ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Εί τίς πίνει εκ τού ύδατος ού διψά είς τόν αιώνα

Κυριακή, 4 Δεκεμβρίου 2016

Εί τίς πίνει εκ τού ύδατος ού διψά είς τόν αιώνα



Βαρσανουφίου και Ιωάννου
Κείμενα Διακριτικά και Ησυχαστικά
Eρωτοαποκρίσεις
μγ'
 Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτόν, ὥστε πάντα τά καθ᾿ ἑαυτὸν ἀναθεῖναι Θεῷ.
Εἴ τις πίνει ἐκ τοῦ ὕδατος, οῦ ἔπεμψά σοι δι᾿ ἐπιστολῶν, οὐ διψᾷ εἰς τὸν αἰῶνα. Σύ δέ ὥφειλες προσδοκᾶν καί ἐλπίζειν ἀνάπαυσιν διά πίστεως Χριστοῦ. Λάβε τὸν ἄρτον τοῦτον ἐκ τῆς ἐμῆς τροφῆς, καί ἀμερίμνει' μηδέν φοβηθῇς, ἀλλά λάβε δύναμιν διά τοῦ ἁγίου Πνεύματος καί ἐλπίδα“ πίστευσον ὅτι ἡ χείρ τοῦ Θεοῦ μετά σοῦ ἐστιν.
μδ'
᾿Εκ τῆς πεμφθείσης αὐτῷ εὐλογίας δέδωκε τῷ αὑτοῦ ὑπηρέτῃ, οὐκ ἀπὸ χειρὸς, ὡς μή ὥν κληρικὸς, ἀλλ᾽ ἔθηκε, κἀκεῖνος ἑαυτῷ ἔλαβε“ καί δεξάμενος ἐκ δευτέρου καί τρίτου εὐλογίαν, τὸ αὐτὸ ἐποίησε καί ποιῶν τοῦτο δίχα ἐπιτροπῆς, οὐκ ἐννόει τὸ ἁμάρτημα. Καί πάλιν ὅτε εἶδε ταῖς εὐχαῖς τοῦ Γέροντος ἑαυτὸν κουφισθέντα ἐκ τῶν παθῶν, εἶπεν, ἠτόνησαν ἐξ ἐμοῦ τά πάθη. Καί μετά ταῦτα ἔπεμψεν ἐρωτῶν περί λογισμῶν βλασφημίας, καί οὐκ ἔλαβεν ἀπόκρισιν.


 Καί ἐν τῷ θαυμάζειν αὐτὸν τήν αἰτίαν, ἐξαίφνης κατά συγχώρησιν Θεοῦ πρὸς παιδείαν ὥφθη αὐτῷ φάντασμα φοβερόν, καί ἄπαξ καί δίς, καί παρά χρῆμα ἀπῆλθε. Καί πολλοῦ πληρωθείς θορύβου καί ταραχῆς, ἐμνήσθη τὸ σφάλμα μόνου τοῦ ἄρτου, ἐπιλαθόμενος τὸ παρ᾽ αὐτοῦ ρηθέν ἐπί τῆς ἀσθενείας τῶν παθῶν. Καί φορέσας τό πεμφθέν αὐτῷ ποτε παρά τοῦ Γέροντος κουκούλιον, πολλά προσέπιπτε καί παρεκάλει τυχεῖν ἐλέους. Καί γράφει αὐτῷ ὁ Γέρων περί τῶν δύο πταισμάτων“ ἔτι δέ καί περί τοῦ λογισμοῦ τῆς βλασφημίας καί ὅτι τὸ θεῖναι τάς εὐλογίας τῷ ὑπηρέτῃ ὥς τε αὐτὸν λαβεῖν οὐκ ἦν ταπείνωσις, ἀλλά μᾶλλον φυσίωσις καί παιδικῆς διανοίας.

 Εἴ τις οἶδεν παραβαίνει τήν ἐντολήν, τεκμήριον ἔν δεικνύει γνώσεως“ καί ὁ γινώσκων διορθοῦται. Ἀλλ᾿ ἁπλῶς, λαλοῦμεν, ως δήποτε ἐν τῇ χειρί τοῦ Θεοῦ παρέθηκά σε, καί ἐκκλίνεις ἀπ᾿ αὐτῆς; Καί ἡ Γραφή λέγει ἐκ στόματος τοῦ Θεοῦ, ὅτι οἱ δίκαιοι οὐκ ἐκκλίνουσι' τί δοκιμάζεις εἴπω; Καί πάλιν λέγει' μηδέ ἐξελθέτω μεγαλορρημοσύνη ἐκ τοῦ στόματος ὑμῶν. Καί ἐτόλμησας ἀνοῖξαι τὸ στόμα ἐνώπιον τοῦ Θεοῦ, καί εἰπεῖν ὅτι ἠτόνησαν ἀπ᾿ ἐμοῦ τά πάθη καί οὐχί μᾶλλον εἶπας ὅτι ἐν θησαυρῷ κεῖνται ἐν ἐμοί ὅλα;

Διά τοῦτο μικρόν ἐγκατελείφθης καί ἐφάνη σου ὅλη ἡ ταλαιπωρία“ καί εἰ μή ῇ ὅ εἶλες σκέπασμα, κοπιάσαι εἰχες' ἀλλά πιστός ὁ Θεὸς φησιν, ὅς οὐκ ἐάσει ἡμᾶς πειρασθῆναι ὑπέρ ὅ δυνάμεθα, ἀλλά ποιήσει σύν τῷ πειρασμῷ καί τὴν ἔκβασιν, πρὸς τὸ δύνασθαι ἡμᾶς ὑπενεγκεῖν. Καί τὸ ἀκαίρως ποιῆσαι πρᾶγμα, ἐκ θελήματός ἐστιν ἰδίου τοῦ φυσιοῦσθαι, μή ἔχων χειροτονίαν, καί τὸ δοῦναι ἄλλοις εὐλογίαν ως Ἀρχιεπίσκοπος, οὐκ οἶδα ἐγὼ πῶς ταῦτα ἐκφράσω. Τί οὐν ἐγώ οὐκ ἤδειν τοῦ πᾶσι πέμψαι εὐλογίας; ΄Η σοί πάντως ἔπεμψα. Ἰδού οῦν μικρόν ὑπέρ μεγάλων καί πολλῶν ἐπαιδεύθης.

Νῆψαι λοιπὸν τοῦ ἐξολοθρεῦσαι τά ὀκτώ ἔθνη τά ἀλλόφυλα στερεῶς καί μή καθίσῃς παιδικοῖς συρόμενος πράγμασι. Καί κτῆσαι στυφὸτητα, ἤ γάρ ἁπλότητα (ἴσ. καί οὐ μόνην ἁπλὸτητα)’ καί γάρ πολλάκις ἤκουσας «ὅτι μετά βουλῆς πάντα ποίει». Καί περί παντός πάθους καί βλασφημίας, δεήθητι τοῦ Θεοῦ, καί συναντιλαμβάνεταί σου κατά μικρόν“ καί νῆψον τοῦ λοιποῦ καί τήρησον αὐτά ἐν τῇ καρδίᾳ σου. Καί οὐ χρεία ἴνα τις μάθῃ, ἀλλ᾽ ὅ γέγονε, γέγονε. Συγχώρησόν μοι τά παρελθόντα καί διορθου μαι τά μέλλοντα. Ἐσται οὐν Ἰησοῦ μετά σοῦ εἰς τούς αἰῶνας. Ἀμήν.

με'

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν, ὅτε εἰς μεγάλην ἐμπεσών ἀρρωστίαν καί σφοδροτάτῳ κρατούμενος πυρετῷ καί (σελ. 128) ἐπί πολλάς ἡμέρας μήτε τραφείς μήτε καθευδήσας, ἔκραξεν ἐρίζων πρὸς τὸν Ἀββᾶν καί τούς ὑπηρετοῦντας αὐτῷ ἀδελφούς, κατ᾿ ἐνέργειαν διαβόλου.

Ἀδελφέ, τί ἐξυδαρώθη σου ἡ καρδία τοῦ ἀφεῖναι τὸν ἀγαπητὸν, καί τρέχειν ὀπίσω τοῦ ἐχθροῦ; Ἀφῆκας τήν φωνήν τοῦ ποιμένος Χριστοῦ καί ἐξηκολούθησας ὀπίσω τοῦ λύκου διαβόλου; Τί ἔπαθες; Τί ὑπέμεινας; Τί εἰσίν αἱ κραυγαί αὑται, ἄς ἠρίθμησεν ὁ Ἀπόστολος μετά τῶν δυσφήμών ἐκείνων; «Πᾶσα κραυγή καί βλασφημία καί ὀργή, ἀρθήτω ἀφ᾿ ὑμῶν σύν πάσῃ κακίᾳ». Ὑπέρ τήν δύναμιν ἔπαθες οὐδέν, τοῦ Ἀποστόλου βοῶντος“ «πιστός ὁ Θεὸς, ὅς οὐκ ἐάσει ἡμᾶς πειρασθῆναι ὑπέρ ὅ δυνάμεθα» καί τά λοιπά.

Ἐξύπνίσθητι ἀπὸ τῆς ταραχῆς ταύτης τῶν κακῶν λογισμῶν' λάβε τὴν ράβδον τοῦ σταυροῦ, ἐν ᾗ ἀπελαύνεις τούς λύκους, τοῦτ᾽ ἔστι τούς δαίμονας καί μνήσθητι τοῦ εἰπεῖν. ΄|να τί περίλυπος εἰ ἡ ψυχή μου καί ἴνα τί συνταράσσῃς με; Ἐλπισον ἐπί τόν Θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ, σωτήριον τοῦ προσώπου μου, καί ὁ Θεός μου. Νῆψον τοῦ λοιποῦ καί μή ἐκκαυθῇς ως ἄφρον παιδίον μή ἔχον αἴσθησιν, χρεωστῶν ἀνελθεῖν μετά Χριστοῦ εἰς τὸν σταυρὸν, καί ἡλώθῆναι τοῖς ἤλοις, καί νυχθῆναι τῇ λόγχῃ. Τί ὑπομένεις ταλαίπωρε, βοῶν κατά Χριστοῦ βίας καί ὑβρίζων τούς ἀδελφούς σου; Ποῦ ἐστι, τῇ τιμῇ ἀλλήλους προηγούμενοι;

Ἀρκεῖ ἔως ωδε΄ φησί γάρ «δὸς σοφῷ ἀφορμήν, καί σοφώτερος ἔσται». Βάσταξον καί ἡσύχασον καί εὐχαρίστησον εἰς πάντα“ οὔτω γάρ λέγει «ἐν παντί εὐχαριστεῖτε». Δῆλόν δέ ἐστι καί ἐν ἀνάγκαις, καί ἐν θλίψεσι, καί ἐν ἀρρωστίαις, καί ἐν ἀνέσει. Κράτει οὖν τὸν Θεόν, καί μένει μετά σοῦ' καί δίδωσί σοι δύναμιν ἐν τῷ ὀνόματι αὐτοῦ' ὅτι αὐτῷ ἡ δόξα εἰς τούς αἰῶνας. Ἀμήν.

μς'

Κουφισθέντος αὐτοῦ ἐκ τῆς ἀσθενείας καί ἀνανήψαντος ἐκ τοῦ πειρασμοῦ, ἔδειξεν αὐτῷ ὁ ἀντικείμενος πονηρά ἐνύπνια, ἴνα αὐτὸν πάλιν (σελ. 130) ταράξῃ“ καί ἀποτυχών τούτου, πάλιν ἔδειξεν αὐτῷ ὡς Μοναστήριον Ἐκκλησίας καί πολλούς ἐκεῖ καταφεύγοντας, ὥστε δῆθεν ἐντυχεῖν βοηθείας, καί ἀσφαλιζὸμενος αὐτὸν ὁ Γέρων γράφει αὐτῷ ταῦτα.

Δόξα ἐν ὑψίστοις Θεῷ, ἀδελφέ. Ὁ ἐχθρός ἡμῶν διάβολος παρετάξατο ὡς λέων ὠρυόμενος καταπιεῖν σε, ἀλλ᾽ οὐκ ἀφῆκεν αὐτὸν ἡ πάντοτε σκεπάζουσα ἡμᾶς χείρ τοῦ Θεοῦ. Ὅτε οὖν εἶδεν ὅτι οὐ συγχωρεῖται ποιῆσαι ὅ θέλει, ἔβαλεν ἑαυτὸν ταράσσειν σου τάς φρένας καί προεδήλωσέ σοι τινά πράγματα δι᾿ ὀνείρων αἰσχρῶν αὐτοῦ. Καί ως πονηρός ἐν τῇ πανουργίᾳ αὐτοῦ, ὡς εἶδεν ὅτι οὐ παραδίδωσί σε ὁ Κύριος πειρασθῆναι εἰς τέλος, οὐδέ ὑπέρ τὴν δύναμίν σου, ἐποίησέ σε ἰδεῖν Ἐκκλησίαν καί Μοναστήριον δῆθεν βοηθείας. Σύ οῦν ἀσφάλισαι τήν καρδίαν σου σφραγίζων ἀταράχως ἐν ὀνόματι τοῦ Πατρός καί τοῦ Ὑἱοῦ καί τοῦ ἁγίου Πνεύματος' καί πιστεύω ὅτι βοηθεῖν ἡμῖν τοῦ καταπατῆσαι τήν κεφαλήν αὐτοῦ.

Κτῆσαι οῦν ταπεινήν καρδίαν καί δός δόξαν τῷ σώσαντί σε ἀπὸ τῆς παγίδος τοῦ διαβόλου“ σύ γάρ ἀπό ἀμελείας ταῦτα ἔπαθες.

μζ'

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν, ἐμπεσόντα εἰς πόλεμον ἐκ διαφόρων συστάντα λογισμῶν, καί σφόδρα ὅντα βαρύτατον καί τοῖς πολλοῖς ἀκατάληπτον.

Εἰπέ τῷ ἀδελφῷ Ἰωάννῃ“ θαυμάζω τήν ἀγάπην σου πῶς οὐ νοεῖς τά πράγματα. ᾿Εγώ γάρ βλέπων τάς θλίψεις σου πολλάς πολλάκις, ἀπ᾿ ἐμαυτοῦ ἔπεμψά σοι εὐλογίας, ἴνα λάβῃς δι᾿ αὐτῶν δύναμιν κατά Θεόν' ἀλλ᾽ ὀφείλεις μελετᾶν πάντοτε τὸν ρς' Ἱ’αλμὸν. Ὅθεν λέγει' «εἶπε καί ἔστη πνεῦμα καταιγίδος, καί ὑψώθη τά κύματα αὐτῆς“ ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν καί καταβαίνουσιν ἕως τῶν ἀβύσσων». Καί πάλιν' «ἡ ψυχή αὐτῶν ἐν κακοῖς ἐτήκετο». Ταῦτα ἦλθεν ἐφ᾿ ἡμᾶς καί ὀφείλομεν ὑπενεγκεῖν τούς τοιούτους κινδύνους, ἕως οὐ φθάσωμεν εἰς τὸν λιμένα τοῦ θελήματος αὐτοῦ, καθώς προέγραψά σοι.

(σελ. 132) Λοιπόν ὁ Θεὸς οὐ παρέδώκέ σε εἰς τάς χεῖρας τῶν ἐχθρῶν σου καί μή παραδῷς σεαυτὸν εἰς τάς χεῖρας αὐτῶν' κἄν οὔτω ποιῇς, ὁ Θεός οὐ παραδίδωσί σε͵ Θέλεις δέ λυτρωθῆναι ἀπὸ τῶν θλίψεων καί μή κοπιᾶν εἰς αὐτάς; Προσδὸκα χείρονα καί ἀναπαύῃ. Μιμνήσκου τοῦ Ἰώβ καί τῶν καθεξῆς ἁγίων πόσας ὑπέμειναν θλίψεις καί τήν ὑπομονήν αὐτῶν κτῆσαι καί παρακαλεῖταί σου τὸ πνεῦμα.

Ἀνδρίζου καί ἴσχυε καί εὐξαι ὑπὲρ ἐμοῦ, μνημονεύων τῶν λόγων μου' καί ἡ ψυχή μου ἀνανεοῦται.

|

μη

Τοῦ Ἀββᾶ βραδύνοντος κατά τινα πρόφασιν ἀπενεγκεῖν αὐτῷ τήν προρρηθεῖσαν ἀπόκρισιν, σφόδρα αὐτῷ ἐνεκάλεσε καί εἰς πολλήν αὐτὸν ἐνέθηκεν ἀθυμίαν. Καί τινών ἀδελφῶν τῶν διά τήν ἀσθένειαν ἐξυπηρετουμένων, εἰπόντων αὐτῷ περί τινων πραγμάτων ὡς ἀργῶς καί ἀνωφελῶς ἐν τῷ κοινοβίῳ γινομένων, ἀντί τοῦ νουθετῆσαι καί διορθῶσαι αὐτούς τῆς τοιαύτης καταλαλιᾶς, εἶπε μηδέ αὐτῷ ἀρέσκειν ταῦτα. Καί τοῦ Ἀββᾶ μετά ταῦτα εἰπόντος αὐτῷ, ὅτι κατά γνώμην τοῦ Γέροντος καί ταῦτα ἐποίησα, εἶπεν αὐτῷ, ὅτι κατά τὸ θέλημά σου ἀφῆκέ σε ὁ Γέρων πορεύεσθαι. Καί πρός ταῦτα πέμπει αὐτῷ τήν ἀπόκρισιν ταύτην, σημαίνων αὐτῷ ἐν αὐτῇ ὅτι τά δοκοῦντα ἡμῖν οὐκ ὀρθῶς γίνεσθαι, οἰκονομικῶς πράττεται ὑπέρ τήν ἡμετέραν ὅντα κατάληψιν.

Πάλιν διά χρόνου ἤγειρεν ἡμᾶς ἡ ἀγάπη τοῦ κροταφῆσαι τῆς ράβδῳ τοῦ Χριστοῦ τῆς παιδείας καί τῆς ἐπιτιμίας, ἴνα πληρωθῇ καί εἰς ἡμᾶς ὁ γραφικός λόγος, λέγων“ «ἀξιοπιστότερα τραύματα φίλου» καί τά ἑξῆς. Καί πάλιν «ἐάν παιδεύσώμέν σε μὴ ἐκλυθῇς», μιμνησκόμενος τῆς παροιμίας τοῦ λέγοντος: «Ὑἱέ μου μή ὀλιγώρει παιδείας Κυρίου, μηδέ ἐκλύου ὑπ᾿ αὐτοῦ ἐλεγχόμενος“ ὅν γάρ ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δέ πάντα υἱὸν ὅν παραδέχεται». Κἄν δέ ἐπιτιμήσω σοι, οὐκ ἀγνοεῖς πῶς λέγει ὁ Ἀπόστολος ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον».

(σελ. 134) Ποῦ ἐστιν ὁ νοῦς σου, νώθρέ; ᾽᾽Η ποῦ διάγει ὁ λογισμὸς σου, ὀκνηρέ; Διατί οἱ κύριοι τοῦ νοῦ ἀντιλέγουσιν ἐν σοί τοῖς μαθηταῖς τοῦ δεσπότου μή λαβεῖν αὐτὸν πρὸς τὸ ἐπιβῆναι ἐπ᾿ αὐτ(ῷ) τὸν δεσπότην, ἴνα εἰσέλθῃ εἰς Ἱεροσόλυμα καί ἐκβάλῃ ἐκ τοῦ ναοῦ τοῦ Θεοῦ τούς πωλοῦντας καί ἀγοράζοντας καί καταισχύνῃ τούς Γραμματεῖς καί Φαρισαίους; Διατί οἰκῆσαι ὀφείλοντὸς σου τὴν Ἱερουσαλήμ, ἔλκουσί σε εἰς Βαβυλῶνα; Διατί ἀφείς τὸ ὕδωρ τοῦ Σιλωάμ, θέλεις πιεῖν ἐκ τῶν θολερῶν ὑδάτων τῶν Αἰγυπτίων; Διατί πλαγιάζεις ἐκ τῆς ὁδοῦ τῆς ταπεινώσεως τῆς λεγούσης ἐγώ τίς εἰμι, [γῆ εἰμι καί σποδός] καί θέλεις βαδίζειν εἰς τήν ὁδὸν τὴν διεστραμμένην, τήν γέμουσαν θλίψεων καί κινδύνων; Ποῦ ἔβαλές μου τούς λόγους τούς πρὸς σέ εἰρημένους νύκτα καί ἡμέραν; Ποῦ ἐστιν ὁ λέγω σοι ἐν ἐμαυτῷ τοῦ καταντῆσαι καί ποῦ βλέπεις σεαυτὸν καταντοῦντα; Ποῦ θέλω σε εἶναι καί ποῦ εἶ, διά τό ἀκατάσχετον ἔχειν τὴν γλῶτταν καί ἀπολύειν αὐτήν ἀφαρεί. Καί ἐάν δώσῃς τῷ πλησίον λογισμὸν, οὐκ ἀκριβάζῃ τοῦ κατανοῆσαι, μάλιστα τῷ μετά τὸν Θεὸν σκεπάζοντι ἡμᾶς καί τὸν τράχηλον αὐτοῦ ὑπέρ ἡμῶν θήσαντι“ ῷ ὀφείλομεν εὐχαριστεῖν καί ὑπερεύχεσθαι τοῦ φυλαχθῆναι ἀπὸ παντὸς κακοῦ πρὸς ὠφέλειαν ἡμῶν καί πολλῶν, μαθόντες τοῦτο παρά τοῦ ἁγίου Ἀπόστολου, πῶς εὐχαριστῶν περί τινων, ἔλεγεν“ οἴτινες ὑπὲρ ἐμοῦ ἔθηκαν τὸν ἑαυτῶν τράχηλον.

Ποίου οὖν οὐ μνημονεύεις; Τῆς ἀμεριμνίας, ἧς δι᾿ αὐτοῦ ἔδωκέ σοι ὁ Θεός; Ἀλλά τοῦ καθίσματος, οῦ μετέχεις ἐν ἡσυχίᾳ ως βασιλεύς, καί αὐτὸς τὸ βάρος τῶν ἐρχομένων πρὸς ἡμᾶς καί ἀπερχομένων βαστάζει, καί ἀνενοχλήτους ἡμᾶς ποιεῖ; Εἰ γάρ δι᾿ ἡμᾶς ἔρχονται, ἡμεῖς ὀφείλομεν βαστάζειν αὐτῶν τήν μέριμναν καί μὴ αὐτὸς. Ὀστε οῦν πολλάς χάριτας ἔχω τῷ Θεῷ τῷ δόντι ἡμῖν υἱόν γνήσιον κατά τήν ψυχήν ἡμῶν ὡς ἠθέλησε. Καί ἀντί τούτων εἰπας αὐτῷ ἀνοήτως ἔνιψά μου τάς χεῖρας ἀπὸ σοῦ. Καί τοῦτο οὐχ ἅπαξ, ἀλλά πολλάκις, καταποντίζων αὐτοῦ τήν ψυχήν ἐν πολλῇ λύπῃ' καί οὐκ ἐμνημόνευσας τοῦ Ἀποστόλου λέγοντος“ «ἴνα μή τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος». Καί εἰ μὴ ἦν ἡ χείρ τοῦ Θεοῦ καί ἡ εὐχή τῶν Πατέρων αὐτοῦ, σχινθῆναι εἶχεν ἡ καρδία αὐτοῦ.

Ποῦ εἰσιν αἱ ἐντολαί μου αἱ πρὸς σέ, ὅτι κλαῦσον, πένθησαν, μή ζητήσῃς (σελ. 136) ψηφισθῆναι, καί ἐν μηδενί μετρήσῃς σεαυτόν“ εἰς ἄλλην ὁδὸν ἑλκύων σου τήν ἀγάπην; Μετάβηθι ἀπό τοῦ κόσμου λοιπόν“ ἀνάβηθι εἰς τὸν Σταυρὸν“ κουφίσθητι ἀπὸ τῆς γῆς“ ἐκτίναξον τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν σου' καταφρόνησον αἰσχύνης“ μή

συγκαύσῃς μετά τῶν Χαλδαίων τήν κάμινον, ἴνα μή συμφλογισθῇς αὐτοῖς τῇ ὀργῇ τοῦ Θεοῦ. Ὑπερέχοντα σεαυτοῦ ἔχε πάντα ἄνθρωπον“ κλαῦσον τὸν νεκρόν σου ἔκβαλε τήν δοκὸν σου' οἰκοδόμησόν σου τὸν διεστραμμένον οἶκον' κράξον «ἐλέησόν με, υἱέ Δαβίδ, ἴνα ἀναβλέψώ». Μάθε' «ἴνα πᾶν στόμα φραγήσεται» καί μή μεγαλορρημονήσῃς ἀπόκλεισον τήν θύραν σου τῷ ἐχθρῷ' στῆσον ἐν τῷ ζυγῷ τούς λόγους σου καί τῇ θύρᾳ σου μοχλόν ποίησον. Σύ οἶδας πῶς λαλῶ σοι.

Νόησον τά λεγόμενα“ πόνεσον ἀκριβευόμενος αὐτά καί εὑρήσεις τούς ἐν αὐτοῖς καρπούς ἀξίους τοῦ Θεοῦ καί μή καταισχύνῃς μου τάς πολλάς ὑπερευχομένου σου ἡμέρας καί νυκτός. Ὁ Κύριος δώῃ σοι νοῆσαι καί ποιῆσαι ἐν τῷ φόβῳ αὐτοῦ. Ἀμήν.

Καί ἐπειδή εἶπας αὐτῷ κατά τὸ θέλημά σου ἀφῇ σε ὁ Γέρων ἀπέρχεσθαι οὐκοῦν ἐγώ μόνος βαστάζω τὸ κρῖμα, ὅ εἶπεν ὁ Κύριος διά τοῦ Προφήτου. «Ἀμήν λέγω σοι, ὅτι ἐάν ἴδῃς τὸν ἀδελφόν σου πορευόμενον ἐν ὁδῷ οὐκ ἀγαθῇ καί μή εἴπῃς αὐτῷ ὅτι ἡ ὁδὸς αὔτη κακή ἐστιν, ἐκ τῆς χειρός σου ἀπαιτῶ αὐτοῦ τὸ αἷμα». Μή χλευασθῇς, ἀλλά πείσθητι τῷ Ἀποστὸλῳ, ὅτι λόγον δώσομεν ὑπέρ αὐτοῦ. Ἀλλ᾿ ὑμεῖς οὐ νοεῖτε τά γινόμενά τί ἐστιν.

μθ'

Εὐχαριστήσας τῷ Γέροντι ἐπί τῇ διορθώσει, ῇτησεν αὐτόν ὥστε πολλάκις αὐτῷ γράφειν περί σωτηρίας ψυχῆς“ ὁμοίως δέ καί περί λογισμοῦ οῦ ἐζήτει εἰπεῖν τῷ Ἀββᾷ ἐδεήθη τοῦ Γέροντος ἴνα αὐτὸς ει’πῃ αὐτῷ.

(σελ. 138) Ἀδελφέ Ἰωάννη, τί ἐστι τοῦτο οὐκ οἶδα“ ἐγράφη σοι ἀπὸ τοῦ ἄλφα ἕως τοῦ ὠμέγα“ ἀπό ἀρχαρίου καταστάσεως μέχρι τελείου'ἀπ᾿ ἀρχῆς τῆς ὁδοῦ μέχρι τοῦ τέλους αὐτῆς' ἀπὸ τοῦ ἐκδύσασθαι τὸν παλαιὸν ἄνθρωπον σύν ταῖς ἐπιθυμίαις αὐτοῦ, μέχρι τοῦ ἐνδύσασθαι τὸν νέον, τόν κατά Θεόν κτισθέντα“ ἀπὸ τοῦ γενέσθαι τῆς γῆς ἀλλότριον τῆς αἰσθητῆς' γενέσθαι δέ οὐρανοπολίτην καί κληρονόμον τῆς νοητῆς γῆς τῶν Ἐπαγγελιῶν. Μηρύκησον εἰς τάς Ἐπιστολάς καί σώζῃ ἔχεις γάρ ἐν αὐταῖς, ἐάν συνιῇς, τήν Παλαιάν, καί τήν Καινήν“ καί νοῶν αὐτάς, οὐ χρείαν ἔχεις ἄλλου βιβλίου. Ἐκτίναξαι τήν λήθην καί ἀπόστα τοῦ σκότους, ἴνα εἰρηνεύσῃ ἡ καρδία σου μετά τῶν αἰσθητηρίων σου, καί ταῦτα πάντα ἔρχονταί σοι. Ἐκλείψει σοι καπνὸς τῶν εἰδώλοθύτών ἀπὸ τῆς νοητῆς Νινευ'ί σου' καί σκορπισθήσεται ἐν τοῖς πλατείαις αὐτῆς ὀσμή τοῦ θυμιάματος τῆς πνευματικῆς μετανοίας, καί κωλύει τήν ἀπειλοῦσαν αὐτῇ ἀπειλήν εἰς καταστροφήν.

Ποῦ κοιμᾶσαι; Τί, προσκεφάλαια ἔβαλες τάς ἀποκρίσεις τάς πρὸς σωτηρίαν, οὐ μήν δέ, ἀλλά καί πρός σωτηρίαν τῶν μετά πίστεως ἐγκυπτόντων; Παῦσαι τῶν ὀνείρων λοιπὸν' ἐξυπνίσθητι ἀπὸ τοῦ

βαρυτάτου ὔπνου' γόργευσον τούς πόδας κατάλαβε τήν Σηγώρ, ἴνα μή καταλάβῃ σε ἡ καταστροφὴ τῶν πέντε πόλεών, καί μή στραφῇς εἰς τά ὀπίσω, δά τὸ μή γενέσθαί σε στήλην ἁλός. Καί γενοῦ φρόνιμος ὡς ὁ ὄφις, ἴνα μή πλανήσωσί σε οἱ ἐχθροί σου“ ἀκέραιος δέ ὡς αἱ περιστεραί, ἴνα μή πολεμήσῃ σε ἡ ἀνταπόδοσις. Γενοῦ δοῦλος γνήσιος δεσπότου, ἐπεί δουλώθῆναι ἔχεις πολλοῖς. Μή χωρίσῃς σεαυτόν ἀπ᾿ αὐτοῦ“ ὁ ἄπιστος γάρ ἔλαβε περί τούτου τὴν ἀπόφασιν. Βλέπε πῶς (σελ. 140) καθέζῃ, εἰπέ σεαυτῷ, τί κάθημαι οὔτω; Τί ἐκέρδανα ἀπὸ τοῦ καθίσματος τούτου; Καί ὁ Θεός, ὁ φιλάνθρωπος φωτίζει σου τήν καρδίαν τοῦ συνιέναι. Ἰδού τέως ἐποίησέ σε ἀμέριμνον ἀπὸ πάσης φροντίδος γηίνης. Πρόσεχε σεαυτῷ ποῦ εἶ καί τί θέλεις, καί ὁ Θεός συναντιλαμβάνεταί σοι εἰς πάντα, ἀδελφέ μου.

Καί περί οῦ εἶπας λογισμοῦ εἰπεῖν τῷ υἱῷ μου, ἠδυνάμην μέν εἰπεῖν αὐτῷ, ἀλλ᾽ ἐάν σύ μή εἴπῃς αὐτῷ ἰδίῳ στόματι, ἀλλοτριοῖς σαυτόν τῆς πρὸς αὐτὸν τελείας καί γνησίας ἀγάπης. Εἰ ψυχή μία, καί καρδία ἐστέ μία, κατά τήν Γραφήν καί οὐδείς κρύπτει ἀπό τῆς καρδίας αὐτοῦ τίποτε.

Συνετίσθητι ὁ ἀκμήν βαρυκάρδιος' ὁ Κύριος συγχωρήσοι σε.

ν'

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς αὐτὸν ἐρωτήσαντα, εἰ ὀφείλει ἐκ τῆς ἁγίας Μεγάλης ᾿Ε βδομάδος μηκέτι συντυχεῖν τινι.

Μετά τήν ἑορτήν, ἡσύχασον πέντε ἡμέρας τὴν ἑβδομάδα, καί δύο ἡμέρας ἐντύγχανε ἀνάγκης γινομένης“ καί πάλιν λέγω σοί τι ἴνα ποιήσῃς. Ποίησον τὴν δύναμίν σου ἀμεριμνῆσαι ἀπὸ παντὸς πράγματος. Ὁ Θεὸς γάρ ποιεῖ πρόνοιαν παντὸς ἀνθρώπου πρὸς τὸ συμφέρον' εἴτε κατανύσσει τήν καρδίαν αὐτοῦ, εἴτε ἐξυπνίζει αὐτὸν δι᾿ ἄλλου πρὸς ὠφέλειαν.

να'

(σελ. 142) Μετά τήν ἑορτήν ἐλθών τις Ἐπίσκοπος ἐζήτει συντυχεῖν αὐτῷ“ καί τινες δέ ἄλλοι ἀρχάριοι ἐβούλοντο αὐτὸν ἐρωτῆσαι περί λογισμῶν“ καί ἔπεμψε περί τούτου, τὸν αὐτὸν ἐρωτῶν μέγαν Γέροντα.

[ Ἀπόκρισις Βαρσανουφίου]

Οἶδας, ὅτι οὐδέποτε ἐβάλομεν δεσμὸν ἐπάνω τινός, οὐδέ ἑαυτοῖς. Καί ἐπειδή εἶπόν σοι ἡσύχασον πέντε ἡμέρας εἰς τήν ἑβδομάδα καί δύο ἡμέρας συντύχαινε, ἀμερίμνησον καί ἐκ τούτου“ καί ὅτε λέγω σε συντύγχανε. Καί ὅτε συντυγχάνεις, ἀμερίμνησον τί εἴπῃς, καί τί λαλήσῃς“ ὁ Χριστὸς γάρ εἶπεν ὅτι τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν ἐστι τὸ λαλοῦν ἐν ὑμῖν. Περί δέ ων εἶπας ἀδελφῶν, ἀνάγκης γινομένης μή παραιτήσῃς, καί ὁ Θεὸς βοηθεῖ. Ἀμήν.

νβ'

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρὸς τὸν αὐτὸν, λαλοῦντα περί τῆς ἀκαταστασίας τοῦ κόσμου.

Ἀδελφέ, ως ἔχομεν τὸν καιρὸν, προσέχωμεν ἑαυτοῖς, ὅτι τετάρακται τά σύμπαντα, καί ἀσκήσώμεν τὸ σιωπᾶν. Καί ἐάν θέλῃς ἀναπαῆναι κατά πάντα, γενοῦ νεκρὸς ἀπὸ παντὸς ἀνθρώπου καί ἀναπαύῃ. Νόησον ὅτι περί τῶν λογισμῶν καί περί παντὸς πράγματος καί διαγωγῆς καί φροντίδος λέγω σοι“ ἡσύχασον ἐν εἰ ρήνῃ͵

!

νγ

Μετά τὴν ἀπόκρισιν ταύτην ἐζήτει κόψαι τελείως τάς συντυχίας“ καί εἷς ἀδελφὸς πάνυ διά τοῦτο ἐθλίβετο καί παρεκάλει αὐτὸν ἴνα εἰ χρεία γένηται συντύχῃ αὐτῷ, καί σπλαγχνισθείς ὑπέσχετο. Καί ἠρώτησεν περί τούτου καί περί κολοβίου πεμφθέντος αὐτῷ παρά τινος ἀδελφοῦ, εἰ ὀφείλει δέξασθαι.

Ἀδελφέ, ἔπεμψά σοι λόγον ἀμερίμνησον“ τί θέλεις, σεαυτῷ πρόσχες, πολύς ἐστιν ὁ θερισμὸς. Μή ἀφήσῃς αὐτόν καί βάλῃς καλαμᾶσθαι ράγας ὀπίσω τῶν τρυγητῶν. Σύ δέ ἄφες ὅλα καί σχὸλασον τοῦ θερίσαι καί τρυγῆσαι, ἴνα ἔχῃς τούς καρπούς ἀπὸ σίτου καί οἴνου, ἴνα στερεωθῇ καί εὐφρανθῇ ἡ καρδία σου ἐν Κυρίῳ. Μελέτησον τάς ἐπιστολάς ἄς ἔγραψά σοι, ὅτι ἀργαί οὐκ εἰσί.

Περί δέ τοῦ κολοβίου, ἐάν θέλῃ ὁ ἀδελφός δοῦναί σοι ἐξ ὅλης τῆς καρδίας αὐτοῦ δέξαι, κατακρίνων σεαυτὸν ως ἀνάξιον.

νδ'

Ἀδελφὸς ἔχων πόλεμον βαρύτατον καί αἰσχυνόμενος αὐτὸν θαρρῆσαι τῷ Ἀββᾷ, ἔπεμψε παρακαλῶν τὸν αὐτὸν Ἀββᾶν Ἰωάννην δέξασθαι αὐτὸν λάθρᾳ τοῦ Ἀββᾶ καί ἀκοῦσαι τὸν λογισμόν αὐτοῦ. Ὁ δέ

ἐθλίβετο κατά δύο τρόπους“ μήτε θέλων δέξασθαι αὐτὸν δίχα γνώμην, ἴνα μή σκάνδαλον παρέχῃ τοῖς ἄλλοις, μήτε πάλιν θέλων λυπῆσαι αὐτὸν. Καί ἀπορῶν τί ποιῆσαι, ἠρώτησε κατά διάνοιαν τὸν αὐτὸν μέγαν Γέροντα' καί εἰ δεῖ φράξαι τήν αὐτοῦ θύραν.

Εἰπέ τῷ ἀδελφῷ' τίς ἐστιν ἀσύνετος τοῦ ἐπιλέξασθαι ἑαυτῷ τὸ ἐπιζήμιον πρᾶγμα καί τὸ θλιβερώτερον, καί μή τό κουφότερον καί ἀνεκτότερον, μετά ταπεινώσεως καί προσευχῆς; Μή φράξῃς τὴν θύραν' οὐ γάρ ἐν τῇ φράξει τῆς θύρας ἐστίν ἡ νέκρωσις, ἀλλ᾽ ἐν τῇ φράξει τοῦ στόματος.

Ἀσπάζομαί σε ἐν φιλήματι ἁγίῳ.

Γ' ΑΠΟΚΡΙΣΕΙΣ ΠΡΟΣ

ΗΣὙΧΑΣΤΕΣ ΠΑΤΕΡΕΣ

ξθι

Ἀπόκρισις τοῦ αὐτοῦ μεγάλου Γέροντος πρός τινα ἡσυχάζοντα, ἐρωτήσαντα περί τοῦ διακονοῦντος αὐτῷ“ καί περί παραδοχῆς λογισμῶν“ καί περί τῶν κατά σάρκα συγγενῶν.

Ἀδελφέ, ὡς τῇ ψυχῇ μου λαλῶ σοι' γέγραπται γάρ, μήποτε ἡ γνῶσις ὑμῶν πρόσκομμα γένηται τοῖς ἀσθενοῦσιν ἀδελφοῖς. Ὁ ἀδελφός ὁ διακονῶν σοι, ἀκεραιότητα ἔχει, μή θελήσῃς διδάξαι αὐτὸν φρόνησιν, ἐπεί ἐγείρεις ἐπάνω αὐτοῦ ὀργήν“ ἀλλ᾽ ἀρκέσθητι πρὸς αὐτὸν τῷ ποιῆσαί σου τήν χρείαν, μή παρέχων αὐτῷ περί φρονήσεως λογισμὸν. Καλῶς ἔχει' μή ταράξῃς αὐτοῦ τήν καρδίαν.

Τῶν τελείων ἐστί τὸ ἐάσαι τὸν λογισμόν αὐτοῦ εἰσελθεῖν, καί πάλιν αὐτὸν ἐκβαλεῖν. Λοιπόν σύ, μή εἰσενέγκῃς τὸν λαμπρὸν κατακαῦσαί σου τὸν δρυμῶνα' μή ἀφήσῃς ληφθῆναι τά ἱμάτιά σου, ἴνα μή μετά μάχης λάβῃς αὐτά“ μή πειράσῃς σεαυτόν ταραχθῆναι, οὐ γάρ στήκεις εἰς τὸν τοιοῦτον πειρασμόν. Λοιπὸν πρόσεχε σεαυτῷ, καί εὔχου ὑπέρ

εμου.

Περί δέ τῶν κατά σάρκα συγγενῶν, εἰπόντος τοῦ Κυρίου, τίς ἐστιν ἡ μήτηρ μου καί τίνες οἱ ἀδελφοί μου, οὐ δύνασαι παραβῆναι τήν ἐντολήν τοῦ Θεοῦ, καί ἔχειν φιλίαν μετά σαρκικῶν ἀδελφῶν. Εἰ δέ ἱματίων δέονται, διατί (σελ. 186) οὐκ ἐμνήσθης τῶν πτωχῶν, «γυμνὸς ἤμην καί περιεβάλετέ με», ἀλλά χλευαζόμενος ὑπὸ τῶν δαιμόνων, μνημονεύεις πάλιν ων ἀφῆκας διά τόν Θεόν, ἴνα γένῃς παραβάτης; Οὐαί ἡμῖν, ἀδελφέ, πῶς ἐργάζονται μεθ᾿ ἡμῶν. Θέλεις δέ τήν ἀγάπην αὐτῶν, ἥν καί πρός πάντας χρεωστεῖς; Εὐξαι ὑπέρ αὐτῶν, ἴνα καί αὐτοί σωθῶσι χάριτι Χριστοῦ. Πρόσεχε οὐν σεαυτῷ μηκέτι χλευασθῆναι“ ἀφέντες γάρ τά συλλάβεια, εἰς τὸν ἀλφάβητον ὑπεστρέψαμεν.

Πύκτευσον οὖν τοῦ ἀποθανεῖν, εἰ σωθῆναι θέλεις' τὸ ἀψήφιστον κράτει, καί τρέχε πρὸς τὸν προκείμενον' μή προφάσει δικαιώματος ἐνέγκῃ σοι ὁ διάβολος ἄκαιρον φροντίδα. Ἀμερίμνησον ἀπὸ παντὸς πράγματος' κἄν τε ζῶσι κἄν τε ἀποθνήσκωσι, μή πέμψῃς ἐκεῖ. Μνήσθητι τοῦ Κυρίου λέγοντος“ «ἄφες τούς νεκρούς θάψαι τούς ἑαυτῶν νεκρούς». Σεαυτῷ πρὸσεχε' ἐκεῖνοι γάρ οὐ ρύονταί σε ἐν τῇ ἡμέρᾳ τῇ φοβερᾷ. Πολλάκις λέγω σοι“ ἐξυπνίσθητι ἀπὸ τοῦ βαρυτάτου ὔπνου' οὐκ οἶδας γάρ ποίᾳ ὥρᾳ ὁ Κύριος ἔρχεται,| ἴνα εὔρῃ σε ἑτοιμον.

Περί δέ τῶν μολυσμῶν, πτῶσίς ἐστι τῇ ψυχῇ' ἀγάπησον τὸν Ἰησοῦν ἐξ ὅλης τῆς καρδίας σου, καί οὐ πίπτεις εἰς τὸν αἰῶνα. Εἰρήνη σοι ἐν ἀγάπῃ Θεοῦ' εἰρήνη σοι ἐν φιλήματι ἁγίῳ.



Τῶν Πατέρων τις ἡσυχάζων ῇτήσατο τὸν αὐτὸν μέγαν Γέροντα εὔξασθαι ὑπὲρ αὐτοῦ.

Ἀπόκρισις

Ὅταν πέμπῃ ἄνθρωπος τινά σχολαστικὸν συνηγορῆσαι ὑπέρ αὐτοῦ τῷ βασιλεῖ, ἀεί εὔχεται ὑπέρ αὐτοῦ ἴνα εἰσακούσθῇ“ οὐκ ἔτι ὁ σχολαστικὸς, ἀλλ᾽ ἡ δέησις ἤν ἀπέστειλε πρὸς τὸν βασιλέα. Τὸ αὐτὸ οὐν καί ὑμεῖς εὔξασθε ἴνα εἰσάκουσθῶ. Καί δεικνύων ὑμῖν ὑπακοήν εὔχομαι συντόμως ὑπέρ τε ὑγιείας καί σωτηρίας ψυχῆς καί σώματος ὑμῶν“ ἐάν γάρ εἰσακούσθῶ (σελ. 188) (εισακούει γάρ ὁ Θεὸς πάντων) τοῦτο ἐπιγράφών ταῖς ὑμετέραις εὐχαῖς. Οὔτε γάρ σχολαστικὸς ἐγενόμην τοῦ συνηγορῆσαι, τοῦτ᾽ ἔστι δίκαιος, οὔτε παρρησίαν ἔχω“ ἀλλ᾽ ἔχω ἐμαυτόν ὡς δοῦλον πεμπόμενον. Ὁ Κύριος οὐν εἰσακοῦσαι τῶν εὐχῶν. Ὑπέρ τῆς ταλαιπωρίας μου εὔξασθε.

οα' Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν μέγαν Γέροντα.

Πῶς δή προσεύχεσθαι, ως εἶπεν ὁ Κύριος, τὸ Πάτερ ἡμῶν ἤ ὡς εἰπεν ὁ ἀββᾶς Μακάριος ὁ Σκητιώτης, Κύριε ὡς θέλεις ἐλέησον; Καί ἐάν ἐπίκηται πόλεμος, Κύριε ως κελεύεις βοήθησον; Μήποτε τοῖς τελείοις μόνοις εἴρηται τὸ, Πάτερ ἡμῶν' καί τά λοιπά.

Ἀπόκρισις

Τό Πάτερ ἡ μῶν, καί τελείοις προσετάγη καί ἁμαρτωλοῖς“ ἴνα οἱ μέν τέλειοι γνόντες τίνος γεγόνασιν υἱοί, σπουδάσωμεν αὐτοῦ μή ἐκπεσεῖν' οἱ δέ ἁμαρτωλοί μετ᾿ αἰσχύνης αὐτὸν καλοῦντες Πατέρα τὸν παρ᾿ αὐτοῖς πολλάκις ὑβριζόμενον, ἐντραπῶσι καί ἔλθωσιν εἰς μετάνοιαν. Ὁς δέ ὑπολαμβάνω, πλεῖον τοῖς ἁμαρτωλοῖς ἁρμόζει' τὸ γάρ εἰπεῖν ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ἁμαρτωλῶν ἐστι. Ποῖα γάρ ὀφειλήματα ἔχουσιν οἱ τέλειοι, υἱοί γενόμενοι τοῦ ἐν οὐρανοῖς Πατρὸς; Τὸ δέ εἰπεῖν μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ρῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ, ἰσοδυναμεῖ τοῖς τοῦ ἀββᾶ Μακαρίου ρή μασιν, εἰπόντος ἐκείνου, ἐλέησον καί βοήθησον.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο από τό Βιβλίο:

ΒΑΡΣΑΝΟΥΦΙΟΥ ΚΑΙ ΙΩΑΝΝΟΥ
ΚΕΙΜΕΝΑ ΔΙΑΚΡΙΤΙΚΑ ΚΑΙ ΗΣΥΧΑΣΤΙΚΑ
EΡΩΤΟΑΠΟΚΡΙΣΕΙΣ

Η  επεξεργασία σάρωσις βιβλίου (scaning) , επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Follow by Email

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Γίνεται Μέλος στο Ιστολόγιο

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |