀλλά δι᾿ αἰνιγμάτων, εἰ καλῶς ἐποίησεν.

Λαμπροτάτη διδασκαλία τοῦ Σωτῆρος ἡ μῶν αὔτη ἐστί' «γεννηθήτω τὸ θέλημά σου». Εἴ τις οὖν λέγει τήν προσευχήν ταύτην μετά εἰλικρινείας, τὸ ἴδιον αὐτοῦ θέλημα ἀπολύει καί εἰς τό θέλημα τοῦ Θεοῦ κρεμᾷ τά πάντα. Τὸ οὖν διδάξαι τὸν ἀδελφόν συμφέρει μέν, ἔχει δέ τὸ πρᾶγμα φθόνον“ ἀλλά δύναται ἀρέως ἄπαξ ἄπαξ, καί σκεπάζεται τὸ πρᾶγμα διά τήν συνείδησιν τῶν ἀδελφῶν.

Περί δέ τῆς δι᾿ αἰνιγμάτων ἐρωτήσεως, ἰδιοσκοπία ἐστί, μή ἔχουσα διάκρισιν, καί χρῄζει ὁ τοιοῦτος πολλῶν εὐχῶν“ τά γάρ σημεῖα οὐ τοῖς πιστοῖς, (σελ. 122) ἀλλά τοῖς ἀπίστοις γίνεται.

μα'

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν εἰς πολλούς ἐμπεσόντα λογισμούς καί φροντίδας περί τῆς τοῦ Μοναστηρίου συστάσεως.

Πολλά τά βλύζοντα ἐν τῇ καρδίᾳ σου. Καί φησιν' ἐξαριθμήσομαι αὐτούς, καί ὑπέρ ἄμμον πληθυνθήσονται. Ἀδελφέ, οὐδείς οἶδε ποῦ μέλλει ὁ τόπος οὗτος ἐλθεῖν, εἰ μή ὁ καρδιογνώστης Θεός μόνος' κἀμέ ἐπληροφὸρησεν. ᾽᾽Εχε οὖν ὅτι οὐκ ἐγκαταλιμπάνει αὐτὸν ὁ Κύριος, ἀλλά φυλάττει καί δοξάζει αὐτὸν εἰς δόξαν τοῦ ὀνόματος τῆς δόξης αὐτοῦ.

Αὐτῷ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

μβ'

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν ἐρωτήσαντα περί τῆς συμβάσης αὐτῷ ἀσθενείας, πόθεν ἐστί“ καί εἰ χρή εἰπεῖν τοῖς ἀπερχομένοις ἀδελφοῖς εἰς τήν Αἴγυπτον πῶς χρήσασθαι' καί (μεριμνῶντα) περί αὐτῶν μήπως θλιβῶσι διά τήν αὐτῶν πρός τούς (τόπους) ἀπείριαν.

Εἰπέ τῷ ἀδελφῷ' μεμιγμένοι εἰσίν οἱ παρά σοί Αἰγύπτιοι καί Ἱεροσολύμῖται, ἀλλά μή φροντίσῃς, μέλλει γάρ τῷ Θεῷ περί σοῦ. Τὸ δέ ἐνθύμημά σου, ποίησον κατά φόβον Θεοῦ καί μή θλιβῇς κατά τῶν ἀδελφῶν, ἀλλά μόνον εὐξαι, καί ὁδηγεῖ αὐτούς Κύριος κατά τό θέλημα αὐτοῦ περί παντὸς πράγματος. Πάρεξ γάρ τοῦ Θεοῦ οὐδέν γίνεται, μάλιστα ἐν τῷ τόπῳ τούτῳ, εἰ κατά φόβον Θεοῦ πρὸς ἀνάπαυσίν ἐστι καί ὠφέλειαν ψυχῶν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο από τό Βιβλίο:

ΒΑΡΣΑΝΟΥΦΙΟΥ ΚΑΙ ΙΩΑΝΝΟΥ
ΚΕΙΜΕΝΑ ΔΙΑΚΡΙΤΙΚΑ ΚΑΙ ΗΣΥΧΑΣΤΙΚΑ
EΡΩΤΟΑΠΟΚΡΙΣΕΙΣ

Η  επεξεργασία σάρωσις  επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Follow by Email

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Γίνεται Μέλος στο Ιστολόγιο

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |